Ἡρακλίσκος
Συγγραφέας:


Ἡρακλέα δεκάμηνον ἐόντα ποχ᾽ ἁ Μιδεᾶτις
Ἀλκμήνα καὶ νυκτὶ νεώτερον Ἰφικλῆα
ἀμφοτέρους λούσασα καὶ ἐμπλήσασα γάλακτος,
χαλκείαν κατέθηκεν ἐς ἀσπίδα, τὰν Πτερελάου
Ἀμφιτρύων καλὸν ὅπλον ἀπεσκύλευσε πεσόντος.
ἁπτομένα δὲ γυνὰ κεφαλᾶς μυθήσατο παίδων·
«εὕδετ᾽ ἐμὰ βρέφεα γλυκερὸν καὶ ἐγέρσιμον ὕπνον,
εὕδετ᾽ ἐμὰ ψυχά, δύ᾽ ἀδελφεοί, εὔσοα τέκνα·
ὄλβιοι εὐνάζοισθε καὶ ὄλβιοι ἀῶ ἵκοισθε.»
ὣς φαμένα δίνασε σάκος μέγα· τοὺς δ᾽ ἔλαβ᾽ ὕπνος. 10
ἆμος δὲ στρέφεται μεσονύκτιον ἐς δύσιν Ἄρκτος
Ὡρίωνα κατ᾽ αὐτόν, ὃ δ᾽ ἀμφαίνει μέγαν ὦμον,
τᾶμος ἄρ᾽ αἰνὰ πέλωρα δύω πολυμήχανος Ἥρη
κυανέαις φρίσσοντας ὑπὸ σπείραισι δράκοντας
ὦρσεν ἐπὶ πλατὺν οὐδόν, ὅθι σταθμὰ κοῖλα θυράων
οἴκου, ἀπειλήσασα φαγεῖν βρέφος Ἡρακλῆα.
τὼ δ᾽ ἐξειλυσθέντες ἐπὶ χθονὶ γαστέρας ἄμφω
αἱμοβόρους ἐκύλιον· ἀπ᾽ ὀφθαλμῶν δὲ κακὸν πῦρ
ἐρχομένοις λάμπεσκε, βαρὺν δ᾽ ἐξέπτυον ἰόν.
ἀλλ᾽ ὅτε δὴ παίδων λιχμώμενοι ἐγγύθεν ἦλθον, 20
καὶ τότ᾽ ἄρ᾽ ἐξέγροντο, Διὸς νοέοντος ἅπαντα,
Ἀλκμήνας φίλα τέκνα, φάος δ᾽ ἀνὰ οἶκον ἐτύχθη.
ἤτοι ὅγ᾽ εὐθὺς ἄϋσεν, ὅπως κακὰ θηρί᾽ ἀνέγνω

κοίλου ὑπὲρ σάκεος καὶ ἀναιδέας εἶδεν ὀδόντας,
Ἰφικλέης, οὔλαν τε ποσὶν διελάκτισε χλαῖναν,
φευγέμεν ὁρμαίνων· ὃ δ᾽ ἐναντίος εἴχετο χερσὶν
Ἡρακλέης, ἄμφω δὲ βαρεῖ ἐνεδήσατο δεσμῷ,
δραξάμενος φάρυγος, ὅθι φάρμακα λυγρὰ τέτυκται
οὐλομένοις ὀφίεσσιν, τὰ καὶ θεοὶ ἐχθαίροντι.
τὼ δ᾽ αὖτε σπείρῃσιν ἑλισσέσθην περὶ παῖδα 30
ὀψίγονον γαλαθηνὸν ὑπὸ τροφῷ αἰὲν ἄδακρυν·
ἂψ δὲ πάλιν διέλυον, ἐπεὶ μογέοιεν ἀκάνθας,
δεσμοῦ ἀναγκαίου πειρώμενοι ἔκλυσιν εὑρεῖν.
