Ερμηνεία εις τον νθ΄ Ψαλμόν

Ερμηνεία εις τον νθ΄ Ψαλμόν
Συγγραφέας:
Ο Ψαλμός ΝΘ'


[0856B][1] TOY AYTOY ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟΝ ΝΘ' ΨΑΛΜΟΝ. [0856C]

Εἰς τὸ τέλος, τοῖς ἀλλοιωθησομένοις·[2] εἰς στηλογραφίαν τῷ Δαβίδ·[3] εἰς διδαχὴν, ὁπότε ἐνεπύρισε [0857A] τὴν Μεσοποταμίαν,[4] καὶ τὴν Συρίαν Σωβὰ [erat Σωβάλ]·[5] καὶ ἐπέστρεψεν Ἰωὰβ,[6] καὶ ἐπάταξε τὴν φάραγγα τῶν Ἁλῶν[7] δώδεκα χιλιάδας.

Εἰς τὸ τέλος, τοῖς ἀλλοιωθησομένοις ὁ παρὼν ἐπιγράφεται[8] [ἐπιγέγραπται] ψαλμός·[9] διά τε τὴν ἐπὶ τέλει τῶν χρόνων διὰ τῆς ἐπιδημίας τοῦ Χριστοῦ γενομένην τοῖς ἀνθρώποις ἐξ ἀπιστίας εἰς πίστιν,[10] καὶ ἀπὸ κακίας εἰς ἀρετὴν,[11] καὶ ἀγνοίας εἰς γνῶσιν Θεοῦ[12] γνωμικήν τε καὶ προαιρετικὴν μεταβολὴν καὶ ἀλλοίωσιν·[13] Διά[14] τε τὴν εἰς ὕστερον ἐπὶ τέλει τῶν αἰώνων γενησομένην δι᾽ αὐτοῦ τοῦ Σωτῆρος[15] ἡμῶν Θεοῦ[16] καθολικὴν τοῦ παντὸς γένους τῶν ἀνθρώπων ἐν χάριτι φυσικὴν ἐκ θανάτου καὶ φθορᾶς εἰς ζωὴν ἀθάνατον καὶ ἀφθαρσίαν,[17] διὰ τῆς προσδοκωμένης ἀναστάσεως ἀλλοίωσίν τε καὶ ἀνανέωσιν.[18] Εἰς[19] [0857B] στηλογραφίαν (a) δὲ τῷ Δαβίδ·[20] τουτέστιν,[21] αὐτῷ τῷ Χριστῷ·[22] διά τε τὴν γενομένην[23] ἤδη κατὰ τὴν θείαν αὐτοῦ σάρκωσιν[24] στήλης δίκην, ἐν αὐτῷ μὲν ὡς ἀρχηγῷ καὶ Σωτῆρι,[25] καὶ μετ᾽ αὐτὸν ἐν τοῖς κατ᾽ αὐτὸν εὐσεβῶς βιοῦσι,[26] τῆς κακίας ἀναίρεσιν·[27] διά τε τὸν ἔτι δι᾽ αὐτοῦ γενησόμενον παντελῆ τοῦ τε θανάτου καὶ τῆς φθορᾶς ἀφανισμόν.[28] Εἰς διδαχὴν δὲ[29] ὁπόταν ἐνεπύρισε τὴν Μεσοποταμίαν,[30] καὶ (b) τὴν Συρίαν Σωβά [Fr. Σωβάλ]. Εἰς διδαχὴν ἡμῖν,[31] τοῖς ἀλλοιουμένοις καὶ ἀλλοιωθησομένοις, δηλονότι τὴν ἐπαινετὴν καὶ θείαν ἀλλοίωσιν, ὁ ψαλμὸς ἐπιγέγραπται παρὰ τοῦ Δαβὶδ[32] τοῦ νοητοῦ·[33] λέγω δὲ Χριστοῦ τοῦ Θεοῦ.[34] Μόνος γὰρ αὐτὸς ἀληθινὸς βασιλεὺς ὑπάρχων τοῦ Ἰσραὴλ καὶ ὁρῶντος Θεὸν,[35] ὡς πάσης ἀναιρέτης κακίας καὶ ἀγνωσίας,[36] καὶ νικητὴς παντὸς [0857C] χρόνου καὶ φύσεως, δι᾽ ὧν ἐν ἡμῖν κακία[37] συνίστασθαι πέφυκεν·[38] ἐνεπύρισε τὴν Μεσοποταμίαν, διὰ σαρκὸς ἡμῖν ὁμιλήσας·[39] τουτέστι,[40] τὴν ἐπικλυζομένην τοῖς παρὰ φύσιν πάθεσι τῆς σαρκὸς ἕξιν τῆς κακίας.[41] Καὶ[42] τὴν Συρίαν Σωβά [etiam Fr. Σωβά et deinceps], τουτέστι τὴν δεδουλωμένην τῷ χρόνῳ,[43] ἤγουν ἠπατημένην τῷ αἰῶνι τούτῳ διάθεσιν.[44] Ἑπτὰ[45] γὰρ ἡ Σωβὰ ἑρμηνεύεται·[46] σαφῶς δὲ τοῦτο δηλοῖ τὴν χρονικὴν ἰδιότητα.[47] Ἑβδοματικὸς[48] γὰρ ὁ χρόνος. Φύσιν γὰρ καὶ χρόνον εἴωθεν ὁ διάβολος συνεπικινεῖν ἑαυτῷ κατὰ τῆς ἀρετῆς καὶ τῆς γνώσεως, τοὺς ἀφανεῖς συμπλέκων πολέμους, ὡς τὰς δύο Συρίας κατὰ τοῦ Δαβὶδ[49] ὁ Ἀδρααζάρ.[50] Ἀδρααζὰρ γὰρ εἰς τὴν Ἑλλάδα φωνὴν μεταφραζόμενος,[51] λύων ἰσχὺν (c)[0860A] ἢ κατασκάπτων δύναμιν ἑρμηνεύεται·[52] ὅστις ἐστὶν ὁ διάβολος ὁ δι᾽ ἀπάτης τὴν πνευματικὴν ἰσχὺν τῆς ἡμετέρας φύσεως κατ᾽ ἀρχὰς τῇ παραβάσει τῆς θείας ἐντολῆς διαλύσας, καὶ τῷ χρόνῳ καὶ τῇ φύσει δουλώσας τὸν ἄνθρωπον.[53] Ἂνευ[54] γὰρ τῶν ὑπὸ φύσιν καὶ χρόνον,[55] μάχεσθαι τοῖς ἀνθρώποις παντελῶς οὐ δύναται.

Καὶ ἐπέστρεψεν Ἰωὰβ καὶ ἐπάταξε τὴν φάραγγα τῶν Ἁλῶν[56] δώδεκα χιλιάδας.[57] Πᾶς[58] γὰρ ὁ τῷ νοητῷ βασιλεῖ Δαβὶδ[59] στρατηγῶν, τουτέστι τῷ Κυρίῳ[60] ἡμῶν Ἰησοῦ, κατὰ τῶν ἐναντίων δυνάμεων, πατάσσει δώδεκα χιλιάδας ἐν τῇ φάραγγι τῶν Ἁλῶν.[61] Φάραγξ δέ ἐστιν Ἁλῶν[62] ἡ σάρξ, ὡς χωρίον παθῶν ἀτιμίας διὰ τῆς παρακοῆς γενομένη·[63] ἐν ᾗ[64] καθάπερ φάραγγι[65] διὰ λόγου καὶ θεωρίας,[66] πᾶς εὐσεβὴς καὶ φιλόθεος [0860B] πατάσσει·[67] φύσιν καὶ χρόνον·[68] ἤγουν τὴν ἐπ᾽ αὐτοῖς τῆς ψυχῆς παράλογον πρόληψιν, μηδαμῶς ἐμμένων διὰ τὸ ὕψος τῆς ἀρετῆς καὶ τῆς γνώσεως,[69] τοῖς ὑπὸ φύσιν καὶ χρόνον νόμοις. Ὁ γὰρ δώδεκα ἀριθμὸς τὴν φύσιν δηλοῖ καὶ τὸν χρόνον·[70] εἴπερ πενταδικὴ μὲν ἡ φύσις διὰ τὰς αἰσθήσεις·[71] ἑβδοματικὸς,[72] δὲ ὁ χρόνος, ὡς πᾶσι καθέστηκεν εὔδηλον.[73] Πέντε[74] δὲ τοῖς ἑπτὰ συνθείς, τὸν δώδεκα πληρώσαις ἂν σαφῶς ἀριθμόν.[75]

