Επιτομή Ιστοριών/3
←Βιβλίο 2 | Επιτομή Ιστοριών Συγγραφέας: Βιβλίο 3: Βαβυλωνιακή αιχμαλωσία στον Κύρο (587–530 π.Χ.) |
Βιβλίο 4→ |
ed. Ludwig Dindorf. Teubner. 1868-1871. vol. 1., pp. 175-261 |
Πηγές:
- Ιουδαϊκή αρχαιολογία (Ιώσηπος)
- Δανιήλ (Αγία Γραφή)
- Ιουδίθ (Αγία Γραφή)
- Τωβίθ (Αγία Γραφή)
- Ερμηνεία των ψαλμών (Θεοδώρητος)
- Βίοι Αρταξέρξης και Αρταξέρξης; (Πλούταρχος)
- Κύρου Παιδεία (Ξενοφών)
Κεφάλαιο 1
Επεξεργασία[175] Ναβουζαρδὰν δὲ κατασκάψας τὴν Ἱερουσαλὴμ τόν τε λαὸν καὶ τὸν ἀρχιερέα Σαβαῖον καὶ τὰ σκεύη τὰ ἱερὰ εἰς Βαβυλῶνα ἐκόμισε. Ναβουχοδονόσορ δὲ τὰ σκεύη τοῦ θεοῦ τοῖς ἑαυτοῦ θεοῖς ἀνατέθεικε, τοὺς δὲ αἰχμαλώτους εἰς τὴν οἰκείαν χώραν κατῴκισε. τοὺς δ' αὐτομολήσαντας ἐν τῇ πολιορκίᾳ πρὸς τοὺς Βαβυλωνίους ἐν Ἰουδαίᾳ καταλιπὼν ὁ Ναβουζαρδὰν καὶ τοὺς πένητας, ἡγεμόνα τούτοις ἐπέστησε Γοδολίαν, ἄνδρα τῶν εὖ γεγονότων ἐπιεικῆ τε καὶ δίκαιον, καὶ τὴν χώραν ἐργάζεσθαι αὐτοῖς ἐνετείλατο, καὶ δασμοφορεῖν τῷ Ναβουχοδονόσορ ἐπέταξε. τῷ δὲ προφήτῃ Ἱερεμίᾳ εἰς Βαβυλῶνα ἀπελθεῖν προετρέπετο· ὁ δὲ ἐν τοῖς ἐρειπίοις τῆς πατρίδος ἤθελε διατρίβειν. καὶ ἀφῆκεν αὐτὸν ἐκεῖ, τῷ Γοδολίᾳ ἐπιτάξας πᾶσαν αὐτοῦ ποιεῖσθαι πρόνοιαν. ἀπέλυσε δὲ αὐτῷ καὶ τὸν φοιτητὴν Βαρούχ, τῇ πατρίῳ γλώττῃ διαφερόντως πεπαιδευμένον. ὅσοι δ' ἐκ τῆς Ἱερουσαλὴμ διὰ τὴν πολιορκίαν ἀπέδρασαν ἧκον πρὸς Γοδολίαν. ὁ δὲ γεωργεῖν τὴν χώραν αὐτοῖς συνεβούλευε καὶ κατοικεῖν ἣν ἕκαστος βούλεται πόλιν καὶ ἀνοικοδομεῖν τὰ ἐρείπια. γνόντες δὲ τὸν Γοδολίαν ἄνδρα χρηστόν, ὑπερηγάπησαν αὐτόν.
Ἐπανῆλθε δὲ σὺν τοῖς ἄλλοις καί τις καλούμενος Ἰσμαήλ, ἐκ τοῦ βασιλείου γένους ὑπάρχων, ὃς πρὸς τοὺς Ἀμμανίτας ἀπέδρα κατὰ τὸν τῆς πολιορκίας καιρόν. τοῦτον προσελθόντα τῷ Γοδολίᾳ τινὲς ἐπιβουλεύειν αὐτῷ ἔλεγον· εἰ δ' ἐπιτρέψει αὐτοῖς κτεῖναι [176] τὸν ἄνδρα, διαφεύξεται τὴν ἐπιβουλήν. ὁ δ' ἠπίστει, ἢ καὶ βέλτιον ἔλεγεν ἡγεῖσθαι αὐτὸς ἀποθανεῖν ἢ ἄνθρωπον κτεῖναι πιστεύσαντα αὐτῷ ἑαυτόν. μετὰ καιρὸν δὲ σὺν ἑτέροις ὁ Ἰσμαὴλ οὗτος πρὸς Γοδολίαν ἐλθὼν καὶ ξενισθεὶς ἀπέκτεινε τόν τε Γοδολίαν καὶ τοὺς συμποσιάζοντας. εἶτα νυκτὸς ἐπιθέμενος τοῖς καταλειφθεῖσιν ἐν τῇ πόλει Βαβυλωνίοις αὐτούς τε ἀνεῖλε καὶ πάντας τοὺς ἐκεῖ Ἰουδαίους. τῇ ἐπαύριον δὲ ὀγδοήκοντα ἀνδρῶν ἐκ τῆς χώρας σὺν δώροις πρὸς Γοδολίαν ἐλθόντων, καὶ τούτους ἀνεῖλεν ὁ Ἰσμαήλ, ἄνευ ὀλίγων τινῶν, οἳ κεκρυμμένα ἐν τοῖς ἀγροῖς ἔπιπλά τε καὶ ἐσθῆτας καὶ σῖτον ὑπέσχοντο δείξειν αὐτῷ. λαβὼν δὲ καὶ αἰχμαλωσίαν πολλὴν ἀπῄει πρὸς Ἀμμανίτας. ταῦτα δὲ μαθόντες ἡγεμόνες τῶν Ἰουδαίων τινές, καὶ τοὺς σὺν αὐτοῖς παραθήξαντες, κατεδίωξαν αὐτόν· καὶ τὴν μὲν αἰχμαλωσίαν ἐπανεσώσαντο, Ἰσμαὴλ δὲ σὺν ἀνδράσιν ὀκτὼ διαπέφευγεν.
Οἱ δὲ περισωθέντες τοὺς Βαβυλωνίους δεδοικότες ἀπιέναι πρὸς Αἴγυπτον ἐβουλεύοντο. καὶ τοῦ Ἱερεμίου μένειν αὐτοῖς συμβουλεύοντος, μένουσι γὰρ τὸ θεῖον αὐτοῖς προμηθεύσεσθαι μή τι πείσεσθαι κακόν, ἀπιοῦσι δὲ μὴ συνέσεσθαι αὐτοῖς, οὐκ ἐπίστευον, ἀλλ' ἀπειθήσαντες ἀπῆραν εἰς Αἴγυπτον, ἄγοντες καὶ τὸν Ἱερεμίαν καὶ τὸν Βαρούχ. ἀπελθόντι δ' ἐκεῖ τῷ προφήτῃ δηλοῖ τὸ θεῖον τὰ μέλλοντα. ὁ δὲ προύλεγε τοῖς ὁμοφύλοις ὡς ἐπὶ τοὺς Αἰγυπτίους στρατεύσει ὁ Βαβυλώνιος καὶ τῆς Αἰγύπτου κρατήσει, καὶ ὡς τοὺς μὲν αὐτῶν κτενεῖ, τοὺς δὲ δορυαλώτους ἀπάξει. δι' ἃ καὶ καταλευσθεὶς ὑπὸ τῶν συμφυλετῶν τέθνηκεν. ἃ δὲ προείρηκε γέγονε· πέμπτον γὰρ ἔτος μετὰ τὴν τῶν Ἱεροσολύμων ἠνύετο [177] πόρθησιν καὶ Ναβουχοδονόσορ κατὰ τῆς Κοίλης Συρίας ἐξώρμησε, καὶ κατασχὼν αὐτὴν Ἀμμανίταις ἐπῆλθε καὶ Μωαβίταις, κἀκεῖθεν ἐπ' Αἴγυπτον ἐξεστράτευσε, καὶ ὑποτάξας αὐτὴν κτείνει τὸν βασιλεύοντα, ἕτερον δ' ἐγκαθίστησι, τοὺς δ' ἐκεῖ Ἰουδαίους εἰς Βαβυλῶνα μετήνεγκεν. Ἱερεμίου δ' ἐν Αἰγύπτῳ ταφέντος, λέγεται ὁ βασιλεὺς Ἀλέξανδρος, κυριεύσας τῆς Αἰγύπτου μετὰ τῶν ἄλλων, ἐξυμνούντων τὸν προφήτην τῶν Αἰγυπτίων, μετενεγκεῖν τὰ ὀστᾶ ἐκείνου εἰς τὴν παρ' αὐτοῦ κτισθεῖσαν πόλιν τὴν Ἀλεξάνδρειαν.
Ὁ μὲν οὖν προφήτης προεῖπεν, ὡς εἴρηταί μοι, τὰ συμβησόμενα· τὸ δὲ τῶν Ἑβραίων γένος τοιοῦτον εὕρατο τέλος, πέραν Εὐφράτου μετενεχθέν. αἱ μὲν γὰρ δέκα φυλαὶ Ὠσηὲ βασιλεύοντος εἰς Σαμάρειαν παρὰ τῶν Ἀσσυρίων ᾐχμαλωτίσθησαν, αἱ δὲ δύο φυλαὶ μετὰ ταῦτα παρὰ Ναβουχοδονόσορ ἐλήφθησαν δορυάλωτοι, καὶ ὅσοι μετὰ τὴν τῶν Ἱεροσολύμων ἅλωσιν ὑπελείφθησαν. καὶ ὁ μὲν Σαλμανασὰρ τὸ τῶν Χουθαίων ἔθνος ἐκ Περσίδος μετῴκισεν εἰς Σαμάρειαν, ὁ δὲ Ναβουχοδονόσορ ἔρημον ἀφῆκε τὴν Ἰουδαίαν, καὶ ἔμεινεν οὕτως ἐπὶ ἐνιαυτοὺς ἑβδομήκοντα. ὁ μεταξὺ δὲ τῆς τῶν δέκα φυλῶν αἰχμαλωσίας ἐκ Σαμαρείας καὶ τῆς τῶν δύο ἐξ Ἱερουσαλὴμ χρόνος ἑκατὸν τριάκοντα ἔτη καὶ μῆνες ἓξ πρὸς ἡμέραις δέκα ἐγένοντο.
Κεφάλαιο 2
ΕπεξεργασίαΤοὺς δ' εὐγενεστέρους τῶν αἰχμαλώτων παῖδας καὶ τῷ βασιλεῖ Σεδεκίᾳ προσήκοντας καὶ τῶν ἄλλων ἀκμαιοτέρους καὶ ὡραιοτέρους ἐκτομίας ποιήσας ὁ [178] Βαβυλώνιος, καὶ παιδαγωγοῖς παραδούς, τά τε τῶν Χαλδαίων ἐδίδασκε γράμματα καὶ τὰ ἐπιχώρια, ἐκ τῆς ἰδίας τραπέζης ἀποτάξας σφίσι τὴν δίαιταν. τέσσαρες δὲ τῶν παίδων ἦσαν ἐκ τοῦ βασιλικοῦ γεγονότες γένους, καλοὶ τὰς ὄψεις καὶ ἀγαθοὶ τὰς φύσεις· ὧν τὸν μὲν Δανιὴλ καλούμενον Βαλτάσαρ ὁ Βαβυλώνιος μετωνόμασε, τὸν δὲ Ἀνανίαν ὠνομασμένον Σεδράχ, Μισαὴλ δὲ τὸν ἕτερον κεκλημένον Μισάκ, καὶ τὸν λοιπὸν Ἀζαρίαν Ἀβδεναγώ· οὓς καὶ τῶν ἄλλων ἦγεν ἐντιμοτέρους, δι' εὐφυΐαν ἐπὶ σοφίᾳ προκόπτοντας. οὗτοι τοίνυν οἱ νεανίαι τοῦ προεστῶτος αὐτῶν εὐνούχου ἐδέοντο μὴ τοῖς ἐκ τῆς βασιλικῆς τραπέζης χορηγουμένοις αὐτοῖς διαιτᾶν σφᾶς, ἀλλ' ὀσπρίοις καὶ φοίνιξι καὶ τοιούτοις ἄλλοις. ὁ δὲ δεδιέναι ἔλεγε μὴ τοιούτοις τρεφόμενοι λεπτυνθῶσι τὰ σώματα, καὶ παρὰ τοῦ βασιλέως διὰ τοῦτο αὐτὸς κακωθῇ. οἱ δὲ ἐφ' ἡμέρας δέκα οὕτω διαιτῆσαι αὐτοὺς παρεκάλουν, καὶ εἰ μὲν μὴ μεταβάλοιτο ἡ τῶν σωμάτων ἕξις αὐτοῖς, οὕτω διαιτᾶν αὐτοὺς καὶ εἰς τὸ ἑξῆς, εἰ δ' ἴδοι τὰ σώματα αὐτῶν ἰσχναινόμενα, τῆς προτέρας ἔχεσθαι διαιτήσεως. πείθεται τούτοις ὁ τῶν παίδων προεστηκώς, καὶ οὕτω ποιήσας ὡς οὐδὲν αὐτοὺς ἐκ τῶν τοιούτων τροφῶν παθόντας εἶδε, μᾶλλον μὲν οὖν καὶ τῶν ἄλλων θαλερωτέρους γεγονότας, ἀψύχους αὐτοῖς προσῆγε τροφάς. οἱ δὲ λεπτυνθέντος αὐτοῖς τοῦ νοός, πᾶσαν κατώρθωσαν παιδείαν Χαλδαϊκὴν καὶ Ἀσσύριον. ὁ δέ γε Δανιὴλ καὶ περὶ κρίσεις ὀνείρων κατέτεινε τὴν σπουδήν.
Εἶτα ἐνύπνιον ὁ Ναβουχοδονόσορ ἐξαίσιον θεασάμενος, καὶ τὴν κρίσιν τούτου κατὰ τοὺς ὕπνους μαθών, τοῦ τε ὀνείρου καὶ τῆς κρίσεως αὐτοῦ ἐπελάθετο. ἕωθεν οὖν μεταπεμψάμενος τοὺς Χαλδαίους [179] καὶ τοὺς μάντεις καὶ μάγους, ἀπῄτει τούτους τὸ ὄναρ τε εἰπεῖν αὐτῷ καὶ τὴν τούτου δήλωσιν. οἱ δὲ αὐτὸν ἤθελον πρότερον εἰπεῖν τὸ ἐνύπνιον, καὶ οὕτως αἰτεῖν ἐξ ἐκείνων τὸ σημαινόμενον. ὠργίσθη ἐπὶ τούτοις ὁ βασιλεὺς καὶ θάνατον ἁπάντων κατεψηφίσατο μὴ δύνασθαι λεγόντων εὑρηκέναι τὸν ὄνειρον. τούτοις ὡς σοφοὶ καὶ Δανιὴλ καὶ οἱ τρεῖς παῖδες καὶ συνεκλήθησαν καὶ συγκατεκρίθησαν. πρόσεισι τοίνυν ὁ Δανιὴλ τῷ τῶν βασιλικῶν σωματοφυλάκων ἐξάρχοντι, καὶ ἠξίωσεν ἐπὶ μίαν νύκτα τὴν ἀναίρεσιν τῶν κατακριθέντων ὑπερτεθῆναι· "ἴσως γάρ" ἔφη "δι' αὐτῆς δεηθησόμεθα τοῦ θεοῦ καὶ γνωσόμεθα τὸ ἐνύπνιον." ἐνέδωκεν ὁ βασιλεὺς πρὸς τὴν αἴτησιν. καὶ συμπαραλαβὼν ὁ Δανιὴλ καὶ τοὺς τρεῖς αὐτοῦ συγγενεῖς παῖδας ἱκέτευσε διὰ τῆς νυκτὸς τὸν θεόν. δηλοῦται οὖν αὐτῷ θεόθεν καὶ τὸ ἐνύπνιον καὶ τὰ δι' αὐτοῦ σημαινόμενα. καὶ μεθ' ἡμέραν ἀπῄει πρὸς τὸν βασιλέα καί οἱ παρὰ τοῦ θεοῦ ἔφη γνωρισθῆναι αὐτῷ καὶ τὸ ὄναρ καὶ τὴν αὐτοῦ δήλωσιν, ἐλεήσαντος τοὺς ἀδίκως διὰ τοῦτο ἀποθανεῖν κινδυνεύοντας, "οὐδὲν δ' ἧττον καὶ σὲ τὸν θέλοντα ἀναιτίως τοσούτους κτεῖναι ἐξ ὧν ἀπῄτεις ἀδύνατα, ἃ μόνῃ τῇ θείᾳ φύσει γνωστά. ἃ δ' ἐθεάσω τοιαῦτά εἰσιν. ἐδόκεις ὁρᾶν ἀνδριάντα μέγαν ἑστῶτα, οὗ χρυσῆ μὲν ἡ κεφαλή, οἱ δὲ ὦμοι καὶ οἱ βραχίονες ἀργυροῖ, ἡ δέ γε γαστὴρ μετὰ τῶν μηρῶν ἐκ χαλκοῦ, αἱ κνῆμαι δὲ καὶ οἱ πόδες ἦσαν μέρος μέν τι σιδήρεοι, μέρος δέ τι ὀστράκινοι. εἶτα λίθος ἐξ ὄρους ἀπορραγεὶς τῷ ἀνδριάντι ἔδοξεν ἐμπεσεῖν καὶ συντρῖψαι αὐτόν, καὶ λεπτῦναι τὸν χρυσὸν καὶ τὸν ἄργυρον καὶ τὸν χαλκὸν καὶ τὸν σίδηρον καὶ τὸν ὄστρακον ἐς τοσοῦτον ὡς ὑπ' ἀνέμου ἐκλικμηθῆναι καὶ σκεδασθῆναι [180] αὐτά. ὁ δὲ λίθος ἐδόκει αὐξῆσαι καὶ εἰς τοσοῦτον μέγεθος προελθεῖν ὡς πᾶσαν ὑπ' αὐτοῦ πεπληρῶσθαι τὴν γῆν. οὗτος μὲν οὖν σοι ὁ ὄνειρος· ἃ δὲ δηλοῦταί σοι δι' αὐτοῦ, φροντίζοντι περὶ τῆς βασιλείας καὶ τίς ἄρξει μετὰ σέ, ταῦτά εἰσιν. ἡ μὲν χρυσῆ κεφαλὴ σύ τε εἶ καὶ οἱ λοιποὶ βασιλεῖς τῶν Βαβυλωνίων, τὸ πολύολβον δ' ὁ χρυσὸς τῆς ἀρχῆς σου παραδηλοῖ· αἱ δὲ δύο χεῖρες καὶ οἱ ὦμοι διττὰς εἰκονίζουσι βασιλείας, ὑφ' ὧν ἡ ὑμῶν ἡγεμονία καταλυθήσεται· ἡ χαλκῆ δὲ γαστὴρ καὶ οἱ τοιοῦτοι μηροὶ βασιλέα δηλοῦσι χαλκὸν ἐνδεδυμένον, ὃς τοὺς ὑμᾶς καταλύσοντας καθαιρήσει· τὴν δ' ἐκείνου βασιλείαν αὖθις ἑτέρα καταπαύσει δυνατωτέρα· τοῦ τε γὰρ χρυσοῦ καὶ τοῦ ἀργύρου καὶ τοῦ χαλκοῦ ὁ σίδηρος δυνατώτερος." ὁ μὲν γὰρ χρυσός, καὶ μᾶλλον ὁ καθαρώτατος, τοῦ ἀργύρου ἐστὶ μαλακώτερος· ὁ δ' ἄργυρος τοῦ μὲν χρυσοῦ στεγανώτερος, τοῦ δὲ χαλκοῦ τυγχάνει χαυνότερος· ὁ δὲ σίδηρος αὖθις καὶ τοῦ χαλκοῦ στερεώτερος. κεφαλῇ μὲν οὖν ἡ τῶν Ἀσσυρίων βασιλεία ἀπείκασται, ὡς προγενεστέρα τῶν ἄλλων καὶ τῷ χρόνῳ προάγουσα. δευτέραν δὲ τὴν τῶν Μήδων καὶ τῶν Περσῶν ἐκάλεσεν, αἳ τὴν τῶν Ἀσσυρίων ἀρχὴν καθῃρήκασιν. ὁ γὰρ Κῦρος, ὥσπερ ἱστορηθήσεται, Πέρσης μὲν ἦν πατρόθεν, τοῖς δὲ Μήδοις προσῆκεν ἐκ τῆς μητρός· ὃς ἄμφω τὰ ἔθνη συμπαραλαβὼν καὶ πολεμήσας τοῖς Ἀσσυρίοις τὴν αὐτῶν βασιλείαν κατέλυσε. τῇ δυάδι δὲ τῶν χειρῶν ἡ τῶν ἐθνῶν τούτων ἀμφοῖν δυὰς εἰκονίζεται. τρίτην δὲ βασιλείαν τὴν τῶν Μακεδόνων καλεῖ. τῷ χαλκῷ δὲ ταύτην ἀπείκασεν ὡς δυνατωτέραν, οἷα καὶ τὴν Περσικὴν ἀρχὴν καταλύσασαν. καὶ διὰ μὲν τῆς κοιλίας ἡ Ἀλεξάνδρου μοναρχία ὑποτυποῦται, διὰ δὲ τῶν [181] μηρῶν ἡ μετὰ θάνατον ἐκείνου τῆς βασιλείας διαίρεσις καὶ ὁ αὐτῆς μερισμός. τετάρτην δὲ βασιλείαν τὴν τῶν Ῥωμαίων ἐκάλεσεν, ᾗ τὸν σίδηρον ἀπένειμε διὰ τὸ στερέμνιον. ταῖς δὲ κνήμαις αὐτὴν εἰκόνισεν διὰ τὸ μετάχρονον· τῶν γὰρ ἄλλων μεγάλων βασιλειῶν μεταγενεστέρα ἡ τῶν Ῥωμαίων, καὶ αἱ κνῆμαι δὲ καὶ οἱ πόδες τελευταῖα μέρη τοῦ σώματος. τὸ δὲ τῷ σιδήρῳ ἀναμεμῖχθαι τὸ ὄστρακον αἰνίττεται τὸ ἰσχυρὰν μὲν εἶναι τὴν βασιλείαν, ἔχειν δὲ παρ' ἑαυτῇ καὶ εὔθραυστόν τι καὶ ἄναλκι· τοιοῦτον γὰρ τὴν φύσιν τὸ ὄστρακον, συγκείμενον ἐκ πηλοῦ.
Κεφάλαιο 3
ΕπεξεργασίαΕἰ μὲν οὖν πρὸς τὴν προτέραν κατάστασιν τῆς Ῥωμαίων ἡγεμονίας ἀναγαγεῖν τις βουληθείη τὸ ὅραμα, ὅτε ἡ γερουσία καὶ οἱ δικτάτωρες καὶ οἱ ὕπατοι καὶ οἱ δήμαρχοι καὶ ὁ δῆμος τῆς τῶν πολιτικῶν πραγμάτων ἀντείχοντο διοικήσεως, εὑρήσει πολλαχοῦ τὸν δῆμον τῇ γερουσίᾳ διαφερόμενον καὶ στάσεις ἐγειρομένας, ἄλλα μὲν τῶν τῆς βουλῆς διαταττομένων, ἄλλα δὲ τῶν τοῦ πλήθους ἀντεισαγόντων, ὡς ἐκ τούτου μάχεσθαί τε ἀλλήλοις καὶ σφίσι τὰ πράγματα διὰ τὴν διχόνοιαν ἔστιν οὗ ῥέπειν ἐπὶ τὸ χεῖρον καὶ ἀσθενέστερον. σιδήρῳ μὲν οὖν ἄν τις εἰκονίσαι τὴν σύγκλητον διὰ τὸ τῆς γνώμης στερέμνιον, ὀστράκῳ δ' ἂν εἰκασθείη τὸ πλῆθος, ἀναμεμιγμένον ὂν τοῖς ἐν τέλει καὶ τῇ βουλῇ, διά τε τὸ συρφετῶδες καὶ τὸ χαμαίζηλον, τοιοῦτον γὰρ ὁ πηλὸς ὅθεν τὸ ὄστρακον γίνεται, καὶ διὰ τὸ εὐμετάβολον καὶ τὴν ἀσθένειαν τοῦ φρονήματος. εἴωθεν γὰρ τὸ πλῆθος ἀστατεῖν ῥᾳδίως τε μετάγεσθαι καὶ μεταβουλεύεσθαι· ταῦτα [182] δέ τις εὑρήσει πλειστάκις τῇ Ῥωμαϊκῇ πολιτείᾳ συμβεβηκότα, ἐπιὼν τὰ περὶ ταύτης ἀρχαῖα συγγράμματα.