Ἀλκμήνα δ᾽ ἐσάκουσε βοᾶς καὶ ἐπέγρετο πράτα·
«ἄνσταθ᾽ Ἀμφιτρύων· ἐμὲ γὰρ δέος ἴσχει ὀκνηρόν.
ἄνστα, μηδὲ πόδεσσι τεοῖς ὑπὸ σάνδαλα θείης.
οὐκ ἀΐεις, παίδων ὁ νεώτερος ὅσσον ἀϋτεῖ;
ἢ οὐ νοέεις, ὅτι νυκτὸς ἀωρί που, οἱ δέ τε τοῖχοι
πάντες ἀριφραδέες καθαρᾶς ἄτερ ἠριγενείας;
ἔστι τί μοι κατὰ δῶμα νεώτερον, ἔστι φίλ᾽ ἀνδρῶν.» 40
ὣς φάθ᾽. ὃ δ᾽ ἐξ εὐνᾶς ἀλόχῳ κατέβαινε πιθήσας·
δαιδάλεον δ᾽ ὥρμασε μετὰ ξίφος, ὅ οἱ ὕπερθεν
κλιντῆρος κεδρίνου περὶ πασσάλῳ αἰὲν ἄωρτο.
ἤτοι ὅγ᾽ ὠριγνᾶτο νεοκλώστω τελαμῶνος,
κουφίζων ἑτέρα κολεὸν μέγα λώτινον ἔργον.
ἄμφιλαφὴς δ᾽ ἄρα παστὰς ἐνεπλήσθη πάλιν ὄρφνας·
Δμῶας δὴ τότ᾽ ἄϋσεν ὕπνον βαρὺν ἐκφυσῶντας·
«οἴσετε πῦρ᾽ ὅτι θᾶσσον ἀπ᾽ ἐσχαρεῶνος ἑλόντες,
δμῶες ἐμοί·» στιβαροὺς δὲ θυρᾶν ἀνακόψατ᾽ ὀχῆας.

«ἄνστατε δμῶες ταλασίφρονες. αὐτὸς ἀϋτεῖ.» 50
ἦ ῥα γυνὰ Φοίνισσα μύλαις ἔπι κοῖτον ἔχουσα.
οἳ δ᾽ αἶψα προγένοντο λύχνοις ἅμα δαιομένοισι
δμῶες· ἐνεπλήσθη δὲ δόμος σπεύδοντος ἑκάστου.
ἤτοι ἄρ᾽ ὡς εἴδοντ᾽ ἐπιτίτθιον Ἡρακλῆα
θῆρε δύω χείρεσσιν ἀπρὶξ ἁπαλαῖσιν ἔχοντα,
συμπλήγδην ἰάχησαν· ὃ δ᾽ ἐς πατέρ᾽ Ἀμφιτρύωνα
ἑρπετὰ δεικανάασκεν, ἐπάλλετο δ᾽ ὑψόθι χαίρων
κωροσύνᾳ, γελάσας δὲ πάρος κατέθηκε ποδοῖιν
πατρὸς ἑοῦ θανάτῳ κεκαρωμένα δεινὰ πέλωρα.
Ἀλκμήνα μὲν ἔπειτα ποτὶ σφέτερον βάλε κόλπον 60
ξηρὸν ὑπαὶ δείους ἀκράχολον Ἰφικλῆα·
Ἀμφιτρύων δὲ τὸν ἄλλον ὑπ᾽ ἀμνείαν θέτο χλαῖναν
παῖδα· πάλιν δ᾽ ἐς λέκτρον ἰὼν ἐμνάσατο κοίτου.
ὄρνιθες τρίτον ἄρτι τὸν ἔσχατον ὄρθρον ἄειδον,
Τειρεσίαν τόκα μάντιν ἀλαθέα πάντα λέγοντα
Ἀλκμήνα καλέσασα χρέος κατέλεξε νεοχμόν,
καί νιν ὑποκρίνεσθαι, ὅπως, τελέεσθαι ἔμελλεν,
ἠνώγει· «μηδ᾽ εἴ τι θεοὶ νοέοντι πονηρόν,
αἰδόμενός ἐμὲ κρύπτε· καὶ ὣς οὐκ ἐστιν ἀλύξαι
ἀνθρώποις, ὅτι Μοῖρα κατὰ κλωστῆρος ἐπείγει. 70
ἀλλ᾽ Εὐηρείδα μάλα σε φρονέοντα διδάσκω.»