Τυχὸν δὲ καὶ τὴν κακῶς δι᾽ ἀπάτης παρὰ φύσιν συμπλακεῖσαν·[76] τῇ τετραβι[77] [τετράδι] τῶν αἰσθητῶν τριάδα τῶν δυνάμεων τῆς ψυχῆς κατὰ τὴν σχέσιν, δι᾽ ἧς πᾶσα γίνεσθαι πέφυκεν ἁμαρτία, ὁ τῶν ἀνῃρημένων ἀριθμὸς ὑποσημαίνει·[78] ὃν καταφονεύσει[79] [0860C] καλῶς,[80] ὁ τῷ νοητῷ Δαβὶδ[81] ἐν τοῖς ὑπὲρ ἀληθείας ἀγῶσιν ὑπουργῶν,[82] καὶ γνωστικῶς τὰς ἀοράτους μάχας συνάπτων,[83] καὶ κατὰ τῶν πονηρῶν δυνάμεων πνευματικῶς παραταττόμενος.[84] Πᾶσα[85] γὰρ ψυχῆς δύναμις[86] παρὰ φύσιν κινουμένη, τοῖς αἰσθητοῖς συμπλέκεσθαι πέφυκεν. Ἐπειδὰν οὖν ὅ τε λόγος καὶ ὁ θυμὸς καὶ ἡ ἐπιθυμία, τρεῖς τὸν ἀριθμὸν οὖσαι γενικαὶ τῆς ψυχῆς δυνάμεις, τοῖς αἰσθητοῖς ἡττηθῶσι, τέσσαρσιν οὖσι, τὸν δώδεκα ἀριθμὸν ἀποτελεῖ.[87] Τέσσαρα[88] γὰρ ἐπὶ τρία,[89] καὶ τρία ἐπὶ τέσσαρα τοῖς[90] πέντε[91] συντιθέμενα, τοῦτον πληροῖ τὸν ἀριθμόν·[92] ὃν ἀναιρεῖ,[93] ὁ τῷ Κυρίῳ[94] πιστῶς προσχωρῶν,[95] καὶ καλῶς ἀριστεύων κατὰ παντὸς ἀφανοῦς καὶ πολεμίου πνεύματος. [860D]

Ἐπιγέγραπται γοῦν ὁ παρὼν ψαλμὸς,[96] Tοῖς μὲν ἀλλοιωθησομένοις,[97] ἡμῖν, εἰς διδαχὴν,[98] τῶν εἰς ἡμᾶς παρὰ τοῦ νοητοῦ Δαβὶδ[99] γενομένων ἀγαθῶν·[100] Eἰς[101] στηλογραφίαν δὲ τῷ Δαβὶδ,[102] τουτέστιν εἰς ἀνάρρησιν τῶν ὑπὲρ ἡμῶν αὐτοῦ θείων καὶ σωτηρίων κατορθωμάτων.[103] Ἀνάρρησιν[104] γὰρ κατορθωμάτων ἡ στηλογραφία δηλοῖ,[105] κατὰ τοὺς ἐπιστήμονας τῶν τοιούτων ὀνομάτων ἐξηγητάς.

Ὁ Θεὸς,[106] ἀπώσω ἡμᾶς,[107] καὶ καθεῖλες ἡμᾶς ὠργίσθης,[108] καὶ ᾠκτείρησας ἡμᾶς. [0861A]

Ἀπώσατο ἡμᾶς ὁ Θεὸς,[109] ὅταν, μὴ φυλάξαντες κατ᾽ ἀρχὰς τὴν ἐντολήν, ἀνάξιοι ἐφάνημεν τῆς κατὰ πρόσωπον αὐτοῦ ὁμιλίας.[110] Kαθεῖλεν[111] ἡμᾶς, ὅτ’ ἄν[112] τοῦ ὕψους τῆς ἐν τῷ παραδείσῳ δόξης,[113] διὰ τὴν ἡμῶν κακίαν ἀπεξένωσεν· ὠργίσθη, ὅτ’ ἄν[114] ἐπὶ τιμωρίᾳ καὶ κολάσει τῆς κακίας,[115] τῷ τοῦ θανάτου ἐπιτιμίῳ ἡμᾶς καθυπέβαλεν· ᾠκτείρησεν ἡμᾶς, ὅτ’ ἄν[116] διὰ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ Θεοῦ[117] Λόγου σαρκωθέντος,[118] καὶ τὴν ὑπὲρ πάντων ἡμῶν ὀφειλὴν καταδεξαμένου,[119] ἐλυτρώσατο ἡμᾶς τοῦ θανάτου,[120] καὶ εἰς τὴν ἑαυτοῦ δόξαν πάλιν ἐπανήγαγεν.

Συνέσεισας τὴν γῆν καὶ συνετάραξας αὐτήν· ἴασαι τὰ συντρίμματα αὐτῆς, ὅτι ἐσαλεύθη.

Συνέσεισεν ἡμῶν τὴν γῆν καὶ συνετάραξε, τουτέστι,[121] τὴν καρδίαν, δοὺς ἡμῖν τὴν μάχαιραν τοῦ πνεύματος,[122] [0861B] τὴν τὸ χεῖρον τοῦ κρείττονος γνωστικῶς διακρίνουσαν,[123] καὶ τὸν νόμον τοῦ πνεύματος[124] κατὰ τοῦ νόμου τῆς σαρκὸς ἐπεγείρουσαν·[125] καὶ τὸν κατὰ τῶν παθῶν ἐπαινετὸν πόλεμον ἐν ἡμῖν δημιουργοῦσαν·[126] καὶ τὴν ἐν ἡμῖν τῶν παθῶν συνέχειαν συσσείουσαν,[127] καὶ συνταράσσουσαν ἐπὶ ταῖς κατὰ πρόληψιν ἀτόποις μνήμαις τὴν συνείδησιν.[128] Ὶᾶται[129] δὲ τὰ συντρίμματα τῆς ἡμῶν καρδίας, ἅπερ σαλευθεῖσά τε καὶ ὀλισθήσασα διὰ τῆς παρακοῆς κατἀρχὰς[130] ἐκ τῆς ἐν τῷ παραδείσῳ παραβάσεως,[131] ὑπέμεινε, διὰ τῆς ἐν χάριτι πνευματικῆς ἀναγεννήσεως.

Ἔδειξας τῷ λαῷ σου σκληρά· ἐπότισας ἡμᾶς οἶνον κατανύξεως.[132] Ἔδωκας[133] τοῖς φοβουμένοις σε σημείωσιν,[134] τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου·[135] ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου. [0861C]

Δεικνύει σκληρὰ τοῖς φοβουμένοις αὐτὸν διὰ τῶν ἐντολῶν ὁ Θεός,[136] κατὰ τὴν πρακτικὴν φιλοσοφίαν·[137] τοὺς τρόπους τῆς τοῦ σώματος νεκρώσεως ὑποτιθέμενος·[138] ἢ τοὐναντίον,[139] διὰ τῆς ποικίλης προνοίας καὶ κρίσεως,[140] φιλανθρώπως πρὸς τὸ συμφέρον παιδεύων ἡμᾶς, τοὺς μὴ κατὰ θέλησιν ἀνεχομένους τὸν θεῖον ζυγὸν ὑπελθεῖν τοῦ νόμου τῶν ἐντολῶν.[141] Ποτίζει[142] δὲ οἶνον κατανύξεως, ἤγουν τὴν ἑπομένην τῇ διὰ τῆς πρακτικῆς καθάρσει κατὰ τὴν πνευματικὴν θεωρίαν χαριζόμενος γνῶσιν· πᾶσα γὰρ γνῶσις πνευματικὴ κατανύσσει τὴν καρδίαν, εἰς συναίσθησιν ἄγουσα τοῦ μεγέθους τῶν ἐφ᾽ ἡμῖν θείων εὐεργεσιῶν.[143] [0861D]

