Εικόνες

(Ανακατεύθυνση από Εἰκόνες)
Εἰκόνες (Imagines) Πραγματεία σε διαλογική μορφή γύρω από την ιστορία της τέχνης και τη λογοτεχνία.
Συγγραφέας:

1 Ἀλλ᾽ ἧ τοιοῦτον τι ἔπασχον οι τὴν Γοργὼ ἰδόντες οἷον ἐγὼ ἔναγχος ἔπαθον, ὦ Πολύστρατε, παγκάλην τινὰ γυναῖκα ἰδών αὐτὸ γὰρ τὸ τοῦ μύθου ἐκεῖνο, μικροῦ δέω λίθος ἐξ ἀνθρώπου σοι γεγονέναι πεπηγὼς ὑπὸ τοῦ θαύματος.

Δείτε επίσης: σχετικό λήμμα.
De calumnia (Περί διαβολής) του Σάντρο Μποτιτσέλι (1495)

Ανάμεσα στα έργα του Απελλή, όπως μας τα περιγράφει ο Λουκιανός, υπήρχε και μια αλληγορική αναπαράσταση της Συκοφαντίας που πολλοί καλλιτέχνες της Αναγέννησης επιχείρησαν να αναπαραστήσουν βασιζόμενοι στην περιγραφή του Λουκιανού.


Πολύστρατος
Ἡράκλεις, ὑπερφυές τι τὸ θέαμα φὴς καὶ δεινῶς βίαιον, εἴ γε καὶ Λυκῖνον ἐξέπληξε γυνή τις οὖσα· σὺ γὰρ ὑπὸ μὲν τῶν μειρακίων καὶ πάνυ ῥᾳδίως αὐτὸ πάσχεις, ὥστε θᾶττον ἄν τις ὅλον τὸν Σίπυλον μετακινήσειεν ἢ σὲ τῶν καλῶν ἀπάγοι μὴ οὐχὶ παρεστάναι αὐτοῖς κεχηνότα καὶ ἐπιδακρύοντά γε πολλάκις ὥσπερ ἐκείνην αὐτὴν τὴν τοῦ Ταντάλου. ἀτὰρ εἰπέ μοι, τίς ἡ λιθοποιὸς αὕτη Μέδουσα ἡμῖν ἐστιν καὶ πόθεν, ὡς καὶ ἡμεῖς ἴδοιμεν οὐ γάρ, οἶμαι, φθονήσεις ἡμῖν τῆς θέας οὐδὲ ζηλοτυπήσεις, εἰ μέλλοιμεν πλησίον που καὶ αὐτοὶ παραπεπηγέναι σοι ἰδόντες.

Λυκῖνος
Kαὶ μὴν εὖ εἰδέναι χρή σε, ὡς κἂν ἐκ περιωπῆς μόνον ἀπίδῃς εἰς αὐτήν, ἀχανῆ σε καὶ τῶν ἀνδριάντων ἀκινητότερον ἀποφανεῖ. Καίτοι τοῦτο μὲν ἴσως εἰρηνικώτερόν ἐστιν καὶ τὸ τραῦμα ἧττον καίριον, εἰ αὐτὸς ἴδοις· εἰ δὲ κἀκείνη προσβλέψειέ σε, τίς ἔσται μηχανὴ ἀποστῆναι αὐτῆς; ἀπάξει γάρ σε ἀναδησαμένη ἔνθα ἂν ἐθέλῃ, ὅπερ καὶ ἡ λίθος ἡ Ἡρακλεία δρᾷ τὸν σίδηρον.

Πολύστρατος
2 Παύου, ὦ Λυκῖνε, τεράστιόν τι κάλλος ἀναπλάττων, ἀλλ᾽ εἰπέ, τίς ἡ γυνή ἐστιν.

Λυκῖνος
Οἴει γάρ με ὑπερβαλέσθαι τῷ λόγῳ, ὃς δέδια μή σοι ἰδόντι ἀσθενής τις ἐπαινέσαι δόξω, παρὰ τοσοῦτον ἀμείνων φανεῖται; πλὴν ἀλλὰ ἥτις μέν, οὐκ ἂν εἰπεῖν ἔχοιμι, θεραπεία δὲ πολλὴ καὶ ἡ ἄλλη περὶ αὐτὴν παρασκευὴ λαμπρὰ καὶ εὐνούχων τι πλῆθος καὶ ἅβραι πάνυ πολλαί καὶ ὅλως μεῖζόν γε ἢ κατὰ ἰδιωτικὴν τύχην ἐδόκει τὸ πρᾶγμα εἶναι.

Πολύστρατος
Οὐδὲ τοὔνομα ἐπύθου σύ γε ἥτις καλοῖτο;

Λυκῖνος
Οὐδαμῶς, ἢ τοῦτο μόνον, τῆς Ἰωνίας ἐστὶν τῶν θεατῶν γάρ τις ἀπιδὼν εἰς τὸν πλησίον, ἐπεὶ παρῆλθεν, τοιαῦτα μέντοι, ἔφη, τὰ Σμυρναϊκὰ κάλλη· καὶ θαυμαστὸν οὐδέν, εἰ ἡ καλλίστη τῶν Ἰωνικῶν πόλεων τὴν καλλίστην γυναῖκα ἤνεγκεν. ἐδόκει δέ μοι Σμυρναῖος καὶ αὐτὸς ὁ λέγων εἶναι, οὕτως ἐσεμνύνετο ἐπ᾽ αὐτῇ.

Πολύστρατος
3 Οὐκοῦν ἐπεὶ λίθου τοῦτό γε ὡς ἀληθῶς ἐποίησας οὔτε παρακολουθήσας οὔτε τὸν Σμυρναῖον ἐκεῖνον ἐρόμενος, ὅστις ἦν, κἂν τὸ εἶδος ὡς οἷόν τε ὑπόδειξον τῷ λόγῳ: τάχα γὰρ ἂν οὕτως γνωρίσαιμι.

Λυκῖνος
ὁρᾷς ἡλίκον τοῦτο ᾔτησας; οὐ κατὰ λόγων δύναμιν, καὶ μάλιστά γε τῶν ἐμῶν, ἐμφανίσαι θαυμασίαν οὕτως εἰκόνα, πρὸς ἣν μόλις ἂν ἢ Ἀπελλῆς ἢ Ζεῦξις ἢ Παρράσιος ἱκανοὶ ἔδοξαν, ἢ εἴ τις Φειδίας ἢ Ἀλκαμένης ἐγὼ δὲ λυμανοῦμαι τὸ ἀρχέτυπον ἀσθενείᾳ τῆς τέχνης.

