Ἡρακλὴς Λεοντοφόνος
Συγγραφέας:


Τὸν δ’ ὁ γέρων προσέειπε φυτῶν ἐπίουρος ἀροτρεὺς
παυσάμενος ἔργοιο, τό οἱ μετὰ χερσὶν ἔκειτο·
«ἔκ τοι ξεῖνε πρόφρων μυθήσομαι ὅσσ’ ἐρεείνεις,
Ἑρμέω ἁζόμενος δεινὴν ὄπιν εἰνοδίοιο·
τὸν γάρ φασι μέγιστον ἐπουρανίων κεχολῶσθαι,
εἴ κεν ὁδοῦ ζαχρεῖον ἀνήνηταί τις ὁδίτην.
ποῖμναι μὲν βασιλῆος ἐΰτριχες Αὐγείαο
οὐ πᾶσαι βόσκονται ἴαν βόσιν οὐδ’ ἕνα χῶρον·
ἀλλ’ αἳ μέν ῥα νάοντος ἐπ’ ὄχθαις Εἰλίσσοντος,
αἳ δ’ ἱερὸν θείοιο παρὰ ῥόον Ἀλφειοῖο, 10
αἳ δ’ ἐπὶ Βουπρασίου πολυβότρυος, αἱ δὲ καὶ ὧδε.
χωρὶς δὴ σηκοί σφι τετυγμένοι εἰσὶν ἑκάσταις.
αὐτὰρ βουκολίοισι περιπλήθουσί περ ἔμπης
πάντεσσιν νομοὶ ὧδε τεθηλότες αἰὲν ἔασι
Μηνίου ἀμμέγα τῖφος, ἐπεὶ πολυειδέα ποίην
λειμῶνες θαλέθουσιν ὑπόδροσοι εἰαμεναί τε
εἰς ἅλις, ἥ ῥα βόεσσι μένος κεραῇσιν ἀέξει.
αὖλις δέ σφισιν ἥδε τεῆς ἐπὶ δεξιὰ χειρὸς
φαίνεται εὖ μάλα πᾶσα πέρην ποταμοῖο ῥέοντος
κείνῃ, ὅθι πλατάνιστοι ἐπηεταναὶ πεφύασι 20
χλωρή τ’ ἀγριέλαιος, Ἀπόλλωνος νομίοιο
ἱερὸν ἁγνόν, ξεῖνε, τελειοτάτοιο θεοῖο.
εὐθὺς δὲ σταθμοὶ περιμήκεες ἀγροιώταις

δέδμηνθ’, οἳ βασιλῆι πολὺν καὶ ἀθέσφατον ὄλβον
ῥυόμεθ’ ἐνδυκέως, τριπόλοις σπόρον ἐν νειοῖσιν
ἔσθ’ ὅτε βάλλοντες καὶ τετραπόλοισιν ὁμοίως.
οὔρους μὴν ἴσασι φυτοσκάφοι οἱ ἀμπελοεργοί,
ἐς ληνοὺς δ’ ἱκνεῦνται, ἐπὴν θέρος ὥριον ἔλθῃ.
πᾶν γὰρ δὴ πεδίον τόδ’ ἐπίφρονος Αὐγείαο,
πυροφόροι τε γύαι καὶ ἀλωαὶ δενδρήεσσαι, 30
μέχρις ἐπ’ ἐσχατιὰς πολυπίδακος Ἀκρωρείης,
ἃς ἡμεῖς ἔργοισιν ἐποιχόμεθα πρόπαν ἦμαρ,
ἣ δίκη οἰκήων, οἷσιν βίος ἔπλετ’ ἐπ’ ἀγροῦ.
ἀλλὰ σύ πέρ μοι ἔνισπε, τό τοι καὶ κέρδιον αὐτῷ
ἔσσεται, οὗτινος ὧδε κεχρημένος εἰλήλουθας.