Δίδωσι[144] δὲ τοῖς φοβουμένοις αὐτὸν σημείωσιν,[145] τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου·[146] τὴν νέκρωσιν τοῦ Ἰησοῦ·[147] ἐν τῷ σώματι περιφέρειν διδάσκων τοὺς φοβουμένους αὐτόν·[148] καθ᾽ ἣν ἡ παντελὴς τῆς ἁμαρτίας ἀπραξία συνέστηκε.[149] Σημείωσις[150] γὰρ ἀληθὴς,[151] ἡ διὰ σταυροῦ νεκροῦσα τὸ φρόνημα τῆς σαρκὸς καθέστηκε δύναμις.[152] Πρὸς[153] τὸ φυγεῖν ἀπὸ προσώπου τόξου·[154] τουτέστιν,[155] ἀπὸ τῆς ἐμφαινομένης τοῖς οὖσιν ἀπατηλῆς ἐπιφανείας.[156] Πρόσωπον[157] γὰρ τόξου, φημὶ δὲ ἑκάστου δαιμονιώδους πάθους, ἡ τὴν αἴσθησιν ἐρεθίζουσα τῶν σωμάτων ἐστὶν ἐπιφάνεια, καθάπερ ἀκὶς βέλους τὴν αἴσθησιν τιτρώσκουσα,[158] καὶ πρὸς τὰ πάθη τὴν ψυχὴν ἀπρεπῶς διερεθίζουσα. Διόπερ ἀπὸ προσώπου [864A] τόξου φησὶν ὁ Λόγος[159] φεύξεσθαι τοὺς φοβουμένους τὸν Κύριον,[160] ἀλλ᾽ οὐκ ἀπὸ τόξου.[161] Τὸ[162] γὰρ τόξον τῆς ἁμαρτίας,[163] ἄνευ προσώπου τυχὸν,[164] οὐδέ τι δράσειε κατὰ τῶν φοβουμένων τὸν Κύριον.[165]

Ἐφ᾽[166] ᾧ ῥυσθῆναι τοὺς ἀγαπητοὺς τοῦ Θεοῦ. Ἀγαπητοὶ[167] δὲ Θεοῦ[168] εἰσιν,[169] οἱ κατὰ θεωρίαν συνεκτικοὶ τῆς θείας γνώσεως λογισμοί·[170] οὓς ῥύονται,[171] οἱ κατὰ τὴν πρακτικὴν συνιστάμενοι τρόποι τῶν ἀρετῶν,[172] ἀπὸ πάσης πλάνης καὶ πασῶν τῶν διοχλουσῶν τῇ ψυχῇ κατὰ πρόληψιν τῆς ἁμαρτίας [Fr. ἀμαρτιῶν] μνημῶν.

Σῶσον τῇ δεξιᾷ σου,[173] καὶ ἐπάκουσόν μου. Ὁ Θεὸς[174] ἐλάλησεν ἐν τῷ Ἁγίῳ[175] αὐτοῦ· Ἀγαλλιάσομαι[176] καὶ διαμεριῶ Σίκημα,[177] καὶ τὴν κοιλάδα τῶν Σκηνῶν[178] διαμετρήσω.[179] [0864B]

Σώζει ὁ Θεὸς[180] τῇ δεξιᾷ αὐτοῦ, διδοὺς τὸν μονογενῆ αὐτοῦ Υἱόν·[181] δεξιὰ γὰρ τοῦ Πατρὸς ὁ Υιός·[182] λύτρον ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας.[183] Ἐπακούει[184] δὲ,[185] διδοὺς τῷ δικαίῳ, πρὸς τῇ ἀφέσει τῶν ἁμαρτημάτων,[186] καὶ πνευματικὰ χαρίσματα.[187] Ἀκούει[188] μὲν γὰρ τοῦ ἱκετεύοντος αὐτὸν ὁ Θεὸς,[189] πρῶτον διὰ τῆς μετανοίας ἄφεσιν διδοὺς ἁμαρτημάτων, ἐπακούει δὲ,[190] πρὸς τῇ ἀφέσει τῶν ἁμαρτημάτων,[191] καὶ τὰ διὰ χάριτος πνευματικῆς διδοὺς ἐνεργήματα.[192] Λαλεῖ[193] δὲ ἐν τῷ Ἁγίῳ[194] αὐτοῦ·[195] τουτέστιν,[196] ἐν τῷ σαρκωθέντι αὐτοῦ λόγῳ,[197] τὸν θεῖον αὐτοῦ σκοπὸν, τὸν ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν,[198] κατὰ τὴν ἔνσαρκον αὐτοῦ τοῦ Χριστοῦ οἰκονομίαν.[199] Διὰ[200] τῆς καθ᾽ ἡμᾶς ἀνθρωποπρεποῦς αὐτοῦ ἀναστροφῆς,[201] οἱονεὶ [0864C] διαρρήδην βοῶν,[202] καὶ τῷ βίῳ διδοὺς εἰς ὑποτύπωσιν αἰωνίου ζωῆς,[203] εἰκόνα[204] πάσης γεγωνοτέραν φωνῆς, τὴν τῶν ἀγαθῶν ἔργων ἐπίδειξιν.[205] Λαλεῖ[206] δὲ καὶ ἐν ἑκάστῳ ἁγίῳ φυλάττοντι αὐτοῦ τὰς ἐντολάς·[207] οἷον ζῶντας δεικνὺς διὰ τῶν ἔργων τοὺς λόγους,[208] καὶ πάσης φωνῆς γεγωνοτέρους.[209]

Ἀγαλλιᾶται[210] δὲ ὁ δίκαιος, ἡνίκα[211] τελειωθεὶς τῇ χάριτι τοῦ Μονογενοῦς,[212] ἱκανὸς γένηται διαμερίσαι τὴν Σίκημα·[213] τουτέστιν,[214] ἄλλοις ἀναλόγως ἐκ πείρας ἐπιστήμονος ὑποθέσθαι,[215] τοὺς κατὰ τὴν πρακτικὴν ἀνδρικοὺς τῶν ἀρετῶν τρόπους.[216] Ὠμίασις[217] (d) γὰρ ἡ Σίκημα ἑρμηνεύεται·[218] ὅπερ[219] ἐστὶν[220] ἡ πάντων μὲν ἐφεκτικὴ τῶν παθῶν, πασῶν δὲ ἐνεργητικὴ τῶν ἀρετῶν ἕξις.[221] Πράξεως[222] γὰρ σύμβολον τὸν ὦμον εἶναί φασί.[223] [0864D]

Καὶ[224] τὴν κοιλάδα τῶν Σκηνῶν[225] (e) διαμετρεῖ·[226] τοὺς προσφόρους ἑκάστῳ τῶν ὄντων κατὰ τὴν φυσικὴν θεωρίαν λόγους ἀπονέμων.[227][228] γὰρ κοιλὰς τῶν Σκηνῶν,[229] ὁ παρών ἐστι κόσμος, ἐν ᾧ πάντων κατὰ τὴν ἑκάστου διάφορον γνώμην τε[230] καὶ διάθεσιν,[231] ἀπαγὴς [0865A] ὑπάρχει καὶ πρόσκαιρος[232] σκηνῶν δίκην[233] ἡ παροῦσα ζωή.[234]

῍Η πάλιν Σκηναὶ[235] τυγχάνουσιν[236] τῆς παρούσης κοιλάδος,[237] οἱ τῶν ἀρετῶν τρόποι, οὓς διαιρεῖ γνωστικῶς τοῖς διδασκομένοις, πρὸς τὴν ἑκάστου ἕξιν κατάλληλον διδοὺς ἀγωγὴν καὶ προσφυλακὴν [προφυλακὴν] τῶν τιμίων, ὁ διανέμειν εἰδὼς ἑκάστῳ διὰ τῆς καλῆς διδασκαλίας τὴν ἁρμόζουσαν πρὸς σωτηρίαν ὁδόν.[238]

῍Η Σκηναὶ[239] κοιλάδος ὑπάρχουσιν,[240] αἱ διὰ Χριστοῦ τοῦ Σωτῆρος[241] ἡμῶν Θεοῦ[242] παγεῖσαι κατὰ πᾶσαν τὴν οἰκουμένην τῶν πιστευσάντων ἐθνῶν Ἐκκλησίαι·[243] ὃ καὶ μᾶλλον, ὡς οἶμαι, τῶν ἄλλων ἐστὶν ἐπιφανέστερον.[244]

῍Η πάλιν,[245] κοιλάδα Σκηνῶν[246] διαμετρεῖ,[247] ὁ τὸν κόσμον [0865B] τῶν σωμάτων καθάπερ κοιλάδα Σκηνῶν[248] γνώσει περιλαμβάνων.[249] Σκῆνος[250] γὰρ πολλαχοῦ τῆς Γραφῆς,[251] τὸ σῶμα προσηγορεύθη.

Ἐμός ἐστι Γαλαὰδ,[252] καὶ ἐμός ἐστι Μανασσῆς,[253] καὶ Ἐφραὶμ κραταίωσις (f) τῆς κεφαλῆς μου.