Εἰ μὲν οὖν πρὸς τὴν προτέραν κατάστασιν τῆς Ῥωμαϊκῆς πολιτείας ἀναφέροι τις τὴν διαφορὰν τῶν ὑλῶν καὶ τὴν μίξιν αὐτῶν, ταῦτ' ἂν ἴσως λογίσαιτο, εἰ δὲ πρὸς τὴν ὑστέραν, ὅτε πρὸς μοναρχίαν ἐξ ἀριστοκρατίας μετήνεκτο Ῥωμαίοις τὰ πράγματα, καὶ πρὸς τὴν εἰσέπειτα τῆς βασιλείας κατάστασιν, καὶ τότε πλείστην ἂν καταλάβοι τῇ πολιτείᾳ προξενήσασαν βλάβην τὴν πρὸς ἀλλήλους τῶν Ῥωμαίων διχόνοιαν. ὅ τε γὰρ Καῖσαρ τῆς μοναρχίας ὀριγνηθεὶς ἐμφυλίους πολέμους πρὸς τὸν Μάγνον Πομπήιον καὶ πρὸς τοὺς ἄλλους, οἳ τῆς ἐλευθερίας ἀντεποιοῦντο τῆς παλαιᾶς, συνεστήσατο, καὶ πρὸς τοὺς ἀνελόντας αὖθις αὐτὸν ὁμοίας μάχας ὁ Καῖσαρ ὁ Αὔγουστος καὶ ὁ Ἀντώνιος συνεκρότησαν, εἶτ' αὖθις ἄμφω πρὸς ἀλλήλους οὗτοι περὶ τῆς αὐταρχίας διαφερόμενοι πολέμους βαρεῖς κεκινήκασιν, ἀμφοτέρωθεν ἐν πάσαις ταῖς μάχαις φθειρομένων ὁμογενῶν, κἀντεῦθεν τῆς Ῥωμαϊκῆς ἐλαττουμένης δυνάμεως. καὶ οὐδ' ἐν τοῖς μετέπειτα τὰς στάσεις λωφησάσας ἴδοι τις ἄν.
Εἰ δέ τις πρὸς τὰς ὕστερον βασιλείας τὴν τοῦ σιδήρου καὶ τοῦ ὀστράκου φύσιν παραβαλεῖ, εὑρήσει πῇ μὲν ἰσχυρὰν τὴν τῶν Ῥωμαίων ἀρχήν, πῇ δ' ἀσθενοῦσαν καὶ τὸ πλεῖστον τῆς παλαιᾶς ἀποβεβληκυῖαν ἐπικρατείας, καὶ πολλοστῷ νῦν μέρει τῆς παλαιᾶς ἐκείνης περιγεγραμμένην ἡγεμονίας.
Τὰ μὲν οὖν τῶν τεσσάρων βασιλειῶν ἐν τούτοις· ἡ δὲ λοιπή τε καὶ ἀκατάλυτος, ἣν ὁ λίθος εἰκόνιζεν ὃς ἄνευ χειρῶν ἐτμήθη καὶ τὰς ὕλας ἐλέπτυνεν ἐξ ὧν συντέθειτο ἡ εἰκών, καὶ τὴν γῆν ἐπλήρωσεν [183] ἅπασαν, ἣν εἰς τοὺς αἰῶνας ὁ προφήτης εἴρηκε μὴ διαφθαρήσεσθαι, ἡ μέλλουσα ἐπιφάνεια εἴη ἂν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἥτις, τῆς σιδηρᾶς βασιλείας γενομένης ἀσθενεστέρας διὰ τὴν τοῦ ὀστράκου ἐπιμιξίαν, ἀναφανήσεται· ὅτε αὐτῷ τὰ πάντα ὑποταγήσεται, καὶ βασιλείας ἀτελευτήτου τε καὶ ἀδιαφθόρου ἀξιώσει τοὺς ταύτης ἀξίους ἑαυτοὺς καταστήσαντας. λίθον γὰρ εἴωθεν ἡ γραφὴ καλεῖν τὸν Χριστόν. ὅ τε γὰρ Δαβίδ "λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες" ἔφη, "οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας," καὶ ὁ Ἡσαΐας ἐκ προσώπου φησὶ τοῦ θεοῦ "ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαῖον." καὶ ὁ μέγας Παῦλος ἀκρογωνιαῖον καλεῖ τὸν Χριστόν, ἐφ' ᾧ ἐποικοδομηθῆναι τοὺς πιστεύσαντας ἔγραψε. καὶ πάλιν λέγει "θεμέλιον ἕτερον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός." καὶ αὖθις ἑτέρωθι "ἔπινον ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ δὲ πέτρα ἦν ὁ Χριστός." καὶ πέτρα δὲ σκανδάλου καὶ λίθος προσκόμματος λέγεται, καὶ πολλαχοῦ ἂν εὑρεθείη λίθος καὶ πέτρα κεκλημένος ὁ κύριος. τὸ δ' ἄνευ χειρῶν τμηθῆναι τὴν ὑπὲρ φύσιν αὐτοῦ γέννησιν προεδήλου, τὴν ἄνευ σπορᾶς, τὴν γαμικῆς ὁμιλίας χωρίς. ὄρος μὲν γὰρ ἡ τοῦ Ἰούδα νομισθείη φυλή, ἐξ ἧς ὁ Δαβίδ· λίθος δὲ ὁ Χριστός, τμηθεὶς ἐξ αὐτῆς κατὰ τὸ ἀνθρώπινον· ἄνευ δὲ χειρῶν, ὅτι μὴ κατὰ τοὺς φυσικοὺς προῆλθε θεσμούς, ἀλλ' ἐξ ἀπειράνδρου καὶ ἁγίας γαστρός. ὃς μικρὸς μὲν ἐδόκει πρότερον διὰ τὴν φύσιν τῆς ἀνθρωπότητος, [184] προϊὼν δὲ τὴν οἰκουμένην πᾶσαν τῆς οἰκείας δόξης ἐπλήρωσε, καὶ ἔτι μᾶλλον πληρώσει κατὰ τὴν μέλλουσαν αὐτοῦ ἐπιφάνειαν.
Ὁ μὲν οὖν προφήτης τό τε ἐνύπνιον τῷ Ναβουχοδονόσορ ἀπήγγειλε καὶ τὴν τούτου σύγκρισιν ἀνεκάλυψεν, ὁ δὲ θαυμάσας ἐπὶ πρόσωπον ἔπεσε καὶ τῷ Δανιὴλ προσεκύνησε καὶ θύειν αὐτῷ διετάξατο, οὐκ ἐκείνῳ τὴν ἅπασαν ἀπονέμων τιμὴν ὁ ἀλαζὼν ἐκεῖνος καὶ ὑπερήφανος, ἀλλὰ τῷ παρ' ἐκείνου θρησκευομένῳ θεῷ. ἔφη γάρ "ἐπ' ἀληθείας ὁ θεὸς ὑμῶν οὗτός ἐστι θεὸς θεῶν καὶ κύριος βασιλέων καὶ ἀποκαλύπτων μυστήρια." δώματά τε αὐτῷ παρέσχε πολλά, καὶ πάσης τῆς Βαβυλῶνος κατέστησεν ἄρχοντα, καὶ Βαλτάσαρ αὐτὸν ἐπωνόμασε, τὴν προσηγορίαν αὐτῷ θέμενος τοῦ οἰκείου θεοῦ.
Κεφάλαιο 4
ΕπεξεργασίαΕἶτα χρύσεον ἀνδριάντα στήσας πήχεων μὲν τὸ ὕψος ἑξήκοντα, πλάτος δὲ ἕξ, συνεκάλεσεν ἐξ ἁπάσης αὐτοῦ τῆς ἀρχῆς τοὺς πρώτους, προστάξας, ὅταν ἀκούσωσι τῆς σάλπιγγος, τότε πεσόντας προσκυνεῖν τὸν ἀνδριάντα, τοὺς δ' ἀπειθήσαντας εἰς τὴν τοῦ πυρὸς ἐμβληθῆναι κάμινον, ἣν ἐκεῖ μεγάλην ἐξέκαυσε καὶ σφοδράν. πάντων οὖν προσκυνούντων οἱ τρεῖς νεανίαι, οὓς συγγενεῖς τοῦ Δανιὴλ ἡ ἱστορία παρέδωκε, μὴ παραβῆναι τὰ πάτρια θέλοντες οὐ προσεκύνησαν. καὶ οἱ μὲν εἰς τὴν κάμινον αὐτίκα ἐβλήθησαν· τὸ δὲ πῦρ ἐκείνων οὐχ ἥψατο, ἀλλ' ἑστῶτες ἐν μέσῳ τῆς ἀνυποστάτου φλογὸς ἐκείνης ὕμνον ἀνέπεμπον τῷ θεῷ. συνειστήκει δὲ τοῖς τρισὶν ἐκείνοις καὶ τέταρτος· ἄγγελος δ' ἦν συγκαταβὰς αὐτοῖς καὶ [185] τὸν φλογερὸν ἐκεῖνον ἀέρα μετατρέπων εἰς αὔραν δροσώδη. ταῦτα ἐξέστησαν τὴν θηριώδη ψυχὴν τοῦ βασιλέως ἐκείνου καὶ ἀτεράμονα, καὶ τὸν τῦφον ἀφεὶς πρόσεισι καὶ ἐξ ὀνόματος τοὺς νεανίας καλεῖ καὶ τὸν θεὸν αὐτῶν εὐλογεῖ, καὶ τοὺς ἄνδρας ἐκείνους τιμῆς ἀξιοῖ καὶ ἡγεμόνας τῶν ἐν Βαβυλῶνι πάντων Ἰουδαίων καθίστησιν.
Ὁρᾷ δὲ μετ' ὀλίγον ὁ Ἀσσύριος ἐκεῖνος ἐνύπνιον ἕτερον. δένδρον ἑώρα μέγα τε καὶ τῆς γῆς περιέχον τὰ πέρατα, φύλλοις ὡραϊζόμενον καὶ βρῖθον καρπῷ. ὑπ' αὐτὸ δὲ κατεσκήνουν τὰ θηρία τὰ ἄγρια, καὶ τὰ πετεινὰ ἐν τοῖς κλάδοις κατῴκει αὐτοῦ. εἶτα Ἲρ εἶδεν οὐρανόθεν ἐλθόντα καὶ ἐν ἰσχύϊ φωνήσαντα "ἐκκόψατε τὸ δένδρον, καὶ τοὺς κλάδους αὐτοῦ ἐκτίλατε, καὶ τὰ φύλλα ἐκτινάξατε, καὶ διασκορπίσατε τὸν καρπὸν αὐτοῦ, πλὴν ἐάσατε τὴν φυὴν τῶν ῥιζῶν αὐτοῦ· καὶ ἐν δεσμῷ σιδηρῷ καὶ ἐν τῇ χλόῃ τῆς γῆς καὶ ἐν τῇ δρόσῳ τοῦ οὐρανοῦ αὐλισθήσεται, καὶ μετὰ τῶν θηρίων ἡ μερὶς αὐτοῦ, καὶ ἡ καρδία αὐτοῦ ἀπὸ τῶν ἀνθρώπων ἀλλοιωθήσεται, καὶ καρδία θηρίου δοθήσεται αὐτῷ, καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπ' αὐτόν." ταύτην ἰδὼν τὴν ὄψιν συγκαλεῖ πάλιν τοὺς μάγους καὶ τοὺς σοφοὺς Βαβυλῶνος καὶ ζητεῖ μαθεῖν τὰ δι' αὐτῆς σημαινόμενα. ἠπόρουν δ' ἐκεῖνοι καὶ οὐκ εἶχον λέγειν τοῦ ἐνυπνίου τὴν δήλωσιν. εἶτα πάλιν καταφεύγει ἐπὶ τὸν Δανιὴλ καὶ διηγεῖται αὐτῷ τὸ ἐνύπνιον καὶ ἠξίου λέγειν τὸ σύγκριμα· "δύνασαι γάρ" φησίν, "ὅτι πνεῦμα θεοῦ ἅγιον ἐν σοί." ὁ δέ "κύριέ μου" φησί "βασιλεῦ, τὸ ἐνύπνιον τοῦτο τοῖς μισοῦσί σε." εἶτα τὴν σημασίαν ἐξηγεῖται αὐτῷ καί φησι "τὸ δένδρον τὸ μέγα, ὃ ἑώρακας, σὺ εἶ, ὦ βασιλεῦ, ὅτι ἐμεγαλύνθης καὶ ἴσχυσας, καὶ ἡ μεγαλωσύνη [186] σου ἔφθασεν εἰς τὸν οὐρανόν, καὶ ἡ κυρεία σου εἰς τὰ πέρατα τῆς γῆς," μεγαλωσύνην δὲ τὴν τοῦ νοὸς ἐκάλεσεν ἔπαρσιν καὶ τοῦ φρονήματος τὸ ὑπέρογκον· "ὅτι δὲ Ἲρ εἶδες ἅγιον ἐκ τοῦ οὐρανοῦ καταβαίνοντα," τουτέστιν ἄγγελον θεῖον· τὸ γὰρ Ἲρ ἐξελληνιζόμενον τὸν ἐγρηγορότα δηλοῖ, δι' οὗ τὸ ἀσώματον ὑπαινίττεται· ὁ γὰρ σῶμα περικείμενος ὕπνῳ δουλοῦται, ὁ τούτῳ δὲ μὴ δουλεύων ἀσώματον ἔχει φύσιν, "ὅτι τοίνυν τὸν ἐγρηγορότα" φησίν "ἐκεῖνον εἶδες φωνήσαντα ἐκκοπῆναι τὸ δένδρον, ἐαθῆναι δὲ τὴν φυὴν τῶν ῥιζῶν αὐτοῦ, καὶ τὰ λοιπά, ἔλπιζε τῆς βασιλείας μὲν ἐκπεσεῖν καὶ τῆς πρὸς ἀνθρώπους κοινωνίας ἐκδιωχθῆναι, θηρίοις δὲ συναυλίζεσθαι καὶ χόρτον ἐσθίειν, μὴ μέντοι πάντῃ τῆς βασιλείας στερηθῆναι, ἐπανασωθῆναι δέ σοι αὖθις αὐτήν·" τούτου γὰρ εἶναι σημαντικὸν τὸ τὴν φυὴν τῶν ῥιζῶν ἐαθῆναι τοῦ δένδρου. τοιαύτην τῷ Ναβουχοδονόσορ ὁ Δανιὴλ τὴν ἐξήγησιν τοῦ ὁράματος ἐποιήσατο. καὶ γέγονε πάντα κατὰ τὸν θεῖον χρηματισμόν, καὶ μανίαν νοσήσας ὁ βασιλεὺς ἐκεῖνος διὰ τὸ ἀλαζονικόν τε καὶ ὑπερήφανον καὶ ἐπὶ τῆς ἐρήμου διατρίψας ἑπταετίαν, οὐδενὸς ἐπιθεμένου τῇ βασιλείᾳ αὐτοῦ πάλιν ἀπολαμβάνει αὐτὴν ἱλεωσάμενος τὸν θεόν. ἔτη δὲ τρία βασιλεύσας καὶ τεσσαράκοντα τελευτᾷ. μεμνῆσθαι δὲ αὐτοῦ ὁ Ἰώσηπος λέγει καὶ πολλοὺς τῶν ἀρχαίων ἱστορικῶν, τόν τε Βηρωσὸν καὶ τὸν Μεγασθένη καὶ τὸν Διοκλέα καὶ τὸν Φιλόστρατον.
Τούτου δὲ τελευτήσαντος Εὐιλὰδ Μαροδὰχ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος τὴν ἀρχὴν διαδέχεται. ὃς αὐτίκα λύει μὲν τῶν δεσμῶν τὸν βασιλέα Ἰωακεὶμ τὸν [187] καὶ Ἰεχονίαν καλούμενον, ὃν καθειργμένον εἶχεν ὁ Ναβουχοδονόσορ, καὶ τιμῆς ἀξιοῖ, δίδωσι δὲ καὶ δωρεὰς αὐτῷ καὶ ὁμοδίαιτον εἶχε διὰ παντός.
Κεφάλαιο 5
ΕπεξεργασίαΚαὶ τούτου δὲ παρελθόντος εἰς τὸν ἀδελφὸν αὐτοῦ μετῆλθεν ἡ βασιλεία Βαλτάσαρ καλούμενον, καθ' οὗ Κῦρος μετὰ Περσῶν τε καὶ Μήδων ἐστράτευσεν. οὗτος γοῦν πότον ποιήσας τοῖς μεγιστᾶσιν αὐτοῦ, καὶ μετὰ τῶν παλλακῶν κατακείμενός τε καὶ μεθυσκόμενος, ἐκέλευσεν ἐνεχθῆναι τὰ σκεύη τὰ ἱερὰ ἃ ἐξ Ἱεροσολύμων ὁ Ναβουχοδονόσορ ἐσύλησεν καὶ τοῖς οἰκείοις θεοῖς ἀνατέθεικε· κομισθέντων δ' ἐκείνων, οἷς ὁ πατὴρ αὐτοῦ οὐκ ἐχρήσατο, αὐτὸς ἐκέχρητο τούτοις, καὶ μεταξὺ πίνων ἐβλασφήμει κατὰ τοῦ θεοῦ. ὁρᾷ τοίνυν ἀστράγαλον ἐκ τοῦ τοίχου προϊόντα χειρὸς ἀνθρωπίνης καὶ γράφοντα ἐπὶ τὸ κονίαμα τοῦ τοίχου· καὶ ἐξέστη, καὶ ἡ μορφὴ αὐτοῦ ἠλλοιώθη. καὶ τοὺς Χαλδαίους καὶ τοὺς μάγους καλέσας τὴν τῶν γραμμάτων ἀπῄτει δήλωσιν, καὶ ἀμοιβὰς μεγάλας δώσειν ἐκήρυξε τῷ σαφηνίσοντι τὴν σημασίαν αὐτῶν· ἀλλ' ἦσαν ἄγνωστα πᾶσι τὰ γεγραμμένα. ἀθυμοῦντα δὲ τὸν βασιλέα καὶ τεταραγμένον ἰδοῦσα ἡ μάμμη αὐτοῦ ἔφη ὡς "εἰ μεταπεμφθῇ Βαλτάσαρ ὁ Ἰουδαῖος, ὃς καὶ τῷ Ναβουχοδονόσορ πολλὰ ἐσήμανεν ἃ ἕτερος οὐδεὶς ἐκφράσαι ἠδύνατο, ἐκεῖνός σοι τὸ ἀπόρρητον τούτων τῶν συλλαβῶν σημανεῖ· ἔστι γὰρ πνεῦμα ἅγιον θεοῦ ἐν αὐτῷ." αὐτίκα τοίνυν καλέσας Βαλτάσαρ τὸν Δανιὴλ ὁ κρατῶν ἠξίου δηλοῦν αὐτῷ περὶ τῶν γραμμάτων, καὶ μὴ ὑποσταλῆναι, κἂν εἴη σκυθρωπὸν τὸ ὑπ' αὐτῶν σημαινόμενον· καὶ γέρας δώσειν αὐτῷ ἐπηγγέλλετο πορφύραν ἐνδεδύσθαι καὶ περιαυχένιον χρύσεον, καὶ τὸ τρίτον τῆς ἀρχῆς μέρος. Δανιὴλ δὲ τὰς μὲν δωρεὰς παρῃτεῖτο, μηνύειν δ' [188] ἔλεγε τὰ γεγραμμένα αὐτῷ τοῦ βίου καταστροφήν, ὅτι μηδ' οἷς ὁ πατὴρ αὐτοῦ δι' ἀσέβειαν ἐκολάσθη ἐσωφρονίσθη αὐτός, ἀλλὰ τοῖς σκεύεσι τοῦ θεοῦ μετὰ τῶν παλλακῶν εἰς διακονίαν ἐχρήσατο. τὰ μὲν οὖν γράμματα ἀνεγίνωσκεν οὕτως "μανὴ θεκὲλ φαρές," τὴν δὲ τούτων σημασίαν ἑρμηνεύων ἔλεγεν "ἠρίθμησεν ὁ θεὸς τὸν χρόνον τῆς ζωῆς σου καὶ τῆς ἀρχῆς σου, καὶ εἰς ἄγαν βραχὺ περιέστη." ἐξελληνιζομένη γὰρ ἡ λέξις λέγοιτ' ἂν ἀριθμός. οὕτω μὲν οὖν ἡρμήνευσε τὸ μανή, τὸ δέ γε θεκὲλ σημαίνειν ἔφη σταθμόν. "στήσας οὖν τὸν ὅρον τῆς βασιλείας σου ὁ θεός, καταφέρεσθαι ταύτην δηλοῖ καὶ κεκλάσθαι·" καὶ κλάσμα γὰρ τὸ θεκὲλ σημαίνει καθ' Ἑλλάδα διάλεκτον. τὸ δὲ φαρὲς διαίρεσιν ἑρμηνεύων ὁ προφήτης, τοῦτο γὰρ εἰς Ἕλληνα φωνὴν ἡ λέξις μεταγομένη δηλοῖ, διαιρεθῆναι τὴν βασιλείαν αὐτοῦ ἔλεγεν εἰς Πέρσας καὶ Μήδους παρὰ θεοῦ. τὰ μὲν οὖν ἐν τῷ τοίχῳ γεγραμμένα οὕτως ἀνέγνω ὁ Δανιήλ, καὶ τοιαύτην τὴν τῶν συλλαβῶν ἐκείνων ἐποιήσατο σύγκρισιν, τὴν ἑρμηνείαν δηλαδή· τὸν δὲ βασιλέα λύπη κατέσχε. καὶ μετ' ὀλίγον ἡ τοῦ προφήτου ἐκβέβηκε πρόρρησις, Κύρου τοῦ Περσῶν βασιλέως ἐπ' αὐτὸν ἐλάσαντος, ὑφ' οὗ ἥ τε Βαβυλὼν ἐλήφθη καὶ ὁ Βαλτάσαρ ἐν τῇ ἁλώσει ἀνῄρητο. εἰσὶ δ' οἳ κατὰ τὴν νύκτα ἐκείνην, καθ' ἣν τὸν ἀστράγαλον τὸν γράφοντα ἐθεάσατο, φασὶ καὶ τὴν πόλιν αἱρεθῆναι κἀκεῖνον ἀναιρεθῆναι.