ἠέ τι Αὐγείην ἢ καὶ δμώων τινὰ κείνου
δίζεαι, οἵ οἱ ἔασιν; ἐγὼ δέ κέ τοι σάφα εἰδὼς
πάντα μάλ’ ἐξείποιμ’, ἐπεὶ οὐ σέγε φημι κακῶν ἒξ
ἔμμεναι οὐδὲ κακοῖσιν ἐοικότα φύμεναι αὐτόν,
οἷόν τοι μέγα εἶδος ἐπιπρέπει. ἦρά νυ παῖδες 40
ἀθανάτων τοιοίδε μετὰ θνητοῖσιν ἔασι.»
τὸν δ’ ἀπαμειβόμενος προσέφη Διὸς ἄλκιμος υἱός.
«ναὶ γέρον Αὐγείην ἐθέλοιμί κεν ἀρχὸν Ἐπειῶν
εἰσιδέειν· τοῦ γάρ με καὶ ἤγαγεν ἐνθάδε χρειώ.
εἰ δ’ ὃ μὲν ἂρ κατὰ ἄστυ μένει παρὰ οἷσι πολίταις
δήμου κηδόμενος, διὰ δὲ κρίνουσι θέμιστας,
δμώων δή τινα πρέσβυ σύ μοι φράσον ἡγεμονεύσας,
ὅστις ἐπ’ ἀγρῶν τῶνδε γεραίτερος αἰσυμνήτης,
ᾧ κε τὸ μὲν εἴποιμι, τὸ δ’ ἐκ φαμένοιο πυθοίμην.
ἄλλου δ’ ἄλλον ἔθηκε θεὸς ἐπιδευέα φωτῶν.» 50
τὸν δ’ ὁ γέρων ἐξαῦτις ἀμείβετο δῖος ἀροτρεύς,
«ἁθανάτων ὦ ξεῖνε φραδῇ τινος ἐνθάδ’ ἱκάνεις,

ὥς τοι πᾶν ὃ θέλεις αἶψα χρέος ἐκτετέλεσται.
ὧδε γὰρ Αὐγείης, υἱὸς φίλος Ἠελίοιο,
σφωιτέρῳ σὺν παιδί, βίῃ Φυλῆος ἀγαυοῦ·
χθιζός γ’ εἰλήλουθεν ἀπ’ ἄστεος, ἤμασι πολλοῖς
κτῆσιν ἐποψόμενος, ἥ οἱ νήριθμος ἐπ’ ἀγρῶν·
ὥς που καὶ βασιλεῦσιν ἐείδεται ἐν φρεσὶν ᾗσιν
αὐτοῖς κηδομένοισι σαώτερος ἔμμεναι οἶκος.
ἀλλ’ ἴομεν μάλα πρός μιν· ἐγὼ δέ τοι ἡγεμονεύσω 60
αὖλιν ἐφ’ ἡμετέρην, ἵνα κεν τέτμοιμεν ἄνακτα.»
ὣς εἰπὼν ἡγεῖτο, νόῳ δ’ ἔτι πόλλ’ ἐμενοίνα,
δέρμά τε θηρὸς ὁρῶν χειροπληθῆ τε κορύνην,
ὁππόθεν ὁ ξεῖνος· μεμόνει δέ μιν αἰὲν ἔρεσθαι·
ἂψ δ’ ὄκνῳ ποτὶ χεῖλος ἐλάμβανε μῦθον ἰόντα,
μή τί οἱ οὐ κατὰ καιρὸν ἔπος προτιμυθήσαιτο
σπερχομένου· χαλεπὸν δ’ ἑτέρου νόον ἴδμεναι ἀνδρός.
τοὺς δὲ κύνες προσιόντας ἀπόπροθεν αἶψ’ ἐνόησαν,
ἀμφότερον ὀδμῇ τε χροὸς δούπῳ τε ποδοῖιν.