Γαλαὰδ κατὰ μίαν[254] ἐπὶ τῷ ὀνόματι τούτῳ ἑρμηνειῶν,[255] ἐστὶν ἀποκάλυψις.[256] Μανασσῆς δὲ,[257] ἑρμηνεύεται λήθη.[258] Ἀποκάλυψις[259] δὲ καὶ λήθη εἰκότως προσγίνονται [260] δικαίῳ·[261] λαμβάνοντι μὲν διὰ θεωρίας τῶν ἀπορρήτων τὴν μύησιν·[262] τῶν δὲ κατ᾽ ἀρετὴν πόνων τὴν λήθην,[263] διὰ τὴν διαδεχομένην τοὺς πόνους τῶν ἀρετῶν εὐφροσύνην τῆς πνευματικῆς θεωρίας. Ἐφραῖμ δὲ ἑρμηνεύεται πλατυσμός·[264] ὅπερ[265] ἐστὶν[266] ἡ κατὰ πίστιν ἐπὶ τοῖς [0865C] μέλλουσιν ἀγαθοῖς ἄπτωτος ἐλπίς·[267] ἥτις ἐστὶν ἀντίληψις τῆς κεφαλῆς τοῦ δικαίου·[268] τουτέστι,[269] τῆς πίστεως.[270] Παντὸς[271] γὰρ δικαίου κεφαλὴ ἡ πίστις ἐστὶ,[272] καὶ παντὸς ἔργου ἀγαθοῦ.[273] Κραταίωσις[274] δὲ ταύτης καθέστηκεν ἀσφαλὴς,[275] ἡ τῶν μελλόντων ἀγαθῶν ἀδιάπτωτος ἐλπίς· καθ᾽ ἣν ὡς παρόντα τὰ μέλλοντα θεωροῦντες, ἐμπλατυνόμεθα ταῖς θλίψεσιν, ἀκατάπτωτοι ἐν τοῖς πειρασμοῖς διαμένοντες.

Ἰούδας βασιλεύς μου, Μωὰβ λέβης τῆς ἐλπίδος μου.

Ἰούδας ἐξομολόγησις ἑρμηνεύεται.[276] Ἄρχει[277] γὰρ ἡ δι᾽ εὐχῶν ἐξομολόγησις ἐν τοῖς ἁγίοις παντὸς ἀγαθοῦ. Δύναται δὲ νοηθῆναι καὶ εἰς τὸν Κύριον[278] ὁ Ἰούδας·[279] [0865D] ὅς ἐστιν ἀληθινὸς βασιλεὺς τοῦ πνευματικοῦ Ἰσραὴλ καὶ ὁρῶντος Θεόν·[280] ὁ ὑπὲρ ἡμῶν[281] ἡνίκα γέγονεν ἄνθρωπος, ἐξομολογούμενος πρὸς τὸν Πατέρα,[282] καὶ λέγων,[283] Ἐξομολογοῦμαί σοι, Πάτερ ἅγιε. Μωὰβ δὲ,[284] ἔντερον πατρὸς (g) ἑρμηνεύεται, νοεῖται δὲ τὸ ἡμέτερον σῶμα, δι᾽ οὗ κατὰ τὴν πρακτικὴν φιλοσοφίαν[285] λουτροῦ δίκην,[286] ὅπερ δηλοῖ σαφῶς ὁ λέβης[287], ἡ κάθαρσις πέφυκε γίνεσθαι τῶν ἁμαρτημάτων.[288] Κάθαρσις[289] γάρ ἐστιν ὁ λέβης,[290] τῆς ἐλπίδος·[291] τουτέστιν,[292] [0868A] ἡ διὰ βίου κατὰ τὴν κάθαρσιν πρὸς κληρονομίαν τῶν κατ᾽ ἐλπίδα[293] ἀποκειμένων ἡμῖν ἀγαθῶν ἑτοιμότης.[294]

Δύναται δὲ πάλιν νοηθῆναι ὁ Μωὰβ καὶ εἰς τὴν σάρκωσιν τοῦ Κυρίου.[295] Υἱὸς[296] γὰρ ἀνθρώπου δι᾽ ἡμᾶς γέγονέ τε καὶ ἐχρημάτισεν ὁ ἀληθινὸς λέβης τῆς ἐλπίδος ἡμῶν, τουτέστιν ὁ ῥυπτικὸς καὶ καθαρτικὸς τῶν ἐκ τῆς ἁμαρτίας ἡμετέρων κηλίδων τε[297] καὶ μολυσμῶν.

Ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου.[298]

Ἰδουμαία,[299] αἱματώδης πηλὸς (h) ἑρμηνεύεται·[300] δύναται[301] δὲ ληφθῆναι καὶ εἰς τὴν σάρκα τοῦ Κυρίου·[302] δι᾽ ἧς ἐπέβη[303] ὡς δι᾽ ὑποδήματος[304] τοῖς ἀνθρὡποις·[305] ἄλλως χωρῆσαι τὸν Ποιητὴν[306] μὴ δυναμένης τῆς κτίσεως·[307] [0868B] ἄπειρόν τε καὶ ἀχώρητον κατὰ φύσιν τυγχάνοντα.[308]

Δύναται δὲ πάλιν νοηθῆναι καὶ εἰς τὴν ἑκάστου ἡμῶν σάρκα·[309] ἐφ᾽ ἧς ἐκτείνομεν τὸ ὑπόδημα·[310] τουτέστι τὴν φρουροῦσαν τὴν ψυχὴν ἀπὸ τῶν πονηρῶν τοῦ διαβόλου τριβόλων τὲ καὶ ἀκανθῶν ἄσκησίν τε καὶ ἐγκράτειαν·[311] τοῦτο γὰρ χρὴ νοεῖσθαι τὸ ὑπόδημα[312]. Ἄνευ[313] γὰρ ἀσκήσεως καὶ ἀκριβοῦς ἐγκρατείας,[314] τὰ τῆς σαρκὸς πάθη καταπαλαῖσαι τὸν ἀσκητὴν τῆς εὐσεβείας,[315] ἀμήχανον.[316]

Δύναται δὲ πάλιν [317] νοηθῆναι ὑπόδημα[318] ψυχῆς,[319] καὶ ἡ διὰ λόγου καὶ θεωρίας νεκρωθεῖσα αἴσθησις·[320] δι᾽ ἧς ἐπιβαίνουσα ἡ ψυχὴ τοῖς αἰσθητοῖς, τὸν αἰῶνα τοῦτον ἀβλαβῶς διαπορεύεται, τοὺς αὐτῶν[321] λόγους διὰ μέσης τῆς αἰσθήσεως ὡς ὑποδήματος,[322] φαντασιουμένης[323] [0868C] τὰς τῶν ὁρατῶν κατ᾽ εἶδος καὶ σχῆμα διαφορὰς ἀναλεγομένη πρὸς τὴν τοῦ ἑνὸς μόνου τε καὶ ἀρχικοῦ λόγου σύνεσιν καὶ ἐπίγνωσιν.

Ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν.[324]

Ἡνίκα[325] γὰρ διὰ σαρκὸς τοῖς καθ᾽ ἡμᾶς ἐπεχωρίασε τόποις ὁ Κύριος,[326] ὑπετάγη τῷ κράτει τῆς ἰσχύος αὐτοῦ·[327] οὐ μόνον καταργηθέντα τὰ πνεύματα τῆς πονηρίας, ἀλλὰ καὶ πάντα τὰ ἔθνη[328] δεξάμενα διὰ τῆς κλήσεως [329] σωτήριον τοῦ Εὐαγγελίου[330] τὸ[331] κήρυγμα, ὑπέκυψεν· ὑποτάσσονται δὲ καὶ παντὶ δικαίῳ οἱ ἀλλόφυλοι, ἡνίκα ἐπιβαλὼν[332] ὥσπερ ὑπόδημα[333] τῇ γῇ τῆς σαρκὸς αὐτοῦ τὴν νεκροῦσαν τὸν νόμον τῆς ἁμαρτίας ἐγκράτειαν, δαμάσσει[334] οὐ μόνον τὰ ἐμφωλεύοντα αὐτῇ ἀκάθαρτα [0868D] πάθη, ἀλλὰ καὶ τοὺς ἐνεργοῦντας ταῦτα πονηροὺς καταργήσει δαίμονας.

Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς;

Πόλις ἐστὶ περιοχῆς,[335] ἡ ἐκ πολλῶν συνηθροισμένη θείων καὶ μυστικῶν θεωρημάτων σοφία[336] περιεχομένη,[337] ἤγουν περιπεφραγμένη, καθὼς ἕτερος ἔφη τῶν ἐκδοτῶν, τοῖς τῶν ἀρετῶν ὀχυρώμασιν.[338]

῍Η πάλιν πόλις ἐστὶ περιοχῆς,[339] ἡ κατάστασις, καθ᾽ ἣν ἀνάλωτος καὶ ἀπροσπέλαστος γίνεται τοῖς [0869A] πολεμίοις,[340] διὰ τὴν φρουροῦσαν αὐτὸν τῶν ἁγίων Δυνάμεων[341] περιβολὴν,[342] ὅ γε ἀληθῶς θεοσεβὴς καὶ φιλόθεος.[343]

῍Η πάλιν πόλις ἐστὶ περιοχῆς,[344] ἡ λόγῳ καὶ βίῳ τετειχισμένη ψυχὴ,[345] καὶ πάσαις ταῖς τῶν ἀρετῶν πλήθουσα χάρισιν.[346]

῍Η πάλιν πόλις ἐστὶ περιοχῆς ἡ τῆς ἀληθοῦς καὶ ἀπταίστου γνώσεως ἕξις,[347] ἡ ἐκ πάντων ἠθικῶν τε καὶ φυσικῶν καὶ θεολογικῶν θεωρημάτων περιεχομένη·[348] εἰς ἣν ἀπάγεται πᾶς εὐσεβής, ὑπ᾽ ἄλλου μὲν οὐδενός, ὑπὸ μόνου δὲ τοῦ Θεοῦ[349] τοῦ πάντας πρὸς ἑαυτὸν ἕλκοντος δι᾽ ἄφατον ἀγαθότητος μέγεθος.

῍Η τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας.[350]

Ἰδουμαία, καθὼς ἔδειξε προλαβὼν ὁ λόγος, ἐστὶν [0869B] ἡ πάντων τῶν ὑπὸ αἴσθησιν κτισμάτων σύστασις·[351] περὶ ἣν ἡ ἐν πνεύματι φυσικὴ θεωρία συνίστασθαι πέφυκεν·[352] καθ᾽ ἣν ἐκ καλλονῆς καὶ μεγέθους κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς τῷ εὐσεβῶς ἀναλεγομένῳ τὴν τῶν ὄντων γνῶσιν θεωρεῖται.[353]

[354] τυχὸν,[355] ἡ κατ᾽ ἀρετὴν πρακτικὴ διὰ σαρκὸς φιλοσοφία·[356] καθ᾽ ἣν τοῦ ἁγίου Πνεύματος γίνεται ναὸς τὸ ἡμέτερον σῶμα, τοῖς τῶν ἐντολων[357] συνοικοδομούμενον κάλλεσιν·[358] εἰς ἣν ὁ αὐτὸς πάλιν ὁδηγεῖ Κύριος,[359] χαριζόμενος τοῖς ἀγαπῶσιν αὐτὸν καὶ τῶν ὁρωμένων τὴν ἐπιστήμην, καὶ διδάσκων τῶν μελῶν τῆς γηῖνης ταύτης καὶ ἐπικήρου σαρκὸς τὴν νέκρωσιν. [0869C]

῍Η,[360] ἵνα συνελὼν εἴπω, πόλις ἐστὶ περιοχῆς ἡ τῶν νοητῶν γνωστικὴ θεωρία.[361] Ἰδουμαία δὲ,[362] ἡ τῶν αἰσθητῶν ἐπιστήμη·[363] εἰς ἃς ἀπάγει τε καὶ ὁδηγεῖ ἡ μόνη τοῦ Θεοῦ[364] καὶ πατρὸς[365] σοφία, ὁ μονογενὴς Υἱός. Διὸ ἐπάγων ὁ Προφήτης,[366] φησίν·

Οὐχὶ σύ[367] ὁ Θεὸς[368] ὁ ἀπωσάμενος ἡμᾶς;

Τουτέστιν,[369] ὅτι Σὺ[370] ὁ Θεὸς[371] ὁ κατ᾽ ἀρχὰς διὰ τὴν ἁμαρτίαν ἀπωσάμενος ἡμᾶς·[372] αὐτὸς διὰ σπλάγχνα ἐλέους σου οἰκτειρήσας, ἀπάγεις εἰς πόλιν περιοχῆς,[373] καὶ ὁδηγεῖς ἕως τῆς Ἰδουμαίας,[374] κατὰ τὴν προαποδεδομένην ἐξήγησιν.

Καὶ οὐκ ἐξελεύσῃ, ὁ Θεὸς,[375] ἐν ταῖς δυνάμεσιν ἡμῶν. [0869D]

Οὐ γὰρ ἐξελεύσεται ὁ Θεὸς[376] ἐν τῷ ἐφ᾽ ἑαυτῷ θαρροῦντι,[377] καὶ ἐπὶ τῷ τόξῳ ἐλπίζοντι,[378] κατὰ[379] τὴν ῥομφαίαν ἐπιγραφομένῳ ἑαυτοῦ σωτήριον.[380] Ἀλλ᾽[381] ἐν τοῖς ἐν αὐτῷ τῷ Θεῷ[382] κερατιοῦσι τοὺς ἐχθροὺς,[383] καὶ ἐν τῷ ὀνόματι αὐτοῦ ἐξουδενοῦσι τοὺς ἐπανισταμένους αὐτοῖς,[384] εἰκότως ὁ Θεὸς[385] ἐξελεύσεται πρὸς τὸν κατὰ τῶν ἀοράτων ἐχθρῶν πόλεμον.

Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως,[386] καὶ ματαία σωτηρία ἀνθρώπου.

Εὐκτικῶς δέεται τοῦ Θεοῦ[387] καὶ Σωτῆρος[388] ἐκ προσώπου τῆς κοινῆς φύσεως ὁ Προφήτης,[389] δοθῆναι ἡμῖν βοήθειαν ἐκ τῆς θλίψεως·[390] δηλαδὴ τῆς κατασκεδασθείσης τῆς φύσεως διὰ τὴν ἁμαρτίαν,[391] καὶ μέχρι [0872A] τῶν τοῦ ἅδου πυλῶν αὐτὴν καταπιεσάσης. Θλίψις γάρ, κατ᾽ ἐμὲ φάναι, ἡ τοῦ θανάτου καὶ τῆς φθορᾶς ἐστι τυραννὶς καὶ ἐπικράτεια·[392] βοήθεια δὲ,[393] ἡ διὰ τῆς χάριτος βεβαία τῆς ἀναστάσεως ἐλπίς·[394] πρὸς ἣν ἀφορῶντες οἱ εὐσεβεῖς,[395] τὴν τοῦ θανάτου κατήφειαν ἀλύπως διαφέρουσιν.[396]

῍Η πάλιν θλίψις ἐστὶν,[397] ὁ ὑπὲρ ἀρετῆς πόνος·[398] βοήθεια δὲ,[399] ἡ τοῦτον διαδεχομένη κατὰ Θεοῦ[400] χάριν ἀπάθεια·[401] πρὸς ἣν πᾶσα συγκρινομένη ἀνθρώπων σωτηρία,[402] ματαιότης ἐστὶ καὶ παντελὴς ἀνυπαρξία.[403] Τοῦτο[404] γὰρ δίκαιον νοεῖσθαι τὴν ματαιότητα.

Ἐν τῷ Θεῷ[405] ποιήσομεν[406] δύναμιν,[407] καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς.

Ἐν τῷ Θεῷ[408] ποιοῦσι δύναμιν,[409] οἱ μὴ ἐπιγράφοντες ἑαυτοῖς τῶν ἀρετῶν τὰ κατορθώματα,[410] μηδὲ τῇ ἑαυτῶν [0872B] σοφίᾳ τὴν τῶν θείων μυστηρίων κατάληψιν·[411] ἐν οἷς αὐτὸς ὁ Θεὸς[412] μονώτατος,[413] καὶ ὅλος[414] χωρῶν, πᾶσαν ἀρετὴν ἐργάζεται καὶ χαρίζεται γνῶσιν, ἐξουδενῶν πάντας τοὺς ἀντικειμένους τῇ τε ἀρετῇ καὶ τῇ γνώσει πονηροὺς δαίμονας,[415] καὶ διὰ κακίας καὶ ἀγνωσίας ἐκθλίβειν ἐπιχειροῦντας τοὺς φοβουμένους αὐτόν.[416] Αὐτὸς[417] γὰρ πάντων ὑπάρχει Σωτήρ,[418] ὅτι καὶ πάντων Δημιουργός.[419] Αὐτῷ[420] ἡ δόξα [421] εἰς τοὺς αἰῶνας.[422] Ἀμήν.[423]