Πολύστρατος
ὅμως, ὦ Λυκῖνε, ποία τις τὴν ὄψιν; οὐ γὰρ ἐπισφαλὲς τὸ τόλμημα, εἰ φίλῳ ἀνδρὶ ἐπιδείξαις τὴν εἰκόνα, ὅπως ἂν τῆς γραμμῆς ἔχῃ.

Λυκῖνος
Kαὶ μὴν ἀσφαλέστερον αὐτὸς ποιήσειν μοι δοκῶ τῶν παλαιῶν τινας ἐκείνων τεχνιτῶν παρακαλέσας ἐπὶ τὸ ἔργον, ὡς ἀναπλάσειάν μοι τὴν γυναῖκα.

Πολύστρατος
Πῶς τοῦτο φής; ἢ πῶς ἂν ἀφίκοιντό σοι πρὸ τοσούτων ἐτῶν ἀποθανόντες;

Λυκῖνος
ῥᾳδίως, ἤνπερ σὺ μὴ ὀκνήσῃς ἀποκρίνασθαί τί μοι.

Πολύστρατος
ἐρώτα μόνον.

Λυκῖνος
4 ἐπεδήμησάς ποτε, ὦ Πολύστρατε, τῇ Κνιδίων;

Πολύστρατος
Καὶ μάλα.

Λυκῖνος
Οὐκοῦν καὶ τὴν Ἀφροδίτην εἶδες πάντως αὐτῶν;

Πολύστρατος
Νὴ Δία, τῶν Πραξιτέλους ποιημάτων τὸ κάλλιστον.Ω

Λυκῖνος
Ἀλλὰ καὶ τὸν μῦθον ἤκουσας, ὃν λέγουσιν οἱ ἐπιχώριοι περὶ αὐτῆς, ὡς ἐρασθείη τις τοῦ ἀγάλματος καὶ λαθὼν ὑπολειφθεὶς ἐν ἱερῷ συγγένοιτο, ὡς δυνατὸν ἀγάλματι. Τοῦτο μέντοι· ἄλλως ἱστορείσθω. σὺ δὲ — ταύτην γάρ, ὡς φής, εἶδες — ἴθι μοὶ καὶ τόδε ἀπόκριναι, εἰ καὶ τὴν ἐν κήποις Ἀθήνησι τὴν Ἀλκαμένους ἑώρακας.

Πολύστρατος
ἦ πάντων γ᾽ ἄν, ὦ Λυκῖνε, ὁ ῥᾳθυμότατος ἦν, εἰ τὸ κάλλιστον τῶν Ἀλκαμένους πλασμάτων παρεῖδον.

Λυκῖνος
ἐκεῖνο μέν γε, ὦ Πολύστρατε, οὐκ ἐξερήσομαί σε, εἰ πολλάκις εἰς τὴν ἀκρόπολιν ἀνελθὼν καὶ τὴν Καλάμιδος Σωσάνδραν τεθέασαι.

Πολύστρατος
Εἶδον κἀκείνην πολλάκις.

Λυκῖνος
Ἀλλὰ καὶ ταῦτα μὲν ἱκανῶς. Τῶν δὲ Φειδίου ἔργων τί μάλιστα ἐπῄνεσας;

Πολύστρατος
Τί δ᾽ ἄλλο ἢ τὴν Λημνίαν, ᾗ καὶ ἐπιγράψαι τοὔνομα ὁ Φειδίας ἠξίωσε; καὶ νὴ Δία τὴν Ἀμαζόνα τὴν ἐπερειδομένην τῷ δορατίῳ.

Λυκῖνος
5 Tὰ κάλλιστα, ὦ ἑταῖρε, ὥστ᾽ οὐκέτ᾽ ἄλλων τεχνιτῶν δεήσει. Φέρε δή, ἐξ ἁπασῶν ἤδη τούτων ὡς οἷόν τε συναρμόσας μίαν σοι εἰκόνα ἐπιδείξω, τὸ ἐξαίρετον παρ᾽ ἑκάστης ἔχουσαν. Τὰ κάλλιστα, ὦ ἑταῖρε, ὥστ᾽ οὐκέτ᾽ ἄλλων τεχνιτῶν δεήσει. Φέρε δή, ἐξ ἁπασῶν ἤδη τούτων ὡς οἷόν τε συναρμόσας μίαν σοι εἰκόνα ἐπιδείξω, τὸ ἐξαίρετον παρ᾽ ἑκάστης ἔχουσαν.

Πολύστρατος
Καὶ τίνα ἂν τρόπον τουτὶ γένοιτο;

Λυκῖνος
Οὐ χαλεπόν, ὦ Πολύστρατε, εἰ τὸ ἀπὸ τοῦδε παραδόντες τὰς εἰκόνας τῷ λόγῳ, ἐπιτρέψαιμεν αὐτῷ μετακοσμεῖν καὶ συντιθέναι καὶ ἁρμόζειν ὡς ἂν εὐρυθμότατα δύναιτο, φυλάττων ἅμα τὸ συμμιγὲς ἐκεῖνο καὶ ποικίλον.

Πολύστρατος
Εὖ λέγεις· καὶ δὴ παραλαβὼν δεικνύτω: ἐθέλω γὰρ εἰδέναι ὅ τι καὶ χρήσεται αὐταῖς, ἢ ὅπως ἐκ τοσούτων μίαν τινὰ συνθεὶς οὐκ 'ἀπᾴδουσαν ἀπεργάσεται. Τὰ κάλλιστα, ὦ ἑταῖρε, ὥστ᾽ οὐκέτ᾽ ἄλλων τεχνιτῶν δεήσει. Φέρε δή, ἐξ ἁπασῶν ἤδη τούτων ὡς οἷόν τε συναρμόσας μίαν σοι εἰκόνα ἐπιδείξω, τὸ ἐξαίρετον παρ᾽ ἑκάστης ἔχουσαν.