θεσπέσιον δ’ ὑλάοντες ἐπέδραμον ἄλλοθεν ἄλλος 70
Ἀμφιτρυωνιάδῃ Ἡρακλέϊ· τὸν δὲ γέροντα
ἀχρεῖον κλάζοντε περίσσαινόν θ’ ἑτέρωθεν.
τοὺς μὲν ὅγε λάεσσιν ἀπὸ χθόνος ὅσσον ἀείρων
φευγέμεν ἂψ ὀπίσω δειδίσσετο, τρηχὺ δὲ φωνῇ
ἠπείλει μάλα πᾶσιν, ἐρητύσασκε δ’ ὑλαγμοῦ,
χαίρων ἐν φρεσὶν ᾗσιν, ὁθούνεκεν αὖλιν ἔρυντο
αὐτοῦ γ’ οὐ παρεόντος· ἔπος δ’ ὅγε τοῖον ἔειπεν·

ὢ πόποι, οἷον τοῦτο θεοὶ ποίησαν ἄνακτες
θηρίον ἀνθρώποισι μετέμμεναι, ὡς ἐπιμηθές.
εἴ οἱ καὶ φρένες ὧδε νοήμονες ἔνδοθεν ἦσαν, 80
ᾔδει δ’, ᾧ τε χρὴ χαλεπαινέμεν ᾧ τε καὶ οὐκί,
οὐκ ἄν οἱ θηρῶν τις ἐδήρισεν περὶ τιμῆς·
νῦν δὲ λίην ζάκοτόν τε καὶ ἀρρηνὲς γένετ’ αὔτως.»
Η ῥα, καὶ ἐσσυμένως ποτὶ ταὐλίον ἷξον ἰόντες.

ΕΠΙΠΩΛΗΣΙΣ

Ἠέλιος μὲν ἔπειτα ποτὶ ζόφον ἔτραπεν ἵππους
δείελον ἦμαρ ἄγων· τὰ δ’ ἐπήλυθε πίονα μῆλα
ἐκ βοτάνης ἀνιόντα μετ’ αὐλία τε σηκούς τε.
αὐτὰρ ἔπειτα βόες μάλα μυρίαι ἄλλαι ἐπ’ ἄλλαις
ἐρχόμεναι φαίνονθ’ ὡσεὶ νέφη ὑδατόεντα,
ἅσσά τ’ ἐν οὐρανῷ εἶσιν ἐλαυνόμενα προτέρωσε 90
ἠὲ νότοιο βίῃ ἠὲ Θρῃκὸς βορέαο·
τῶν μέν τ’ οὔτις ἀριθμὸς ἐν ἠέρι γίνετ’ ἰόντων,
οὐδ’ ἄνυσις· τόσα γάρ τε μετὰ προτέροισι κυλίνδει
ἲς ἀνέμου, τὰ δέ τ’ ἄλλα κορύσσεται αὖτις ἐπ’ ἄλλοις·
τόσσ’ αἰεὶ μετόπισθε βοῶν ἐπὶ βουκόλι’ ᾔει.
πᾶν δ’ ἄρ’ ἐνεπλήσθη πεδίον, πᾶσαι δὲ κέλευθοι
ληίδος ἐρχομένης στείνοντο δὲ πίονες ἀγροὶ
μυκηθμῷ· σηκοὶ δὲ βοῶν ῥεῖα πλήσθησαν
εἰλιπόδων, ὄιες δὲ κατ’ αὐλὰς ηὐλίζοντο.
 ἔνθα μὲν οὔτις ἕκηλος ἀπειρεσίων περ ἐόντων 100
εἱστήκει παρὰ βουσὶν ἀνὴρ κεχρημένος ἔργου·

ἀλλ’ ὃ μὲν ἀμφὶ πόδεσσιν ἐϋτμήτοισιν ἱμᾶσι
καλοπέδιλ’ ἀράρισκε περισταδὸν ἐγγὺς ἀμέλγειν,
ἄλλος δ’ αὖ φίλα τέκνα φίλαις ὑπὸ μητράσιν ἵει
πινέμεναι λιαροῖο μεμαότα πάγχυ γάλακτος,
ἄλλος ἀμόλγιον εἶχ’, ἄλλος τρέφε πίονα τυρόν,
ἄλλος ἐσῆγεν ἔσω ταύρους δίχα θηλειάων.
