Εταιρικοί Διάλογοι/Χελιδόνιον και Δροσίς

Χελιδόνιον καὶ Δροσίς
Συγγραφέας:
Εταιρικοὶ Διάλογοι
Luciani Samosatensis Opera. Lucian. Karl Jacobitz. in aedibus B. G. Teubneri. Leipzig, 1896.


Χελιδόνιον

[1] οὐκέτι φοιτᾷ παρὰ σέ, ὦ Δροσί, τὸ μειράκιον ὁ Κλεινίας; οὐ γὰρ ἑώρακα, πολὺς ἤδη χρόνος, αὐτὸν παρ᾽ ὑμῖν.

Δροσίς

οὐκέτι, ὦ Χελιδόνιον· ὁ γὰρ διδάσκαλος αὐτὸν εἶρξε μηκέτι μοι προσιέναι.

Χελιδόνιον

τίς οὗτος; μή τι τὸν παιδοτρίβην Διότιμον λέγεις; ἐπεὶ ἐκεῖνός γε φίλος ἐστίν.

Δροσίς

οὔκ, ἀλλ᾽ ὁ κάκιστα φιλοσόφων ἀπολούμενος Ἀρισταίνετος.

Χελιδόνιον

τὸν σκυθρωπὸν λέγεις, τὸν δασύν, τὸν βαθυπώγωνα, ὃς εἴωθε μετὰ τῶν μειρακίων περιπατεῖν ἐν τῇ Ποικίλῃ;

Δροσίς

ἐκεῖνόν φημι τὸν ἀλαζόνα, ὃν κάκιστα ἐπίδοιμι ἀπολούμενον, ἑλκόμενον τοῦ πώγωνος ὑπὸ δημίου.

Χελιδόνιον

[2] τί παθὼν δὲ ἐκεῖνος τοιαῦτα ἔπεισε τὸν Κλεινίαν; [p. 256]

Δροσίς

οὐκ οἶδα, ὦ Χελιδόνιον. ἀλλὰ μηδέποτε ἀπόκοιτός μου γενόμενος ἀφ᾽ οὗ γυναικὶ ὁμιλεῖν ἤρξατο —πρῶτον δὲ ὡμίλησέ μοι— τριῶν τούτων ἑξῆς ἡμερῶν [p. 306] οὐδὲ προσῆλθε τῷ στενωπῷ· ἐπεὶ δὲ ἠνιώμην —οὐκ οἶδα δὲ ὅπως τι ἔπαθον ἐπ᾽ αὐτῷ— ἔπεμψα τὴν Νεβρίδα περισκεψομένην αὐτὸν ἢ ἐν ἀγορᾷ διατρίβοντα ἢ ἐν Ποικίλῃ· ἡ δὲ περιπατοῦντα ἔφη ἰδοῦσα μετὰ τοῦ Ἀρισταινέτου νεῦσαι πόρρω, ἐκεῖνον δὲ ἐρυθριάσαντα κάτω ὁρᾶν καὶ μηκέτι παρενεγκεῖν τὸν ὀφθαλμόν. εἶτ᾽ ἐβάδιζον ἅμα ἐς τὴν πόλιν· ἡ δὲ ἄχρι τοῦ Διπύλου ἀκολουθήσασα, ἐπεὶ μηδ᾽ ὅλως ἐπεστράφη, ἐπανῆκεν οὐδὲν σαφὲς ἀπαγγεῖλαι ἔχουσα. πῶς με οἴει διάγειν τὸ μετὰ ταῦτα οὐκ ἔχουσαν εἰκάσαι ὅ τι μοι πέπονθεν ὁ μειρακίσκος; ἀλλὰ μὴ ἐλύπησέ τι αὐτόν, ἔλεγον, ἤ τινος ἄλλης ἠράσθη μισήσας ἐμέ; ἀλλ᾽ ὁ πατὴρ διεκώλυσεν αὐτόν; πολλὰ τοιαῦτα ἔστρεφον. ἤδη δὲ περὶ δείλην ὀψίαν ἧκεν ὁ Δρόμων τὸ γραμμάτιον τουτὶ παρ᾽ αὐτοῦ κομίζων. ἀνάγνωθι λαβοῦσα, ὦ Χελιδόνιον· οἶσθα γὰρ δή που γράμματα.

Χελιδόνιον

[3] Φέρ᾽ ἴδωμεν· τὰ γράμματα οὐ πάνυ σαφῆ, ἀλλὰ ἐπισεσυρμένα δηλοῦντα ἔπειξίν τινα τοῦ γεγραφότος. λέγει δέ ‘πῶς μὲν ἐφίλησά σε, ὦ Δροσί, τοὺς θεοὺς ποιοῦμαι μάρτυρας.’

Δροσίς

αἰαῖ τάλαν, οὐδὲ τὸ χαίρειν προσέγραψε.