Λυκῖνος
6 Καὶ μὴν ἤδη σοι ὁρᾶν παρέχει γιγνομένην τὴν εἰκόνα, ὧδε συναρμόζων, τῆς ἐκ Κνίδου ἡκούσης μόνον τὴν κεφαλὴν λαβών οὐδὲν γὰρ τοῦ ἄλλου σώματος γυμνοῦ ὄντος δεήσεται· τὰ μὲν ἀμφὶ τὴν κόμην καὶ μέτωπον ὀφρύων τε τὸ εὔγραμμον ἐάσει ἔχειν ὥσπερ ὁ Πραξιτέλης ἐποίησεν, καὶ τῶν ὀφθαλμῶν δὲ τὸ ὑγρὸν ἅμα τῷ φαιδρῷ καὶ κεχαρισμένῳ, καὶ τοῦτο διαφυλάξει κατὰ τὸ Πραξιτέλει δοκοῦν τὰ μῆλα δὲ καὶ ὅσα τῆς ὄψεως ἀντωπὰ παρ᾽ Ἀλκαμένους καὶ τῆς ἐν κήποις λήψεται, καὶ προσέτι χειρῶν ἄκρα καὶ καρπῶν τὸ εὔρυθμον καὶ δακτύλων τὸ εὐάγωγον εἰς λεπτὸν ἀπολῆγον παρὰ τῆς ἐν κήποις καὶ ταῦτα. Τὴν δὲ τοῦ παντὸς προσώπου περιγραφὴν καὶ παρειῶν τὸ ἁπαλὸν καὶ ῥῖνα σύμμετρον ἡ Λημνία παρέξει καὶ Φειδίας: ἔτι καὶ στόματος ἁρμογὴν αὐτὸς καὶ τὸν αὐχένα, παρὰ τῆς Ἀμαζόνος λαβών ἡ Σωσάνδρα δὲ καὶ Κάλαμις αἰδοῖ κοσμήσουσιν αὐτήν, καὶ τὸ μειδίαμα σεμνὸν καὶ λεληθὸς ὥσπερ τὸ ἐκείνης ἔσται· καὶ τὸ εὐσταλὲς δὲ καὶ κόσμιον τῆς ἀναβολῆς παρὰ τῆς Σωσάνδρας, πλὴν ὅτι ἀκατακάλυπτος αὕτη ἔσται τὴν κεφαλήν. τῆς ἡλικίας δὲ τὸ μέτρον ἡλίκον ἂν γένοιτο, κατὰ τὴν ἐν, Κνίδῳ ἐκείνην μάλιστα. Καὶ γὰρ καὶ τοῦτο κατὰ τὸν Πραξιτέλη μεμετρήσθω. Τί σοι, ὦ Πολύστρατε, δοκεῖ; καλὴ γενήσεσθαι ἡ εἰκών;

Πολύστρατος
7 Καὶ μάλιστα, ἐπειδὰν εἰς τὸ ἀκριβέστατον. ἀποτελεσθῇ· ἔτι γάρ, ὦ πάντων γενναιότατε, καταλέλοιπάς τι κάλλος ἔξω τοῦ ἀγάλματος οὕτως πάντα εἰς τὸ αὐτὸ συμπεφορηκώς.

Λυκῖνος Τί τοῦτο;

Πολύστρατος
Οὐ τὸ μικρότατον, ὦ φιλότης, εἰ μή σοι δόξει ὀλίγα πρὸς εὐμορφίαν συντελεῖν χρόα καὶ τὸ ἑκάστῳ πρέπον, ὡς μέλανα μὲν εἶναι ἀκριβῶς ὁπόσα μέλανα, λευκὰ δὲ ὅσα τοιαῦτα χρή, καὶ τὸ ἐρύθημα ἐπανθεῖν καὶ τὰ τοιαῦτα· κινδυνεύει τοῦ μεγίστου ἔτι ἡμῖν προσδεῖν.

Λυκῖνος
Πόθεν οὖν καὶ ταῦτα πορισαίμεθ᾽ ἄν; ἢ παρακαλέσαιμεν δηλαδὴ τοὺς γραφέας, καὶ μάλιστα ὁπόσοι αὐτῶν ἄριστοι ἐγένοντο κεράσασθαι τὰ χρώματα καὶ εὔκαιρον ποιεῖσθαι τὴν ἐπιβολὴν αὐτῶν; καὶ δὴ παρακεκλήσθω Πολύγνωτος καὶ Εὐφράνωρ ἐκεῖνος καὶ Ἀπελλῆς καὶ Ἀετίων οὗτοι δὲ διελόμενοι τὸ ἔργον ὁ μὲν Εὐφράνωρ χρωσάτω τὴν κόμην οἵαν τῆς Ἥρας ἔγραψεν, ὁ Πολύγνωτος δὲ ὀφρύων τὸ ἐπιπρεπὲς καὶ παρειῶν τὸ ἐνερευθὲς οἵαν τὴν Κασάνδραν ἐν τῇ λέσχῃ ἐποίησεν τοῖς Δελφοῖς, καὶ ἐσθῆτα δὲ οὗτος ποιησάτω εἰς τὸ λεπτότατον ἐξειργασμένην, ὡς συνεστάλθαι μὲν ὅσα χρή, διηνεμῶσθαι δὲ τὰ πολλά· τὸ δὲ ἄλλο σῶμα ὁ Ἀπελλῆς δειξάτω κατὰ τὴν Πακάτην μάλιστα, μὴ ἄγαν λευκὸν ἀλλὰ ἔναιμον ἁπλῶς·: τὰ χείλη δὲ οἷα Ῥωξάνης 8 ὁ Ἀετίων ποιησάτω. Μᾶλλον δὲ τὸν ἄριστον τῶν γραφέων Ὅμηρον παρόντος Εὐφράνορος καὶ Ἀπελλοῦ δεδέγμεθα· Οἷον γάρ τι τοῖς Μενελάου μηροῖς τὸ χρῶμα ἐκεῖνος ἐπέβαλεν ἐλέφαντι εἰκάσας ἠρέμα πεφοινιγμένῳ, τοιόνδε ἔστω τὸ πᾶν ὁ δ᾽ αὐτὸς οὗτος καὶ τοὺς ὀφθαλμοὺς γραψάτω βοῶπίν τινα ποιήσας αὐτήν. συνεπιλήψεται δὲ τοῦ ἔργου αὐτῷ καὶ ὁ Θηβαῖος ποιητής, ὡς ἰοβλέφαρον ἐξεργάσασθαι· καὶ φιλομειδῆ δὲ Ὅμηρος ποιήσει καὶ λευκώλενον καὶ ῥοδοδάκτυλον, καὶ ὅλως τῇ χρυσῇ Ἀφροδίτῃ εἰκάσει πολὺ δικαιότερον ἢ τὴν τοῦ Βρισέως.
9 Ταῦτα μὲν οὖν πλαστῶν καὶ γραφέων καὶ ποιητῶν παῖδες ἐργάσονται. ὃ δὲ πᾶσιν ἐπανθεῖ τούτοις, ἡ χάρις, μᾶλλον δὲ πᾶσαι ἅμα ὁπόσαι Χάριτες καὶ ὁπόσοι Ἔρωτες περιχορεύοντες, τίς ἂν μιμήσασθαι δύναιτο;