Αὐγείης δ’ ἐπὶ πάντας ἰὼν θηεῖτο βοαύλους,
ἥντινά οἱ κτεάνων κομιδὴν ἐτίθεντο νομῆες,
σὺν δ’ υἱός τε βίη τε βαρύφρονος Ἡρακλῆος 110
ὡμάρτευν βασιλῆι διερχομένῳ μέγαν ὄλβον.
ἔνθα καὶ ἄρρηκτόν περ ἔχων ἐν στήθεσι θυμὸν
Ἀμφιτρυωνιάδης καὶ ἀρηρότα νωλεμὲς αἰεὶ
ἐκπάγλως θαύμαζε θεοῦ τόγε μυρίον ἕδνον
εἰσορόων. οὐ γάρ κεν ἔφασκέ τις οὐδὲ ἐώλπει
ἀνδρὸς ληίδ’ ἑνὸς τόσσην ἔμεν οὐδὲ δέκ’ ἄλλων,
οἵτε πολύρρηνες πάντων ἔσαν ἐκ βασιλήων.
Ἠέλιος δ’ ᾧ παιδὶ τόγ’ ἔξοχον ὤπασε δῶρον,
ἀφνειὸν μήλοις περὶ πάντων ἔμμεναι ἀνδρῶν,
καί ῥά οἱ αὐτὸς ὄφελλε διαμπερέως βοτὰ πάντα 120
ἐς τέλος· οὐ μὲν γάρ τις ἐπήλυθε νοῦσος ἐκείνου
βουκολίοις, αἵτ’ ἔργα καταφθείρουσι νομήων,
αἰεὶ δὲ πλέονες κερααὶ βόες, αἰὲν ἀμείνους
ἐξ ἔτεος γίνοντο μάλ’ εἰς ἔτος· ἦ γὰρ ἅπασαι
ζωοτόκοι τ’ ἦσαν περιώσια θηλυτόκοι τε.
ταῖς δὲ τριηκόσιοι ταῦροι συνάμ’ ἐστιχόωντο
κνήμαργοί θ’ ἕλικές τε, διηκόσιοί γε μὲν ἄλλοι

φοίνικες· πάντες δ’ ἐπιβήτορες οἵγ’ ἔσαν ἤδη.
ἄλλοι δ’ αὖ μετὰ τοῖσι δυώδεκα βουκολέοντο
ἱεροὶ ᾿Ηελίοιο· χρόην δ’ ἔσαν ἠύτε κύκνοι 130
ἀργησταί, πᾶσιν δὲ μετέπρεπον εἰλιπόδεσσιν·
οἳ καὶ ἀτιμαγέλαι βόσκοντ’ ἐριθηλέα ποίην
ἐν νομῷ, ὧδ’ ἔκπαγλον ἐπὶ σφίσι γαυριόωντο.
καί ῥ’ ὁπότ’ ἐκ λασίοιο θοοὶ προγενοίατο θῆρες
ἐς πεδίον δρυμοῖο βοῶν ἕνεκ’ ἀγροτεράων,
πρῶτοι τοίγε μάχηνδε κατὰ χροὸς ᾔεσαν ὀδμήν,
δεινὸν δ’ ἐβρυχῶντο φόνον λεῦσσόν τε προσώπῳ.
τῶν μέν τε προφέρεσκε βίηφί τε καὶ σφένεϊ ᾧ
ἠδ’ ὑπεροπλίῃ Φαέθων μέγας, ὅν ῥα βοτῆρες
ἀστέρι πάντες ἔϊσκον, ὁθούνεκα πολλὸν ἐν ἄλλοις 140
βουσὶν ἰὼν λάμπεσκεν, ἀρίζηλος δ’ ἐτέτυκτο.