τόσσ᾽ ἔλεγεν βασίλεια· ὃ δ᾽ ἀνταμείβετο τοίοις·
«θάρσει ἀριστοτόκεια γύναι, Περσήϊον αἷμα,
θάρσει· μελλόντων δὲ τὸ λώϊον ἐν φρεσὶ θέσσο.
ναὶ γὰρ ἐμῶν γλυκὺ φέγγος, ἀποιχόμενον πάλαι ὄσσων,

πολλαὶ Ἀχαιιάδων μαλακὸν περὶ γούνατι νῆμα
χειρὶ κατατρίψοντι, ἀκρέσπερον ἀείδοισαι
Ἀλκμήναν ὀνομαστί, σέβας δ᾽ ἔσῃ Ἀργείαισι.
τοῖος ἀνὴρ ὅδε μέλλει ἐς οὐρανὸν ἄστρα φέροντα
ἀμβαίνειν τεὸς υἱός, ἀπὸ στέρνων πλατὺς ἥρως, 80
οὗ καὶ θηρία πάντα καὶ ἀνέρες ἥσσονες ἄλλοι.
δώδεκά οἱ τελέσαντι πεπρωμένον ἐν Διὸς οἰκεῖν
μόχθους, θνητὰ δὲ πάντα πυρὰ Τραχίνιος ἕξει·
γαμβρὸς δ᾽ ἀθανάτων κεκλήσεται, οἳ ταδ᾽ ἐπῶρσαν
κνώδαλα φωλεύοντα βρέφος διαδηλήσασθαι. 85
ἀλλὰ γύναι πῦρ μέν τοι ὑπὸ σποδoῦ εὔτυκον ἔστω, 88
κάγκανα δ᾽ ἀσπαλάθoυ ξύλ᾽ ἑτοιμάσατ᾽ ἢ παλιούρου
ἢ βάτου ἢ ἀνέμῳ δεδονημένον αὖον ἄχερδον· 90
καῖε δὲ τώδ᾽ ἀγρίαισιν ἐπὶ σχίζαισι δράκοντε
νυκτὶ μέσᾳ, ὅκα παῖδα κανεῖν τεὸν ἤθελον αὐτοί.
ἦρι δὲ συλλέξασα κόνιν πυρὸς ἀμφιπόλων τις
ῥιψάτω εὖ μάλα πᾶσαν ὑπὲρ ποταμοῖο φέρουσα
ῥωγάδας ἐς πέτρας ὑπερούριον, ἂψ δὲ νεέσθω
ἄστρεπτος· καθαρῷ δὲ πυρώσατε δῶμα θεείῳ
πρᾶτον, ἔπειτα δ᾽ ἅλεσσι μεμιγμένον, ὡς νενόμισται,
θαλλῷ ἐπιρραίνειν ἐστεμμένον ἀβλαβὲς ὕδωρ·
Ζηνὶ δ᾽ ἐπιρρέξαι καθυπερτέρῳ ἄρσενα χοῖρον.
δυσμενέων αἰεὶ καθυπέρτεροι ὡς τελέθοιτε.» 100

φᾶ, καὶ ἐρωήσας ἐλεφάντινον ᾤχετο δίφρον
Τειρεσίας πολλοῖσι βαρύς περ ἐὼν ἐνιαυτοῖς.
Ἡρακλέης δ᾽ ὑπὸ ματρὶ νέον φυτὸν ὣς ἐν ἀλωᾷ
ἐτρέφετ᾽ Ἀργείου κεκλημένος Ἀμφιτρύωνος.