Πολύστρατος
θεσπέσιόν τι χρῆμα, ὦ Λυκῖνε, φὴς καὶ διιπετὲς ὡς ἀληθῶς, οἷόν τι τῶν ἐξ οὐρανοῦ γένοιτο. τί δὲ πράσσουσαν εἶδες αὐτήν;

Λυκῖνος
Βιβλίον ἐν ταῖν χεροῖν εἶχεν εἰς δύο συνειλημένον, καὶ ἐῴκει τὸ μέν τι ἀναγιγνώσκεσθαι αὐτοῦ, τὸ δὲ ἤδη ἀνεγνωκέναι. Μεταξὺ δὲ προϊοῦσα διελέγετο τῶν παρομαρτούντων τινὶ οὐκ οἶδα ὅ,τι· οὐ γὰρ εἰς ἐπήκοον ἐφθέγγετο. Πλὴν μειδιάσασά γε, ὦ Πολύστρατε, ὀδόντας ἐξέφηνε πῶς ἂν εἴποιμί σοι ὅπως μὲν λευκούς, ὅπως δὲ συμμέτρους καὶ πρὸς ἀλλήλους συνηρμοσμένους; εἴ που κάλλιστον ὅρμον εἶδες ἐκ τῶν στιλπνοτάτων καὶ ἰσομεγεθῶν μαργαριτῶν, οὕτως ἐπὶ στίχου ἐπεφύκεσαν ἐκοσμοῦντο δὲ μάλιστα τῷ τῶν χειλῶν ἐρυθήματι. ὑπεφαίνοντο γοῦν, αὐτὸ δὴ τὸ τοῦ Ὁμήρου, ἐλέφαντι τῷ πριστῷ ὅμοιοι, οὐχ οἱ μὲν πλατύτεροι αὐτῶν, οἱ δὲ γυροί, οἱ δὲ προέχοντες ἢ διεστηκότες οἷοι ταῖς πλείσταις, ἀλλά τις πάντων ἰσοτιμία καὶ ὁμόχροια καὶ μέγεθος ἓν καὶ προσεχεῖς ὁμοίως, καὶ ὅλως μέγα τι θαῦμα καὶ θέαμα πᾶσαν τὴν ἀνθρωπίνην εὐμορφίαν ὑπερπεπαικός.

Πολύστρατος
10 ἔχ᾽ ἀτρέμας. Συνίημι γὰρ ἤδη πάνυ σαφῶς ἥντινα καὶ λέγεις τὴν γυναῖκα, τούτοις τε αὐτοῖς γνωρίσας καὶ τῇ πατρίδι. Καὶ εὐνούχους δέ τινας ἕπεσθαι αὐτῇ ἔφης.

Λυκῖνος
Νὴ Δία, καὶ στρατιώτας τινάς.

Πολύστρατος
Τήν βασιλεῖ συνοῦσαν, ὦ μακάριε, τὴν ἀοίδιμον ταύτην λέγεις.

Λυκῖνος
Τί δέ ἐστιν αὐτῇ τοὔνομα;

Πολύστρατος
Πάνυ καὶ τοῦτο γλαφυρόν, ὦ Λυκῖνε, καὶ ἐπέραστον ὁμώνυμος γάρ ἐστιν τῇ τοῦ Ἀβραδάτα ἐκείνῃ τῇ καλῇ· οἶσθα πολλάκις ἀκούσας Ξενοφῶντος ἐπαινοῦντός τινα σώφρονα καὶ καλὴν γυναῖκα.

Λυκῖνος
Νὴ Δία, καὶ ὥσπερ γε ὁρῶν αὐτὴν οὕτω διατέθειμαι, ὁπόταν κατ᾽ ἐκεῖνό που ἀναγιγνώσκων γένωμαι, καὶ μονονουχὶ καὶ ἀκούω λεγούσης αὐτῆς ἃ πεποίηται λέγουσα καὶ ὡς ὥπλιζε τὸν ἄνδρα καὶ οἵα ἦν παραπέμπουσα αὐτὸν ἐπὶ τὴν μάχην.