ὃς δή τοι σκύλος αὖον ἰδὼν χαροποῖο λέοντος
αὐτῷ ἔπειτ’ ἐπόρουσεν ἐυσκόπῳ Ἡρακλῆι
χρίμψασθαι ποτὶ πλευρὰ κάρη στιβαρόν τε μέτωπον.
τοῦ μὲν ἄναξ προσιόντος ἐδράξατο χειρὶ παχείῃ
σκαιοῦ ἄφαρ κέραος, κατὰ δ’ αὐχένα νέρθ’ ἐπὶ γαίης
κλάσσε βαρύν περ ἐόντα, πάλιν δέ μιν ὦσεν ὀπίσσω
ὤμῳ ἐπιβρίσας· ὁ δέ οἱ περὶ νεῦρα τανυσθεὶς
μυὼν ἐξ ὑπάτοιο βραχίονος ὀρθὸς ἀνέστη.
θαύμαζεν δ’ αὐτός τε ἄναξ υἱός τε δαΐφρων 150
Φυλεὺς οἵ τ’ ἐπὶ βουσὶ κορωνίσι βουκόλοι ἄνδρες,
Ἀμφιτρυωνιάδαο βίην ὑπέροπλον ἰδόντες.

Τὼ δ’ εἰς ἄστυ λιπόντε καταυτόθι πίονας ἀγροὺς
ἐστιχέτην, Φυλεύς τε βίη θ’ Ἡρακληείη.

λαοφόρου δ’ ἐπέβησαν ὅθι πρώτιστα κελεύθου,
λεπτὴν καρπαλίμοισι τρίβον ποσὶν ἐξανύσαντες,
ἥ ῥα δι’ ἀμπελεῶνος ἀπὸ σταθμῶν τετάνυστο
οὔτι λίην ἀρίσημος ἐν ὕλῃ χλωρὰ ἰοῦσα,
τῇ μιν ἄρα προσέειπε Διὸς γόνον ὑψίστοιο
Αὐγείω φίλος υἱὸς ἕθεν μετόπισθεν ἰόντα, 160
ἦκα παρακλίνας κεφαλὴν κατὰ δεξιὸν ὦμον·
«ξεῖνε, πάλαι τινὰ πάγχυ σέθεν πέρι μῦθον ἀκούσας
ὡς, εἴπερ σφετέρῃσιν ἐνὶ φρεσὶ βάλλομαι ἄρτι.
ἤλυθε γὰρ στείχων τις ἀπ’ Ἄργεος ὡς νέον ἀκμὴν
ἐνθάδ’ Ἀχαιὸς ἀνὴρ Ἑλίκης ἐξ ἀγχιάλοιο·
ὃς δή τοι μυθεῖτο καὶ ἐν πλεόνεσσιν Ἐπειῶν,
οὕνεκεν Ἀργείων τις ἕθεν παρεόντος ὄλεσσε
θηρίον, αἰνολέοντα, κακὸν τέρας ἀγροιώταις,
κοίλην αὖλιν ἔχοντα Διὸς Νεμέοιο παρ’ ἄλσος—
οὐκ οἶδ’ ἀτρεκέως ἢ Ἄργεος ἐξ ἱεροῖο 170
αὐτόθεν ἢ Τίρυνθα νέμων πόλιν ἠὲ Μυκήνην.
ὣς κεῖνός γ’ ἀγόρευε· γένος δέ μιν εἶναι ἔφασκεν,
εἰ ἐτεόν περ ἐγὼ μιμνήσκομαι, ἐκ Περσῆος.
ἔλπομαι οὐχ’ ἕτερον τόδε τλήμεναι αἰγιαλήων
ἠὲ σέ, δέρμα δὲ θηρός, ὅ τοι περὶ πλευρὰ καλύπτει,
χειρῶν καρτερὸν ἔργον ἀριφραδέως ἀγορεύει.