Μετὰ δὲ τὴν τῆς Βαβυλῶνος ἅλωσιν ὁ προφήτης Δανιὴλ παρὰ Δαρείου τοῦ Μήδου, ὃς καὶ Κυαξάρης ὠνόμαστο καὶ μητράδελφος ἦν τοῦ Κύρου, υἱὸς ὢν [189] Ἀστυάγους τοῦ βασιλεύσαντος Μήδων, εἰς Μηδίαν μετήνεκτο καὶ πάσης ἠξιοῦτο τιμῆς. οὕτω δ' ἔχων ἐφθονήθη παρὰ τῶν ἐν Μήδοις ὑπερεχόντων, καὶ μηχανῶνται τρόπον καθ' ὃν ἤλπισαν ἀπολέσαι αὐτόν. ὁρῶντες γὰρ αὐτὸν τρὶς τῆς ἡμέρας προσευχόμενον τῷ θεῷ, προσίασι τῷ Κυαξάρῃ τῷ καὶ Δαρείῳ, ἀξιοῦντες αὐτὸν θεῖναι νόμον ἵν' ἐπὶ τριάκοντα ἡμέρας μή τις ἢ τοῖς θεοῖς προσευχόμενος εἴη μήτ' αὐτοῦ τοῦ βασιλέως δεόμενος, καὶ τὸν μὴ τὸν νόμον φυλάξαντα εἰς τὸν τῶν λεόντων λάκκον ἐμβάλλεσθαι. ὁ δὲ τὸ κατὰ τοῦ Δανιὴλ παρ' αὐτῶν τυρευόμενον ἀγνοήσας προυτεθείκει πρόγραμμα τὰ εἰρημένα διαταττόμενον. οἱ μὲν οὖν ἄλλοι ἠρέμουν κατὰ τὸ θέσπισμα, Δανιὴλ δὲ κατὰ τὸ ἔθος αὐτοῦ ηὔχετο τῷ θεῷ. καὶ οἱ σατράπαι κατεῖπον αὐτοῦ πρὸς τὸν βασιλέα, καὶ κατὰ τὸν νόμον ἀπῄτουν εἰς τὸν λάκκον αὐτὸν τῶν λεόντων ἐμβάλλεσθαι. βληθέντος δ' ἐκεῖ τοῦ προφήτου, τὸν ἐπὶ τοῦ στομίου λίθον σφραγίσας ὁ βασιλεὺς ἀνεχώρησεν. ἀγωνιῶν δὲ καὶ ἀλγῶν ἄϋπνος τὴν νύκτα διήγαγεν· ἤλπιζε μὲν γὰρ μὴ βλαβήσεσθαι τὸν Δανιὴλ ὑπὸ τῶν θηρίων, εἰδὼς ὅτι πνεῦμα ἅγιον θεοῦ ἐστιν ἐν αὐτῷ, ἀλλ' ὅμως δειλιῶν ἠγωνία μή τι αὐτῷ συμβαίη κακόν, μὴ πάνυ γινώσκων οἷα βάρβαρος τὴν δύναμιν τοῦ θεοῦ. ἄρτι δ' ἡμέρας ἀναλαμψάσης τῷ λάκκῳ ἐπέστη καὶ ἐκάλει τὸν Δανιήλ· ὁ δὲ ἀπεκρίνατο· καὶ ὁ βασιλεὺς ἀνελκυσθῆναι τὸν προφήτην αὐτίκα ἐκέλευσε, καὶ ἀθιγῆ τοῦτον καὶ σῷον βλέπων ἐξίστατο. τῶν δὲ κατειπόντων αὐτοῦ τροφῆς κεκορεσμένους εἶναι λεγόντων τοὺς λέοντας καὶ διὰ τοῦτο μὴ θίξαι τοῦ Δανιήλ, μισήσας αὐτοὺς τῆς πονηρίας ὁ βασιλεύς, καὶ τὸ κατὰ τοῦ προφήτου μηχάνημα καὶ τὸν δόλον ἐκείνων συνείς, [190] δαψιλῆ παρατεθῆναι τροφὴν τοῖς θηρίοις προσέταξε, κεκορεσμένων δ' ἤδη τοὺς τοῦ προφήτου κατηγόρους εἰς τὸν λάκκον τῶν θηρῶν ἐμβληθῆναι προσέταξεν, "ἵνα γνῶμεν" εἰπών "εἰ διὰ κόρον αὐτῶν οἱ λέοντες οὐ προσψαύσουσι." διασπαραχθέντων δ' εὐθὺς τῶν πονηρῶν ἐκείνων ἀνδρῶν δῆλον ἅπασι γέγονεν ὡς θεία τις δύναμις τὸν Δανιὴλ συνετήρησε, τοὺς θῆρας φιμώσασα. διὸ καὶ τὸν τοῦ προφήτου θεὸν ὁ βασιλεὺς ἐμεγάλυνε, κἀκεῖνον ἐν τιμῇ πεποίητο πλείονι.
Κεφάλαιο 6
ΕπεξεργασίαΤαῦτα μὲν οὖν συμβέβηκεν ὕστερον· ἐν δὲ τῷ πρώτῳ ἔτει τῆς βασιλείας Βαλτάσαρ ἐνύπνιον ὁ προφήτης εἶδεν. ἦν δὲ τοιοῦτον τὸ ὅραμα. τέσσαρα ἐδόκει θηρία ἀνιέναι ἐκ τῆς θαλάσσης, ὧν τὸ πρῶτον λεαίνης εἶχε μορφὴν καὶ πτερὰ ὡσεὶ ἀετοῦ, ὃ καὶ ἐξήρθη ἀπὸ τῆς γῆς καὶ ἐπὶ ποδῶν ἀνθρώπου ἐστάθη, καὶ καρδία ἀνθρώπου ἐδόθη αὐτῷ. ἡ μὲν οὖν θάλασσα τὸν ἀνθρώπινον ἐδήλου βίον τὸν πολυκύμαντον καὶ πλείστας καὶ συνεχεῖς μεταβολὰς δεχόμενον καὶ περιτροπάς, τὸ δὲ θηρίον ἡ λέαινα τὴν τῶν Ἀσσυρίων βασιλείαν εἰκόνιζε, τὸ δ' ἐξαρθῆναι ἀπὸ τῆς γῆς τὴν τῆς ἀρχῆς ἐκείνης ἐδήλου κατάπαυσιν καὶ τῆς ἐξουσίας τὴν περιαίρεσιν. καὶ τὸ ἐπὶ ποδῶν ἀνθρώπου στῆναι τὸ ἴσην τοῖς ὑπηκόοις γενήσεσθαι ὑπῃνίττετο, τὸ δὲ καρδίαν ἀνθρώπου δοθῆναι αὐτῇ τὸ διὰ τῆς πείρας ἀνθρώπινα φρονεῖν διδαχθῆναι καὶ μή τι τῶν ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν ἐξ ἀλαζονείας φαντάζεσθαι· καὶ τὰ πτερὰ γὰρ ἃ τῷ θηρίῳ [191] παρὰ φύσιν προσεπεφύκεσαν τὴν ἔπαρσιν ἐδήλουν τῶν βασιλέων ἐκείνων καὶ τὸ ἐξ ὑπερηφανίας τοῦ νοὸς αὐτῶν ὑπερνέφελον.
Τὸ δὲ δεύτερον θηρίον ἄρκῳ ὡμοίωτο, καὶ εἰς μέρος ἓν ἔστη, καὶ τρία εἶχε πλευρὰ καὶ πτερὰ ἐν τῷ στόματι. καὶ ἐλέγετο αὐτῇ "ἀνάστα, φάγε σάρκας πολλάς." τῆς Περσῶν δὲ βασιλείας ἡ ἄρκος ἐγένετο τύπωσις, διὰ τὸ ὠμὸν τοῦ ἔθνους καὶ ἀπηνές· πάντων γὰρ τῶν βαρβάρων οἱ Πέρσαι τιμωρήσασθαι ἀπηνέστεροι, σκαφεύσεσί τε καὶ δορᾶς ἀφαιρέσει πικροτάτας καὶ μακροτάτας τὰς κολάσεις τιθέμενοι.
Εἰκὸς δέ τισιν ἀγνοεῖσθαι τὴν κόλασιν τῆς σκαφεύσεως· καλὸν οὖν καὶ ταύτην δήλην θέσθαι τοῖς ἀγνοοῦσι. δύο σκάφας ἴσας ἀλλήλαις προσαρμόσαντες, καὶ ταύτας ἐγκόψαντες, ὥστε τὴν κεφαλὴν τοῦ κολαζομένου ἐκτὸς περιλελεῖφθαι τῶν σκαφῶν καὶ τὰς χεῖρας, ἀλλὰ μὴν καὶ τοὺς πόδας, ὕπτιον ἐντὸς τὸν τιμωρούμενον ἀνακλίνουσι, καὶ οὕτω τὰς σκάφας προσηλοῦσιν ἀλλήλαις. εἶτα κρᾶμα ἐκ μέλιτός τε καὶ γάλακτος κερασάμενοι ἐγχέουσιν εἰς τὸ στόμα τοῦ ἀθλίου ἐκείνου, μέχρις ἂν ὑπερκορὴς ὁ ἄνθρωπος γένηται· καὶ ἐκ τοῦ τοιούτου κράματος τοῦ προσώπου αὐτοῦ καὶ τῶν ποδῶν καὶ τῶν χειρῶν καταχέουσιν, ὕπαιθρόν τε θέντες αὐτὸν εἱληθερεῖσθαι τῷ ἡλίῳ ποιοῦσι, καὶ οὕτως ἑκάστης ἡμέρας πράττουσιν ἐπ' αὐτῷ. μυῖαι μὲν οὖν καὶ σφῆκες καὶ μέλισσαι διὰ τὴν τῶν καταχεθέντων γλυκύτητα ἀθροιζόμεναι τῷ τε προσώπῳ αὐτοῦ καὶ τοῖς ἄλλοις ἐφιζάνουσι μέλεσιν, ἃ τῶν σκαφῶν ἐκτός, ὡς εἴρηται, περιλέλειπται, ἐνοχλοῦσαι, αἱ δὲ τὸν ἄθλιον καὶ τιτρώσκουσαι. ἡ δέ γε γαστὴρ ἐκείνου πληρωθεῖσα τοῦ μέλιτος καὶ τοῦ γάλακτος ὑγρὰ προΐησι σκύβαλα, ὧν ἐνσηπομένων [192] εὐλαί τε καὶ σκώληκες ἀναζέουσιν· ὁ δ' ἐγκατακείμενος τῇ ὑγρότητι καὶ τὰς σάρκας αὐτῇ ἐνσηπόμενος καὶ ὑπὸ τῶν σκωλήκων αὐτὸς δαπανώμενος οὕτως οἰκτρότερόν τε θνήσκει καὶ χρονιώτερον. ταύτῃ τῇ κολάσει χρήσασθαι ἱστορεῖται καὶ ἡ Παρύσατις ἡ Κύρου καὶ Ἀρταξέρξου μήτηρ κατὰ τοῦ ἀνελεῖν τὸν Κῦρον αὐχήσαντος, μαχόμενον περὶ τῆς βασιλείας τῷ ἀδελφῷ, ἐπὶ τεσσαρεσκαιδεκάτην ἡμέραν τῇ τιμωρίᾳ διαρκέσαντος τῆς σκαφεύσεως.
Ἡ μὲν οὖν σκάφευσις τοιάδε τις εἶναι ἱστόρηται. τὸ δέ "ἀνάστα, φάγε σάρκας" οὐκ ἐπιτρέποντός ἐστιν, ἀλλὰ προλέγοντος τὰ ἐσόμενα· πολλὴ γὰρ φθορὰ τῶν Ἀσσυρίων καὶ τῶν συμμαχούντων ἐκείνοις ὑπὸ Περσῶν τε καὶ Μήδων ἐγένετο. εἴποι δ' ἄν τις καὶ τό "φάγε σάρκας πολλάς" τῆς ὠμότητος τοῦ ἔθνους σημαντικόν. τὰ δὲ τρία πλευρὰ ἢ πτερά, ἃ ἐν τῷ στόματι κατεῖχε, τὴν τῶν τριῶν τμημάτων ἀρχὴν τῆς οἰκουμένης ἦν προχαράττοντα. Κῦρος μὲν γὰρ ὁ τὴν Ἀσσυρίων βασιλείαν καθῃρηκὼς τὸ ἑῷον ἅπαν μέχρι τοῦ Ἑλλησπόντου ὑπέταξεν. ὁ δὲ τούτου υἱὸς Καμβύσης καὶ τὴν Αἴγυπτον καὶ τὴν Αἰθιοπίαν ἔσχεν ὑφ' ἑαυτόν· νότιοι δ' αἱ χῶραι αὗταί εἰσι. Δαρεῖος δὲ ὁ Ὑστάσπου καὶ τοὺς νομάδας ἐχειρώσατο Σκύθας· οὗτοι δ' οἰκοῦσι τὸ κλίμα τὸ βόρειον. ὁ δέ γε Ξέρξης ὁ τοῦ Δαρείου ὥρμησε μὲν κατὰ τῆς Εὐρώπης, κρατῆσαι καὶ ταύτης πειρώμενος, ἀπεκρούσθη δέ γε ναυμαχίᾳ πρὸς Ἀθηναίων ἡττηθεὶς καὶ ἀναζεύξας κατῃσχυμμένος. τὸ δ' ἐν μέρει στῆναι τὸ θηρίον σημαντικὸν τοῦ μὴ πάντῃ τῆς ἀρχῆς ἐκπεσεῖν, ὀλίγῳ δὲ μέρει ταύτης περιγραφῆναι. πάσης γὰρ τῆς Ἀσίας πρῴην κρατοῦσα ἡ βασιλεία ἐκείνη καὶ Αἰθιόπων καὶ Αἰγυπτίων Παλαιστίνης τε καὶ Φοινίκης [193] καὶ τῆς Λιβύης αὐτῆς ἐξέπεσε μὲν τῶν λοιπῶν, περιελείφθη δ' αὐτῇ Μηδία τε καὶ Περσίς. ἢ καὶ ἄλλως τὸ ἐν μέρει στῆναι τὸ θηρίον ἐκληφθήσεται, ἐπὶ καιρόν τινα δηλαδὴ σχολάσαι τὴν τῶν Περσῶν βασιλείαν καὶ ἀπρακτῆσαι. τοῦ γὰρ Ἀλεξάνδρου καθῃρηκότος αὐτήν, εἶτα θανόντος, εἰς τέσσαρας ἀρχὰς ἡ ἐκείνου μοναρχία διῄρητο. κατ' ἀλλήλων δὲ τῶν διαδόχων αὐτοῦ χωρησάντων καὶ ἐν ταῖς πρὸς ἀλλήλους μάχαις ἠσθενηκότων, οἱ Πέρσαι πάλιν καιροῦ λαβόμενοι ἀνεθάρσησαν καὶ πολλὰ τῆς σφετέρας ἀρχῆς ἀνεκτήσαντο.
Τὸ δὲ τρίτον θηρίον παρδάλει ἦν ἐμφερές, καὶ πτερὰ εἶχε τέσσαρα πετεινοῦ ὑπεράνω αὐτῆς, καὶ τέσσαρες κεφαλαὶ τούτῳ τῷ θηρίῳ ἐπεφύκεσαν, καὶ ἐξουσίαν λέγει δοθῆναι αὐτῷ. τοῦτο δὲ τὸ θηρίον τὴν Μακεδονικὴν εἰκόνιζε βασιλείαν. παρδάλει μὲν γὰρ εἰκάσθη Ἀλέξανδρος διὰ τὸ ὀξύρροπον καὶ εὐκίνητον, ὃ καὶ τὰ πτερὰ ἐδήλουν. ἡ δὲ τούτων τετρακτὺς τὰ τέσσαρα τῆς οἰκουμένης μέρη ᾐνίττετο, ἃ πτηνοῦ διῆλθε τρόπον καὶ σχεδὸν ἁπάντων ἐκράτησεν. αἱ δέ γε τέσσαρες κεφαλαὶ τὴν μετὰ θάνατον ἐκείνου διαίρεσιν ἐσήμαινον τῆς ἀρχῆς. εἰς γὰρ τέσσαρας βασιλείας ἡ ἐκείνου διῄρητο ἐπικράτεια, καὶ τῆς μὲν Αἰγύπτου Πτολεμαῖος ὁ Λάγου κεκράτηκε καὶ οἱ ἐξ ἐκείνου μέχρι τῆς Κλεοπάτρας, τῆς δὲ Συρίας καὶ τῶν αὐτῇ προσεχῶν ὁ Σέλευκος ἐκυρίευσεν, Ἀντίγονος δὲ τὴν Ἀσίαν ὑφ' ἑαυτὸν ἐποιήσατο, τῆς δὲ Μακεδονίας ἦρξεν ὁ Ἀντίπατρος, ὡς δέ τινες ἱστοροῦσιν, Ἀριδαῖος ἀδελφὸς ἑτεροθαλὴς ἐκ πατρὸς ὢν Ἀλεξάνδρου. φησὶ γὰρ ὁ Χαιρωνεὺς τὸν Περδίκκαν μετὰ θάνατον Ἀλεξάνδρου ἐν μεγίστῃ δυνάμει ὄντα εὐθὺς τὸν Ἀριδαῖον ὥσπερ δορυφόρημα [194] βασιλείας ἐφέλκεσθαι, γεγονότα μὲν ἐκ γυναικὸς ἀδόξου καὶ κοινῆς, ἀτελῆ δὲ τὴν φρόνησιν ὄντα, οὐ φύσει τοιοῦτον προαχθέντα, ἀλλὰ τῆς Ὀλυμπιάδος φαρμάκοις διαφθειράσης αὐτῷ τὴν διάνοιαν.
Κεφάλαιο 7
ΕπεξεργασίαΤοῦ δὲ τετάρτου θηρίου εἶδος μὲν οὐκ ἐσήμανεν ὁ προφήτης, φοβερὸν δ' εἶπε τοῦτο καὶ ἔκθαμβον περισσῶς, ὀδόντας ἔχον μεγάλους καὶ σιδηροῦς, ἐσθίον τε καὶ λεπτῦνον καὶ τὰ ἐπίλοιπα συμπατοῦν, καὶ τὸ διάφορον αὐτοῦ πρὸς τὰ προηγησάμενα θηρία ἔφη τυγχάνειν πολύ. ἡ τῶν Ῥωμαίων δὲ διὰ τούτου βασιλεία σημαίνεται. διὸ οὐδὲ εἶδος ὁ προφήτης τούτῳ οὐδ' ὄνομα ἔθετο. πολυειδὴς γὰρ ἡ τῶν Ῥωμαίων ἀρχή, πρότερον μὲν βασιλεῦσιν ἰθυνομένη ἀπὸ Ῥωμύλου μέχρι τῶν Ταρκυνίων, τῆς δ' ἐκείνων τυραννίδος καταλυθείσης ἀριστοκρατουμένη, τῆς συγκλήτου καὶ τῶν ὑπάτων διοικούντων τὰ πράγματα, ἔστι δ' ὅτε καὶ δημοκρατουμένη, τοῦ δήμου πολλάκις πρὸς τὴν σύγκλητον στασιάσαντος, μετέπειτα δ' αὖθις εἰς μοναρχίαν μεταπεσοῦσα, κἀκ ταύτης εἰς βασιλείας κλῆσιν ἐπανακάμψασα. φοβερὸν δὲ τὸ θηρίον καὶ ἔκθαμβον εἶπεν ὅτι δυνατωτέρα τῶν ἄλλων βασιλειῶν αὕτη γεγένηται, καὶ ὅσα ἡ Μακεδονικὴ μὴ ὑπέταξε βασιλεία, ὑφ' ἑαυτὴν αὕτη ποιησαμένη, τὴν Ἑλλάδα δηλαδὴ πᾶσαν, τὴν Καρχηδόνα σὺν τῇ Λιβύῃ, τὴν Σικελίαν, τὴν Σαρδώ τε καὶ νήσους ἄλλας καὶ ἔθνη ἑσπέρια διάφορα ἕτερα, ὧν οὐκ ἦρξεν Ἀλέξανδρος· ἅπερ ὁ βουλόμενος γνῶναι τὰς βίβλους τοῦ Ῥωμαίου Δίωνος ἀναγνώτω καὶ τὰ τοῦ Πολυβίου συγγράμματα. φοβερὸν δὲ τὸ θηρίον ἔφη καὶ ἔκθαμβον [195] καὶ σιδηροῦς ὀδόντας ἔχον, ὡς τῆς τῶν Ῥωμαίων ἡγεμονίας τῶν ἄλλων βασιλειῶν ἁπασῶν φρικωδεστέρας γεγενημένης. καὶ ἐν τῇ εἰκόνι γὰρ τῇ κατ' ὄναρ ὀφθείσῃ τῷ Ναβουχοδονόσορ τὸν σίδηρον τέθεικε τῆς τετάρτης βασιλείας εἰκόνισμα. τοῖς οὖν σιδηροῖς ὀδοῦσιν ἐσθίειν τὸ θηρίον εἶπε καὶ λεπτύνειν, καὶ τὰ λοιπὰ συμπατεῖν τοῖς ποσί. τὸ μὲν οὖν ἐσθίειν καὶ λεπτύνειν εἰς τὴν τῶν δασμῶν ἐξείληπται εἰσφοράν, ὡς βαρυτέρων τοῖς ὑπηκόοις φόρων ἐπιτεθέντων, οἳ τοὺς βασιλεύοντας τρέφουσι καὶ πιαίνουσι, τοὺς δ' εἰσπραττομένους αὐτοὺς ἐκλεπτύνουσι πενητεύοντας. οἳ δὲ δασμοφορεῖν οὐκ ἠνείχοντο, τῆς ἐλευθερίας ἀντιποιούμενοι, τούτους τοῖς ποσὶ συνεπάτει τὸ θηρίον καὶ ἐξωλόθρευε. διὰ τῶν ποδῶν δὲ τὸ στρατιωτικὸν ὑπαινίττεται, ὡς ἐν τούτῳ τῆς βασιλείας ἐρειδομένης καὶ βεβηκυίας καὶ ἐξ ἑτέρων μεταβαινούσης εἰς ἕτερα. καὶ κέρατα δ' εἶναι τῷ θηρίῳ δέκα φησίν, ὑπεμφαίνων ὡς εἰς πολλὰς ἡγεμονίας ἐπ' ἐσχάτων ἡ βασιλεία διαιρεθήσεται. ἐν μέσῳ δὲ τῶν δέκα μικρὸν ἀνιέναι κέρας, καὶ ἐκριζωθῆναι τῶν κεράτων τρία παρ' αὐτοῦ, καὶ ὀφθαλμοὺς ἔχειν τὸ κέρας ἐκεῖνο καὶ στόμα λαλοῦν μεγάλα, καὶ πολεμεῖν τοῖς ἁγίοις. τοῦτο τὸ κέρας εἰς τὸν ἀντίχριστον ἐξειλήφασί τινες. μικρὸν δ' ἐκλήθη ὡς ἀπὸ μικρᾶς φυλῆς τῶν Ἑβραίων μέλλον φυήσεσθαι. τρεῖς δὲ τῶν δέκα βασιλέων καταλύσει. διὰ δὲ τῶν ὀφθαλμῶν τὴν πονηρίαν αὐτοῦ καὶ τὸ πανοῦργον ᾐνίξατο, ὡς διὰ τούτων ἐξαπατῆσον πολλούς. διὰ δὲ τοῦ μεγάλα λαλοῦντος στόματος τὴν ἀλαζονείαν αὐτοῦ καὶ τὸ ἐπηρμένον ὑπενέφηνε τοῦ φρονήματος. τὸ δὲ πόλεμον μετὰ τῶν ἁγίων ποιεῖν τὸ πᾶσαν ἐνδείξασθαι σπουδὴν δηλοῖ τῆς οἰκείας κακίας καὶ βλασφημίας ἅπαντας λαβεῖν [196] κοινωνούς. τῆς δὲ κατὰ τοῦ θεοῦ βλασφημίας ἐκείνου ἐμφαντικὸν τό "λόγους εἰς τὸ ὕψος λαλήσει."
Ἐπὶ τούτοις ὁ προφήτης ἐπήγαγεν "ἐθεώρουν ἕως οὗ θρόνοι ἐτέθησαν καὶ παλαιὸς ἡμερῶν ἐκάθισε, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν, ὁ θρόνος αὐτοῦ φλὸξ πυρός, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον, ποταμὸς πυρὸς εἷλκεν ἐκπορευόμενος ἔμπροσθεν αὐτοῦ, χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ. κριτήριον ἐκάθισε καὶ βίβλοι ἀνεῴχθησαν." ἃ μὲν οὖν εἴρηται ποιοῦν τὸ κέρας οὐκ ἐπὶ μακρὸν διαρκέσειν ἐδείχθη τῷ Δανιήλ, ἕως δὲ ὁ αἰώνιος κριτήριον ἐκάθισεν, ἀντὶ τοῦ κρίσεως καιρὸν ἔστησε καὶ τὴν μνήμην τῶν ἑκάστῳ πεπραγμένων ἀνέπτυξε. βίβλους γὰρ τὰς ἀναμνήσεις ἐκάλεσε καὶ παλαιὸν ἡμερῶν τὸν αἰώνιον. ἡ δὲ λευκότης τῶν τριχῶν καὶ τοῦ ἐνδύματος τὸ καθαρὸν αὐτοῦ πανταχόθεν καὶ ἄμωμον δείκνυσιν. ἵνα δὲ κατὰ συγχώρησιν θεοῦ δείξῃ γενήσεσθαι τὰ παρὰ τοῦ ἀντιχρίστου ἐσόμενα, καὶ οὐχ ὡς ἀδυνατούσης τῆς θείας φύσεως ταῦτα παῦσαι ἢ μηδὲ τὴν ἀρχὴν συγχωρῆσαι γενέσθαι, τὰς χιλίας χιλιάδας τῶν λειτουργῶν καὶ τὰς μυρίας μυριάδας τῶν παρισταμένων εἰσήγαγε, καὶ τὸν πύρινον θρόνον καὶ τοὺς ὁμοίους τροχοὺς καὶ τὸν φλογόεντα ποταμόν. καὶ ἐθεώρει ἕως οὗ ἀνῃρέθη τὸ θηρίον καὶ τὸ σῶμα αὐτοῦ εἰς καῦσιν ἐδόθη πυρός. διὰ γὰρ τὴν μανίαν τοῦ ἀντιχρίστου ἡ ὅλη βασιλεία περιαιρεθήσεται. καὶ οὐκ αὐτὸ τὸ θηρίον εἰς καῦσιν δοθήσεται, ἀλλὰ τὸ σῶμα αὐτοῦ. τοῦ γὰρ θηρίου τὴν βασιλείαν αἰνιττομένου εἰκός ἐστιν ἐν τῇ βασιλείᾳ πολλοὺς εἶναι καὶ τὸν θεὸν σέβοντας καὶ ἀρετὴν μετιόντας. οὐ τούτους οὖν [197] φησιν εἰς καῦσιν δοθῆναι, ἀλλὰ τοὺς κακίας ἐργάτας καὶ ταῖς τοῦ σώματος ἐπιθυμίαις ἐγκειμένους διὰ παντὸς καὶ μή τι φρονήσαντας πνευματικόν.