Πολύστρατος
11 Ἀλλ᾽, ὦ ἄριστε, σὺ μὲν ὥσπερ τινὰ ἀστραπὴν παραδραμοῦσαν ἅπαξ εἶδες αὐτήν, καὶ ἔοικας τὰ πρόχειρα ταῦτα, λέγω δὲ τὸ σῶμα καὶ τὴν μορφήν, ἐπαινεῖν τῶν δὲ τῆς ψυχῆς ἀγαθῶν ἀθέατος εἶ, οὐδὲ οἶσθα ὅσον τὸ κάλλος ἐκεῖνό ἐστιν αὐτῆς, μακρῷ τινι ἄμεινον καὶ θεοειδέστερον τοῦ σώματος. ἐγὼ δὲ συνήθης γάρ εἰμι καὶ λόγων ἐκοινώνησα πολλάκις ὁμοεθνὴς ὤν. Καὶ γάρ, ὡς οἶσθα καὶ αὐτός, τὸ ἥμερον καὶ φιλάνθρωπον καὶ τὸ μεγαλόφρον καὶ σωφροσύνην καὶ παιδείαν πρὸ τοῦ κάλλους ἐπαινῶ· ἄξια γὰρ προκεκρίσθαι ταῦτα τοῦ σώματος· ἐπεὶ ἄλογον ἂν εἴη καὶ γελοῖον, ὥσπερ εἴ τις τὴν ἐσθῆτα πρὸ τοῦ σώματος θαυμάζοι. Τὸ δ᾽ ἐντελὲς κάλλος, οἶμαι, τοῦτό ἐστιν, ὁπόταν εἰς τὸ αὐτὸ συνδράμῃ ψυχῆς ἀρετὴ καὶ εὐμορφία σώματος. ἀμέλει πολλὰς ἄν σοι δείξαιμι μορφῆς μὲν εὖ ἡκούσας, τὰ δ᾽ ἄλλα αἰσχυνούσας τὸ κάλλος, ὡς καὶ μόνον φθεγξαμένων ἀπανθεῖν αὐτὸ καὶ ἀπομαραίνεσθαι ἐλεγχόμενόν τε καὶ ἀσχημονοῦν καὶ παρ᾽ ἀξίαν συνὸν πονηρᾷ τινι δεσποίνῃ τῇ ψυχῇ. καὶ αἵ γε τοιαῦται ὅμοιαί μοι δοκοῦσιν τοῖς Αἰγυπτίοις ἱεροῖς· κἀκεῖ γὰρ αὐτὸς μὲν ὁ νεὼς κάλλιστός τε καὶ μέγιστος, λίθοις τοῖς πολυτελέσιν ἠσκημένος καὶ χρυσῷ καὶ γραφαῖς διηνθισμένος, ἔνδον δὲ ἢν ζητῇς τὸν θεόν, ἢ πίθηκός ἐστιν ἢ ἶβις ἢ τράγος ἢ αἴλουρος. Τοιαύτας πολλὰς ἰδεῖν ἔνεστιν. Οὐ τοίνυν ἀπόχρη τὸ κάλλος, εἰ μὴ κεκόσμηται τοῖς δικαίοις κοσμήμασι, λέγω δὴ οὐκ ἐσθῆτι ἁλουργεῖ καὶ ὅρμοις, ἀλλ᾽ οἷς προεῖπον ἐκείνοις, ἀρετῇ καὶ σωφροσύνῃ καὶ ἐπιεικείᾳ καὶ φιλανθρωπίᾳ καὶ τοῖς ἄλλοις ὁπόσα ταύτης ὅρος ἐστίν.
Λυκῖνος
12 Οὐκοῦν, ὦ Πολύστρατε, μῦθον ἀντὶ μύθου ἄμειψαι αὐτῷ τῷ μέτρῳ, φασίν ἢ καὶ λώϊον, δύνασαι γάρ, καί τινα εἰκόνα γραψάμενος τῆς ψυχῆς ἐπίδειξον, ὡς μὴ ἐξ ἡμισείας θαυμάζοιμι αὐτήν. οὐκοῦν, ὦ Πολύστρατε, μῦθον ἀντὶ μύθου ἄμειψαι αὐτῷ τῷ μέτρῳ, φασίν ἢ καὶ λώϊον, δύνασαι γάρ, καί τινα εἰκόνα γραψάμενος τῆς ψυχῆς ἐπίδειξον, ὡς μὴ ἐξ ἡμισείας θαυμάζοιμι αὐτήν. οὐκοῦν, ὦ Πολύστρατε, μῦθον ἀντὶ μύθου ἄμειψαι αὐτῷ τῷ μέτρῳ, φασίν ἢ καὶ λώϊον, δύνασαι γάρ, καί τινα εἰκόνα γραψάμενος τῆς ψυχῆς ἐπίδειξον, ὡς μὴ ἐξ ἡμισείας θαυμάζοιμι αὐτήν. οὐκοῦν, ὦ Πολύστρατε, μῦθον ἀντὶ μύθου ἄμειψαι αὐτῷ τῷ μέτρῳ, φασίν ἢ καὶ λώϊον, δύνασαι γάρ, καί τινα εἰκόνα γραψάμενος τῆς ψυχῆς ἐπίδειξον, ὡς μὴ ἐξ ἡμισείας θαυμάζοιμι αὐτήν.
Πολύστρατος
Οὐ μικρόν, ὦ ἑταῖρε, τὸ ἀγώνισμα προστάττεις· οὐ γὰρ ὅμοιον τὸ πᾶσι προφανὲς ἐπαινέσαι καὶ τὰ ἄδηλα ἐμφανίσαι τῷ λόγῳ. καί μοι δοκῶ συνεργῶν καὶ αὐτὸς δεήσεσθαι πρὸς τὴν εἰκόνα, οὐ πλαστῶν οὐδὲ γραφέων μόνον, ἀλλὰ καὶ φιλοσόφων, ὡς πρὸς τοὺς ἐκείνων κανόνας ἀπευθῦναι τὸ ἄγαλμα καὶ δεῖξαι κατὰ τὴν ἀρχαίαν πλαστικὴν κατεσκευασμένον.
13 Καὶ δὴ πεποιήσθω. αὐδήεσσα μὲν τὸ πρῶτον καὶ λίγεια, καὶ τὸ γλυκίων μέλιτος ἀπὸ τῆς γλώττης περὶ αὐτῆς μᾶλλον ἢ περὶ τοῦ Πυλίου γέροντος ἐκείνου ὁ Ὅμηρος εἴρηκεν. Πᾶς δὲ ὁ τόνος τοῦ φθέγματος οἷος ἁπαλώτατος, οὔτε βαρὺς ὡς εἰς τὸ ἀνδρεῖον ἡρμόσθαι οὔτε πάνυ λεπτὸς ὡς θηλύτατός τε εἶναι καὶ κομιδῇ ἔκλυτος, ἀλλ᾽ οἷος γένοιτ᾽ ἂν παιδὶ μήπω ἡβάσκοντι, ἡδὺς καὶ προσηνὴς καὶ πράως παραδυόμενος εἰς τὴν ἀκοήν, ὡς καὶ παυσαμένης ἔναυλον εἶναι τὴν βοὴν καί τι λείψανον ἐνδιατρίβειν καὶ περιβομβεῖν τὰ ὦτα, καθάπερ ἠχώ τινα παρατείνουσαν τὴν ἀκρόασιν καὶ ἴχνη τῶν λόγων μελιχρὰ ἄττα καὶ πειθοῦς μεστὰ ἐπὶ τῆς ψυχῆς ἀπολιμπάνουσαν. ὁπόταν δὲ καὶ τὸ καλὸν ἐκεῖνο ᾄδῃ, καὶ μάλιστα πρὸς τὴν κιθάραν, τότε δὴ τότε ὥρα μὲν σιωπᾶν τάχιστα ἀλκυόσι καὶ τέττιξι καὶ τοῖς κύκνοις· ἄμουσα γὰρ ὡς πρὸς ἐκείνην ἅπαντα· κἂν τὴν Πανδίονος εἴπῃς, ἰδιῶτις κἀκείνη καὶ ἄτεχνος, εἰ καὶ πολυηχέα τὴν φωνὴν ἀφίησιν.
14 Καὶ δὴ πεποιήσθω. Αὐδήεσσα μὲν τὸ πρῶτον καὶ λίγεια, καὶ τὸ γλυκίων μέλιτος ἀπὸ τῆς γλώττης περὶ αὐτῆς μᾶλλον ἢ περὶ τοῦ Πυλίου γέροντος ἐκείνου ὁ Ὅμηρος εἴρηκεν. Πᾶς δὲ ὁ τόνος τοῦ φθέγματος οἷος ἁπαλώτατος, οὔτε βαρὺς ὡς εἰς τὸ ἀνδρεῖον ἡρμόσθαι οὔτε πάνυ λεπτὸς ὡς θηλύτατός τε εἶναι καὶ κομιδῇ ἔκλυτος, ἀλλ᾽ οἷος γένοιτ᾽ ἂν παιδὶ μήπω ἡβάσκοντι, ἡδὺς καὶ προσηνὴς καὶ πράως παραδυόμενος εἰς τὴν ἀκοήν, ὡς καὶ παυσαμένης ἔναυλον εἶναι τὴν βοὴν καί τι λείψανον ἐνδιατρίβειν καὶ περιβομβεῖν τὰ ὦτα, καθάπερ ἠχώ τινα παρατείνουσαν τὴν ἀκρόασιν καὶ ἴχνη τῶν λόγων μελιχρὰ ἄττα καὶ πειθοῦς μεστὰ ἐπὶ τῆς ψυχῆς ἀπολιμπάνουσαν. ὁπόταν δὲ καὶ τὸ καλὸν ἐκεῖνο ᾁδῃ, καὶ μάλιστα πρὸς τὴν κιθάραν, τότε δὴ τότε ὥρα μὲν σιωπᾶν τάχιστα ἀλκυόσι καὶ τέττιξι καὶ τοῖς κύκνοις· ἄμουσα γὰρ ὡς πρὸς ἐκείνην ἅπαντα· κἂν τὴν Πανδίονος εἴπῃς, ἰδιῶτις κἀκείνη καὶ ἄτεχνος, εἰ καὶ πολυηχέα τὴν φωνὴν ἀφίησιν.
15 Τὸ μὲν γὰρ ἀκριβὲς τοῦτο τῆς φωνῆς καὶ καθαρῶς Ἰωνικὸν καὶ ὅτι ὁμιλῆσαι στωμύλη καὶ πολὺ τῶν Ἀττικῶν χαρίτων ἔχουσα οὐδὲ θαυμάζειν ἄξιον πάτριον γὰρ αὐτῇ καὶ προγονικόν, οὐδὲ ἄλλως ἐχρῆν μετέχουσαν τῶν Ἀθηναίων κατὰ τὴν ἀποικίαν. οὐδὲ γὰρ οὐδὲ ἐκεῖνο θαυμάσαιμ᾽ ἄν, εἰ καὶ ποιήσει χαίρει καὶ τὰ πολλὰ ταύτῃ ὁμιλεῖ, τοῦ Ὁμήρου πολῖτις οὖσα. Μία μὲν δή σοι, ὦ Λυκῖνε, καλλιφωνίας αὕτη καὶ ᾠδῆς εἰκών, ὡς ἄν τις ἐπὶ τὸ ἔλαττον εἰκάσειεν. Σκόπει δὲ δὴ καὶ τὰς ἄλλας· οὐ γὰρ μίαν ὥσπερ σὺ ἐκ πολλῶν συνθεὶς ἐπιδεῖξαι διέγνωκα — ἧττον γὰρ τοῦτο καὶ γραφικόν, συντελεσθὲν· κάλλη τοσαῦτα καὶ πολυειδές τι ἐκ πολλῶν ἀποτελεῖν αὐτὸ αὑτῷ ἀνθαμιλλώμενον — ἀλλ᾽ αἱ πᾶσαι τῆς ψυχῆς ἀρεταὶ καθ᾽ ἑκάστην εἰκὼν μία γεγράψεται πρὸς τὸ ἀρχέτυπον μεμιμημένη.