εἴπ’ ἄγε νῦν μοι πρῶτον, ἵνα γνώω κατὰ θυμόν,
ἥρως, εἴτ’ ἐτύμως μαντεύομαι εἴτε καὶ οὐκί,
εἰ σύγ’ ἐκεῖνος, ὃν ἧμιν ἀκουόντεσσιν ἔειπεν
οὑξ Ἑλίκηθεν Ἀχαιός, ἐγὼ δέ σε φράζομαι ὀρθῶς. 180
εἰπὲ δ’ ὅπως ὀλοὸν τόδε θηρίον αὐτὸς ἔπεφνες,

ὅππως τ’ εὔυδρον Νεμέης εἰσήλυθε χῶρον·
οὐ μὲν γάρ κε τοσόνδε κατ’ ᾿Απίδα κνώδαλον εὕροις
ἱμείρων ἰδέειν, ἐπεὶ οὐ μάλα τηλίκα βόσκε,
ἀλλ’ ἄρκτους τε σύας τε λύκων τ’ ὀλοφώϊον ἔθνος.
τῷ καὶ θαυμάζεσκον ἀκούοντες τότε μῦθον·
οἳ δέ νυ καὶ ψεύδεσθαι ὁδοιπόρον ἀνέρ’ ἔφαντο
γλώσσης μαψιδίοιο χαριζόμενον παρεοῦσιν.»
ὣς εἰπὼν μέσσης ἐξηρώησε κελεύθου
Φυλεύς, ὄφρα κιοῦσιν ἅμα σφίσιν ἄρκιος εἴη, 190
καί ῥά τε ῥηΐτερον φαμένου κλύοι Ἡρακλῆος,
ὅς μιν ὁμαρτήσας τοίῳ προσελέξατο μύθῳ·
«ὦ Αὐγηιάδη, τὸ μὲν ὅττί με πρῶτον ἀνήρευ,
αὐτὸς καὶ μάλα ῥεῖα κατὰ στάθμην ἐνόησας.
ἀμφὶ δέ σοι τὰ ἕκαστα λέγοιμί κε τοῦδε πελώρου
ὅππως ἐκράανθεν, ἐπεὶ λελίησαι ἀκούειν,
νόσφίν γ’ ἢ ὅθεν ἦλθε· τὸ γὰρ πολέων περ ἐόντων
Ἀργείων οὐδείς κεν ἔχοι σάφα μυθήσασθαι·
οἶον δ’ ἀθανάτων τίν’ ἐΐσκομεν ἀνδράσι πῆμα
ἱρῶν μηνίσαντα Φορωνήεσσιν ἐφεῖναι. 200
πάντας γὰρ πισῆας ἐπικλύζων ποταμὸς ὣς
λῖς ἄμοτον κεράϊζε, μάλιστα δὲ Βεμβιναίους,
οἱ ἕθεν ἀγχόμοροι προσναῖον ἀτλητοπαθεῦντες.
τὸν μὲν ἐμοὶ πρώτιστα τελεῖν ἐπέταξεν ἄεθλον
Εὐρυσθεύς, κτεῖναι δέ μ’ ἐφίετο θηρίον αἰνόν.
αὐτὰρ ἐγὼ κέρας ὑγρὸν ἑλὼν κοίλην τε φαρέτρην
ἰῶν ἐμπλείην νεόμην, ἑτέρηφι δὲ βάκτρον
εὐπαγὲς αὐτόφλοιον ἐπηρεφέος κοτίνοιο
ἔμμητρον, τὸ μὲν αὐτὸς ὑπὸ ζαθέῳ ῾Ελικῶνι

εὑρὼν σὺν πυκινῇσιν ὁλοσχερὲς ἔσπασα ῥίζαις. 210
αὐτὰρ ἐπεὶ τὸν χῶρον, ὅθι λῖς ἦεν, ἵκανον,
δὴ τότε τόξον ἑλὼν στρεπτὴν ἐπέλασσα κορώνῃ
νευρειήν, περὶ δ’ ἰὸν ἐχέστονον εἶθαρ ἔβησα.