γράμματα μὲν τὸν παῖδα γέρων Λίνος ἐξεδίδαξεν,
υἱὸς ᾿Απόλλωνος μελεδωνεὺς ἄγρυπνος ἥρως,
τόξον δ᾽ ἐντανύσαι καὶ ἐπὶ σκοπὸν εἶναι ὀϊστὸν
Εὔρυτος ἐκ πατέρων μεγάλαις ἀφνειὸς ἀρούραις.
αὐτὰρ ἀοιδὸν ἔθηκε καὶ ἄμφω χεῖρας ἔπλασσε
πυξίνᾳ ἐν φόρμιγγι Φιλαμμονίδας Εὔμολπος. 110
ὅσσα δ᾽ ἀπὸ σκελέων ἑδροστρόφοι Ἀργόθεν ἄνδρες
ἀλλάλους σφάλλοντι παλαίσμασιν, ὅσσά τε πύκται
δεινοὶ ἐν ἱμάντεσσιν, ἅ τ᾽ ἐς γαῖαν προπεσόντες
πάμμαχοι ἐξεύροντο σοφίσματα σύμφορα τέχνᾳ,
πάντ᾽ ἔμαθ᾽ ῾Ερμείαο διδασκόμενος παρὰ παιδὶ
Ἁρπαλύκῳ Φανοτῇ, τὸν οὐδ᾽ ἂν τηλόθι λεύσσων
θαρσαλέως τις ἔμεινεν ἀεθλεύοντ᾽ ἐν ἀγῶνι·
τοῖον ἐπισκύνιον βλοσυρῷ ἐπέκειτο προσώπῳ.
ἵππους δ᾽ ἐξελάσασθαι ὑφ᾽ ἅρματι, καὶ περὶ νύσσαν
ἀσφαλέως κάμπτοντα τροχῷ σύριγγα φυλάξαι, 120
Ἀμφιτρύων ὃν παῖδα φίλα φρονέων ἐδίδαξεν
αὐτός, ἐπεὶ μάλα πολλὰ θοῶν ἐξήρατ᾽ ἀγώνων
Ἄργει ἐν ἱπποβότῳ κειμήλια, καί οἱ ἀαγεῖς
δίφροι, ἐφ᾽ ὧν ἐπέβαινε, χρόνῳ διέλυσαν ἱμάντας.
δούρατι δὲ προβολαίῳ ὑπ᾽ ἀσπίδι ὦμον ἔχοντα
ἀνδρὸς ὀρέξασθαι ξιφέων τ᾽ ἀνέχεσθαι ἀμυχμόν,
κοσμῆσαί τε φάλαγγα λόχον τ᾽ ἀναμετρήσασθαι
δυσμενέων ἐπιόντα καὶ ἱππήεσσι κελεῦσαι

Κάστωρ ἱππελάτας δέδαεν, φυγὰς Ἄργεος ἐλθών,
ὁππόκα κλᾶρον ἅπαντα καὶ οἰνόπεδον μέγα Τυδεὺς 130
ναῖε, παρ᾽ Ἀδρήστοιο λαβὼν ἱππήλατον Ἄργος.
Κάστορι δ᾽ οὔτις ὁμοῖος ἐν ἡμιθέοις πολεμιστὴς
ἄλλος ἔην πρὶν γῆρας ἀποτρῖψαι νεότητα.
ὧδε μὲν ῾Ηρακλῆα φίλα παιδεύσατο μάτηρ.
εὐνὰ δ᾽ ἦς τῷ παιδὶ τετυγμένα ἀγχόθι πατρὸς
δέρμα λεόντειον μάλα οἱ κεχαρισμένον αὐτῷ,
δεῖπνον δὲ κρέατ᾽ ὀπτά, καὶ ἐν κανέῳ μέγας ἄρτος
Δωρικός· ἀσφαλέως κε φυτοσκάφον ἄνδρα κορέσσαι.
αὐτὰρ ἐπ᾽ ἄματι τυννὸν ἄνευ πυρὸς αἴνυτο δόρπον.
εἵματα δ᾽ οὐκ ἀσκητὰ μέσας ὑπὲρ ἕννυτο κνάμας. 140