  1. Maximus the Confessor, Patrologia Graeca, Vol. 90, edited by F. Combefis and F. Oehler (Paris: J.-P. Migne, 1860), 0856B-0872B.
  2. Maximus the Confessor, Opuscula Exegetica Duo: Expositio in Psalmum LIX, Expositio Orationis Dominicae, edited by P. Van Deun, Corpus Christianorum Graeca 23 (Turnhout: Brepols, 1991), 3.1, [,].
  3. Maximus, Opuscula, 3.2, [Δαυῖδ,].
  4. Maximus, Opuscula, 3.3, [].
  5. Maximus, Opuscula, 3.4, [].
  6. Maximus, Opuscula, 3.5, [].
  7. Maximus, Opuscula, 3.6, [άλῶν,].
  8. Maximus, Opuscula, 3.8, [ἐπιγέγραπται].
  9. Maximus, Opuscula, 3.8, [,].
  10. Maximus, Opuscula, 3.10, [].
  11. Maximus, Opuscula, 3.10, [].
  12. Maximus, Opuscula, 3.11, [θεοῦ].
  13. Maximus, Opuscula, 3.12, [,].
  14. Maximus, Opuscula, 3.12, [διά].
  15. Maximus, Opuscula, 3.13, [σωτῆρος].
  16. Maximus, Opuscula, 3.14, [θεοῦ].
  17. Maximus, Opuscula, 3.14, [θεοῦ].
  18. Maximus, Opuscula, 3.17, [·].
  19. Maximus, Opuscula, 3.17, [εἰς].
  20. Maximus, Opuscula, 4.18, [Δαυῖδ,].
  21. Maximus, Opuscula, 4.18, [].
  22. Maximus, Opuscula, 4.18, [,].
  23. Maximus, Opuscula, 4.19, [γεγενημένην].
  24. Maximus, Opuscula, 4.19, [Δαυῖδ,].
  25. Maximus, Opuscula, 4.20, [σωτῆρι,].
  26. Maximus, Opuscula, 4.21, [].
  27. Maximus, Opuscula, 4.22, [,].
  28. Maximus, Opuscula, 4.23, [paragraph].
  29. Maximus, Opuscula, 4.24, [δέ,].
  30. Maximus, Opuscula, 4.25, [].
  31. Maximus, Opuscula, 4.25, [].
  32. Maximus, Opuscula, 4.28, [Δαυῖδ].
  33. Maximus, Opuscula, 4.28, [,].
  34. Maximus, Opuscula, 4.29, [θεοῦ.].
  35. Maximus, Opuscula, 4.30, [θεόν,].
  36. Maximus, Opuscula, 5.31, [].
  37. Maximus, Opuscula, 5.32, [ἡ κακία].
  38. Maximus, Opuscula, 5.32, [,].
  39. Maximus, Opuscula, 5.34, [,].
  40. Maximus, Opuscula, 5.34, [].
  41. Maximus, Opuscula, 5.35, [,].
  42. Maximus, Opuscula, 5.35, [καὶ].
  43. Maximus, Opuscula, 5.36, [].
  44. Maximus, Opuscula, 5.37, [·].
  45. Maximus, Opuscula, 5.37, [ἐπτὰ].
  46. Maximus, Opuscula, 5.38, [,].
  47. Maximus, Opuscula, 5.38, [·].
  48. Maximus, Opuscula, 5.39, [ἐβδοματικὸς].
  49. Maximus, Opuscula, 5.42, [Δαυῖδ].
  50. Maximus, Opuscula, 5.42, [-].
  51. Maximus, Opuscula, 5.43, [].
  52. Maximus, Opuscula, 5.44, [-,].
  53. Maximus, Opuscula, 6.48, [·].
  54. Maximus, Opuscula, 6.48, [ἄνευ].
  55. Maximus, Opuscula, 6.48, [].
  56. Maximus, Opuscula, 6.51, [ἀλῶν,].
  57. Maximus, Opuscula, 6.51, [·].
  58. Maximus, Opuscula, 6.51, [πᾶς].
  59. Maximus, Opuscula, 6.52, [Δαυῖδ].
  60. Maximus, Opuscula, 6.52, [κυρίῳ].
  61. Maximus, Opuscula, 6.54, [ἀλῶν].
  62. Maximus, Opuscula, 6.55, [ἀλῶν].
  63. Maximus, Opuscula, 6.56, [,].
  64. Maximus, Opuscula, 6.56, [,].
  65. Maximus, Opuscula, 6.56, [,].
  66. Maximus, Opuscula, 6.57, [].
  67. Maximus, Opuscula, 6.58, [].
  68. Maximus, Opuscula, 6.58, [,].
  69. Maximus, Opuscula, 6.60, [].
  70. Maximus, Opuscula, 6.62, [,].
  71. Maximus, Opuscula, 7.63, [,].
  72. Maximus, Opuscula, 7.63, [].
  73. Maximus, Opuscula, 7.64, [,].
  74. Maximus, Opuscula, 7.64, [πέντε].
  75. Maximus, Opuscula, 7.65, [no paragraph].
  76. Maximus, Opuscula, 7.66, [].
  77. Maximus, Opuscula, 7.66, [τετράδι].
  78. Maximus, Opuscula, 7.69, [,].
  79. Maximus, Opuscula, 7.69, [καταφονεύει].
  80. Maximus, Opuscula, 7.69, [].
  81. Maximus, Opuscula, 7.70, [Δαυῖδ].
  82. Maximus, Opuscula, 7.71, [].
  83. Maximus, Opuscula, 7.71, [].
  84. Maximus, Opuscula, 7.73, [·].
  85. Maximus, Opuscula, 7.73, [πᾶσα].
  86. Maximus, Opuscula, 7.73, [,].
  87. Maximus, Opuscula, 8.78, [·].
  88. Maximus, Opuscula, 8.78, [τέσσαρα].
  89. Maximus, Opuscula, 8.78, [].
  90. Maximus, Opuscula, 8.79, [].
  91. Maximus, Opuscula, 8.79, [].
  92. Maximus, Opuscula, 8.79, [,].
  93. Maximus, Opuscula, 8.79, [].
  94. Maximus, Opuscula, 8.80, [κυρίῳ].
  95. Maximus, Opuscula, 8.80, [].
  96. Maximus, Opuscula, 8.82, [].
  97. Maximus, Opuscula, 8.83, [].
  98. Maximus, Opuscula, 8.83, [].
  99. Maximus, Opuscula, 8.84, [Δαυῖδ].
  100. Maximus, Opuscula, 8.84, [,].
  101. Maximus, Opuscula, 8.84, [εἰς].
  102. Maximus, Opuscula, 8.85, [Δαυῖδ,].
  103. Maximus, Opuscula, 8.87, [·].
  104. Maximus, Opuscula, 8.87, [ἀνάρρησιν].
  105. Maximus, Opuscula, 8.88, [].
  106. Maximus, Opuscula, 8.90, [θεός,].
  107. Maximus, Opuscula, 8.90, [].
  108. Maximus, Opuscula, 8.91, [].
  109. Maximus, Opuscula, 8.92, [θεός,].
  110. Maximus, Opuscula, 9.94, [·].
  111. Maximus, Opuscula, 9.94, [καθεῖλεν].
  112. Maximus, Opuscula, 9.94, [ὅταν].
  113. Maximus, Opuscula, 9.95, [].
  114. Maximus, Opuscula, 9.96, [ὅταν].
  115. Maximus, Opuscula, 9.97, [].
  116. Maximus, Opuscula, 9.98, [ὅταν].
  117. Maximus, Opuscula, 9.99, [θεοῦ].
  118. Maximus, Opuscula, 9.99, [].
  119. Maximus, Opuscula, 9.100, [].
  120. Maximus, Opuscula, 9.101, [].
  121. Maximus, Opuscula, 9.105, [].
  122. Maximus, Opuscula, 9.105, [Πνεύματος].
  123. Maximus, Opuscula, 9.107, [].
  124. Maximus, Opuscula, 9.107, [Πνεύματος].
  125. Maximus, Opuscula, 9.108, [].
  126. Maximus, Opuscula, 9.109, [].
  127. Maximus, Opuscula, 9.110, [συνσείουσαν].
  128. Maximus, Opuscula, 9.111, [·].
  129. Maximus, Opuscula, 9.112, [ἰᾶται].
  130. Maximus, Opuscula, 9.113, [κατ’ ἀρχὰς].
  131. Maximus, Opuscula, 10.114, [].
  132. Maximus, Opuscula, 10.117, [·].
  133. Maximus, Opuscula, 10.117, [ἔδωκας].
  134. Maximus, Opuscula, 10.118, [].
  135. Maximus, Opuscula, 10.119, [,].
  136. Maximus, Opuscula, 10.121, [θεός,].
  137. Maximus, Opuscula, 10.121, [].
  138. Maximus, Opuscula, 10.122, [].
  139. Maximus, Opuscula, 10.123, [].
  140. Maximus, Opuscula, 10.123, [].
  141. Maximus, Opuscula, 10.126, [·].
  142. Maximus, Opuscula, 10.126, [ποτίζει].
  143. Maximus, Opuscula, 10.131, [·].
  144. Maximus, Opuscula, 10.131, [δίδωσι].