πάντῃ δ’ ὄσσε φέρων ὀλοὸν τέρας ἐσκοπίαζον,
εἴ μιν ἐσαθρήσαιμι, πάρος γ’ ἐμὲ κεῖνον ἰδέσθαι.
ἤματος ἦν τὸ μεσηγύ, καὶ οὐδέ πῃ ἴχνια τοῖο
φρασθῆναι δυνάμην οὐδ’ ὠρυγμοῖο πυθέσθαι.
οὐδὲ μὲν ἀνθρώπων τις ἔην ἐπὶ βουσὶ καὶ ἔργοις
φαινόμενος σπορίμοιο δι’ αὔλακος, ὅντιν’ ἐροίμην·
ἀλλὰ κατὰ σταθμοὺς χλωρὸν δέος εἶχεν ἕκαστον. 220
οὐ μὴν πρὶν πόδας ἔσχον ὄρος τανύφυλλον ἐρευνῶν,
πρὶν ἰδέειν ἀλκῆς τε παραυτίκα πειρηθῆναι.
ἤτοι ὃ μὲν σήραγγα προδείελος ἔστιχεν εἰς ἥν,
βεβρωκὼς κρειῶν τε καὶ αἵματος, ἀμφὶ δὲ χαίτας
αὐχμηρὰς πεπάλακτο φόνῳ χαροπόν τε πρόσωπον
στήθεά τε, γλώσσῃ δὲ περιλιχμᾶτο γένειον.
αὐτὰρ ἐγὼ θάμνοισιν ἄφαρ σκιεροῖσιν ἐκρύφθην
ἐν ῥίῳ ὑλήεντι δεδεγμένος ὁππόθ’ ἵκοιτο,
καὶ βάλον ἆσσον ἰόντος ἀριστερὸν ἐς κενεῶνα
τηϋσίως· οὐ γάρ τι βέλος διὰ σαρκὸς ὄλισθεν 230
ὀκριόεν, χλωρῇ δὲ παλίσσυτον ἔμπεσε ποίῃ.
αὐτὰρ ὃ κρᾶτα δαφοινὸν ἀπὸ χθονὸς ὦκ’ ἐπάειρε
θαμβήσας, πάντῃ δὲ διέδρακεν ὀφθαλμοῖσι
σκεπτόμενος, λαμυροὺς δὲ χανὼν ὑπέδειξεν ὀδόντας.
τῷ δ’ ἐγὼ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆς προΐαλλον
ἀσχαλόων, ὅ μοι ὁ πρὶν ἐτώσιος ἔκφυγε χειρός·
μεσσηγὺς δ’ ἔβαλον στηθέων, ὅθι πνεύμονος ἕδρη.

ἀλλ’ οὐδ’ ὣς ὑπὸ βύρσαν ἔδυ πολυώδυνος ἰός,
ἀλλ’ ἔπεσε προπάροιθε ποδῶν ἀνεμώλιος αὔτως.
 τὸ τρίτον αὖ μέλλεσκον ἀσώμενος ἐν φρεσὶν αἰνῶς 240
αὐερύειν· ὃ δέ μ’ εἶδε περιγληνώμενος ὄσσοις
θὴρ ἄμοτος, μακρὴν δὲ περ’ ἰγνύῃσιν ἕλιξε
κέρκον, ἄφαρ δὲ μάχης ἐμνήσατο· πᾶς δέ οἱ αὐχὴν
θυμοῦ ἐνεπλήσθη, πυρσαὶ δ’ ἔφριξαν ἔθειραι
σκυζομένῳ, κυρτὴ δὲ ῥάχις γένετ’ ἠύτε τόξον,
πάντοθεν εἰληθέντος ὑπὸ λαγόνας τε καὶ ἰξύν.
