Εταιρικοί Διάλογοι/Μήτηρ και Φίλιννα

Μήτηρ καὶ Φίλιννα
Συγγραφέας:
Εταιρικοὶ Διάλογοι
Luciani Samosatensis Opera. Lucian. Karl Jacobitz. in aedibus B. G. Teubneri. Leipzig, 1896.


μήτηρ

[1] [p. 284] Ἐμάνης, ὦ Φίλιννα, ἢ τί ἔπαθες ἐν τῷ ξυμποσίῳ χθές; ἧκε γὰρ παρ᾽ ἐμὲ Δίφιλος ἕωθεν δακρύων καὶ διηγήσατό μοι ἃ ἔπαθεν ὑπὸ σοῦ· μεμεθύσθαι γάρ σε καὶ ἐς τὸ μέσον ἀναστᾶσαν ὀρχήσασθαι αὐτοῦ διακωλύοντος καὶ μετὰ ταῦτα φιλῆσαι Λαμπρίαν τὸν ἑταῖρον αὐτοῦ, καὶ ἐπεὶ ἐχαλέπηνέ σοι, καταλιποῦσαν αὐτὸν ἀπελθεῖν πρὸς τὸν Λαμπρίαν καὶ περιβαλεῖν ἐκεῖνον, ἑαυτὸν δὲ ἀποπνίγεσθαι τούτων γιγνομένων. ἀλλ᾽ οὐδὲ τῆς νυκτός, οἶμαι, συνεκάθευδες μετ᾽ αὐτοῦ, καταλιποῦσα δὲ δακρύοντα μόνη ἐπὶ τοῦ πλησίον σκίμποδος κατέκεισο ᾄδουσα καὶ λυποῦσα ἐκεῖνον.

Φίλιννα

[2] τὰ γὰρ αὐτοῦ σοι, ὦ μῆτερ, οὐ διηγήσατο· οὐ γὰρ ἂν συνηγόρευες αὐτῷ ὑβριστῇ γε ὄντι, ὃς ἐμοῦ [p. 239] ἀφέμενος ἐκοινολογεῖτο Θαΐδι τῇ Λαμπρίου ἑταίρᾳ, μηδέπω ἐκείνου παρόντος· ἐπεὶ δὲ χαλεπαίνουσαν εἶδέ με καὶ διένευσα αὐτῷ οἷα ποιεῖ, τοῦ ὠτὸς ἄκρου ἐφαψάμενος ἀνακλάσας τὸν αὐχένα τῆς Θαΐδος ἐφίλησεν οὕτω προσφυῶς, ὥστε μόλις ἀπέσπασε τὰ χείλη, εἶτ᾽ ἐγὼ μὲν ἐδάκρυον, ὁ δὲ ἐγέλα καὶ πρὸς τὴν Θαΐδα πολλὰ πρὸς τὸ οὖς ἔλεγε κατ᾽ ἐμοῦ δηλαδή, καὶ ἡ Θαῒς ἐμειδία βλέπουσα πρὸς ἐμέ. ὡς δὲ προσιόντα ᾔσθοντο τὸν Λαμπρίαν καὶ [p. 285] ἐκορέσθησάν ποτε φιλοῦντες ἀλλήλους, ἐγὼ μὲν ὅμως παρ᾽ αὐτὸν κατεκλίθην, ὡς μὴ καὶ τοῦτο προφασίζοιτο ὕστερον, ἡ Θαῒς δὲ ἀναστᾶσα ὠρχήσατο πρώτη ἀπογυμνοῦσα ἐπὶ πολὺ τὰ σφυρὰ ὡς μόνη καλὰ ἔχουσα, καὶ ἐπειδὴ ἐπαύσατο, ὁ Λαμπρίας μὲν ἐσίγα καὶ εἶπεν οὐδέν, Δίφιλος δὲ ὑπερεπῄνει τὸ εὔρυθμον καὶ τὸ κεχορηγημένον, καὶ ὅτι εὖ πρὸς τὴν κιθάραν ὁ ποὺς καὶ τὸ σφυρὸν ὡς καλὸν καὶ ἄλλα μυρία, καθάπερ τὴν Καλάμιδος Σωσάνδραν ἐπαινῶν, ἀλλ᾽ οὐχὶ Θαΐδα, ἣν καὶ σὺ οἶσθα συλλουομένην ἡμῖν οἵα ἐστί, Θαῒς δὲ οἷα καὶ ἔσκωψεν εὐθὺς ἐς ἐμέ· εἰ γάρ τις, ἔφη, μὴ αἰσχύνεται λεπτὰ ἔχουσα τὰ σκέλη, ὀρχήσεται καὶ αὐτὴ ἐξαναστᾶσα. τί ἂν λέγοιμι, ὦ μῆτερ; ἀνέστην γὰρ καὶ ὠρχησάμην. τί γὰρ ἔδει ποιεῖν; ἀνασχέσθαι καὶ ἐπαληθεύειν τὸ σκῶμμα καὶ τὴν Θαΐδα ἐᾶν τυραννεῖν τοῦ συμποσίου;

μήτηρ

[3] φιλοτιμότερον μέν, ὦ θύγατερ· οὐδὲ φροντίζειν γὰρ ἐχρῆν· λέγε δ᾽ ὅμως τὰ μετὰ ταῦτα.

Φίλιννα

οἱ μὲν οὖν ἄλλοι ἐπῄνουν, ὁ Δίφιλος δὲ μόνος ὕπτιον καταβαλὼν ἑαυτὸν ἐς τὴν ὀροφὴν ἀνέβλεπεν, ἄχρι δὴ καμοῦσα ἐπαυσάμην.

μήτηρ

τὸ φιλῆσαι δὲ τὸν Λαμπρίαν ἀληθὲς ἦν καὶ τὸ μεταβᾶσαν περιπλέκεσθαι αὐτῷ; τί σιγᾷς; οὐκέτι γὰρ ταῦτα συγγνώμης ἄξια.

Φίλιννα

ἀντιλυπεῖν ἐβουλόμην αὐτόν. [p. 240]

μήτηρ

εἶτα οὐδὲ συνεκάθευδες, ἀλλὰ καὶ ᾖδες ἐκείνου δακρύοντος; οὐκ αἰσθάνῃ, ὦ θύγατερ, ὅτι πτωχαί ἐσμεν, οὐδὲ μέμησαι ὅσα παρ᾽ αὐτοῦ ἐλάβομεν ἢ οἷον δὴ τὸν πέρυσι χειμῶνα διηγάγομεν ἄν, εἰ μὴ τοῦτον ἡμῖν ἡ Ἀφροδίτη ἔπεμψε; [p. 286]

Φίλιννα

τί οὖν; ἀνέχωμαι διὰ τοῦτο ὑβριζομένη ὑπ᾽ αὐτοῦ;

μήτηρ

Ὀργίζου μέν, μη ἀνθύβριζε δέ. οὐκ οἶσθα ὅτι ὑβριζόμενοι παύονται οἱ ἐρῶντες καὶ ἐπιτιμῶσιν ἑαυτοῖς; σὺ δὲ πάνυ χαλεπὴ ἀεὶ τῷ ἀνθρώπῳ γεγένησαι, καὶ ὅρα μὴ κατὰ τὴν παροιμίαν ἀπορρήξωμεν πάνυ τείνουσαι τὸ καλώδιον.