Λυκῖνος
ἑορτήν, ὦ Πολύστρατε, καὶ πανδαισίαν ἐπαγγέλλεις. ἔοικας γοῦν λώϊον ὡς ἀληθῶς ἀποδώσειν μοι τὸ μέτρον. ἐπιμέτρει δ᾽ οὖν ὡς οὐκ ἔστιν ὃ τι ἂν ἄλλο ποιήσας μᾶλλον χαρίσαιό μοι.

Πολύστρατος
16 Oὐκοῦν ἐπειδὴ πάντων καλῶν παιδείαν ἡγεῖσθαι ἀνάγκη, καὶ μάλιστα τούτων ὁπόσα μελετητά, φέρε καὶ ταύτην ἤδη συστησώμεθα, ποικίλην μέντοι καὶ πολύμορφον, ὡς μηδὲ κατὰ τοῦτο ἀπολιποίμεθα τῆς σῆς πλαστικῆς. καὶ δὴ γεγράφθω πάντα συλλήβδην τὰ ἐκ τοῦ Ἑλικῶνος ἀγαθὰ ἔχουσα, οὐχ ὥσπερ ἡ Κλειὼ καὶ ἡ Πολύμνια καὶ ἡ Καλλιόπη καὶ αἱ ἄλλαι ἕν τι ἑκάστη ἐπισταμένη, ἀλλὰ τὰ πασῶν καὶ προσέτι τὰ Ἑρμοῦ καὶ Ἀπόλλωνος. ὁπόσα γὰρ ἢ ποιηταὶ μέτροις διακοσμήσαντες ἢ ῥήτορες δεινότητι κρατύναντες ἐξενηνόχασιν ἢ συγγραφεῖς ἱστορήκασιν ἢ φιλόσοφοι παρῃνέκασι, πᾶσι τούτοις ἡ εἰκὼν κεκοσμήσθω, οὐκ ἄχρι τοῦ ἐπικεχρῶσθαι μόνον, ἀλλ᾽ εἰς βάθος δευσοποιοῖς τισι φαρμάκοις εἰς κόρον καταβαφεῖσα. καὶ συγγνώμη, εἰ μηδὲν ἀρχέτυπον ἐπιδεῖξαι ταύτης δυναίμην τῆς γραφῆς: οὐ γὰρ ἔσθ᾽ ὅ τι τοιοῦτον ἐν τοῖς πάλαι παιδείας πέρι μνημονεύεται. Πλὴν ἀλλά, εἴ γε δοκεῖ, ἀνακείσθω καὶ αὕτη· οὐ μεμπτὴ γάρ, ὡς ἐμοὶ φαίνεται.