Μετὰ δὲ τὴν τοῦ θηρίου ἀπώλειαν ὁρᾶν ὁ προφήτης φησὶν ὡς υἱὸν ἀνθρώπου ἐρχόμενον ἐπὶ νεφελῶν καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν φθάσαντα, ᾧ καὶ δοθῆναι λέγει τὴν ἀρχὴν καὶ τὴν τιμὴν καὶ τὴν βασιλείαν, καὶ αὐτῷ δουλεῦσαι τοὺς λαοὺς πάντας καὶ τὰς γλώσσας καὶ τὰς φυλάς, καὶ τὴν ἐξουσίαν αὐτοῦ αἰώνιον ἔσεσθαι καὶ μὴ παρελεύσεσθαι, καὶ τὴν βασιλείαν αὐτοῦ μὴ διαφθαρήσεσθαι. ταῦτα σαφῶς τὴν δευτέραν ἐπιφάνειαν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ προθεσπίζουσιν. υἱὸς μὲν γὰρ ἀνθρώπου καλεῖται διὰ τὴν ἡμετέραν φύσιν, ἣν προσελάβετο, ἐπὶ δὲ τῶν νεφελῶν ἐρχόμενος κατὰ τὴν ἐπαγγελίαν αὐτοῦ εἰπόντος "ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ."
Κεφάλαιο 8
ΕπεξεργασίαΤαῦτα μὲν οὖν ἐν τῷ πρώτῳ ἔτει τῆς βασιλείας Βαλτάσαρ ἐμυήθη ὁ Δανιήλ, ἐν δὲ τῷ τρίτῳ ἑτέραν ὀπτασίαν ἑώρακεν. "ἐν Σούσοις γὰρ ὢν ἦρα" λέγει "τοὺς ὀφθαλμούς μου, καὶ ἰδοὺ κριὸς ἑστηκὼς ἐπὶ τοῦ Οὐβάλ, καὶ αὐτῷ κέρατα ὑψηλά, καὶ τὸ ἓν ὑψηλότερον τοῦ ἑτέρου, καὶ τὸ ὑψηλότερον ἀνέβαινεν ἐπ' ἐσχάτου. καὶ ἦν κερατίζων κατὰ θάλασσαν καὶ βορρᾶν καὶ νότον, καὶ πάντα τὰ θηρία στῆναι ἐνώπιον αὐτοῦ οὐκ ἠδύναντο, καὶ ἐποίησε κατὰ τὸ θέλημα αὐτοῦ, καὶ ἐμεγαλύνθη." πάλιν κἀνταῦθα τὰ περὶ τῶν βασιλειῶν ὁ προφήτης διδάσκεται. καὶ κριῷ μὲν ἀπεικάσθη ἡ ἀρχὴ τῶν Περσῶν διὰ τὸν περικείμενον [198] αὐτῇ πλοῦτον, ἑστὼς δ' ἦν ὁ κριὸς ἐπὶ τοῦ Οὐβὰλ ἤγουν ἐπὶ τῆς πύλης τῶν Σούσων· αὕτη γὰρ ἦν ἡ πόλις μητρόπολις τῶν Περσῶν, καὶ ἐκεῖ τοῖς βασιλεῦσιν ἦν τὰ βασίλεια, καὶ ὁ προφήτης ἐν ταύτῃ τῇ πόλει διάγων εἶδε τὸ ὅραμα. τὰ δὲ δύο κέρατα τὰ τὴν βασιλείαν ταύτην ἰθύναντα δύο γένη ἐτύπουν. τὸ μὲν γὰρ ἧττον κέρας τὸν Κῦρον καὶ τὸν ἐκείνου υἱὸν τὸν Καμβύσην εἰκόνιζε, μέχρις αὐτῶν γὰρ ἡ τῆς βασιλείας ἔστη ἀρχή, καὶ οὐ προῆλθε περαιτέρω τὸ Κύρου γένος, τὸ δὲ μεῖζον κέρας τὸ Δαρείου γένος ᾐνίττετο, ὃ μέχρι τοῦ τελευταίου Δαρείου προέκοψεν, ὃν κατεπολέμησεν ὁ Ἀλέξανδρος. Καμβύσου γὰρ τοῦ Κύρου παιδὸς θανόντος οἱ μάγοι μετὰ δόλου τὴν βασιλείαν ἐσφετερίσαντο· οὓς ἐπ' ὀλίγον κρατήσαντας, καὶ γνωσθέντας οἵτινες ἦσαν, οἱ ἑπτὰ τῶν Περσῶν οἶκοι καθεῖλον. ἐξ ὧν ἐβασίλευσεν ὁ Ὑστάσπου Δαρεῖος, οὗ τὸ γένος μέχρι τέλους τῆς βασιλείας διήρκεσε. τοῦτο γὰρ ἐμφαίνει ὁ προφήτης προσθεὶς ὅτι τὸ ὑψηλότερον ἀνέβαινεν ἐπ' ἐσχάτου, τὸ ἐπὶ μακρὸν δηλαδὴ διαρκέσαι καὶ ἕως τέλους τῆς Περσικῆς βασιλείας τῶν κεράτων τὸ ἕτερον. ἐκεράτιζε δὲ ὁ κριὸς κατὰ νότον καὶ βορρᾶν καὶ θάλασσαν· τό τε γὰρ νότιον κλίμα καὶ τὸ βόρειον ἐχειρώσατο, καὶ τῶν νήσων τὰς πλείους, ταύτας γὰρ διὰ τῆς θαλάσσης ᾐνίξατο, ὑπὸ δουλείαν πεποίητο· καὶ συνεμάχουν τῷ Ξέρξῃ κατὰ τῆς Ἑλλάδος στρατεύοντι οἱ τὰς νήσους οἰκοῦντες· διὸ καὶ κατὰ θάλασσαν τὸν κριὸν κερατίζειν ὁ προφήτης ἑώρακεν. οὐδέν τε τῶν θηρίων ἐνώπιον αὐτοῦ στῆναι ὑπέμενε. θηρία δὲ τὰς μερικὰς βασιλείας ἐκάλεσεν, ὡς φοβερὰς τοῖς ὑπηκόοις. εἶεν δ' ἂν αὗται ἡ Σύρων, ἡ Κιλίκων, ἡ Ἀράβων, ἡ Αἰγυπτίων, ἡ Ἰουδαίων, καὶ ἕτεραι· [199] οὐδεμία γοῦν τούτων ἀντιστῆναι εἰς τέλος ἠδυνήθη τῇ Περσῶν ἀρχῇ, ἀλλ' ἅπαντας οἷς προσέβαλεν ὑπέταξε. "καὶ ἐμεγαλύνθη" ἢ ὅτι μεγάλη γέγονεν ἡ ἀρχὴ πολλῶν ἐθνῶν καὶ χωρῶν κυριεύσασα, ἢ ὅτι μεγάλα καὶ ὑπὲρ ἀνθρωπίνην ἐφαντάσθη φύσιν ὀγκωθεῖσα τῇ εὐτυχίᾳ.
Ἀπορῶν δὲ ὁ προφήτης περὶ τῶν ὁρωμένων, ὁρᾷ τράγον ἀπὸ λιβὸς ἐρχόμενον ἐπὶ πᾶσαν τὴν γῆν, καὶ αὐτῷ κέρας ἦν ἓν θεωρητὸν ἀνὰ μέσον τῶν ὀφθαλμῶν αὐτοῦ. καὶ ἕως τοῦ κριοῦ φθάσας ἐξηγριώθη πρὸς αὐτὸν καὶ ἔπαισεν αὐτὸν καὶ συνέτριψε τὰ κέρατα αὐτοῦ καὶ ἔρριψεν αὐτὸν ἐπὶ τὴν γῆν καὶ συνεπάτησεν αὐτόν, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος τὸν κριὸν ἐκ τῆς χειρὸς αὐτοῦ. τὴν Μακεδονικὴν βασιλείαν ὑπετύπου ὁ τράγος· ὀξύτερος γὰρ τοῦ κριοῦ καὶ μᾶλλον εὐκίνητος. ἀπὸ λιβὸς δ' ἤρχετο, ὅτι τὴν Αἴγυπτον πρότερον ὑφ' ἑαυτὸν ποιησάμενος ὁ Ἀλέξανδρος οὕτω πρὸς Δαρεῖον τὸ δεύτερον ὥρμησε, καὶ κατατροπωσάμενος αὐτὸν τὴν τῶν Περσῶν βασιλείαν κατέλυσεν. ἐν Ἰσσῷ γὰρ πρῴην τῆς Κιλικίας αὐτῷ συμβαλὼν ἥττησεν αὐτόν, καὶ τὴν μὲν γυναῖκα καὶ τὰς θυγατέρας αὐτοῦ καὶ τὸ ἅρμα καὶ τὸ τόξον κατέσχε καὶ διήρπασε τὸ στρατόπεδον τὸ Περσικόν, ἔφυγε δ' ἐκεῖθεν ὁ Δαρεῖος καὶ αὖθις δυνάμεις συναγαγὼν ἐμαχέσατο τῷ Ἀλεξάνδρῳ ἐξ Αἰγύπτου πρὸς ἐκεῖνον ὁρμήσαντι, καὶ πάλιν ἡττήθη ἐν Ἀρβήλοις καὶ φεύγων ἀπώλετο. θεωρητὸν δὲ τὸ κέρας φησὶν ἀντὶ τοῦ ἐπίσημον καὶ περίβλεπτον· τὴν Ἀλεξάνδρου δὲ καὶ διὰ τούτου αἰνίττεται βασιλείαν. καὶ ἀνὰ μέσον τῶν ὀφθαλμῶν αὐτοῦ ἐκφῦναι τὸ κέρας λέγει διὰ τὸ ἀγχίνουν καὶ τὴν σύνεσιν καὶ τὸ γενναῖον τοῦ φρονήματος τοῦ Ἀλεξάνδρου. καί "ἦλθε" φησίν "ὁ τράγος [200] ἕως τοῦ κριοῦ τοῦ τὰ κέρατα ἔχοντος, καὶ εἶδον αὐτὸν φθάσαντα ἕως τοῦ κριοῦ, καὶ ἐξηγριώθη πρὸς αὐτὸν καὶ ἔπαισε τὸν κριὸν καὶ συνέτριψεν ἀμφότερα τὰ κέρατα αὐτοῦ, καὶ οὐκ ἦν ἰσχὺς τῷ κριῷ τοῦ στῆναι ἐνώπιον αὐτοῦ, καὶ ἔρριψεν αὐτὸν εἰς γῆν καὶ συνεπάτησεν αὐτόν." συνετρίβη δέ, φησί, καὶ ἄμφω τὰ κέρατα τοῦ κριοῦ, προσαράξαντος τοῦ τράγου αὐτῷ· τοῦτ' ἔστι, καὶ ἄμφω αἱ δυνάμεις αὐτοῦ αἷς ἐπεποίθει, ἥ τε Περσικὴ καὶ ἡ Μηδική. Περσῶν γὰρ καὶ Μήδων ἦρχον οἱ βασιλεῖς τῶν Περσῶν, ὡς τοῦ Κύρου ἐξ ἀμφοῖν, ὡς εἴρηται, φύντος καὶ τὴν ἀμφοῖν βασιλείαν σχόντος ὑφ' ἑαυτόν, καὶ ἄμφω ταῦτα τὰ γένη τὴν Ἀσσυρίων βασιλείαν κατέλυσαν. "καὶ ὁ τράγος ἐμεγαλύνθη σφόδρα." οὐ γὰρ μόνα τὰ ὑπήκοα τῇ τῶν Ἀσσυρίων ἀρχῇ ὑφ' ἑαυτὸν ἐποιήσατο, ἀλλὰ καὶ ἄλλα πολλὰ ἐχειρώσατο. τῇ τε γὰρ Ἰνδίᾳ προσέβαλε καὶ τὸν Πῶρον ἐνίκησε καὶ τὸν Ταξίλην ᾠκειώσατο καὶ ἄλλα μέρη τῆς Ἰνδικῆς κατέσχεν. εἶτα δηλῶν ὁ προφήτης ὅτι καὶ οὗτος εὐδαιμονήσας μικρὸν παρελεύσεται, ἐπήγαγε "καὶ ἐν τῷ ἰσχῦσαι αὐτὸν συνετρίβη τὸ κέρας τὸ μέγα, καὶ τέσσαρα κέρατα ὑποκάτωθεν ἐξέφυ αὐτοῦ." τοῦ γὰρ Ἀλεξάνδρου μετὰ τὴν εὐτυχίαν ἐκείνην συντόμως θανόντος εἰς τέσσαρα ἡ ἐκείνου διῃρέθη ἀρχή, ὡς εἴρηται ἤδη ἐν τῷ τρίτῳ θηρίῳ, ὃ τῷ Δανιὴλ καθ' ὕπνους ἔδοξεν ἐκ τῆς θαλάσσης ἐξέρχεσθαι, ἔχον τέσσαρας κεφαλάς.
"Καὶ ἐκ τοῦ ἑνὸς τῶν κεράτων ἐξῆλθε κέρας φοβερόν, καὶ ἐμεγαλύνθη περισσῶς πρὸς νότον καὶ πρὸς ἀνατολὴν καὶ πρὸς λίβα καὶ πρὸς τὴν δύναμιν. καὶ ἐμεγαλύνθη ἕως τῆς δυνάμεως τοῦ οὐρανοῦ, καὶ ἔπεσον ἐπὶ τὴν γῆν ἀπὸ τῆς δυνάμεως καὶ ἀπὸ τῶν [201] ἀστέρων, καὶ συνεπάτησεν αὐτούς." τὰ περὶ τοῦ Ἐπιφανοῦς Ἀντιόχου διὰ τούτων ὁ Δανιὴλ προδιδάσκεται, ὃς Ἀντιόχου μὲν τοῦ μεγάλου υἱὸς ἦν, μᾶλλον δὲ τῶν πρὸ αὐτοῦ κρατυνθεὶς βασιλέων, τῶν ἀπὸ Σελεύκου δηλαδή, καὶ τῆς Αἰγύπτου κρατήσας καὶ ἑτέρων χωρῶν καὶ ἐπὶ Ἰουδαίους ἐστράτευσε καὶ τῆς τῶν Ἱεροσολύμων ἐκυρίευσε πόλεως, ἀλλὰ καὶ τοῦ ἔθνους παντός, καὶ τόν τε ναὸν ἐσύλησε καὶ ἐμίανε σύας ἐν αὐτῷ θύσας, καὶ τῷ Διὶ βωμὸν ἱδρυσάμενος τὸ ἔθνος ὅλον ἑλληνίζειν ἠνάγκαζε, κωλύων αὐτοὺς περιτέμνειν τὰ ἄρρενα. τὴν γὰρ κατὰ θεοῦ μανίαν αὐτοῦ τό "ἐμεγαλύνθη ἕως τῆς δυνάμεως τοῦ οὐρανοῦ" ὑπαινίττεται. τὸ δέ "ἔπεσον ἀπὸ τῆς δυνάμεως καὶ ἀπὸ τῶν ἀστέρων ἐπὶ τὴν γῆν, καὶ συνεπάτησεν αὐτούς" τοὺς ἐκ τοῦ Ἰουδαϊκοῦ λαοῦ ἀσεβήσαντας διὰ τὴν ἐξ ἐκείνου ἐπαγομένην αὐτοῖς ἀνάγκην δηλοῖ, οἳ τῆς νομίμου καὶ θείας διαγωγῆς ἐκπεπτώκασι, τῷ τυράννῳ ὑπείξαντες καὶ ὑπ' ἐκείνου συμπατηθέντες. ἀστέρες δ' ἐκλήθησαν διὰ τὸ τῆς εὐσεβείας καθαρὸν καὶ ὑπέρλαμπρον, ἢ ὅτι τῷ Ἀβραὰμ ὁ θεὸς ἐπηγγείλατο πληθῦναι τὸ σπέρμα αὐτοῦ ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ.
"Καὶ ἕως τοῦ ἄρχοντος τῆς δυνάμεως ἱδρύθη." καὶ κατ' αὐτοῦ γὰρ τοῦ θεοῦ ἐλύττησε τοῦ ἄρχοντος τῶν ἄνω δυνάμεων. "καὶ θυσία ἐταράχθη πτώματι, καὶ ἐγενήθη καὶ εὐωδώθη, καὶ ἐδόθη ἐπὶ τὴν θυσίαν ἁμαρτία, καὶ ἐρρίφη χαμαὶ δικαιοσύνη." ἀπηγορευμένα γὰρ θύσας ἐτάραξε τὴν θυσίαν, ἀντὶ τοῦ συνέχεεν, ἐμίανε. πτώματα δὲ τοὺς σύας λέγει, καὶ ἁμαρτίαν ἐπὶ τὴν θυσίαν τὴν ἐπ' αὐτῇ παρανομίαν. διὰ δὲ τοῦ "ἐρρίφη χαμαὶ δικαιοσύνη" ἡ τῶν νομίμων ἀθέτησις καὶ οἱ ἄδικοι φόνοι δηλοῦνται τῶν ἀσεβῆσαι [202] μὴ καταδεξαμένων. ἀλλὰ καὶ ταῦτα πράττων καὶ οὕτως ἀσεβῶν ὁ Ἀντίοχος εὐωδοῦτο, φησί.
Ἐπὶ τούτοις ἐπάγει ὁ Δανιήλ "καὶ εἶπεν εἷς ἅγιος τῷ φελμουνί, ἕως πότε ἡ ὅρασις στήσεται καὶ ἡ θυσία ἡ ἀρθεῖσα καὶ ἡ ἁμαρτία τῆς ἐρημώσεως ἡ δοθεῖσα; καὶ εἶπεν αὐτῷ, ἕως ἑσπέρας καὶ πρωὶ ἡμέραι δισχίλιαι καὶ τριακόσιαι, καὶ καθαρισθήσεται τὸ ἅγιον." ἀγωνιῶντι τῷ προφήτῃ διὰ τὰ ὁρώμενα ἐπιπέμπονται ἄγγελοι δηλοῦντες αὐτῷ ὅτι τέλος ἕξουσι τὰ δυσχερῆ καὶ τὸν καιρὸν διδάσκοντες τῆς αὐτῶν παρελεύσεως. καὶ ἠρώτα ἕτερος τὸν ἕτερον· τὸ γὰρ φελμουνὶ ἐξελληνιζόμενον τινὰ σημαίνει. ἠρώτα δὲ οὐχ ὡς ἀγνοῶν, ἀλλ' ἵνα μάθῃ ὁ Δανιήλ. ὁ δ' ἐρωτώμενος ἀπεκρίνατο "ἡμέραι δισχίλιαι καὶ τριακόσιαι ἕως ἑσπέρας καὶ πρωί, καὶ καθαρισθήσεται τὸ ἅγιον." ἑσπέραν μὲν οὖν ἐκάλεσε τὴν ἀρχὴν τῶν ἀνιαρῶν ἢ καὶ ὅλον τὸν χρόνον αὐτῶν, νυκτὶ γὰρ καὶ σκότῳ τὰ λυπηρὰ ἔοικε, πρωὶ δὲ τὴν μετὰ τὰς συμφορὰς εἰρηναίαν κατάστασιν. τοῦτο τοίνυν σημαίνει δι' ὧν φησιν ὅτι ἀπὸ τῆς τῶν κακῶν ἀρχῆς μέχρι τέλους αὐτῶν τόσος καιρὸς παρελεύσεται. αἱ δὲ ἡμέραι πρὸς ἐνιαυτοὺς ἀριθμούμεναι ἓξ ἀποτελοῦσι μῆνας καὶ ἰσαρίθμους ἐνιαυτοὺς κατὰ τὴν τῶν Ἑβραίων ψῆφον· ἐπὶ τοσοῦτον γὰρ ἡ ἐπ' Ἀντιόχου τοῖς Ἰουδαίοις ἐπενεχθεῖσα συμφορὰ ἐπεκράτησε. ταῦτα παρὰ τοῦ ἀρχαγγέλου Γαβριὴλ τῷ προφήτῃ ζητοῦντι σύνεσιν ἐμυήθη.
Κεφάλαιο 9
ΕπεξεργασίαΕἶτα διὰ τὴν τῶν ὁμοφύλων αἰχμαλωσίαν ἐπὶ Δαρείου πάλιν τοῦ Μήδων ἄρχοντος, ὃς καὶ Κυαξάρης [203] ὠνόμαστο καὶ Ἀσούηρος, Ἀστυάγους ὢν υἱός, τοῦ προφήτου θρηνοῦντος καὶ τοῦ θεοῦ δεομένου ἥψατό τις ἀνὴρ ᾧ ὄνομα Γαβριήλ. ἥψατο δὲ αὐτοῦ ὡσεὶ ὥραν θυσίας ἑσπερινῆς, ἢ κατὰ τὸν καιρὸν τῆς ἐν ἑσπέρᾳ λατρείας, ἢ ἐπὶ τοσαύτην ὥραν ἐφ' ὅσην ἡ ἑσπερινὴ ἐτελεῖτο λατρεία. καὶ εἶπε τῷ Δανιήλ "νῦν ἐξῆλθον συμβιβάσαι σοι σύνεσιν καὶ ἀναγγεῖλαί σοι ὅτι ἀνὴρ ἐπιθυμιῶν εἶ σύ. καὶ ἐννοήθητι ἐν τῷ ῥήματι καὶ σύνες ἐν τῇ ὀπτασίᾳ" ἀντὶ τοῦ, ἀκριβῶς πρόσσχες τοῖς λεγομένοις αἰνιγματώδεσιν οὖσι καὶ πλείονος δεομένοις σπουδῆς. ἐνίοτε δὲ καὶ δι' αἰνιγμάτων τὰ θεῖα δηλοῦται, ἵνα μὴ πᾶσι γίνοιντο δῆλα καὶ διὰ τοῦτο εὐκαταφρόνητα. ἀνὴρ δ' ἐπιθυμιῶν ἐκλήθη ὁ Δανιὴλ ἢ ὡς κατὰ τῶν σαρκικῶν ἐπιθυμιῶν ἀνδριζόμενος καὶ γενναίως αὐταῖς ἀνθιστάμενος, ἢ ὡς ἐπιθυμῶν μαθεῖν τὰ τῷ λαῷ καὶ τοῖς αὐτοῦ συμφυλέταις ἐσόμενα, ἢ ὅτι ἐπιθυμητὸς ἦν καὶ ἐπέραστος δι' ἣν μετήρχετο ἀρετήν.
