Εὕδουσιν δ' ὀρέων Συγγραφέας: Αλκμάν |
Εὕδουσιν δ' ὀρέων κορυφαί τε καὶ φάραγγες,
πρώονές τε καὶ χαράδραι,
φῦλά θ' ἑρπετὰ τόσσᾱ τρέφει μέλαινα γαῖα,
θῆρές τ' ὀρεσκῷοι καὶ γένος μελισσᾶν
καὶ κνώδαλ' ἐν βένθεσσι πορφυρέᾱς ἁλός.
εὕδουσιν δ' ὀϊωνῶν
φῦλα τανυπτερύγων.