ὡς δ’ ὅτ’ ἂν ἁρματοπηγὸς ἀνὴρ πολέων ἴδρις ἔργων
ὄρπηκας κάμπτῃσιν ἐρινεοῦ εὐκεάτοιο,
θάλψας ἐν πυρὶ πρῶτον, ἐπαξονίῳ κύκλα δίφρῳ,
τοῦ μὲν ὑπὲκ χειρῶν ἔφυγεν τανύφλοιος ἐρινεὸς 250
καμπτόμενος, τηλοῦ δὲ μιῇ πήδησε σὺν ὁρμῇ·
ὣς ἐπ’ ἐμοὶ λῖς αἰνὸς ἀπόπροθεν ἀθρόος ἆλτο
μαιμώων χροὸς ἆσαι· ἐγὼ δ’ ἑτέρηφι βέλεμνα
χειρὶ προεσχεθόμην καὶ ἀπ’ ὤμων δίπλακα λώπην,
τῇ δ’ ἑτέρῃ ῥόπαλον κόρσης ὕπερ αὖον ἀείρας
ἤλασα κὰκ κεφαλῆς, διὰ δ’ ἄνδιχα τρηχὺν ἔαξα
αὐτοῦ ἐπὶ λασίοιο καρήατος ἀγριέλαιον
θηρὸς ἀμαιμακέτοιο· πέσεν δ’ ὅγε πρὶν ἔμ’ ἱκέσθαι
ὑψόθεν ἐν γαίῃ, καὶ ἐπὶ τρομεροῖς ποσὶν ἔστη
νευστάζων κεφαλῇ· περὶ γὰρ σκότος ὄσσέ οἱ ἄμφω 250
ἦλθε, βίῃ σεισθέντος ἐν ὀστέῳ ἐγκεφάλοιο.
τὸν μὲν ἐγὼν ὀδύνῃσι παραφρονέοντα βαρείαις
νωσάμενος, πρὶν αὖτις ὑπότροπον ἀμπνυνθῆναι,
αὐχένος ἀρρήκτοιο παρ’ ἰνίον ἤλασα προφθάς,
ῥίψας τόξον ἔραζε πολύρραπτόν τε φαρέτρην·

ἦγχον δ’ ἐγκρατέως στιβαρὰς σὺν χεῖρας ἐρείσας
ἐξόπιθεν, μὴ σάρκας ὑποδρύψῃ ὀνύχεσσι,
πρὸς δ’ οὖδας πτέρνῃσι πόδας στερεῶς ἐπίεζον
οὐραίους ἐπιβάς, πλευρῇσί τε μῆρ’ ἐφύλασσον,
μέχρίς οὗ ἐξετάνυσσα βραχίονος ὀρθὸν ἀείρας 270
ἄπνευστον, ψυχὴν δὲ πελώριος ἔλλαχεν Ἅιδης.
καὶ τότε δὴ βούλευον, ὅπως λασιαύχενα βύρσαν
θηρὸς τεθνειῶτος ἀπὸ μελέων ἐρυσαίμην,
ἀργαλέον μάλα μόχθον, ἐπεὶ ἦν οὔτε σιδήρῳ
οὔτε λίθοις τμητὴ πειρωμένῳ οὐδὲ μὲν ὕλῃ.
ἔνθά μοι ἀθανάτων τις ἐπὶ φρεσὶ θῆκε νοῆσαι
αὐτοῖς δέρμα λέοντος ἀνασχίζειν ὀνύχεσσι.
τοῖσι θοῶς ἀπέδειρα, καὶ ἀμφεθέμην μελέεσσιν
ἕρκος ἐνυαλίου ταμεσίχροος ἰωχμοῖο.
 οὗτός τοι Νεμέου γένετ’ ὦ φίλε θηρὸς ὄλεθρος, 280
πολλὰ πάρος μήλοις τε καὶ ἀνδράσι κήδεα θέντος.»