Εἶτα ἐπάγει ὁ ἄγγελος "ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν σου ἕως τοῦ παλαιωθῆναι τὸ παράπτωμα καὶ τοῦ τελεσθῆναι τὴν ἁμαρτίαν καὶ τοῦ σφραγίσαι ἁμαρτίαν καὶ τοῦ ἐξιλάσασθαι ἀδικίαν καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην καὶ τοῦ χρῖσαι ἅγιον ἁγίων." ὁ μὲν προφήτης προσευχόμενος "ὁ λαός σου" πρὸς τὸν θεὸν ἔλεγε "καὶ ἡ πόλις σου·" ὁ δὲ ἄγγελος πρὸς τὸν Δανιήλ φησιν "ὁ λαός σου καὶ ἡ πόλις σου," ὡς μὴ ἀξίου ὄντος τοῦ λαοῦ τοῦ θεοῦ καλεῖσθαι. εὕρηται δὲ ὁμοίως καὶ ἐπὶ Μωυσέως, ὅτε τὸν μόσχον ποιήσαντες οἱ Ἰσραηλῖται θυσίαν αὐτῷ προσήνεγκαν· καὶ τότε γὰρ τοῦ προφήτου δεομένου ὁ θεὸς ἔφη ὡσαύτως. [204] φησὶν οὖν ὁ ἄγγελος ὅτι καὶ ἡ Ἱερουσαλὴμ οἰκοδομηθήσεται καὶ ὁ λαός σου ἐπανελεύσεται καὶ ἐπὶ ἔτη τετρακόσια ἐνενήκοντα διαμενοῦσιν· αἱ γὰρ ἑβδομήκοντα ἑβδομάδες εἰς τοσοῦτον συμψηφίζονται ἀριθμόν· ἑκάστην δ' ἡμέραν εἰς ἐνιαυτὸν ἐλογίσατο. τὸ δὲ συνετμήθησαν ἀντὶ τοῦ ἐκρίθησαν καὶ ὡρίσθησαν κεῖται. ἕως τοῦ παλαιωθῆναι τὸ παράπτωμα καὶ τοῦ τελεσθῆναι τὴν ἁμαρτίαν, τοῦτ' ἔστιν ἕως τοῦ χρονίσαι καὶ αὐξηθῆναι· τοῦτο γὰρ δηλοῖ τὸ παλαιωθῆναι καὶ τελείαν γενέσθαι τὴν ἁμαρτίαν. διὰ τούτων δὲ τὴν κατὰ τοῦ κυρίου τόλμαν καὶ λύτταν τῶν Ἰουδαίων παρίστησιν. πολλὰ μὲν γὰρ καὶ πρὸ τούτου ἡμάρτοσαν καὶ δίκας ἔτισαν, ἀλλ' ἀνεκλήθησαν αὖθις· ἐπεὶ δὲ κατὰ τοῦ σωτῆρος ἐμάνησαν καὶ εἰς ἔσχατον κακίας ἀφίκοντο καὶ ἐντελῆ τὴν ἁμαρτίαν εἰργάσαντο, οὐκέτι ἀνακλήσεως ἔτυχον. τὸ δὲ σφραγίσαι ἁμαρτίαν καὶ ἐξιλάσασθαι ἀδικίαν τὴν ἄφεσιν δηλοῖ τῶν πταισμάτων τὴν παρὰ τοῦ κυρίου δεδωρημένην τοῖς πιστεύουσιν εἰς αὐτόν· οὗτος γάρ ἐστιν ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· τὸ γὰρ σφραγίσαι τοῦ παυθῆναι σημαντικόν. τὸ δὲ ἀγαγεῖν δικαιοσύνην αἰώνιον τὸ αὐτὸν εἰς τὸν κόσμον ἐλθεῖν, ὅς ἐστι δικαιοσύνη καὶ ἀπολύτρωσις καὶ ἁγιασμός. τὸ μέντοι σφραγίσαι ὅρασιν καὶ προφήτην τὸ τέλος ἐσχηκέναι τὰς προφητείας δηλοῖ, ἢ ὅτι τὰ παρ' ἐκείνων περὶ τοῦ Χριστοῦ λαληθέντα ἤδη ἐκβέβηκεν, ἢ ὅτι τὸ τῆς προφητείας χάρισμα τοῖς Ἰουδαίοις ἐκλέλοιπεν, ἢ καὶ ἀμφότερα. ἐλθὼν γὰρ ὁ Χριστὸς τὰς προφητείας ἐσφράγισεν, ἐπλήρωσε δηλαδὴ καὶ ἐβεβαίωσε καὶ μέντοι καὶ ἔπαυσεν· οὐκέτι γὰρ παρ' αὐτοῖς ἄρχων καὶ προφήτης καὶ ἡγούμενος. καὶ ἀγαγεῖν δικαιοσύνην αἰώνιον, ἥτις αὐτός ἐστιν ὁ κύριος ἡμῶν καὶ σωτήρ. [205] ὁ μὲν γὰρ ἀπόστολος "ἐδόθη σοφία" φησιν "ἡμῖν ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις." καὶ ἀλλαχοῦ περὶ τοῦ εὐαγγελίου γράφων "δικαιοσύνη ἐν αὐτῷ ἀποκαλύπτεται" λέγει. ὁ δὲ κύριος "αἰτεῖτε" διδάσκει "τὴν βασιλείαν τοῦ θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, ἣν αὐτὸς ἤγαγε φανερώσας ἡμῖν διὰ τῆς αὐτοῦ διδαχῆς. καὶ τὸ χρῖσαι δὲ ἅγιον ἁγίων αὐτὸν δηλοῖ τὸν δεσπότην παραγενέσθαι Χριστόν. τίς γὰρ ἕτερος ἅγιος ἁγίων κληθείη ἂν εἰ μὴ ὁ κύριος ἡμῶν καὶ σωτήρ; ὃς ἁγιωσύνης ὑπάρχων πηγὴ χρίεται μὲν τῷ ἁγίῳ πνεύματι κατὰ τὸ ἀνθρώπινον, ὡς Ἡσαΐας προανεφώνησε λέγων "πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με," καὶ ὡς Δαβὶδ ἐμελῴδησεν εἰπών "ἔχρισέ σε ὁ θεός, ὁ θεός σου, ἔλαιον ἀγαλλιάσεως, παρὰ τοὺς μετόχους σου," καὶ ὡς ἡ κορυφαία τῶν ἀποστόλων ἀκρότης ὁ Πέτρος ἐδίδαξε περὶ τοῦ σωτῆρος γράψας ὡς "ἔχρισεν αὐτὸν ὁ θεὸς πνεύματι ἁγίῳ καὶ δυνάμει," σφραγίζει δὲ καὶ βεβαιοῖ τὰς παλαιὰς γραφάς, ποιῶν ἅπαντα καὶ πάσχων ὅσα δι' ἐκείνων προείρητο, καὶ ἐξιλάσκεται ἀδικίαν καταλλάσσων τοὺς ἁμαρτήσαντας τῷ θεῷ καὶ πατρὶ καὶ αὐτὸν τοῖς πταίσασαν ἱλεούμενος.
Εἶτα ἐπάγει ὁ θεῖος ἀρχάγγελος "καὶ γνώσῃ καὶ συνήσεις, ἀπὸ ἐξόδου λόγων τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως Χριστοῦ ἡγουμένου ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξήκοντα δύο." ἤρξατο μὲν οὖν ὁ ναὸς ἐπὶ Κύρου οἰκοδομεῖσθαι· Κῦρος γὰρ πρῶτος τῆς ἐπανόδου παρεχώρησε τῷ ἔθνει τῶν Ἰουδαίων, ἀλλ' ἐπεσχέθη παρὰ Καμβύσου τοῦ Κύρου [206] παιδὸς φθόνῳ τῶν αὐτοῖς ὁμορούντων ἐθνῶν, ἐπετράπη δ' αὖθις τοῖς Ἰουδαίοις ἡ τούτου ἀνέγερσις ὅτε Δαρεῖος ὁ Ὑστάσπου ἐκράτησε τῆς βασιλείας Περσῶν. ἐξ οὐδενὸς δὲ τούτων ἀριθμούμενος ὁ καιρὸς εὑρίσκεται σώζων [κατὰ] τὴν τοῦ ἀρχαγγέλου φωνήν, ἀλλ' ὑπερβάλλων· εἰ δ' ἐκ τῶν χρόνων τῆς Ἀρταξέρξου βασιλείας ὁ καιρὸς ἀριθμοῖτο, εὑρεθείη ἂν οὔτε περιττεύων οὔτ' ἐλαττούμενος. κἀκ τούτου δέον ἀριθμεῖσθαι αὐτόν, ὅτι τότε καὶ τῇ πόλει περιεβλήθη περίβολος καὶ τῷ ναῷ προσετέθη τὰ λείποντα καὶ οἰκητόρων ἡ πόλις πεπλήρωτο, ὅτε Νεεμίας οἰνοχοεύων τῷ Ἀρταξέρξῃ ἐδεήθη αὐτοῦ ἐπιτραπῆναι αὐτῷ τὴν εἰς τὴν πατρίδα ἐπάνοδον, καὶ ἀπελθὼν τήν τε πόλιν περιετείχισε καὶ συνῴκισε καὶ τὸν ναὸν ἀτελῆ ὄντα ἀπήρτισεν. εἰ γοῦν ἀπὸ τῆς τοῦ σωτῆρος ἐπιφανείας, δι' οὗ μόνου ἄφεσις ἁμαρτημάτων ἐδόθη καὶ δικαιοσύνη εἰσήνεκται καὶ τῶν προφητῶν αἱ προρρήσεις πεπλήρωνται, ἀναποδίζων τις ἀριθμήσει τὸν χρόνον, εὑρήσει τοῦτον συμπληρούμενον ἕως τοῦ εἰκοστοῦ ἔτους τῆς βασιλείας Ἀρταξέρξου, ὅτε δηλαδὴ ὁ Νεεμίας παραχωρηθεὶς εἰς Ἱερουσαλὴμ ἐπανῆλθεν· ἃ προϊοῦσα καθ' εἱρμὸν ἡ ἱστορία πλατύτερον διηγήσεται. ὃν δὲ ἅγιον εἶπεν ἀνωτέρω ἁγίων, τοῦτον αὖθις Χριστὸν ἡγούμενον εἴρηκεν, ὀνομάζων αὐτὸν κατὰ τὸ ἀνθρώπινον. ὡς γὰρ πρωτότοκος τῆς κτίσεως τῆς καινῆς καὶ πρωτότοκος ἐκ νεκρῶν λέγεται, οὕτω καὶ ἡγούμενος προσηγόρευται. καὶ ὁ θεῖος δὲ ἀπόστολος Πέτρος ἀρχηγὸν τῆς ζωῆς ὠνόμασε τὸν σωτῆρα, τοῖς Ἰουδαίοις διαλεγόμενος, ὡς ἐν ταῖς Πράξεσιν ὁ θεῖος Λουκᾶς συνεγράψατο.
[207] ὥσπερ δὲ πρωτότοκος ἡμῶν καὶ πρωτεύων κατὰ τὸν μέγαν Παῦλον εἴρηται κατὰ τὸ ἀνθρώπινον, οὕτω δὴ καὶ ἡγούμενος τῷ ἀρχαγγέλῳ Γαβριὴλ προσηγόρευται.
Κεφάλαιο 10
ΕπεξεργασίαἈπορήσειε δ' ἄν τις ὅτου χάριν διῃρημένως, ἀλλ' οὐχ ὁμοῦ αἱ ἑβδομάδες ἠρίθμηνται, εἰς ἑπτὰ δὲ καὶ ἑξήκοντα δύο διῄρηνται καὶ εἰς μίαν ἑτέραν. οὐχ ὡς ἔτυχε δὲ τοῦτο πεποίηκεν ὁ ἀρχάγγελος, ἀλλά τινα καινὰ διὰ τούτων διδάσκων ἐν ταῖς τῶν χρόνων διαιρέσεσι συμβησόμενα. εἰ γὰρ ἀπὸ τῆς τῶν Ἱεροσολύμων οἰκοδομῆς τῆς ἐπὶ Νεεμίου, ὡς εἴρηται, γενομένης ἀριθμοῖντο οἱ χρόνοι μέχρις Ὑρκανοῦ ἀρχιερέως, ἐφ' οὗ τὸ τῶν Ἀσαμωναίων γένος ἐπαύθη τοῦ ἱερᾶσθαι, ὁ τῶν ἑξήκοντα δύο ἑβδομάδων ἀριθμὸς συμπεραίνεται. ἀπὸ μὲν γὰρ τοῦ εἰκοστοῦ ἔτους τῆς βασιλείας Ἀρταξέρξου, ὃς τῷ Νεεμίᾳ τὴν εἰς Ἱερουσαλὴμ ἐπάνοδον ἔδωκε τῷ ταύτην τειχίσαντι, ἕως Δαρείου τοῦ Ἀρσάμου, ὃν καθεῖλεν Ἀλέξανδρος, ἑκατὸν ἔτη εἰσὶ καὶ τεσσαρεσκαίδεκα· ἐκ δὲ τῆς καθαιρέσεως τῆς τῶν Περσῶν βασιλείας, ἐν ἕκτῳ γενομένης ἔτει τῆς Ἀλεξάνδρου πρὸς τὴν Ἀσίαν στρατείας, μέχρις Ἰουλίου Καίσαρος Γαΐου, ὃς πρῶτος τῇ μοναρχίᾳ τῶν Ῥωμαίων ἐπικεχείρηκεν, ἔτη παρήλθοσαν διακόσια ὀγδοήκοντα καὶ δύο· ἐκ δὲ τῆς αὐταρχίας τοῦ Καίσαρος ἕως ἔτους πεντεκαιδεκάτου Τιβερίου Καίσαρος, ἡνίκα ὁ Χριστὸς ὑπὸ Ἰωάννου ἐβαπτίσθη καὶ τῶν σημείων ἀπήρξατο, ἔτη ἑβδομήκοντα καὶ τρία· ὡς συμποσοῦσθαι ταῦτα εἰς ἐνιαυτοὺς ἐπὶ τετρακοσίοις ἑξήκοντα καὶ ἐννέα. οἱ δὲ τοσοῦτοι ἐνιαυτοὶ [208] ἀποτελοῦσιν ἔτη τετρακόσια ὀγδοήκοντα τρία κατὰ τὴν Ἑβραϊκὴν ἀρίθμησιν τῶν ἐτῶν. οὐ γὰρ ὡς ἡμεῖς οἱ Ἑβραῖοι ψηφίζουσι τὸν ἐνιαυτόν, ἀλλὰ κατὰ σεληνιακὸν δρόμον ἀριθμοῦντες αὐτὸν τριακοσίων πεντήκοντα καὶ τεσσάρων ἡμερῶν λογίζονται αὐτόν, ὡς περιττεύειν ἀφ' ἑκάστου ἐνιαυτοῦ ἡμέρας ἕνδεκα. καὶ τούτων γοῦν τῶν περιττῶν ἡμερῶν εἰς ἔτη συμποσουμένων τὰ τετρακόσια ὀγδοήκοντα καὶ τρία Ἑβραϊκὰ συνίστανται ἔτη. Ἑβραίῳ δὲ τῷ Δανιὴλ ὁ ἄγγελος ὁμιλῶν πάντως τὰ αὐτῷ γνώριμα ἔλεγεν ἔτη. ἄχρι μὲν οὖν τῆς τοῦ ἀρχιερέως Ὑρκανοῦ ἀναιρέσεως, ὃν ὁ βασιλεὺς ἀνεῖλεν Ἡρώδης, εἰρήσεται δὲ τὰ περὶ τούτου πλατύτερον, αἱ ἑξήκοντα δύο ἑβδομάδες ἐξεμετρήθησαν. ἔκτοτε δὲ τῆς ἀρχιερωσύνης οὐ διὰ βίου προσπεπηγυίας κατὰ τὸν νόμον τοῖς ταύτης ἀξιουμένοις, ἀλλ' ἐνιαυσιαίας παρανόμως διδομένης ἢ βραχυτέρῳ χρόνῳ περιοριζομένης, καὶ χρημάτων αὐτὴν ὠνουμένων τῶν βουλομένων, ὃ καὶ ὁ Ἰώσηπος ἱστορεῖ, αἱ ἑπτὰ παρήλθοσαν ἑβδομάδες. τοῦτο δὲ δηλῶν ὁ θεῖος ἀρχάγγελος ἔλεγε "καὶ μετὰ τὰς ἑβδομάδας τὰς ἑξήκοντα δύο ἐξολοθρευθήσεται χρίσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ," ἀντὶ τοῦ διαφθαρήσεται τὸ χρίσμα τῆς ἀρχιερωσύνης. παρανόμως γὰρ χριομένων τῶν εἰς αὐτὴν προβιβαζομένων, οὐδὲ τὸ χρίσμα τὴν οἰκείαν εἶχεν ἰσχύν, ἀλλὰ παρεφθαρμένον ὂν ἠμοίρει τῆς θείας χάριτος. διὸ καὶ ἐπήγαγε "καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ," τοῦτ' ἔστιν, οὐ κατὰ κρίσιν καὶ δοκιμασίαν γινόμενοι ἔσονται, ἀλλ' ἀκρίτως ἢ διὰ χάριν ἢ διὰ χρήματα. τούτων δ' οὕτω γινομένων καὶ αἱ ἑπτὰ παρερρύησαν ἑβδομάδες, μέχρι τῆς τοῦ κυρίου ἐπιφανείας δηλαδὴ διαρκέσασαι.
Ἡ μὲν οὖν διαίρεσις τῶν ἑξήκοντα δύο ἑβδομάδων [209] καὶ τῶν ἑπτὰ διὰ ταῦτα γέγονεν· ἐπεὶ δὲ πρὸς τὰς ἐξ ἀρχῆς εἰρημένας ἑβδομήκοντα ἑβδομάδας ἔτι μία περιλέλειπται, καὶ περὶ ἐκείνης εἴρηκεν ὁ ἀρχάγγελος ταῦτα "καὶ δυναμώσει τὴν διαθήκην πολλοῖς ἑβδομὰς μία, καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεται θυσία καὶ σπονδή, καὶ ἐπὶ τούτοις ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῆς ἐρημώσεως, καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν." ἡ λοιπή, φησίν, ἑβδομὰς ἡ μετὰ τὰς ἑξήκοντα καὶ ἐννέα τὴν καινὴν διαθήκην εἰσάξει ἰσχυρὰν οὕτως ὡς δι' αὐτῆς ἀρθῆναι, τοῦτ' ἔστιν ἐκ μέσου γενέσθαι, τὰς θυσίας καὶ τὰς σπονδὰς ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος. μετὰ γὰρ τὸ βάπτισμα ὁ Χριστὸς ἐπὶ τριετίαν καὶ ἐπέκεινα διδάξας καὶ σημεῖα ἐπιδειξάμενος οὕτως ἐπὶ τὸ πάθος ἦλθε, καὶ αὐτοῦ τυθέντος ὑπὲρ τοῦ κόσμου παντός, τοῦ ἀμνοῦ τοῦ θεοῦ τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου, ἡ κατὰ νόμον θυσία ἐπαύθη καὶ ἡ σπονδή. καὶ ἔθυον ἔκτοτε οἱ Ἰουδαῖοι, ἐπεὶ καὶ ἔτι θύουσι, παρανόμως, ἀλλ' ἀπρόσδεκτος ἦν τῷ θεῷ ἡ ἐκείνων θυσία καὶ ἡ σπονδή. καὶ ἄλλως δὲ τό "δυναμώσει διαθήκην πολλοῖς" ἐκληφθήσεται ἀντὶ τοῦ δυνατοὺς τοὺς ἱεροὺς ἀποστόλους εἰς τὸ κήρυγμα ἡ ἑβδομὰς ἐκείνη ἐργάσεται. εἰς δύο γὰρ τὴν ἑβδομάδα φαίνεται διαιρῶν ὁ ἀρχάγγελος, εἰς τὸν πρὸ τοῦ πάθους καὶ τὸν μετὰ τὸ πάθος καιρόν. περὶ γὰρ τὰ τρία ἔτη πρὸς τῷ ἡμίσει κηρύξας ὁ κύριος, κατὰ τὸ τοῦ υἱοῦ τῆς βροντῆς εὐαγγέλιον, καὶ στηρίξας εἰς τὴν αὐτοῦ πίστιν τοὺς θείους αὐτοῦ ἀποστόλους τῇ τῶν λόγων ἀληθείᾳ καὶ τῇ τῶν θαυμασίων ἔργων ἐπιδείξει, οὕτω πρὸς τὸ πάθος ἐχώρησε καὶ τὸν σταυρὸν κατεδέξατο καὶ ὑπέμεινε θάνατον. εἶτα τὸν λοιπὸν τῆς ἑβδομάδος χρόνον μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν [210] καὶ τὴν πρὸς τοὺς κόλπους τοὺς πατρικοὺς ἄνοδον, ὧν οὐ κεχώριστο πώποτε, καὶ τὴν τοῦ παρακλήτου ἐπιφοίτησιν καὶ θείαν ἐπίπνοιαν οἱ ἱεροὶ αὐτοῦ μαθηταὶ ἐν Ἱερουσαλὴμ τὸ θεῖον διαγγέλλοντες εὐαγγέλιον καὶ τὸ κήρυγμα πιστούμενοι θαύμασι καὶ πλήθη ἀνθρώπων ἐπισπώμενοι πρὸς τὴν ἐπίγνωσιν τοῦ ὄντως θεοῦ διεσπάρησαν εἰς τὰ ἔθνη καὶ ταῦτα ἐφώτισαν. τοῦτο τοίνυν ὁ ἀρχάγγελος προδηλῶν τῷ προφήτῃ Δανιὴλ ἔλεγε "δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία," ἀντὶ τοῦ δύναμιν περιζώσει πολλούς, τοὺς μαθητὰς δηλαδή. τόν τε πρὸ τοῦ πάθους τοῦ κυρίου χρόνον καὶ τὸν μετὰ τὸ πάθος, καθ' ὃν πρότερον μὲν ἐν Ἱερουσαλὴμ προσέμενον καὶ ἐκήρυσσον οἱ ἀπόστολοι, εἶτα καὶ εἰς τὰ τῆς οἰκουμένης περιῄεσαν τέρματα καὶ ἐδίδασκον, συνάψας, αὖθις διαιρεῖ τὴν ἑβδομάδα ταύτην λέγων "καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεται θυσία καὶ σπονδή," διὰ τούτου προσημαίνων τὴν παῦλαν τῆς τοῦ νόμου σκιᾶς. εἶτα ἐπάγει "καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῆς ἐρημώσεως." τούτων γάρ, φησί, γινομένων τὸ πρὶν ἅγιον ἱερὸν καὶ σεβάσμιον βδέλυγμα λογισθήσεται· ἢ ὅτι μετὰ τὴν τελευταίαν ἑβδομάδα ταύτην βδέλυγμά τι ἐπὶ τὸ ἱερὸν εἰσαχθήσεται, σημεῖον τῆς αὐτοῦ τε καὶ τῆς πόλεως ἐρημώσεως. ὃ ἐπὶ τοῦ Πιλάτου γέγονε, σημαίας νύκτωρ εἰσαγαγόντος εἰκόνας ἐχούσας βασιλικάς, αἳ τοῖς Ἰουδαίοις βδέλυγμα ἐλογίζοντο· ἀπείρητο γὰρ αὐτοῖς ἀνθρωπίνην εἰκόνα ἢ ζῴου τινὸς κεκτῆσθαι ἢ καὶ σεβάζεσθαι. καὶ ὁ κύριος δέ "ὅταν ἴδητε" εἶπε "τὸ βδέλυγμα τῆς ἐρημώσεως ἑστὸς ἐν τόπῳ ἁγίῳ, γινώσκετε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς," τῆς Ἱερουσαλὴμ δηλαδή. καὶ ἀλλαχοῦ δ' ἔφη ὁ κύριος "ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν [211] ἔρημος." ταῦτα προδιδάσκων τὸν Δανιὴλ ὁ ἀρχάγγελος ἐπιφέρει, μετὰ τὸ προθεσπίσαι ὡς ἐκ μέσου γενήσεται ἡ νομικὴ λατρεία, τό "καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῆς ἐρημώσεως." ἵνα δὲ μὴ νομίζηται τοῖς Ἰουδαίοις πρόσκαιρος ἡ ἐρήμωσις, ὡς αὖθις τῆς πόλεως αὐτοῖς ἀνοικοδομηθησομένης καὶ τοῦ ἱεροῦ ἀνεγερθησομένου, οἷα καὶ ἄλλοτε πλειστάκις συμβέβηκεν ἐπί τε τῷ ναῷ καὶ τῇ πόλει, ἐπήγαγε "καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν," τοῦτ' ἔστιν, ἕως συντελεσθῆ ὁ αἰὼν μενεῖ καὶ ἡ ἐρήμωσις, καὶ τότε καὶ ταύτῃ τέλος ἔσται ὅτε οὐκέτι καιρὸς ἢ τὴν πόλιν ἀναστῆναι ἢ τὸν ναόν.
Ταῦθ' ὁ Δανιὴλ περὶ τῶν ὁμοφύλων αὐτοῦ τεθέαται καὶ μεμύηται. ἀλλὰ καὶ ἑτέρας ὀπτασίας ἑώρακε καὶ ἐνύπνια, θεόθεν αὐτῷ προδηλουμένης δι' αὐτῶν τῆς μελλούσης ἔσεσθαι τῶν κοσμικῶν πραγμάτων μεταβολῆς. καὶ οὐ τῆς ἀλλοιώσεως μόνης ἐμυεῖτο τὴν πρόγνωσιν, ἀλλὰ καὶ τοὺς καιροὺς καθ' οὓς ἀποτελεσθήσεται ἕκαστον αὐτῶν ἐδιδάσκετο· ἃ γνώσεται πάντως ὁ βουλόμενος τελεώτερον ἐπιὼν τὴν βίβλον τῶν τοῦ προφήτου ὁράσεων, καὶ βεβαίαν σχοίη κατάληψιν ἐντεῦθεν ὡς οὐδὲν ἀπρονόητον οὐδ' εἰκῇ φερόμενον καὶ ὡς ἔτυχεν, ἀλλὰ πάντα τῇ θείᾳ προνοίᾳ καὶ κυβερνῶνται καὶ διεξάγονται.
