Εις την του βίου ανισότητα
Εἰς τὴν τοῦ βίου ἀνισότητα Συγγραφέας: |
Δίκαια ταῦτα, δημουργέ μου λόγε,
πηλὸν μὲν εἶναι πάντας ἀνθρώπους ἕνα
καὶ χοῦν τὸν αὐτόν, ἀλλὰ καὶ φύσιν μίαν,
τελεῖν δέ πως ἄνισον αὐτοῖς τὸν βίον;
ναὶ ναὶ στάσιν τὰ πάντα πάντως οὐκ ἔχει,
κἂν γὰρ δεήσῃ συστραφέντα τὸν βίον
κύκλους ἑλίττειν βακχικῆς ἀταξίας,
ἐν μὲν χιλίοις πλουσίοις ἢ μυρίοις
εἷς δυστυχήσας συγκάτεισι τοῖς κάτω,
ἐν δ᾿ αὖ πένησιν ἀθλίοις τρισμυρίοις
τρεῖς εὐπραγοῦσι καὶ γίνονται τῶν ἄνω.
τῷ τοῦ δικαίου τήκομαι ζήλῷ, λόγε,
καὶ ταῦτα πρὸς σὲ φθέγγομαι τὸν δεσπότην,
σὺ δ᾿ ἀλλ᾿ ἀνάσχου μακροθυμῶν, ὡς ἔθος,
καὶ τῶν ἐμῶν ἄκουε νῦν γογγυσμάτων.
μὴ τὸν μὲν αὐτὸς ἔπλασας ταῖς χερσί σου,
τούτου δὲ πλάστης ἄλλος; ἢ τί λεκτέον;
οὐκ ἔργα τῶν σῶν πάντες εἰσὶ δακτύλων;
ἀλλ᾿ οἱ μὲν αὐτῶν οὐκ ἀναγκαίων μόνον
κατατρυφῶσιν, ἀλλὰ καὶ πολλῷ πλέον
καὶ τοῖς περιττοῖς ἐντρυφῶσι τοῦ βίου,
οἱ δὲ γλίχονται καὶ μονοβλώμου τρύφους
ἢ μᾶλλον εἰπεῖν καὶ τραπέζης ψιχίων.
δίκαιε, ποῦ δίκαια ταῦτα τυγχάνει;
ἕως πότε στήσειας ἡμῖν τὴν κτίσιν;
σύσσεισον αὐτὴν ἢ κατάκλυσον πάλιν·
μηδεὶς κιβωτοῦ δευτέρας αὖθις τύχοι,
μὴ Νῶέ τις γένοιτο καὶ πάλιν νέος·
οἴχοιντο πάντες· λείψανον μὴ μεινάτω.
εἰ δ᾿, ὡς ὑπέσχου, μακρόθυμε Χριστέ μου,
τὴν γῆν ἐς αὖθις οὐ κατακλύζειν θέλεις,
καὶ γὰρ φυλάττεις οἶδα τὰς ὑποσχέσεις,
Ἄτλαντα χειρὶ σῇ βαλὼν ἐκ τῶν ἄνω
τὴν πᾶσαν αὐτῷ συγκατάστρεψον κτίσιν,
μιγνὺς πόλον γῇ καὶ τὰ πάντα συμφύρων·
οὕτω γὰρ ἂν γένοιτο πάντων ἰσότης.