  145. Maximus, Opuscula, 10.132, [].
  146. Maximus, Opuscula, 10.132, [,].
  147. Maximus, Opuscula, 10.133, [].
  148. Maximus, Opuscula, 11.134, [,].
  149. Maximus, Opuscula, 11.135, [·].
  150. Maximus, Opuscula, 11.135, [σημείωσις].
  151. Maximus, Opuscula, 11.135, [].
  152. Maximus, Opuscula, 11.136, [,].
  153. Maximus, Opuscula, 11.137, [πρὸς].
  154. Maximus, Opuscula, 11.137, [,].
  155. Maximus, Opuscula, 11.137, [].
  156. Maximus, Opuscula, 11.138, [·].
  157. Maximus, Opuscula, 11.138, [πρόσωπον].
  158. Maximus, Opuscula, 11.142, [].
  159. Maximus, Opuscula, 11.143, [λόγος].
  160. Maximus, Opuscula, 11.144, [κύριον,].
  161. Maximus, Opuscula, 11.145, [·].
  162. Maximus, Opuscula, 11.145, [τὸ].
  163. Maximus, Opuscula, 11.145, [].
  164. Maximus, Opuscula, 11.146, [].
  165. Maximus, Opuscula, 11.147, [κύριον,][no paragraph].
  166. Maximus, Opuscula, 11.147, [ἐφ᾽].
  167. Maximus, Opuscula, 11.148, [ἀγαπητοὶ].
  168. Maximus, Opuscula, 11.148, [θεοῦ].
  169. Maximus, Opuscula, 11.148, [εἰσὶν].
  170. Maximus, Opuscula, 11.149, [,].
  171. Maximus, Opuscula, 11.149, [].
  172. Maximus, Opuscula, 11.150, [].
  173. Maximus, Opuscula, 12.153, [].
  174. Maximus, Opuscula, 12.154, [θεὸς].
  175. Maximus, Opuscula, 12.154, [ἁγίῳ].
  176. Maximus, Opuscula, 12.154, [«Ἀγαλλιάσομαι].
  177. Maximus, Opuscula, 12.155, [].
  178. Maximus, Opuscula, 12.156, [σκηνῶν].
  179. Maximus, Opuscula, 12.156, [»].
  180. Maximus, Opuscula, 12.157, [θεὸς].
  181. Maximus, Opuscula, 12.158, [-].
  182. Maximus, Opuscula, 12.158, [-].
  183. Maximus, Opuscula, 12.159, [·].
  184. Maximus, Opuscula, 12.159, [ἐπακούει].
  185. Maximus, Opuscula, 12.159, [δέ,].
  186. Maximus, Opuscula, 12.160, [].
  187. Maximus, Opuscula, 12.161, [-].
  188. Maximus, Opuscula, 12.161, [ἀκούει].
  189. Maximus, Opuscula, 12.162, [θεὸς,].
  190. Maximus, Opuscula, 12.163, [δέ,].
  191. Maximus, Opuscula, 12.164, [].
  192. Maximus, Opuscula, 12.165, [-·].
  193. Maximus, Opuscula, 12.165, [λαλεῖ].
  194. Maximus, Opuscula, 12.165, [ἁγίῳ].
  195. Maximus, Opuscula, 12.165, [,].
  196. Maximus, Opuscula, 12.165, [].
  197. Maximus, Opuscula, 12.166, [Λόγῳ,].
  198. Maximus, Opuscula, 12.168, [].
  199. Maximus, Opuscula, 12.168, [,].
  200. Maximus, Opuscula, 12.169, [διὰ].
  201. Maximus, Opuscula, 12.169, [].
  202. Maximus, Opuscula, 12.170, [].
  203. Maximus, Opuscula, 12.171, [].
  204. Maximus, Opuscula, 12.171, [,].
  205. Maximus, Opuscula, 13.172, [·].
  206. Maximus, Opuscula, 13.172, [λαλεῖ].
  207. Maximus, Opuscula, 13.173, [,].
  208. Maximus, Opuscula, 13.174, [].
  209. Maximus, Opuscula, 13.175, [·][no paragraph].
  210. Maximus, Opuscula, 13.175, [ἀγαλλιᾶται].
  211. Maximus, Opuscula, 13.175, [,].
  212. Maximus, Opuscula, 13.176, [μονογενοῦς,].
  213. Maximus, Opuscula, 13.177, [,].
  214. Maximus, Opuscula, 13.177, [].
  215. Maximus, Opuscula, 13.178, [].
  216. Maximus, Opuscula, 13.179, [·].
  217. Maximus, Opuscula, 13.179, [ὠμίασις].
  218. Maximus, Opuscula, 13.180, [,].
  219. Maximus, Opuscula, 13.180, [ὅπέρ].
  220. Maximus, Opuscula, 13.180, [ἐστιν].
  221. Maximus, Opuscula, 13.181, [-].
  222. Maximus, Opuscula, 13.181, [πράξεως].
  223. Maximus, Opuscula, 13.182, [φασίν-·][no paragraph].
  224. Maximus, Opuscula, 13.182, [καὶ].
  225. Maximus, Opuscula, 13.183, [σκηνῶν].
  226. Maximus, Opuscula, 13.183, [,].
  227. Maximus, Opuscula, 13.184, [·].
  228. Maximus, Opuscula, 13.185, [ἡ].
  229. Maximus, Opuscula, 13.185, [σκηνῶν].
  230. Maximus, Opuscula, 13.186, [τὲ].
  231. Maximus, Opuscula, 13.187, [].
  232. Maximus, Opuscula, 13.187, [,].
  233. Maximus, Opuscula, 13.188, [,].
  234. Maximus, Opuscula, 13.188, [no paragraph].
  235. Maximus, Opuscula, 13.188, [σκηναὶ].
  236. Maximus, Opuscula, 13.188, [τυγχάνουσι].
  237. Maximus, Opuscula, 13.189, [].
  238. Maximus, Opuscula, 14.193, [no paragraph].
  239. Maximus, Opuscula, 14.193, [σκηναὶ].
  240. Maximus, Opuscula, 14.194, [].
  241. Maximus, Opuscula, 14.194, [σωτῆρος].
  242. Maximus, Opuscula, 14.194, [θεοῦ].
  243. Maximus, Opuscula, 14.196, [ἐκκλησίαι,].
  244. Maximus, Opuscula, 14.197, [no paragraph].
  245. Maximus, Opuscula, 14.197, [].
  246. Maximus, Opuscula, 14.197, [σκηνῶν].
  247. Maximus, Opuscula, 14.198, [].
  248. Maximus, Opuscula, 14.199, [σκηνῶν].
  249. Maximus, Opuscula, 14.199, [·].
  250. Maximus, Opuscula, 14.199, [σκῆνος].
  251. Maximus, Opuscula, 14.200, [].
  252. Maximus, Opuscula, 14.201, [].
  253. Maximus, Opuscula, 14.201, [].
  254. Maximus, Opuscula, 14.203, [τῶν].
  255. Maximus, Opuscula, 14.204, [].
  256. Maximus, Opuscula, 14.204, [,].
  257. Maximus, Opuscula, 14.204, [].
  258. Maximus, Opuscula, 14.205, [·].
  259. Maximus, Opuscula, 14.205, [ἀποκάλυψις].
  260. Maximus, Opuscula, 14.206, [τῷ].
  261. Maximus, Opuscula, 14.206, [,].
  262. Maximus, Opuscula, 14.207, [,].
  263. Maximus, Opuscula, 14.207, [].
  264. Maximus, Opuscula, 15.210, [,].
  265. Maximus, Opuscula, 15.210, [ὅπέρ].
  266. Maximus, Opuscula, 15.210, [ἐστιν].
  267. Maximus, Opuscula, 15.211, [,].
  268. Maximus, Opuscula, 15.212, [,].
  269. Maximus, Opuscula, 15.212, [].
  270. Maximus, Opuscula, 15.212, [·].
  271. Maximus, Opuscula, 15.212, [παντὸς].
  272. Maximus, Opuscula, 15.213, [].
  273. Maximus, Opuscula, 15.213, [,].
  274. Maximus, Opuscula, 15.214, [κραταίωσις].
  275. Maximus, Opuscula, 15.214, [].
  276. Maximus, Opuscula, 15.220, [·].
  277. Maximus, Opuscula, 15.220, [ἄρχει].
  278. Maximus, Opuscula, 15.222, [κύριον].
  279. Maximus, Opuscula, 15.222, [,].
  280. Maximus, Opuscula, 15.224, [θεόν,].
  281. Maximus, Opuscula, 15.224, [,].
  282. Maximus, Opuscula, 15.225, [].
  283. Maximus, Opuscula, 15.225, [·].
  284. Maximus, Opuscula, 16.226, [].
  285. Maximus, Opuscula, 16.228, [,].