Ταῦτα μὲν οὖν οὕτως ἔχουσι καὶ τοῖς εὐσεβέσι δοξάζονται·
Κεφάλαιο 11
Επεξεργασίαἡμῖν δὲ μηδὲ τὰ κατὰ τὴν ἀρρενόφρονα παραλειπτέον γυναῖκα τὴν Ἰουδήθ, ἣ τὸν Ὀλοφέρνην ὠλόθρευσε καὶ τὴν πόλιν αὐτῆς καὶ τὸ ἔθνος ἅπαν διέσωσεν. ἔχει δ' οὕτω τὰ κατ' αὐτήν. ἐν ἔτει δωδεκάτῳ τῆς βασιλείας αὐτοῦ ὁ τῶν Ἀσσυρίων ἀρχηγὸς [212] Ναβουχοδονόσορ πρὸς Ἀρφαξὰδ τὸν βασιλέα Μήδων ἤρατο πόλεμον, καὶ τὰ πέριξ ἔθνη πρὸς συμμαχίαν αὐτοῦ μετεκέκλητο. πολλῶν δ' ἑτέρων καὶ τῶν Ἰουδαίων τὴν πρόσκλησιν μὴ καταδεξαμένων καὶ τὸ συμμαχῆσαί οἱ ἀπειπαμένων, ὁ Ναβουχοδονόσορ ἐξώργιστο, καὶ ὤμοσεν ἦ μὴν τὸν πρὸς τοὺς Μήδους ἀνύσας πόλεμον ἐπελθεῖν κατά τε Κιλικίας καὶ Δαμασκοῦ καὶ Συρίας καὶ Ἰουδαίας καὶ τῆς Αἰγύπτου καὶ δῃῶσαι αὐτὰς καὶ ἐκπορθῆσαι καὶ εἰς ἐρήμωσιν ἀγαγεῖν. ἀντιταξάμενος οὖν πρὸς Ἀρφαξὰδ τὸν Μῆδον καὶ κατὰ κράτος τούτου περιγενόμενος, τῶν ἄλλων τε πόλεων αὐτοῦ κρατήσας καὶ τῶν Ἐκβατάνων αὐτῶν, ἔνθα ἦσαν τῷ Ἀρφαξὰδ τὰ βασίλεια, κἀκεῖνον ἑλών τε καὶ ἀνελών, τὸν ἀρχιστράτηγον τῆς οἰκείας δυνάμεως καλέσας Ὀλοφέρνην ἐνετείλατό οἱ τὸν ὅρκον ὃν ὤμοσεν ἐκπληρῶσαι, καὶ κατὰ τῶν μὴ θελησάντων συμμαχῆσαι αὐτῷ ἐπιόντι κατὰ τῶν Μήδων ἐκστρατεῦσαι μετὰ βαρείας δυνάμεως, καὶ τοὺς μὲν ὅσοι ἑαυτοὺς αὐτῷ ὑποτάσσουσι διατηρῆσαι καὶ τὰς πόλεις αὐτῶν ἀπορθήτους ἐᾶσαι, τῶν δ' ἀπειθούντων μὴ φείσασθαι, ἀλλὰ τοὺς μὲν ἀνθρώπους τῷ ξίφει ὑπαγαγεῖν, τὰς δὲ πόλεις αὐτῶν ἐκδοῦναι εἰς διαρπαγὴν καὶ εἰς ὄλεθρον.
Ὁ μὲν οὖν Ναβουχοδονόσορ τοιαῦτα τῷ ἀρχισατράπῃ αὐτοῦ ἐνετείλατο, Ὀλοφέρνης δὲ ἐκστρατεύσας καὶ τοῖς ἔθνεσι καθ' ὧν ἀπέσταλτο ἐπελθὼν τοὺς μὲν ἄλλους κατὰ τὰ ἐντεταλμένα διέθετο, ἐπὶ δὲ τοὺς Ἰσραηλίτας μέλλων στρατεύειν καὶ ὅπλα κατ' αὐτῶν αἴρειν, οὐ γὰρ προσῄεσαν αὐτῷ οὐδ' ὑπέκυπτον, ἤρετο τίνες οὗτοι καὶ ὅτῳ θαρροῦντες ἀνθίστανται. καὶ εἶπεν αὐτῷ Ἀχιὼρ ὁ τῶν υἱῶν Ἀμμὼν ἀρχηγὸς τήν τε γενεαλογίαν αὐτῶν, καὶ ὅπως εἰς τὰς πόλεις [213] ἐκείνας ἐξ ἀρχῆς κατῳκίσθησαν, καὶ τοῦ σφῶν θεοῦ τὴν ἰσχύν. εἶτα ἐπήγαγε "νῦν οὖν σκεπτέον· καὶ εἰ μὲν εἰς τὸν θεὸν αὐτῶν ἁμαρτάνουσιν, ἀναβησόμεθα καὶ ἐκπολεμήσομεν αὐτούς, εἰ δ' οὐ τοῦτο, παρελθέτω ὁ κύριός μου μήποτε ὑπερασπίσῃ αὐτῶν ὁ θεὸς αὐτῶν καὶ ἡττηθῶμεν." ταῦτα τοῦ Ἀχιὼρ εἰπόντος ὁ Ὀλοφέρνης θυμῷ ληφθεὶς ἐκέλευσε τοῖς παρεστηκόσιν αὐτῷ δῆσαι τὸν Ἀχιὼρ καὶ ἀπαγαγεῖν καὶ παραδοῦναι τοῖς υἱοῖς Ἰσραήλ, ἵνα σὺν ἐκείνοις ληφθεὶς κολασθῇ. οἱ δὲ συλλαβόντες τὸν ἄνδρα ἀπήγαγον εἰς Βαιτουλούα, καὶ οἱ τῆς πόλεως σφενδόναις τοὺς προσιόντας καὶ βέλεσιν ἔβαλλον. κἀκεῖνοι τὸν Ἀχιὼρ δεδεμένον ἔρριψαν ὑπὸ τὴν ὑπώρειαν, καὶ ὑπέστρεψαν. οἱ δὲ τῆς πόλεως ἄνδρες καταβάντες ἔλυσαν τὸν Ἀχιὼρ καὶ εἰς τὴν σφετέραν πόλιν ἀπήγαγον, καὶ τί τὸ συμβεβηκὸς ἐπυνθάνοντο· καὶ ὃς αὐτοῖς ἅπαντα διηγήσατο. οἱ δὲ τὸν θεὸν ἐκάλουν εἰς ἄμυναν. τῇ δ' ἑξῆς Ὀλοφέρνης ἦγεν ἐπὶ Βαιτουλούα τὴν στρατιάν, χιλιάδας οὖσαν πεζῶν ἑκατὸν ἑβδομήκοντα καὶ ἱππέων χιλιάδας δώδεκα, χωρὶς τῶν τῆς ἀποσκευῆς· καὶ ἐστρατοπεδεύσατο παρ' αὐτῇ. εἶτα ἔγνω μὴ πολεμεῖν, ἀλλὰ τὰ ὕδατα προκαταλαβεῖν ὅθεν ὑδρεύοντο, ἵν' ἐκλιπόντες τῇ δίψῃ διαφθαρῶσιν ἢ τὴν πόλιν αὐτῶν παραδώσουσι. καὶ περιέστησε μέρος τῆς στρατιᾶς τοῖς ὕδασι φύλακας. ἐπὶ δὲ τέσσαρσι καὶ τριάκοντα ἡμέραις περικαθημένων τῶν ἐναντίων αὐτούς, ἐξέλιπε σφίσι τὸ ὕδωρ, καὶ ἠθροίσθη πρὸς τοὺς ἄρχοντας ὁ λαός, καὶ ἠξίουν ἐκδοῦναι τὴν πόλιν τοῖς ἐναντίοις καὶ ἑαυτούς, ἵν' ἢ δουλεύσωσιν ἐκείνοις καὶ ζήσονται ἢ κατασφαγέντες ἀπαλλαγῶσι τῶν ἀλγεινῶν. Ὀζίας δὲ ὁ τῶν τῆς πόλεως πρόκριτος "ἔτι" εἶπεν, "ἀδελφοί, μείνωμεν πέντε ἡμέρας, καὶ [214] εἰ μὲν ἥξει ἡμῖν βοήθεια ἐκ θεοῦ· εἰ δ' οὔ, ποιήσω κατὰ τὴν συμβουλίαν ὑμῶν."
Κεφάλαιο 12
ΕπεξεργασίαἮν δὲ ἐν τῇ πόλει ἐκείνῃ γυνὴ ᾗ ὄνομα Ἰουδήθ, καὶ ἡ γυνὴ χήρα, καὶ αὕτη σώφρων καὶ συνετὴ καὶ ὡραία τῇ ὄψει. ἀκούσασα τοίνυν τὰ δεδογμένα τῷ λαῷ καὶ τοῖς ἄρχουσι, μετεπέμψατο τὸν Ὀζίαν καὶ τοὺς λοιποὺς τῆς πόλεως ἄρχοντας, καὶ ἐμέμψατο αὐτοῖς ὡς πειράζουσι τὸν θεὸν ὅτι εἶπον παραδώσειν τὴν πόλιν τοῖς ἐναντίοις μετὰ πέντε ἡμέρας, εἰ μὴ ἐν αὐταῖς ἥξει τις αὐτοῖς βοήθεια ἐκ θεοῦ. οἱ δὲ καλῶς μὲν αὐτὴν συνέθεντο λέγειν, ἀντέθεντο δὲ τὴν δίψαν τοῦ λαοῦ καὶ τὴν βίαν τὴν ἐξ αὐτοῦ. κἀκείνη στῆναι αὐτοὺς τὴν νύκτα ἐπὶ τὴν πύλην τῆς πόλεως ἐνετέλλετο, αὐτὴ δὲ ἔλεγεν ἐξελεύσεσθαι μετὰ τῆς ἅβρας αὐτῆς, μὴ μέντοι αὐτοῖς ἐρεῖν τὸ παρ' αὐτῆς μελετώμενον, ἕως οὗ πρὸς πρᾶξιν κατευθυνθῇ. καὶ εἶπον αὐτῇ "πορεύου." καὶ οἱ μὲν ἀπῆλθον, ἡ δὲ πρὸς παράκλησιν ἐτράπη τὴν πρὸς θεόν. εἶτα ἀποθεμένη τὴν πενθήρη στολὴν τῆς χηρεύσεως, καὶ τὸ σῶμα περικλύσασα ὕδατι καὶ μύρῳ χρισαμένη, στολὴν μετενέδυ εὐφρόσυνον καὶ κόσμον ἑαυτῇ περιέθετο. καὶ καλλωπισθεῖσα πρὸς τὸ ἐπαγωγότερον ἔδωκε τῇ θεραπαίνῃ φέρειν ἐν ἀγγείοις οἶνον καὶ ἔλαιον καὶ πήραν ἀλφίτων πλήρη καὶ παλάθης καὶ ἄρτων, καὶ ἐξῆλθε τῆς πόλεως αὐτὴ καὶ ἡ παιδίσκη αὐτῆς ἀπιοῦσα πρὸς τὴν τῶν ἐναντίων παρεμβολήν. καὶ ἐντυχοῦσα τῇ τῶν Ἀσσυρίων προφυλακῇ κατεσχέθη καὶ ἤχθη πρὸς Ὀλοφέρνην. ὁ δὲ αὐτῆς τὸ κάλλος ἐθαύμασε καὶ εἶπεν αὐτῇ "μὴ φοβοῦ· ἥκεις γὰρ εἰς σωτηρίαν." ἔφη δὲ αὐτῷ ἡ γυνή "δέξαι τοὺς [215] λόγους μου, κύριε, καὶ ὁ λόγος ὃν ἐλάλησεν Ἀχιὼρ ἤτω ἐν τῇ καρδίᾳ σου· ἔστι γὰρ ἀληθής· ὅτι ἐὰν μὴ ἁμάρτωσιν οἱ υἱοὶ Ἰσραήλ, οὐ κατισχύσει ῥομφαία αὐτῶν, νῦν δὲ ἐπεὶ ἐξέλιπεν αὐτοὺς τὰ βρώματα καὶ τὸ ὕδωρ, ἐβουλεύσαντο καὶ τῶν τῷ νόμῳ ἀπηγορευμένων ἅψασθαι, καὶ τὰς ἀπαρχὰς τοῦ σίτου καὶ τὰς δεκάτας τοῦ οἴνου τὰς τοῖς ἱερεῦσι τετηρημένας, ὧν οὐδὲ ψαῦσαι θεμιτὸν ἑτέρῳ, δαπανῆσαι κεκρίκασι. ταῦτα δὲ καὶ τῶν τὴν Ἱερουσαλὴμ οἰκούντων βεβουλευμένων ἐστάλκασι πρὸς τὴν ἐκεῖ γερουσίαν, ἄφεσιν ἐπὶ τούτοις αἰτούμενοι. κἂν οὕτω παρανομήσωσιν, οὐκ ἔσται σφίσιν ἄμυνα ἐκ θεοῦ, καὶ εἰς ὄλεθρον ἐκδοθήσονται. ἅπερ αὐτὴ ἐπιγνοῦσα ἀποδιδράσκω τῆς πόλεως, ἵν' ἐκφύγω τὸν ὄλεθρον. καὶ νῦν μενῶ παρὰ σοί, δέσποτα, καὶ ἐξελεύσομαι κατὰ νύκτα εἰς τὴν φάραγγα, καὶ προσεύξομαι πρὸς τὸν θεόν, καὶ ἐρεῖ μοι πότε ἡμάρτοσαν, κἀγώ σοι ἀναγγελῶ, καὶ ἄξω σε διὰ τῆς Ἰουδαίας ἕως Ἱερουσαλήμ, καὶ θήσω τὸν θρόνον σου ἐν μέσῳ αὐτῆς." καὶ ἤρεσαν Ὀλοφέρνῃ οἱ λόγοι αὐτῆς, καὶ ἐκέλευσεν εἰσαχθῆναι αὐτὴν εἰς τὴν σκηνὴν τοῦ ταμείου αὐτοῦ καὶ δοθῆναι αὐτῇ φαγεῖν. ἡ δέ "οὐ φάγομαι" ἔφη "ἐκ τῶν ἐδεσμάτων ὑμῶν, μή μοι γένηται σκάνδαλον, ἀλλ' ἐξ ὧν ἐπιφέρομαι τραφήσομαι." καὶ εἶπεν αὐτῇ Ὀλοφέρνης "εἰ δὲ ἐκλίποι ταῦτα, πόθεν σοι τοιαῦτα χορηγηθήσεται;" ἡ δέ "ζῇ ἡ ψυχή σου, κύριέ μου" ἀνταπεκρίνατο, "ὅτι οὐ πρότερον ἐκλείψει μοι τὰ ἐδώδιμα πρὶν ἂν ὁ θεὸς ἐν χειρί μου ποιήσῃ ἃ ἐβουλεύσατο." μεσούσης δὲ νυκτὸς ᾐτήσατο ἐπὶ τὴν φάραγγα πρὸς προσευχὴν ἐξελθεῖν, καὶ Ὀλοφέρνης ἐπέτρεψε· καὶ ἐπὶ τρεῖς ἡμέρας οὕτως ἐποίει. καὶ τῇ τετάρτῃ ἡμέρᾳ πότον ἡτοίμασεν Ὀλοφέρνης, καὶ εἶπε [216] τῷ εὐνούχῳ Βαγώᾳ, ὃς ἦν ἐφεστηκὼς ἐπὶ πάντων τῶν αὐτοῦ, "πεῖσον δὴ τὴν γυναῖκα τὴν Ἑβραίαν τοῦ ἐλθεῖν πρὸς ἡμᾶς· αἰσχρὸν γὰρ ἡμῖν, εἰ γυναῖκα τοιαύτην παρήσομεν μὴ αὐτῇ ὁμιλήσαντες." καὶ ὁ Βαγώας εἶπε πρὸς Ἰουδήθ "ἐλθὲ πρὸς τὸν κύριόν μου δοξασθῆναι κατὰ πρόσωπον αὐτοῦ, καὶ πίεσαι μεθ' ἡμῶν οἶνον, καὶ γενηθήσῃ ὡς μία τῶν παρεστηκυιῶν ἐν τῷ οἴκῳ Ναβουχοδονόσορ." καὶ Ἰουδὴθ κοσμηθεῖσα ἀπῆλθε, καὶ εἰσελθοῦσα πρὸς Ὀλοφέρνην ἀνέπεσε, καὶ ἔφαγε καὶ ἔπιεν ἃ ἡτοίμασεν αὐτῇ ἡ παιδίσκη αὐτῆς. ἡ δὲ καρδία Ὀλοφέρνου ἐξέστη καὶ πρὸς ἔρωτα τῆς γυναικὸς ἐξεκέκαυτο. καὶ τοῦ πότου παραταθέντος ἔπιεν ἐκεῖνος οἶνον σφόδρα πολὺν καὶ ἐμεθύσθη. καὶ ὁ μὲν ἐπὶ τῆς κλίνης αὐτοῦ καρηβαρῶν ἐκ τῆς μέθης κατέκειτο, πάντες δὲ ᾤχοντο, καὶ Βαγώας συνέκλεισε τὴν σκηνήν, μόνην τὴν Ἰουδὴθ ἐντὸς καταλελοιπώς. ἡ δὲ τῇ θεραπαίνῃ αὐτῆς ἐνετείλατο τὴν ἔξοδον αὐτῆς ἐπιτηρεῖν· ἐξελεύσεσθαι γὰρ ἐπὶ τὴν προσευχήν. ὁ μὲν οὖν Ὀλοφέρνης τῇ μέθῃ καταβεβαπτισμένος κατέκειτο καὶ ὕπνον θανάτου ὕπνωττεν ἀδελφόν, ἡ δὲ τὸν θεὸν ἐπικαλεσαμένη καὶ τὸν ἀκινάκην αὐτοῦ σπασαμένη τὴν αὐτοῦ ἀπέτεμε κεφαλήν, καὶ ἐξελθοῦσα τῇ θεραπαίνῃ παρέσχεν αὐτήν, καὶ ἀπῄει ὡς δὴ προσευξομένη κατὰ τὸ σύνηθες. ἐγγίσασα δὲ τῇ πόλει αὐτῆς ἐβόησε τοῖς ἐπὶ τῶν πυλῶν ἀνοῖξαι αὐτῇ. καὶ εἰσελθοῦσα διηγήσατο ὅσα ἐθαυμάστωσεν δι' αὐτὴν ὁ θεός, καὶ τὴν κεφαλὴν Ὀλοφέρνου προήγαγε, καὶ συνεβούλευσεν ἀπαιωρῆσαι ταύτην ἐκ τῶν ἐπάλξεων, αὐτοὺς δὲ τὰς πανοπλίας ἐνδυσαμένους ἅμα πρωὶ ἐξελθεῖν· "ἰδόντες γάρ" φησίν "ὑμᾶς οἱ Ἀσσύριοι δραμοῦνται ἐπὶ τὴν τοῦ σφῶν ἀρχιστρατήγου σκηνήν, [217] καὶ εὑρόντες αὐτὸν ἀνῃρημένον ἐκστήσονται, καὶ φόβος ἐπιπεσεῖται αὐτοῖς, καὶ τραπήσονται εἰς φυγήν, καὶ ὑμεῖς ἕψεσθε ὀπίσω αὐτῶν καὶ συγκόψετε αὐτούς, καὶ πληρωθήσεται τὰ πεδία νεκρῶν." ταῦτα τοῖς πολίταις αὐτῆς συμβουλεύσασα "καλέσατέ μοι" ἔφη "τὸν Ἀχιώρ·" καὶ ἐλθόντι τὴν κεφαλὴν τοῦ Ὀλοφέρνου ὑπέδειξε. καὶ ἐξέστη ὁ ἄνθρωπος, καί "ἀνάγγειλόν μοι" ἔφη "ὅσα ἐποίησας." κἀκείνη πάντων ἐνώπιον διηγήσατο ἃ ὁ θεὸς πεποίηκε δι' αὐτῆς, καὶ ὡς ἀμίαντον τὴν αὐτῆς σωφροσύνην καὶ χηρείαν ἐτήρησε. καὶ ὁ Ἀχιὼρ ἐπίστευσε τῷ θεῷ καὶ περιετμήθη. οἱ δὲ τῆς πόλεως ἄρχοντες καὶ τὸ πλῆθος αὐτῆς καὶ τὴν κεφαλὴν Ὀλοφέρνου τοῦ τείχους ἀπῃωρήκασι καὶ τἄλλα κατὰ τὴν συμβουλὴν Ἰουδὴθ πεποιήκασι. καὶ τοὺς Ἀσσυρίους ὡς χόρτον συνέκοψαν, καὶ τὴν παρεμβολὴν αὐτῶν διαρπάσαντες λαφύρων πολλῶν ἐνεπλήσθησαν. τῇ δὲ Ἰουδὴθ ἡ σκηνὴ Ὀλοφέρνου ἐξῄρητο καὶ πάντα τὰ ἐν αὐτῇ, ἃ καὶ ἀνάθημα τῷ θεῷ ἐν Ἱερουσαλὴμ ἀπελθοῦσα ἀνέθετο. καὶ ᾖσεν ᾠδὴν αὐτῷ ἐστεφανωμένη ἐλαίας θαλλῷ, καὶ πᾶς Ἰσραήλ, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς, καὶ κατεγήρασεν ἐν σωφροσύνῃ, καὶ τέθνηκε ζήσασα ἔτη πέντε καὶ ἑκατόν.
Κεφάλαιο 13
ΕπεξεργασίαΤὰ μὲν οὖν κατὰ τὴν Ἰουδὴθ ἐν τούτοις· ἑξῆς δ' ἱστορητέον ἐπιτετμημένως καὶ τὰ κατὰ τὸν Τωβίτ. Τωβὶτ τοίνυν ἐκ τῆς φυλῆς μὲν κατήγετο Νεφθαλείμ, ᾐχμαλώτιστο δὲ ἐν ἡμέραις Ἐνεμεσὰρ βασιλέως τῶν Ἀσσυρίων. ἦν δὲ τὰ πρὸς θεὸν εὐσεβὴς καὶ τὰ πρὸς ἀνθρώπους δίκαιος, καὶ τῶν συμφυλετῶν αὐτοῦ θυόντων τῇ Βάαλ αὐτὸς ἔθυε τῷ θεῷ πορευόμενος [218] εἰς Ἱερουσαλήμ, καὶ κατὰ τὰς τοῦ νόμου διαταγὰς τὴν ζωὴν ἐρρύθμιζεν ἑαυτοῦ, καὶ αἰχμαλωτισθεὶς οὐκ ἐχράνθη βρώμασιν ἐθνικοῖς. γέγονε δὲ τῷ Ἐνεμεσὰρ ἔντιμος, καὶ ἐκτήσατο περιουσίαν πολλήν, καὶ ταύτης μετεδίδου τῶν οἰκείων τοῦ γένους τοῖς χρῄζουσι. πορευόμενος δὲ εἰς Μηδίαν παρέθετο ἑνὶ τῶν ἐκεῖ κατοικούντων ὁμοεθνῶν τῷ Γαμαὴλ ἀργυρίου δέκα τάλαντα. καὶ λαβὼν γυναῖκα τῶν ὁμοφύλων Ἄνναν, υἱὸν ἐξ αὐτῆς Τωβίαν ἐγείνατο.