Λυκῖνος
Καλλίστη μὲν οὖν, ὦ Πολύστρατε, καὶ πάσαις ταῖς γραμμαῖς ἀπηκριβωμένη.

Πολύστρατος
17 Μετὰ δὲ ταύτην ἡ τῆς σοφίας καὶ συνέσεως εἰκὼν γραπτέα. Δεήσει δὲ ἡμῖν ἐνταῦθα πολλῶν τῶν παραδειγμάτων, ἀρχαίων τῶν πλείστων, ἑνὸς μὲν καὶ αὐτοῦ Ἰωνικοῦ· γραφεῖς δὲ καὶ δημιουργοὶ αὐτοῦ Αἰσχίνης Σωκράτους ἑταῖρος καὶ αὐτὸς Σωκράτης, μιμηλότατοι τεχνιτῶν ἁπάντων, ὅσῳ καὶ μετ᾽ ἔρωτος ἔγραφον. τὴν δὲ ἐκ τῆς Μιλήτου ἐκείνην Ἀσπασίαν, ᾗ καὶ ὁ Ὀλύμπιος θαυμασιώτατος αὐτὸς συνῆν, οὐ φαῦλον συνέσεως παράδειγμα προθέμενοι, ὁπόσον ἐμπειρίας πραγμάτων καὶ ὀξύτητος εἰς τὰ πολιτικὰ καὶ ἀγχινοίας καὶ δριμύτητος ἐκείνῃ προσῆν, τοῦτο πᾶν ἐπὶ τὴν ἡμετέραν εἰκόνα μεταγάγωμεν ἀκριβεῖ τῇ στάθμῃ· πλὴν ὅσον ἐκείνη μὲν ἐν μικρῷ πινακίῳ ἐγέγραπτο· αὕτη δὲ κολοσσιαία τὸ μέγεθός ἐστιν.
Λυκῖνος
Πῶς τοῦτο φής;

Πολύστρατος
ὅτι, ὦ Λυκῖνε, οὐκ ἰσομεγέθεις εἶναί φημι τὰς εἰκόνας ὁμοίας οὔσας· οὐ γὰρ ἴσον οὐδὲ ἐγγὺς Ἀθηναίων ἡ τότε πολιτεία καὶ ἡ παροῦσα τῶν Ῥωμαίων δύναμις. ὥστε εἰ καὶ τῇ ὁμοιότητι ἡ αὐτή, ἀλλὰ τῷ μεγέθει γε ἀμείνων αὕτη ὡς ἂν ἐπὶ πλατυτάτου πίνακος καταγεγραμμένη.

Λυκῖνος
18 Δεύτερον δὲ καὶ τρίτον παράδειγμα Θεανώ τε ἐκείνη καὶ ἡ Λεσβία μελοποιός, καὶ Διοτίμα ἐπὶ ταύταις, ἡ μὲν τὸ μεγαλόνουν ἡ Θεανὼ συμβαλλομένη εἰς τὴν γραφήν, ἡ Σαπφὼ δὲ τὸ γλαφυρὸν τῆς προαιρέσεως· τῇ Διοτίμᾳ δὲ οὐχ ἃ Σωκράτης ἐπῄνεσεν αὐτὴν ἐοικυῖα ἔσται μόνον, ἀλλὰ καὶ τὴν ἄλλην σύνεσίν τε καὶ συμβουλίαν. Τοιαύτη σοι καὶ αὕτη, Λυκῖνε, ἀνακείσθω ἡ εἰκών.
19 Νή Δί᾽, ὦ Πολύστρατε, θαυμάσιος οὖσα. Σὺ δὲ ἄλλας γράφου.

Πολύστρατος
Τὰς τῆς χρηστότητος, ὦ ἑταῖρε, καὶ φιλανθρωπίας, ἣ τὸ ἥμερον ἐμφανιεῖ τοῦ τρόπου καὶ πρὸς τοὺς δεομένους προσηνὲς; εἰκάσθω οὖν καὶ αὐτὴ Θεανοῖ τε ἐκείνῃ τῇ Ἀντήνορος καὶ Ἀρήτῃ καὶ τῇ θυγατρὶ αὐτῆς τῇ Ναυσικάᾳ, καὶ εἴ τις ἄλλη ἐν μεγέθει πραγμάτων ἐσωφρόνησε πρὸς τὴν τύχην.
20 ἑξῆς δὲ μετὰ ταύτην ἡ τῆς σωφροσύνης αὐτῆς γεγράφθω καὶ τῆς πρὸς τὸν συνόντα εὐνοίας, ὡς κατὰ τὴν τοῦ Ἰκαρίου μάλιστα εἶναι τὴν σαόφρονα καὶ τὴν περίφρονα ὑπὸ τοῦ Ὁμήρου γεγραμμένην — τοιαύτην γὰρ τὴν τῆς Πηνελόπη εἰκόνα ἐκεῖνος ἔγραψεν — ἢ καὶ νὴ Δία κατὰ τὴν ὁμώνυμον αὐτῆς τὴν τοῦ Ἀβραδάτα, ἧς μικρὸν ἔμπροσθεν ἐμνημονεύσαμεν.

Λυκῖνος
Παγκάλην καὶ ταύτην, ὦ Πολύστρατε, ἀπειργάσω, καὶ σχεδὸν ἤδη τέλος σοι ἔχουσιν αἱ εἰκόνες· ἅπασαν γὰρ ἐπελήλυθας τὴν ψυχὴν κατὰ μέρη ἐπαινῶν.