  286. Maximus, Opuscula, 16.228, [-].
  287. Maximus, Opuscula, 16.229, [-].
  288. Maximus, Opuscula, 16.230, [·].
  289. Maximus, Opuscula, 16.230, [κάθαρσις].
  290. Maximus, Opuscula, 16.230, [].
  291. Maximus, Opuscula, 16.231, [,].
  292. Maximus, Opuscula, 16.231, [].
  293. Maximus, Opuscula, 16.232, [ἐλπίδας].
  294. Maximus, Opuscula, 16.233, [no paragraph].
  295. Maximus, Opuscula, 16.234, [κυρίου·].
  296. Maximus, Opuscula, 16.234, [υἱὸς].
  297. Maximus, Opuscula, 16.237, [τὲ].
  298. Maximus, Opuscula, 16.238, [, ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν.].
  299. Maximus, Opuscula, 16.240, [].
  300. Maximus, Opuscula, 16.240, [.].
  301. Maximus, Opuscula, 16.240, [Δύναται].
  302. Maximus, Opuscula, 16.241, [κυρίου,].
  303. Maximus, Opuscula, 16.241, [,].
  304. Maximus, Opuscula, 16.242, [,].
  305. Maximus, Opuscula, 16.243, [ἀνθρὡπίνοις,].
  306. Maximus, Opuscula, 16.243, [ποιητὴν].
  307. Maximus, Opuscula, 16.243, [,].
  308. Maximus, Opuscula, 17.244, [no paragraph].
  309. Maximus, Opuscula, 17.245, [,].
  310. Maximus, Opuscula, 17.246, [,].
  311. Maximus, Opuscula, 17.248, [-].
  312. Maximus, Opuscula, 17.249, [-].
  313. Maximus, Opuscula, 17.249, [ἄνευ].
  314. Maximus, Opuscula, 17.250, [].
  315. Maximus, Opuscula, 17.251, [].
  316. Maximus, Opuscula, 17.251, [no paragraph].
  317. Maximus, Opuscula, 17.251, [ὑπόδημα].
  318. Maximus, Opuscula, 17.252, [].
  319. Maximus, Opuscula, 17.252, [].
  320. Maximus, Opuscula, 17.253, [,].
  321. Maximus, Opuscula, 17.254, [αὐτοῦ].
  322. Maximus, Opuscula, 17.255, [].
  323. Maximus, Opuscula, 17.255, [,].
  324. Maximus, Opuscula, 17.259, [·][no paragraph].
  325. Maximus, Opuscula, 17.259, [ἡνίκα].
  326. Maximus, Opuscula, 17.260, [κύριος,].
  327. Maximus, Opuscula, 17.261, [].
  328. Maximus, Opuscula, 17.262, [,].
  329. Maximus, Opuscula, 17.263, [τὸ].
  330. Maximus, Opuscula, 17.263, [εὐαγγελίου].
  331. Maximus, Opuscula, 18.264, [].
  332. Maximus, Opuscula, 18.265, [ἐπιβαλών,].
  333. Maximus, Opuscula, 18.265, [,].
  334. Maximus, Opuscula, 18.267, [δαμάσει].
  335. Maximus, Opuscula, 18.271, [].
  336. Maximus, Opuscula, 18.272, [,].
  337. Maximus, Opuscula, 18.272, [].
  338. Maximus, Opuscula, 18.274, [no paragraph].
  339. Maximus, Opuscula, 18.275, [].
  340. Maximus, Opuscula, 18.276, [].
  341. Maximus, Opuscula, 18.277, [δυνάμεων].
  342. Maximus, Opuscula, 18.277, [].
  343. Maximus, Opuscula, 18.278, [no paragraph].
  344. Maximus, Opuscula, 18.278, [].
  345. Maximus, Opuscula, 18.279, [].
  346. Maximus, Opuscula, 19.280, [no paragraph].
  347. Maximus, Opuscula, 19.281, [].
  348. Maximus, Opuscula, 19.283, [,].
  349. Maximus, Opuscula, 19.284, [θεοῦ].
  350. Maximus, Opuscula, 19.287, [;].
  351. Maximus, Opuscula, 19.289, [,].
  352. Maximus, Opuscula, 19.290, [,].
  353. Maximus, Opuscula, 19.293, [,][no paragraph].
  354. Maximus, Opuscula, 19.293, [ἤ].
  355. Maximus, Opuscula, 19.293, [].
  356. Maximus, Opuscula, 19.294, [,].
  357. Maximus, Opuscula, 19.295, [ἐντολῶν].
  358. Maximus, Opuscula, 19.295, [,].
  359. Maximus, Opuscula, 19.297, [κύριος].
  360. Maximus, Opuscula, 20.300, [].
  361. Maximus, Opuscula, 20.300, [,].
  362. Maximus, Opuscula, 20.301, [].
  363. Maximus, Opuscula, 20.302, [,].
  364. Maximus, Opuscula, 20.303, [θεοῦ].
  365. Maximus, Opuscula, 20.303, [Πατρὸς].
  366. Maximus, Opuscula, 20.304, [προφήτης].
  367. Maximus, Opuscula, 20.305, [,].
  368. Maximus, Opuscula, 20.305, [θεός,].
  369. Maximus, Opuscula, 20.306, [τουτέστιν].
  370. Maximus, Opuscula, 20.306, [σύ,].
  371. Maximus, Opuscula, 20.306, [θεός,].
  372. Maximus, Opuscula, 20.307, [,].
  373. Maximus, Opuscula, 20.308, [].
  374. Maximus, Opuscula, 20.309, [].
  375. Maximus, Opuscula, 20.311, [θεός,].
  376. Maximus, Opuscula, 20.313, [θεὸς].
  377. Maximus, Opuscula, 20.314, [].
  378. Maximus, Opuscula, 20.314, [].
  379. Maximus, Opuscula, 20.314, [καὶ].
  380. Maximus, Opuscula, 20.315, [,].
  381. Maximus, Opuscula, 20.315, [ἀλλ᾽].
  382. Maximus, Opuscula, 20.316, [θεῷ].
  383. Maximus, Opuscula, 20.316, [].
  384. Maximus, Opuscula, 21.317, [].
  385. Maximus, Opuscula, 21.317, [θεὸς].
  386. Maximus, Opuscula, 21.320, [·].
  387. Maximus, Opuscula, 21.322, [θεοῦ].
  388. Maximus, Opuscula, 21.322, [σωτῆρος].
  389. Maximus, Opuscula, 21.323, [προφήτης].
  390. Maximus, Opuscula, 21.324, [,].
  391. Maximus, Opuscula, 21.325, [].
  392. Maximus, Opuscula, 21.328, [,].
  393. Maximus, Opuscula, 21.328, [].
  394. Maximus, Opuscula, 21.329, [,].
  395. Maximus, Opuscula, 21.329, [].
  396. Maximus, Opuscula, 21.330, [no paragraph].
  397. Maximus, Opuscula, 21.331, [].
  398. Maximus, Opuscula, 21.331, [,].
  399. Maximus, Opuscula, 21.331, [].
  400. Maximus, Opuscula, 21.332, [θεοῦ].
  401. Maximus, Opuscula, 21.332, [,].
  402. Maximus, Opuscula, 21.333, [].
  403. Maximus, Opuscula, 21.334, [·].
  404. Maximus, Opuscula, 21.334, [τοῦτο].
  405. Maximus, Opuscula, 21.336, [θεῷ].
  406. Maximus, Opuscula, 21.336, [ποιήσωμεν].
  407. Maximus, Opuscula, 21.336, [].
  408. Maximus, Opuscula, 21.338, [θεῷ].
  409. Maximus, Opuscula, 21.338, [].
  410. Maximus, Opuscula, 22.339, [].
  411. Maximus, Opuscula, 22.340, [,].
  412. Maximus, Opuscula, 22.341, [θεὸς].
  413. Maximus, Opuscula, 22.341, [].
  414. Maximus, Opuscula, 22.341, [ὅλως]
  415. Maximus, Opuscula, 22.343, [].
  416. Maximus, Opuscula, 22.345, [·].
  417. Maximus, Opuscula, 22.345, [αὐτὸς].
  418. Maximus, Opuscula, 22.346, [σωτήρ,].
  419. Maximus, Opuscula, 22.346, [δημιουργός·].
  420. Maximus, Opuscula, 22.346, [αὐτῷ].
  421. Maximus, Opuscula, 22.346, [καὶ τὸ κράτος].
  422. Maximus, Opuscula, 22.347, [τῶν αἰώνων].
  423. Maximus, Opuscula, 22.347, [ἀμήν.].