Χελιδόνιον

‘καὶ νῦν δὲ οὐ κατὰ μῖσος, ἀλλὰ κατ᾽ ἀνάγκη ἀφίσταμαί σου· ὁ πατὴρ γὰρ Ἀρισταινέτῳ παρέδωκέ με φιλοσοφεῖν αὐτῷ, κἀκεῖνος —ἔμαθε γὰρ τὰ καθ᾽ ἡμᾶς [p. 307] ἅπαντα— πάνυ πολλὰ ἐπετίμησέ μοι ἀπρεπὲς εἶναι λέγων ἑταίρᾳ συνεῖναι Ἀρχιτέλους καὶ Ἐρασικλείας υἱὸν ὄντα· πολὺ γὰρ ἄμεινον εἶναι τὴν ἀρετὴν προτιμᾶν τῆς ἡδονῆς.’

Δροσίς

μὴ ὥρασιν ἵκοιτο ὁ λῆρος ἐκεῖνος τοιαῦτα παιδεύων τὸ μειράκιον. [p. 257]

Χελιδόνιον

"Ὥστε ἀνάγκη πείθεσθαι αὐτῷ· παρακολουθεῖ γὰρ ἀκριβῶς παραφυλάττων, καὶ ὅλως οὐδὲ προς2βλέπειν ἄλλῳ οὐδενὶ ἔξεστιν ὅτι μὴ ἐκείνῳ· εἰ δὲ σωφρονοῖμι καὶ πάντα πεισθείην αὐτῷ, ὑπισχνεῖται πάνυ εὐδαίμονα ἔσεσθαί με καὶ ἐνάρετον καταστήσεσθαι τοῖς πόνοις προγεγυμνασμένον. ταῦτά σοι μόλις ἔγραψα ὑποκλέψας ἐμαυτόν. σὺ δέ μοι εὐτύχει καὶ μέμνησο Κλεινίου."

Δροσίς

[4] τί σοι δοκεῖ ἡ ἐπιστολή, ὦ Χελιδόνιον;

Χελιδόνιον

τὰ μὲν ἄλλα ἡ ἀπὸ Σκυθῶν ῥῆσις, τὸ δὲ ‘μέμνησο Κλεινίου’ ἔχει τινὰ ὑπόλοιπον ἐλπίδα.

Δροσίς

κἀμοὶ οὕτως, ἔδοξεν· ἀπόλλυμαι δ᾽ οὖν ὑπὸ τοῦ ἔρωτος. ὁ μέντοι Δρόμων ἔφασκε παιδεραστήν τινα εἶναι τὸν Ἀρισταίνετον καὶ ἐπὶ προφάσει τῶν μαθημάτων συνεῖναι τοῖς ὡραιοτάτοις τῶν νέων καὶ ἰδίᾳ λογοποιεῖσθαι πρὸς τὸν Κλεινίαν ὑποσχέσεις τινὰς ὑπισχνούμενον ὡς ἰσόθεον ἀποφανεῖ αὐτόν. ἀλλὰ καὶ ἀναγιγηνώσκει μετ᾽ αὐτοῦ ἐρωτικούς τινας λάγους τῶν παλαιῶν φιλοσόφων πρὸς τοὺς μαθητάς, καὶ ὅλος περὶ τὸ μειράκιόν ἐστιν. ἠπείλει δὲ καὶ τῷ πατρὶ τοῦ Κλεινίου κατερεῖν ταῦτα.

Χελιδόνιον

ἐχρῆν, ὦ Δροσί, γαστρίσαι τὸν Δρόμωνα.

Δροσίς

Ἐγάστρισα, καὶ ἄνευ δὲ τούτου ἐμός ἐστι· [p. 308] κέκνισται γὰρ κἀκεῖνος τῆς Νεβρίδος.

Χελιδόνιον

θάρρει, πάντα ἔσται καλῶς. ἐγὼ δὲ καὶ ἐπιγράψειν μοι δοχῶ ἐπὶ τοῦ τοίχου ἐν κεραμεικῷ, ἔνθα ὁ Ἀρχιτέλης εἴωθε περιπατεῖν, Ἀρισταίνετος διαφθείρει Κλεινίαν, ὥστε καὶ ἐκ τούτου συνδραμεῖν τῇ παρὰ τοῦ Δρόμωνος διαβολῇ.

Δροσίς

πῶς δ᾽ ἂν λάθοις ἐπιγράψασα;

Χελιδόνιον

τῆς νυκτός, ὦ Δροσί, ἄνθρακά ποθεν λαβοῦσα. [p. 258]

Δροσίς

εὖ γε, συστράτευε μόνον, ὦ Χελιδόνιον, κατὰ τοῦ ἀλαζόνος Ἀρισταινέτου.