Ἐνεμεσὰρ δὲ θανόντος, καὶ τοῦ υἱοῦ αὐτοῦ Σεναχηρεὶμ τὴν ἀρχὴν διαδεξαμένου τῶν Ἀσσυρίων, καὶ κατὰ τῆς Ἰουδαίας στρατεύσαντος καὶ αἰσχρῶς φυγόντος ἐκεῖθεν ἐπανελθόντος τε εἰς τὰ οἰκεῖα, καὶ θυμῷ διὰ τὴν ἧτταν ἀποκτιννύντος πλείστους τῶν Ἰσραηλιτῶν, ἔθαπτεν αὐτοὺς νυκτὸς ὁ Τωβίτ. γνωσθεὶς δὲ τοῦτο ποιῶν καὶ ζητούμενος ἔφυγε, καὶ τὰ τῆς οἰκίας αὐτοῦ διήρπαστο ξύμπαντα. οὔπω δὲ πεντήκοντα παρελθουσῶν ἡμερῶν ὁ μὲν Σεναχηρεὶμ παρὰ τῶν υἱέων ἀνῄρητο, καὶ οἱ μὲν πατροκτόνοι δείσαντες ἔφυγον, ἕτερος δὲ παῖς ἐκείνου ὁ Ναχορδὰν τὴν βασιλείαν τὴν πατρικὴν διεδέξατο. ὃς συγγενῆ τοῦ Τωβὶτ κατέστησε τῶν αὐτοῦ πραγμάτων διοικητήν, Ἀχιάχαρ καλούμενον. κἀκεῖνος ἐδεήθη τοῦ βασιλέως περὶ Τωβίτ, καὶ ἐπανῆλθεν εἰς Νινευί. ἐνστάσης δὲ πεντηκοστῆς, ἣν καθ' ἑπτὰ ἑβδομάδας ἑώρταζον Ἰουδαῖοι, ἄριστον ἡτοίμαστο τῷ Τωβὶτ δαψιλές. λέγει οὖν τῷ υἱῷ αὐτοῦ Τωβίᾳ "πορεύθητι, τέκνον, καὶ ἄγαγε ὃν ἂν εὕρῃς τῶν ἀδελφῶν ἡμῶν ἐνδεῆ μεμνημένον τοῦ κυρίου, μεθέξοντα τραπέζης ἡμῖν." ὁ δὲ πορευθεὶς ἀνέστρεψε λέγων "εἷς ἐκ τοῦ γένους ἡμῶν ἐστραγγαλωμένος ἔρριπται ἐν τῇ ἀγορᾷ." καὶ ὁ Τωβὶτ εὐθὺς ἀπῆλθε, καὶ ἀνελόμενος τὸν [219] νεκρὸν εἰς τὴν οἰκίαν ἐκόμισε, δύντος δὲ τοῦ ἡλίου ἔθαψεν αὐτόν. καὶ ἐπανελθὼν οὐκ εἰσῆλθεν εἰς τὴν οἰκίαν, οἷα κατὰ τὸν νόμον ἀκάθαρτος ὡς ἁψάμενος τοῦ νεκροῦ, ἀλλ' ἐκοιμήθη παρὰ τὸν τοῖχον ἐν τῇ αὐλῇ. στρουθία δὲ ἐν τῷ τοίχῳ διανυκτερεύοντα ἀφώδευσαν εἰς τοὺς ὀφθαλμοὺς αὐτοῦ, ἐξ ὧν λευκώματα συνέβησαν ἐν αὐτοῖς, κἀκ τούτων πεπήρωτο ὁ Τωβίτ. ἐν ἐνδείᾳ δὲ γεγονὼς ὑπὸ τῆς γυναικὸς μισθῷ νηθούσης ἐτρέφετο. καί ποτε μισθὸν λαβοῦσα, καὶ ἐπ' αὐτῷ προσειληφυῖα καὶ ἔριφον, ἧκε πρὸς τὸν Τωβίτ. καὶ ἀκούσας τῆς κραυγῆς τοῦ ἐρίφου, ἠρώτα μήποτε κλοπιμαῖος εἴη. ἡ δέ "δῶρον" εἶπέ "μοι δέδοται ἐπὶ τῷ μισθῷ." καὶ ὃς ἐνέκειτο λέγων "εἰ κλοπιμαῖόν ἐστιν, ἀποδοθήτω τοῖς κυρίοις αὐτοῦ." περιαλγήσασα δὲ ἡ γυνὴ καὶ οἱονεὶ τὸν ἄνδρα ἐπὶ τῇ ἀκριβείᾳ τοῦ δικαίου χλευάζουσα "ποῦ εἰσιν αἱ ἐλεημοσύναι σου καὶ αἱ δικαιοσύναι σου;" ἔφη. καὶ ὁ Τωβὶτ ἐδάκρυσε συγχυθεὶς καὶ ᾔτει τὸν θεὸν ἀπαλλαγῆναι τοῦ ζῆν.
Καὶ κατ' αὐτὴν τὴν ἡμέραν ἐν Ἐκβατάνοις τῆς Μηδίας συνέπεσεν ὀνειδισθῆναι Σάρραν τὴν θυγατέρα Ῥαγουὴλ ὑπὸ παιδισκῶν τοῦ πατρὸς αὐτῆς, ὡς τοὺς ἄνδρας αὐτῆς ἀποπνίγουσαν, καὶ ἑπτὰ μὲν συζευχθεῖσαν, οὐδενὶ δὲ αὐτῶν γενομένην. δαιμόνιον γάρ τι Ἀσμοδαῖος καλούμενον ἐθανάτου αὐτοὺς πρὸς αὐτὴν εἰσιόντας. ἡ δὲ μὴ φέρουσα τὸν ὀνειδισμὸν ἀπάγξασθαι ἐβουλεύσατο. ἀλλ' ἵνα μὴ πένθος καὶ ὄνειδος δῷ τῷ πατρὶ αὐτῆς, τοῦτο μὲν οὐκ ἐποίησεν, εἰς προσευχὴν δὲ στᾶσα ἐπεκαλέσατο τὸν θεόν, αἰτουμένη θανεῖν καὶ ἀπαλλαγῆναι τῶν ὀνειδῶν ἢ οἰκτειρηθῆναι καὶ οὕτως αὖθις τὸ ὄνειδος ἐκφυγεῖν.
Εἰσηκούσθη οὖν ἡ προσευχὴ καὶ ἀμφοῖν, καὶ [220] ἀπεστάλη πρὸς τοῦ θεοῦ Ῥαφαὴλ ὁ ἀρχάγγελος ἰάσασθαι μὲν τὴν πήρωσιν τῷ Τωβίτ, τὴν Σάρραν δὲ τῷ Τωβίᾳ μνηστεύσασθαι, καὶ δῆσαι τὸν Ἀσμοδαῖον τὸ πονηρὸν δαιμόνιον, ὥστε μή τι κακὸν τῷ Τωβίᾳ ἐργάσασθαι, εἰ τὴν Σάρραν ἀγάγοιτο. καλέσας δὲ ὁ Τωβὶτ τὸν Τωβίαν τὸν παῖδα αὐτοῦ καὶ παραινέσας πολλά, τέλος ἔφη αὐτῷ "δέκα τάλαντα ἀργυρίου παρεθέμην Γαμαὴλ τῷ τοῦ Γαβρία ἐν Ῥάγοις τῆς Μηδίας· πορευθεὶς οὖν λάβε ταῦτα." καὶ ἔδωκεν αὐτῷ τὸ περὶ τούτων χειρόγραφον, καὶ ἐνετείλατο ζητῆσαι ἄνθρωπον ὃς μισθοῦ συμπορεύσεται αὐτῷ. καὶ ζητῶν συνοδοιπόρον ἐντυγχάνει τῷ ἀρχαγγέλῳ Ῥαφαὴλ ἐν εἴδει ἀνδρὸς φανέντι αὐτῷ καὶ ἐπαγγελλομένῳ εἰδέναι τὴν ὁδὸν καὶ τὸν οἶκον τοῦ Γαμαὴλ καὶ σὺν αὐτῷ πορευθῆναι. καὶ παραλαβὼν αὐτὸν ὡς ἄνθρωπον Ἀζαρίαν καλούμενον ἀπῄει. καὶ ἦλθον ἑσπέρας ἐπὶ τὸν Τίγρην τὸν ποταμόν, καὶ ηὐλίσθησαν ἐκεῖ. Τωβίας δὲ εἰσέδυ τὸν ποταμὸν περικλύσασθαι, καὶ ἀνέθορεν ἐκεῖθεν ἰχθὺς καταπιεῖν τὸ μειράκιον. ὁ δὲ ἄγγελος ἐπιλαβέσθαι αὐτῷ τοῦ ἰχθύος παρεκελεύσατο, καὶ ἑλκυσθέντα αὐτὸν εἰς τὴν γῆν ἀνατμηθῆναι εἶπε, καὶ λαβεῖν ὑπέθετο τῷ Τωβίᾳ τὴν καρδίαν αὐτοῦ καὶ τὸ ἧπαρ καὶ τὴν χολήν, καὶ διατηρεῖν ἀσφαλῶς.
Κεφάλαιο 14
ΕπεξεργασίαὩς δ' ἐπορεύοντο καὶ ἤγγιζον Ἐκβατάνοις, ἔφη Τωβίας "ἀδελφὲ Ἀζαρία, εἰς τί χρησιμεύσουσιν ἡμῖν ἡ καρδία τοῦ ἰχθύος καὶ τὸ ἧπαρ καὶ ἡ χολή; ὁ δὲ ἀπεκρίνατο "ἡ καρδία καὶ τὸ ἧπαρ θυμιώμενα διώκουσι δαίμονας, ἐάν τινι ἐνοχλῶσιν, ἡ δὲ χολὴ ἐγχριομένη ὄμμασι λευκώματα ἔχουσι καθαίρει ταῦτα καὶ [221] δίδωσι τὸ ὁρᾶν." ἤδη δὲ τοῖς Ἐκβατάνοις προσήγγισαν, καί φησι τῷ Τωβίᾳ ὁ ἄγγελος "σήμερον αὐλισθησόμεθα παρὰ Ῥαγουὴλ συγγενεῖ σου τυγχάνοντι, ᾧ θυγάτηρ Σάρρα ἐστὶ φρονίμη τε καὶ καλή, καὶ λαλήσω περὶ αὐτῆς δοθῆναί σοι εἰς γυναῖκα." ὁ δέ "ἀκήκοα" ἔφη "τὸ κοράσιον ἐκδεδόσθαι ἀνδράσιν ἑπτά, καὶ πάντας ἐν τῷ νυμφῶνι θανεῖν, ὅτι ἐρᾷ τούτου δαιμόνιον καὶ τοὺς αὐτὸ μνηστευσαμένους ἀπόλλυσι· καὶ δέδοικα μὴ καὶ αὐτὸς ἀναιρεθῶ παρ' αὐτοῦ." καὶ ὁ ἄγγελος "ἄκουσόν μου" φησί, "καὶ μηδείς σοι τοῦ δαιμονίου λόγος. ἐὰν γὰρ ἔλθῃς εἰς τὸν νυμφῶνα, ἄνθραξιν ἐπίθες ἐκ τῆς καρδίας τοῦ ἰχθύος καὶ ἐκ τοῦ ἥπατος, καὶ φεύξεται τὸ δαιμόνιον τὴν ὀσμὴν αὐτῶν ὀσφρανθέν, καὶ οὐκέτι ἐπανελεύσεται." καὶ εἰσῆλθον εἰς τὸν οἶκον Ῥαγουήλ. καὶ μαθὼν ἐκεῖνος περὶ Τωβία ὅτι υἱός ἐστι τοῦ Τωβίτ, κατεφίλησεν αὐτόν, καὶ ἀκούσας ὅτι πεπήρωται ὁ Τωβίτ, ἔκλαυσε· καὶ ἀσμένως αὐτοὺς ἐδέξατο. ὁ δὲ ἄγγελος ἔφη τῷ Ῥαγουὴλ συζεῦξαι αὐτῷ τὴν Σάρραν· κἀκεῖνος κατένευσε, καὶ καλέσας τὴν θυγατέρα καὶ τῆς χειρὸς αὐτῆς λαβόμενος παρέδωκεν αὐτὴν τῷ Τωβίᾳ, καὶ λαβὼν βιβλίον ἔγραψε συγγραφήν. μετὰ δὲ τὸ δεῖπνον εἰσήγαγον εἰς τὸ ταμιεῖον πρὸς αὐτὴν τὸν Τωβίαν. ὁ δὲ ἀπιὼν ἔλαβεν ἄνθρακας, καὶ ἐπιθεὶς ἐκ τῆς καρδίας καὶ τοῦ ἥπατος τοῦ ἰχθύος ἐκάπνισε, καὶ ἡ ὀσμὴ τούτων ἐφυγάδευσε τὸ δαιμόνιον. Ῥαγουὴλ δὲ μεθ' ἡμέραν ἔστειλε μίαν τῶν παιδισκῶν ἰδεῖν εἰ ζῇ ὁ Τωβίας. τῆς δὲ ἀναστρεψάσης καὶ ζῆν λεγούσης αὐτόν, εὐλόγησεν ὁ Ῥαγουὴλ τὸν θεόν. εἶπε δὲ πρὸς Τωβίαν "ἑορτάσωμεν τοὺς γάμους ἐφ' ἡμέρας δέκα καὶ τέσσαρας, καὶ οὐκ ἐξελεύσῃ ἐντεῦθεν πρὸ τοῦ ταύτας παρελθεῖν. [222] καὶ τότε λαβὼν τὴν ἡμίσειαν μοῖραν τῶν ὑπαρχόντων μοι πορεύου, τὰ δέ γε λοιπὰ λήψεσθε θανόντος ἐμοῦ καὶ τῆς τοῦ βίου μοι κοινωνοῦ." φησὶν οὖν ὁ Τωβίας πρὸς Ῥαφαήλ "ἀδελφὲ Ἀζαρία, λάβε μοι τὸ χειρόγραφον καὶ πορεύθητι ἐν Ῥάγοις παρὰ Γαμαὴλ καὶ κόμισον τὸ ἀργύριον· εἰ γὰρ χρονίσομεν, ὁ πατήρ μου σφόδρα ὀδυνηθήσεται." καὶ ἀπῆλθεν ὁ ἄγγελος καὶ ἐνεχείρισε τῷ Γαμαὴλ τὸ χειρόγραφον καὶ ἔλαβε τὸ ἀργύριον καὶ ὑπέστρεψεν.
Ἤδη δὲ παρελθουσῶν τῶν τοῦ γάμου ἡμερῶν "ἐξαπόστειλόν με" τῷ Ῥαγουὴλ ὁ Τωβίας φησί· καὶ λαβὼν τὴν γυναῖκα αὐτοῦ καὶ τὸ ἥμισυ τῶν ὑπαρχόντων τῷ Ῥαγουὴλ ἀπῄει. ἄρτι δὲ πλησίον γενομένων τῆς Νινευί, φησὶν ὁ ἄγγελος πρὸς αὐτόν "προδράμωμεν ἔμπροσθεν, ἑτοιμάσωμεν τὴν οἰκίαν. λάβε δὲ μετὰ χεῖρας τὴν χολὴν τοῦ ἰχθύος, καὶ ἀνοίξει τοὺς ὀφθαλμοὺς αὐτοῦ ὁ πατήρ σου, σὺ δὲ ἔγχρισον αὐτοὺς τῇ χολῇ, καὶ δηχθεὶς διατρίψει αὐτούς, καὶ ἀποβαλεῖ τὰ λευκώματα." ἡ δὲ μήτηρ αὐτοῦ ἐκάθητο τηροῦσα τὴν ὁδόν· καὶ ὡς ἔγνω τὸν υἱὸν αὐτῆς ἐρχόμενον, σπεύσασά φησι τῷ Τωβίτ "ἔρχεται ὁ υἱός σου," καὶ προσδραμοῦσα κατεφίλησεν αὐτὸν καὶ εἶπεν "εἶδόν σε παῖ, καὶ νῦν εἰ θανοῦμαι, οὐ μέλον μοι." Τωβὶτ δὲ ἐξῄει πρὸς τὴν θύραν προσκόπτων. καὶ ὁ Τωβίας αὐτοῦ ἐπελάβετο καὶ ἐπέχρισε τὴν χολὴν ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ συνεδήχθησαν, καὶ διέτριψεν αὐτούς, καὶ ἐλεπίσθη ἀπ' αὐτῶν τὰ λευκώματα. καὶ ἰδὼν τὸν υἱὸν αὐτοῦ εὐλόγησε τὸν θεόν. καὶ ὡς ἀπηγγέλη τῷ Τωβὶτ τὰ γεγονότα τῷ Τωβίᾳ ἐν Μηδίᾳ, ἐξῆλθε Τωβὶτ εἰς συνάντησιν τῆς νύμφης αὐτοῦ, καὶ ἰδὼν αὐτὴν εὐλόγησεν αὐτήν. οἱ δὲ ἐν τῇ Νινευὶ ὁρῶντες αὐτὸν βλέποντα, καὶ ἀκηκοότες [223] ὅσα ἐποίησεν ὁ θεὸς μεγαλεῖα, ἐθαύμαζον. εἶπε δὲ Τωβὶτ τῷ υἱῷ αὐτοῦ "δὸς δή, τέκνον, τὸν μισθὸν τῷ ἀνθρώπῳ τῷ συνελθόντι σοι, μᾶλλον μέντοι καὶ προσθεῖναι αὐτῷ δεῖ." ὁ δέ "πάτερ" ἔφη, "δίκαιόν ἐστι τὰ ἡμίση λαβεῖν ὧν ἐνήνοχα." καὶ εἶπε τῷ Ῥαφαήλ "λάβε μοι, ἀδελφὲ Ἀζαρία, τὸ ἥμισυ πάντων ὧν ἐνηνόχαμεν, καὶ πορεύου ὑγιαίνων." τότε καλέσας κατὰ μόνας τοὺς δύο ὁ ἄγγελος ἀπήγγειλεν ἅπαν τὸ μεγαλεῖον ὃ ἐποίησε μετ' αὐτῶν ὁ θεός, καὶ εἶπεν εἶναι ὁ Ῥαφαήλ, καὶ μὴ ἀφ' ἑαυτοῦ παραγενέσθαι, ἀλλὰ σταλῆναι ὑπὸ θεοῦ. καὶ παρῄνεσεν αὐτοὺς εὐλογεῖν τὸν θεὸν καὶ ἐξομολογεῖσθαι ὅσα ἐποίησε μετ' αὐτῶν. "μυστήριον μὲν γὰρ βασιλέως" ἔφη "κρύπτειν καλόν, τὰ δὲ ἔργα τοῦ θεοῦ ἀνακηρύττειν ἐνδόξως." οἱ δὲ ἀκούσαντες ταῦτα ἔπεσον ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ ἀναστάντες οὐκέτι αὐτὸν εἶδον, καὶ ἀνθωμολογοῦντο τῷ θεῷ ἀνθ' ὧν ἐποίησε μετ' αὐτῶν θαυμασίων.
Ἦν δὲ Τωβίτ, ὅτε τὴν ὅρασιν αὐτοῦ ἀπώλεσεν, ἐτῶν πεντήκοντα καὶ ὀκτώ, καὶ μετὰ ἔτη ὀκτὼ ἀποκατέστη πάλιν εἰς τὸ ὁρᾶν· καὶ ἦν μᾶλλον ἔκτοτε φοβούμενος τὸν θεὸν καὶ τὸ ἀγαθὸν ἐργαζόμενος. γεγηρακὼς δὲ εἰς ἔσχατον λέγει τῷ υἱῷ αὐτοῦ "τέκνον, ἰδοὺ γεγήρακα καὶ πρὸς τῷ θανεῖν εἰμι, σὺ δὲ λάβε τοὺς υἱούς σου καὶ ἄπελθε εἰς Μηδίαν· πέπεισμαι γὰρ ὅτι ὅσα προεῖπεν Ἰωνᾶς περὶ Νινευί, ὡς καταστραφήσεται, γενήσονται, καὶ ὅτι Ἱεροσόλυμα ἔρημα ἔσται καὶ ὁ ναὸς κατακαυθήσεται, καὶ πάλιν ἐλεήσει τὴν πόλιν ὁ θεός, καὶ ἐπιστρέψει ὁ λαὸς καὶ οἰκοδομήσει αὐτήν. σὺ δὲ τήρησον τὸν νόμον καὶ γίνου ἐλεήμων καὶ δίκαιος." καὶ τοιαῦτα ἐντειλάμενος τῷ υἱῷ αὐτοῦ ἐξέλιπεν, ἐτῶν γενόμενος [224] ἑκατὸν πεντήκοντα καὶ ὀκτώ. καὶ ἔθαψεν αὐτὸν ἐντίμως Τωβίας καὶ τὴν μητέρα αὐτοῦ, καὶ ἀπῆλθε μετὰ τῆς γυναικὸς αὐτοῦ εἰς Ἐκβάτανα πρὸς Ῥαγουὴλ τὸν πενθερὸν αὐτοῦ· καὶ ἔθαψε κἀκεῖνον γηράσαντα, καὶ ἐκληρονόμησεν αὐτόν. ἀπέθανε δὲ καὶ Τωβίας ἐτῶν ἑκατὸν εἴκοσι καὶ ἑπτὰ ἐν Ἐκβατάνοις τῆς Μηδίας, καὶ ἤκουσε πρὸ τοῦ θανεῖν τὴν ἀπώλειαν Νινευὶ αἰχμαλωτισθείσης ὑπὸ Ναβουχοδονόσορ καὶ Ἀσουήρου.
Κεφάλαιο 15
ΕπεξεργασίαΤὸ μὲν οὖν σύμπαν τῶν Ἑβραίων ἔθνος, ὡς ἤδη ἱστόρηται, δορυάλωτον παρὰ τῶν Ἀσσυρίων γενόμενον μετῳκίσθη, καὶ ἔρημος ἡ Ἱερουσαλὴμ καταλέλειπτο, οὐ πρότερόν τε τῆς αἰχμαλωσίας ἐλύθη πρὶν ἡ τῶν Ἀσσυρίων κατελύθη ἀρχὴ κατὰ τὴν προφητικὴν προαγόρευσιν ὑπὸ Μήδων τε καὶ Περσῶν, καὶ οἱ ἑβδομήκοντα παρῆλθον ἐνιαυτοί, οὓς ὁ προφήτης Ἱερεμίας προανεφώνησεν. οὐκ ἄκαιρον δ' ἂν εἴη καὶ τῆς τῶν Ἀσσυρίων βασιλείας ἐπιτετμημένως διεξελθεῖν τὴν καθαίρεσιν, καὶ δεῖξαι τὴν προφητικὴν ἀληθεύουσαν πρόρρησιν, τὴν ὑπὸ Μήδων καὶ Περσῶν μέλλειν αὐτὴν καταλυθήσεσθαι προθεσπίσασαν· ἔχει δὲ οὕτως.