Πολύστρατος
21 Οὐχ ἅπασαν ἔτι γὰρ τὰ μέγιστα τῶν ἐπαίνων περιλείπεται. Λέγω δὲ τὸ ἐν τηλικούτῳ ὄγκῳ γενομένην αὐτὴν μήτε τῦφον ἐπὶ τῇ εὐπραξίᾳ περιβαλέσθαι μήτε ὑπὲρ τὸ ἀνθρώπινον μέτρον ἐπαρθῆναι πιστεύσασαν τῇ τύχῃ, φυλάττειν δὲ ἐπὶ τοῦ ἰσοπέδου ἑαυτὴν μηδὲν ἀπειρόκαλον ἢ φορτικὸν φρονοῦσαν καὶ τοῖς προσιοῦσιν δημοτικῶς τε καὶ ἐκ τοῦ ὁμοίου προσφέρεσθαι καὶ δεξιώσεις καὶ φιλοφροσύνας φιλοφρονεῖσθαι τοσούτῳ ἡδίους τοῖς προσομιλοῦσιν, ὅσῳ καὶ παρὰ μείζονος ὅμως γιγνόμεναι οὐδὲν τραγικὸν ἐμφαίνουσιν. ὡς ὁπόσοι τῷ μέγα δύνασθαι μὴ πρὸς ὑπεροψίαν, ἀλλὰ καὶ πρὸς εὐποιίαν ἐχρήσαντο, οὗτοι καὶ ἄξιοι μάλιστα τῶν παρὰ τῆς τύχης δοθέντων ἀγαθῶν ὤφθησαν, καὶ μόνοι ἂν οὗτοι δικαίως τὸ ἐπίφθονον διαφύγοιεν· οὐδεὶς γὰρ ἂν φθονήσειε τῷ ὑπερέχοντι, ἢν μετριάζοντα ἐπὶ τοῖς εὐτυχήμασιν αὐτὸν ὁρᾷ καὶ μὴ κατὰ τὴν τοῦ Ὁμήρου Ἄτην ἐκείνην ἐπ᾽ ἀνδρῶν κράατα βεβηκότα καὶ τὸ ὑποδεέστερον πατοῦντα· ὅπερ οι ταπεινοὶ τὰς γνώμας πάσχουσιν ἀπειροκαλίᾳ τῆς ψυχῆς· ἐπειδὰν γὰρ αὐτοὺς ἡ τύχη μηδὲν τοιοῦτον ἐλπίσαντας ἄφνω ἀναβιβάσῃ εἰς πτηνὸν καὶ μετάρσιον ὄχημα, οὐ μένουσιν ἐπὶ τῶν ὑπαρχόντων οὐδ᾽ ἀφορῶσιν κάτω, ἀλλὰ ἀεὶ πρὸς τὸ ἄναντες βιάζονται. τοιγαροῦν ὥσπερ ὁ Ἴκαρος, τακέντος αὐτοῖς τάχιστα τοῦ κηροῦ καὶ τῶν πτερῶν περιρρυέντων, γέλωτα ὀφλισκάνουσιν ἐπὶ κεφαλὴν εἰς πελάγη καὶ κλύδωνα ἐμπίπτοντες· ὅσοι δὲ κατὰ τὸν Δαίδαλον ἐχρήσαντο τοῖς πτεροῖς καὶ μὴ πάνυ ἐπήρθησαν, εἰδότες ὅτι ἐκ κηροῦ ἦν αὐτοῖς πεποιημένα, ἐταμιεύσαντο δὲ πρὸς τὸ ἀνθρώπινον τὴν φορὰν καὶ ἠγάπησαν ὑψηλότεροι μόνον τῶν κυμάτων ἐνεχθέντες, ὥστε μέντοι νοτίζεσθαι αὐτοῖς ἀεὶ τὰ πτερὰ καὶ μὴ παρέχειν αὐτὰ μόνῳ τῷ ἡλίῳ, οὗτοι δὲ ἀσφαλῶς τε ἅμα καὶ σωφρόνως διέπτησαν ὅπερ καὶ ταύτην ἄν τις μάλιστα ἐπαινέσειε. Τοιγαροῦν καὶ ἄξιον παρὰ πάντων ἀπολαμβάνει τὸν καρπόν, εὐχομένων ταῦτά τε αὐτῇ παραμεῖναι τὰ πτερὰ καὶ ἔτι πλείω ἐπιρρεῖν τἀγαθά.

Λυκῖνος
22 Καὶ οὕτως, ὦ Πολύστρατε, γιγνέσθω· ἀξία γὰρ οὐ τὸ σῶμα μόνον ὥσπερ ἡ Ἑλένη καλὴ οὖσα, καλλίω δὲ καὶ ἐρασμιωτέραν ὑπ᾽ αὐτῷ τὴν ψυχὴν σκέπουσα. ἔπρεπε δὲ καὶ βασιλεῖ τῷ μεγάλῳ χρηστῷ καὶ ἡμέρῳ ὄντι καὶ τοῦτο μετὰ τῶν ἄλλων ἀγαθῶν, ὁπόσα ἐστὶν αὐτῷ, εὐδαιμονῆσαι, ὡς ἐπ᾽ αὐτοῦ καὶ φῦναι γυναῖκα τοιαύτην καὶ συνοῦσαν αὐτῷ ποθεῖν αὐτόν οὐ γὰρ μικρὸν τοῦτο εὐδαιμόνημα, γυνὴ περὶ ἧς ἄν τις εὐλόγως τὸ Ὁμηρικὸν ἐκεῖνο εἴποι, χρυσείη μὲν αὐτὴν Ἀφροδίτῃ ἐρίζειν τὸ κάλλος, ἔργα δὲ αὐτῇ Ἀθηναίῃ ἰσοφαρίζειν. Γυναικῶν γὰρ συνόλως οὐκ ἄν τις παραβληθείη αὐτῇ «οὐ δέμας οὐδὲ φυήν», φησὶν Ὅμηρος, «οὔτ᾽ ἂρ φρένα οὔτε τι ἔργα».

Πολύστρατος
23 ἀληθῆ φής, ὦ Λυκῖνε· ὥστε εἰ δοκεῖ, ἀναμίξαντες ἤδη τὰς εἰκόνας, ἥν τε σὺ ἀνέπλασας τὴν τοῦ σώματος καὶ ἃς ἐγὼ τῆς ψυχῆς ἐγραψάμην, μίαν ἐξ ἁπασῶν συνθέντες εἰς βιβλίον καταθέμενοι παρέχωμεν ἅπασι θαυμάζειν τοῖς τε νῦν οὖσι καὶ τοῖς ἐν ὑστέρῳ ἐσομένοις. μονιμωτέρα γοῦν τῶν Ἀπελλοῦ καὶ Παρρασίου καὶ Πολυγνώτου γένοιτ᾽ ἄν, καὶ αὐτῇ ἐκεινῇ παρὰ πολὺ τῶν τοιούτων κεχαρισμένη, ὅσῳ μὴ ξύλου καὶ κηροῦ καὶ χρωμάτων πεποίηται, ἀλλὰ ταῖς παρὰ Μουσῶν ἐπιπνοίαις εἴκασται, ἥπερ ἀκριβεστάτη εἰκὼν γένοιτ᾽ ἂν σώματος κάλλος καὶ ψυχῆς ἀρετὴν ἅμα ἐμφανίζουσα.