Βασιλεῖαι καθ' ἑαυτὰς ἦσαν ἡ τῶν Μήδων καὶ ἡ τῶν Περσῶν. καὶ τῆς μὲν ἦρχεν ὁ Ἀστυάγης, ὁ Καμβύσης δὲ τῆς Περσῶν. συνῴκει δ' οὗτος τῇ Ἀστυάγους θυγατρὶ καλουμένῃ Μανδάνῃ, ἥτις παῖδα τῷ Καμβύσῃ τὸν Κῦρον ἐγείνατο· ὃς τοῖς τῶν Περσῶν νόμοις τραφεὶς ἀνδρειότατός τε καὶ σωφρονέστατος νουνεχής τε καὶ δικαιότατος γέγονε. τὰ δὲ [225] νόμιμα τῶν Περσῶν τοιάδε ἦσαν, ὡς Ξενοφῶν συνεγράψατο. ἦν αὐτοῖς ἀγορὰ ἐλευθέρα κεκλημένη, καθ' ἣν τά τε βασίλεια σφίσι καὶ τὰ ἄλλα ἀρχεῖα πεποίηντο, ὧν τὰ ὤνια καὶ οἱ ἀγοραῖοι καὶ ἡ τούτων τύρβη καὶ αἱ φωναὶ ἀπελήλαντο, ἵνα μὴ τῇ τῶν πεπαιδευμένων εὐκοσμίᾳ μιγνύηται. διῄρητο δὲ ἡ ἐλευθέρα ἀγορὰ εἰς τετρακτὺν ἀρχείων· τούτων τὸ ἓν παισίν, ἄλλο δ' ἐφήβοις ἀφώριστο, τελείοις δ' ἀνδράσι τὸ ἕτερον, τοῖς δ' ὑπὲρ τὰ στρατεύσιμα γεγονόσιν ἔτη ἀπονενέμητο τὸ λοιπόν, καὶ εἰς τὰς ἑαυτῶν χώρας παρῆσαν ἕκαστοι. τοὺς δ' ἐφήβους καὶ περὶ τὰ ἀρχεῖα καταδαρθάνειν σὺν τοῖς ὅπλοις τοῖς γυμνητικοῖς ἐνενόμιστο πλὴν τῶν γεγαμηκότων· οὗτοι δὲ οὔτε ἐπεζητοῦντο, εἰ μὴ προείρητο, οὔτ' ἀπεῖναι συχνάκις αὐτοῖς συγκεχώρητο. ἦσαν δ' ἑκάστοις ἄρχοντες δώδεκα· εἰς γὰρ δώδεκα φυλὰς οἱ Πέρσαι διῄρηντο. οἱ μὲν δὴ παῖδες εἰς τὰ διδασκαλεῖα φοιτῶντες δικαιοσύνην ἐμάνθανον, τῶν ἀρχόντων αὐτῶν τὸ πλεῖστον τῆς ἡμέρας δικαζόντων αὐτοῖς. ἐγίνοντο γὰρ δὴ καὶ παισὶ πρὸς ἀλλήλους ὥσπερ ἀνδράσιν ἐγκλήματα καὶ κλοπῆς καὶ βίας καὶ ἁρπαγῆς καὶ ἀπάτης καὶ ὕβρεως καὶ ἄλλων τινῶν. οὓς δ' ἂν ἔγνων τούτων ἀδικοῦντας, ἐτιμωροῦντο· καὶ οὓς δ' ἂν εὕρισκον ἀδίκως ἐγκαλοῦντας, ἐκόλαζον. ἐδίδασκον δὲ τοὺς παῖδας σωφροσύνην, προσέχοντας τοῖς πρεσβυτέροις σωφρόνως διάγουσιν, ἐδίδασκον δὲ καὶ τροφῆς ἐγκράτειαν καὶ ποτοῦ. καὶ ὅτε τραφήσεσθαι ἔμελλον οἱ παῖδες, παρὰ τῷ διδασκάλῳ ἦσαν σιτούμενοι, ἄρτον φέροντες οἴκοθεν καὶ κάρδαμον ὄψον· καὶ ποτὸν ἐλάμβανον ποταμίου ὕδατος κώθωνα. ἐμάνθανον δὲ πρὸ τοῦ σιτεῖσθαι τοξεύειν καὶ ἀκοντίζειν. μέχρι δὴ ἓξ ἐτῶν ἢ ἑπτὰ πρὸς τοῖς δέκα ταῦτα οἱ παῖδες ἔπραττον, [226] ἐκ τούτου δ' εἰς τοὺς ἐφήβους ἐτάττοντο, καὶ δέκα ἔτη περὶ τὰ ἀρχεῖα ἐκάθευδον, παρεῖχον δὲ καὶ τὴν ἡμέραν ἑαυτοὺς τοῖς ἄρχουσι κεχρῆσθαι ὅπῃ ἐδέοντο σφῶν ὑπὲρ τοῦ κοινοῦ. ὅταν δ' ἐπὶ θήραν ἐξῄει ὁ βασιλεύς, ἐξῆγε τῆς μοίρας αὐτῶν τὴν ἡμίσειαν. ἐθήρων δὲ κοινῇ, ὅτι συγγενὴς αὐτοῖς ἐδόκει αὕτη ἡ μελέτη τῇ ἀσκήσει τῇ πρὸς τὸν πόλεμον, καὶ εἴθιζεν ἀνίστασθαι πρωιαίτερον καὶ ψύχους καὶ θάλπους ἀνέχεσθαι, καὶ ὁδοιπορίαις καὶ δρόμοις ἐγύμναζε, καὶ τοξεῦσαι θηρίον καὶ ἀκοντίσαι ἐδίδασκε, καὶ πρός τι τῶν ἀλκίμων θηρίων ἀνταγωνίσασθαι παρεσκεύαζεν. ἐφέροντο δὲ θηρῶντες ἄριστον πλεῖον μὲν τῶν παίδων, τἄλλα δὲ ὅμοιον. καὶ οὐκ ἠρίστων θηρῶντες, εἰ μὴ ἐδέησεν ἢ θηρὸς ἕνεκα ἐπιμεῖναι ἢ ἄλλως διατρῖψαι περὶ τὴν θήραν ἠθέλησαν. τὸ οὖν ἄριστον τοῦτο δειπνήσαντες τὴν ὑστέραν μέχρι τοῦ δείπνου ἐθήρευον, καὶ μίαν τὰς ἡμέρας ταύτας ἐλογίζοντο ἄμφω. τοῦτο δ' ἐποίουν ἵνα κἂν ἐν πολέμῳ δεήσῃ, δύνωνται τοῦτο ποιεῖν. ὄψον δὲ εἶχον ὃ ἂν ἐθήρασαν, εἰ δ' οὔ, τὸ κάρδαμον. αἱ δὲ μένουσαι φυλαὶ διέτριβον μελετῶσαι πρὸς τοῖς ἄλλοις καὶ τοξεύειν καὶ ἀκοντίζειν καὶ πρὸς ἀλλήλους ταῦτα διαγωνίζεσθαι. τοῖς δὲ μένουσι τῶν ἐφήβων ἐκέχρηντο αἱ ἀρχαὶ πρὸς ἰσχύος ἢ τάχους ἔργα δημόσια. ἐπειδὰν δ' ἐπὶ τούτοις οἱ ἔφηβοι δέκα ἔτη διήγαγον, ἐτέλουν εἰς τοὺς τελείους ἄνδρας, καὶ ἔκτοτε πέντε καὶ εἴκοσιν οὕτω διῆγον ἐνιαυτούς. καὶ εἰ ἔδει στρατεύεσθαι, τόξα μὲν οὐκέτι ἔχοντες οὐδὲ παλτὰ ἐστρατεύοντο, τὰ δὲ ἀγχέμαχα ὅπλα καλούμενα, θώρακα περὶ τοῖς στέρνοις καὶ γέρρον ἐν τῇ ἀριστερᾷ, ἐν δὲ τῇ δεξιᾷ μάχαιραν ἢ κοπίδα. καὶ αἱ ἀρχαὶ δὲ πᾶσαι ἐκ τούτων καθίσταντο. ἐπειδὰν δὲ τὰ πέντε καὶ εἴκοσι [227] διετέλεσαν ἔτη, ἦσαν μὲν πλειόνων γεγονότες ἐνιαυτῶν ἢ πεντήκοντα ἀπὸ γενεᾶς, ἐξήρχοντο δὲ τηνικαῦτα εἰς τοὺς γεραιτέρους. οἱ δὲ γεραίτεροι ἐστρατεύοντο μὲν οὐκέτι ἔξω τῆς ἑαυτῶν, μένοντες δ' οἴκοι ἐδίκαζον τά τε κοινὰ καὶ τὰ ἰδιωτικὰ ξύμπαντα, καὶ τὰ θανατικὰ δ' ἐκεῖνοι ἔκρινον, καὶ τὰς ἀρχὰς ἁπάσας ᾑροῦντο. καὶ ἤν τις ἢ ἐν ἐφήβοις ἢ ἐν ἀνδράσι παρέβη τι τῶν νομίμων, οἱ γεραίτεροι αὐτὸν ἐξέκρινον. ὁ δ' ἐκκριθεὶς ἄτιμος διετέλει τὸ λοιπὸν τοῦ βίου. αἰσχρὸν δὲ παρὰ Πέρσαις λελόγιστο καὶ τὸ ἀποπτύειν καὶ τὸ ἀπομύττεσθαι καὶ τὸ φύσης ὦφθαι μεστοὺς καὶ τὸ φανερὸν τινὰ γενέσθαι οὐροῦντα ἢ κοιλίας ποιούμενον ἔκκρισιν. ταῦτα δὲ οὐκ ἠδύναντο ποιεῖν, εἰ μὴ μετρίᾳ διαίτῃ ἐχρῶντο καὶ τὸ ὑγρὸν ἐκπονοῦντες ἀνήλισκον.
Κεφάλαιο 16
ΕπεξεργασίαΤαῦτα μὲν τὰ ἔθη τῶν Περσῶν καὶ τὰ νόμιμα· Κῦρος δὲ τούτοις τραφείς τε καὶ παιδευθείς, καὶ τὴν ἔφηβον ὑπερβὰς ἡλικίαν καὶ τοῖς ἀνδράσι καταλεγείς, ἐν ἅπασιν εὐδοκίμησεν. ἤδη δὲ τοῦ μητροπάτορος αὐτοῦ τοῦ τῶν Μήδων βασιλεύοντος Ἀστυάγους τὴν ζωὴν μεταλλάξαντος ὁ παῖς ἐκείνου Κυαξάρης, ὃς καὶ Δαρεῖος ὠνόμαστο, τὴν πατρικὴν ἀρχὴν διεδέξατο, τοῦ Κύρου τυγχάνων μητράδελφος.
Ὁ δὲ τῶν Ἀσσυρίων κρατῶν, εἰς μέγα τῆς βασιλείας αὐξηθείσης αὐτῷ, καὶ ἄρχων μὲν τοῦ φύλου τῶν Ἀσσυρίων ὄντος πολυπληθοῦς, ὑφ' ἑαυτὸν δὲ πεποιημένος τοὺς Ἄραβας, ὑπηκόους δὲ καὶ τοὺς Ὑρκανίους κτησάμενος καὶ τοὺς Σύρους ὑποφόρους, τούς γε μὴν Βακτρίους πολιορκῶν καὶ τὸ τῶν Ἑβραίων γένος ἤδη καταστρεψάμενος, καὶ ἄλλα δὲ πλεῖστα [228] τῶν ἐθνῶν θέμενος ὑποχείρια, ᾤετο, εἰ τοὺς Μήδους ἀσθενώσειε, πάντων γε τῶν πέριξ ῥᾷον κρατήσειν. ταῦτα δὲ διανοηθεὶς τούς τε ὑφ' ἑαυτὸν ἡτοίμαζεν, ἔπεμψε δὲ καὶ πρὸς Κροῖσον τὸν βασιλέα Λυδῶν καὶ πρὸς ἄμφω τοὺς Φρύγας, πρὸς Παφλαγόνας τε καὶ Ἰνδοὺς καὶ πρὸς Κᾶρας καὶ Κίλικας, αἰτῶν συμμαχήσειν αὐτῷ κατὰ Μήδων ὡρμημένῳ, ὡς καὶ αὐτοῖς τοῦ πολέμου συμφέροντος, δυνατὸν εἶναι λέγων τὸ ἔθνος, ἐπιγαμίαν τε πρὸς Πέρσας πεποιημένον καὶ τὴν παρ' ἐκείνων προσκτήσασθαι ἀρωγήν, καὶ θάτερον συγκροτεῖσθαι παρὰ θατέρου, ὥστε εἰ μή τις αὐτοὺς φθάσας ἀσθενώσει, ἑκάστῳ τῶν ἐθνῶν ἐπιόντας κρατήσειν αὐτῶν. ὁ μὲν οὖν τοιούτους λόγους πρὸς ἕκαστον τῶν ἐθνῶν διεπέμπετο· τῶν δὲ τὰ μὲν τοῖς λόγοις τούτοις παρακινούμενα, τὰ δὲ καὶ χρήμασι καὶ δώροις ἀναπειθόμενα, ἔνια δὲ καὶ φόβῳ τοῦ Ἀσσυρίου κρατούμενα συμμαχήσειν κατέθεντο.
Κυαξάρης δὲ ταῦτα μαθὼν αὐτός τε παρεσκευάζετο καὶ εἰς Πέρσας ἀπέστειλε πρός τε τὸ κοινὸν καὶ πρὸς τὸν σφῶν βασιλέα Καμβύσην, συμμαχίαν αἰτῶν καὶ τὸν Κῦρον τὸν ἀδελφιδοῦν ἄρχοντα τῶν συμμάχων ἐλεύσεσθαι ἀξιῶν· ἤδη γὰρ ἐν τοῖς τελείοις ἠρίθμητο. συμμαχήσειν οὖν τῶν Περσῶν καταθεμένων οἱ γεραίτεροι ἄρχοντα τὸν Κῦρον αἱροῦνται τῆς εἰς Μήδους στρατιᾶς, καὶ τρισμυρίους αὐτῷ ἔδοσαν πελταστὰς καὶ τοξότας καὶ σφενδονήτας. ὡς οὖν ᾑρέθη, τῷ πατρὶ συνταξάμενος ἀπῄει πρὸς Μήδους σὺν τῷ στρατεύματι. ἐπεὶ δὲ ἀφίκετο, οὔπω δὲ παρῆν ὁ Ἀσσύριος, ἀσκεῖν ἐπέταττε τοῖς ἑαυτοῦ τὰ πολέμια. ἐν τούτοις δὲ παρὰ Κυαξάρου ἧκεν ἄγγελος λέγων ὅτι Ἰνδῶν παρείη πρεσβεία, καί "δεῖ παρεῖναι καὶ σέ. φέρω δέ σοι καὶ στολὴν τὴν καλλίστην· βούλεται [229] γάρ σε προσάγειν ἐστολισμένον λαμπρότατα, ἵν' οὕτω τοῖς Ἰνδοῖς ὀφθείης." ὡς δ' ἀφίκετο ἐπὶ τὰς Κυαξάρου θύρας μετὰ τῆς στρατιᾶς, καὶ περσικῶς ἐσταλμένος εἰσῄει πρὸς αὐτόν, ἠχθέσθη ἐκεῖνος τῇ λιτότητι τῆς στολῆς. κληθέντες δὲ οἱ Ἰνδοὶ εἶπον ἐστάλθαι παρὰ τοῦ σφετέρου βασιλέως ἐρωτῶντος ἐξ οὗ ὁ πόλεμος εἴη Μήδοις τε καὶ τῷ Ἀσσυρίῳ, τὰ αὐτὰ δὲ πυθέσθαι κἀκείνου, καὶ ἀμφοτέροις εἰπεῖν ὅτι ὁ Ἰνδῶν βασιλεὺς τὸ δίκαιον σκεψάμενος μετὰ τοῦ ἠδικημένου ἔσται. πρὸς ταῦτα ὁ Κυαξάρης ἔφη "ἡμεῖς μὲν ἀδικοῦμεν οὐδὲν τὸν Ἀσσύριον, ἐκείνου δὲ ὅ,τι λέγει πυνθάνεσθε." ὁ δὲ Κῦρος εἶπεν "εἰ παρ' ἡμῶν ἀδικεῖσθαί φησιν ὁ Ἀσσύριος, ὦ Ἰνδοί, αὐτὸν αἱρούμεθα δικαστὴν τὸν βασιλέα ὑμῶν."
Οἱ μὲν δὴ ταῦτα ἀκούσαντες ᾤχοντο· ὁ δὲ Κῦρος μὴ θέλων ἄπρακτον καθῆσθαι τὴν ἑαυτοῦ στρατιάν, τῷ Κυαξάρῃ φησίν "ἔναγχος μέμνημαί σου ἀκούσας ὡς ὁ Ἀρμένιος οὔτε στράτευμα πέμπει σοι οὔτε τὸν δασμὸν δίδωσι, τὰς συνθήκας ἠθετηκώς. εἰ οὖν βούλει, πέμψον ἐμέ, ἱππέας μοι μετρίους προσθέμενος· καὶ οἶμαι σὺν τοῖς θεοῖς ὡς καὶ τὸ στράτευμα πέμψει καὶ ἀποδοίη καὶ τὸν δασμόν." ὡς δὲ ἐφῆκεν ὁ Κυαξάρης, ὑποσχόμενος, ὅτε τοῖς ὅροις πλησιάσει τῆς Ἀρμενίας, πέμψειν αὐτῷ τοὺς ἱππέας, ἀπῄει ὁ Κῦρος ὡς πρὸς θήραν ἐξιών· καὶ γὰρ εἰώθει θηρᾶν μέσον τῶν ὁρίων ἀμφοῖν, τῶν τε Μήδων φημὶ καὶ τῶν Ἀρμενίων. καὶ ἀπελθὼν ἐθήρα καὶ ἐπέβαινε τῶν ὀρῶν τῆς Ἀρμενίας ἐπὶ τὸ πρόσω χωρῶν ἠρέμα. ὡς δ' ᾔσθετο ταῦτα ὁ Κυαξάρης, ἀπέστειλεν αὐτῷ τοὺς ἱππεῖς. ἐλθόντων δ' ἐκείνων συγκαλέσας τοὺς ταξιάρχας ἐξέφηνε τὸ ἀπόρρητον, καὶ ἥκειν ἔφη διὰ τὸν Ἀρμένιον ἀγνωμονήσαντα πρὸς τὸν Κυαξάρην. καὶ [230] τῷ μὲν Χρυσάντᾳ ἐνετέλλετο τοὺς ἡμίσεις λαβεῖν τῶν Περσῶν καὶ εἰς τὰ ὄρη τῶν Ἀρμενίων γενέσθαι, φυλάττεσθαί τε μὴ γνωρισθῆναι ὅτι στράτευμα εἴη ἐν τούτοις, ἀλλά τινας προπέμπειν λῃσταῖς ἐοικότας καὶ τὸ πλῆθος καὶ τὰς στολάς, ὥστε εἴ τινες ἴσως τούτοις ἐντύχοιεν, κλῶπας νομίζειν εἶναι. καὶ ὁ μὲν Χρυσάντας μετὰ τῶν Περσῶν ἐπὶ τὰ ὄρη ἐχώρει, ὁ δὲ Κῦρος πέμψας πρὸς τὸν Ἀρμένιον ἐκέλευεν ὡς τάχιστα οἴσειν καὶ τὸν δασμὸν καὶ τὸ στράτευμα, καὶ αὐτὸς ἀπῄει συντεταγμένος. ὡς δ' ἤκουσε ταῦτα ὁ Ἀρμένιος, ἐξεπλάγη, καὶ ἔπεμπε μὲν ἀθροίζων τὴν ἑαυτοῦ στρατιάν, ἔπεμπε δὲ καὶ τὰς γυναῖκας τόν τε νεώτερον υἱὸν καὶ τὰ χρήματα εἰς τὰ ὄρη· οὐ γὰρ τεῖχος τῇ σφῶν κατοικίᾳ περιεβέβλητο. ἐπεὶ δὲ οἱ πρὸς τὰ ὄρη πεμφθέντες ἐνέπεσον τοῖς ἐκεῖ ἐφεδρεύουσι, καὶ αἵ τε γυναῖκες καὶ ὁ υἱὸς καὶ αἱ θυγατέρες τοῦ Ἀρμενίου ἑάλωσαν, ἀπορῶν αὐτὸς καὶ ἑαυτὸν τῷ Κύρῳ παρέδωκεν.
Κεφάλαιο 17
ΕπεξεργασίαἘν τούτοις δὲ ὁ πρεσβύτερος τοῦ Ἀρμενίου παῖς Τιγράνης ἀπόδημος ὢν προσῄει, ὅς ποτε σύνθηρος τῷ Κύρῳ ἐγένετο, καὶ γνοὺς τὰ συμβάντα εὐθὺς ὡς εἶχε πρὸς τὸν Κῦρον ἀπῄει· καὶ ἰδὼν τόν τε πατέρα καὶ τὴν μητέρα καὶ τὰς ἀδελφὰς καὶ τὴν ἑαυτοῦ γυναῖκα αἰχμαλώτους, ἐδάκρυσεν. ὁ δὲ Κῦρος "εἰς καιρὸν ἥκεις" ἔφη. καὶ πολλὰ τῷ Ἀρμενίῳ διαλεχθεὶς καὶ ἀδικοῦντα ἐλέγξας, τέλος ἔφη "λέγε μοι πόση σοι δύναμίς ἐστι, πόσα δὲ χρήματα." τοῦ δὲ εἰπόντος ἱππεῖς μὲν ὀκτακισχιλίους εἶναι, πεζῶν δὲ μυριάδας τέσσαρας, χρήματα δὲ εἰς ἀργύριον λογισθέντα πλείω τρισχιλίων ταλάντων, ὁ Κῦρος "τῆς μὲν στρατιᾶς" [231] ἔφη "τοὺς ἡμίσεις μοι σύμπεμψον, τῶν δὲ χρημάτων ἀντὶ μὲν τῶν πεντήκοντα ταλάντων τοῦ ἐτησίου δασμοῦ διπλάσια Κυαξάρῃ ἀπόδος· ἐμοὶ δ'" ἔφη "ἄλλα ἑκατὸν δάνεισον." καὶ ταῦτα εἰπὼν τήν τε γυναῖκα τῷ Ἀρμενίῳ καὶ τοὺς παῖδας δῶρον ἔδωκε, καὶ τῷ Τιγράνῃ τὴν οἰκείαν νεογάμῳ ὄντι, καὶ ἀφῆκε πάντας.
Ἀρμενίοις δὲ καὶ Χαλδαίοις ὁμοροῦσι διαφοραὶ ἦσαν ἀεὶ καὶ μάχαι· τούτους δ' ἀλλήλοις ὁ Κῦρος κατήλλαξε, καὶ οὕτως ἀπῄει. καὶ τὸ μὲν στράτευμα ὃ ἐκ τοῦ Ἀρμενίου ἔλαβεν ἔπεμψε πρὸς Κυαξάρην, ἐπεὶ δ' ἀφίκετο εἰς Μήδους, μετέδωκε τῶν χρημάτων τοῖς αὐτοῦ ταξιάρχαις. εἶτα σὺν τῷ Κυαξάρῃ ἐνέβαλεν εἰς τὴν πολεμίαν, καὶ ἐστρατοπεδεύσαντο καὶ λείαν πολλὴν ἐκεῖθεν συνήγαγον. ὡς δὲ προσιόντας καὶ τοὺς Ἀσσυρίους ἐπύθοντο, συντεταγμένοι προσῄεσαν, καὶ ἐστρατοπεδεύσαντο ἀλλήλων παρασάγγην ἀπέχοντες. τῇ δ' ὑστεραίᾳ ἐξαγαγὼν ὁ Κῦρος τὸ ἑαυτοῦ στράτευμα παρετάξατο, καὶ καθ' ἕτερον κέρας σὺν τοῖς Μήδοις ὁ Κυαξάρης, ἑτέρωθεν δ' οἱ Ἀσσύριοι καὶ οἱ συμμαχοῦντες αὐτοῖς. καὶ παραθήξαντες ἀλλήλους οἱ Πέρσαι ὁμόσε δρόμῳ ἐφέροντο καὶ ὁ Κῦρος αὐτός. οἵ γε μὴν πολέμιοι οὐκέτ' ἔμενον, ἀλλ' ἔφευγον εἰς τὸ ἔρυμα. καὶ οἱ Πέρσαι αὐτοῖς ἐφεπόμενοι ὠθουμένων αὐτῶν πολλοὺς κατεστρώννυσαν, τοὺς δὲ εἰς τὰς τάφρους ἐμπίπτοντας ἐπεισπηδῶντες ἐφόνευον. καὶ οἱ τῶν Μήδων δὲ ἱππεῖς εἰς τοὺς τῶν πολεμίων ἱππέας ἤλαυνον· οἱ δ' ἐνέκλινον· ἔνθα δὴ καὶ ἵππων διωγμὸς ἦν καὶ ἀνδρῶν καὶ φόνος ἐξ ἀμφοτέρων. ἰδοῦσαι δὲ αἱ γυναῖκες τῶν Ἀσσυρίων καὶ τῶν συμμάχων ταῦτα, ἀνέκραγον καὶ ἔθεον ἐκπεπληγμέναι, καὶ τοὺς πέπλους [232] περιρρηγνύμεναι καὶ δρυπτόμεναι ἱκέτευον πάντας ἀμῦναι καὶ αὐταῖς καὶ τέκνοις καὶ σφίσιν αὐτοῖς. ἔνθα δὴ καὶ οἱ βασιλεῖς αὐτοὶ σὺν τοῖς πιστοτάτοις στάντες ἐπὶ τὰς εἰσόδους ἐμάχοντο καὶ τοῖς ἄλλοις παρεκελεύοντο. δείσας δ' ὁ Κῦρος μὴ ὀλίγοι ὄντες, εἰ βιάσαιντο εἰς τὸ χαράκωμα εἰσελθεῖν, ὑπὸ πολλῶν σφαλεῖεν, παρηγγύησεν ὑπὸ πόδα ἀνάγειν ἔξω βελῶν· καὶ ταχὺ τὸ κεκελευσμένον ἐποίησαν. εἶτ' ἀπήγαγε τοὺς οἰκείους ὅσον ἐδόκει καλῶς ἔχειν, καὶ ἐστρατοπεδεύσατο. οἱ δ' Ἀσσύριοι, καὶ τεθνηκότος τοῦ ἄρχοντος καὶ σχεδὸν σὺν αὐτῷ τῶν βελτίστων, ἠθύμουν. ὁρῶντες δὲ ταῦτα ὅ τε Κροῖσος καὶ οἱ ἄλλοι σύμμαχοι σφῶν πάντες ἤλγουν. ἐντεῦθεν ἐκλείπουσι τὸ στρατόπεδον καὶ ἀπέρχονται τῆς νυκτός. ὡς δὲ μεθ' ἡμέραν ἔρημον ἐφάνη τὸ τῶν πολεμίων χαράκωμα, διαβιβάζει τοὺς Πέρσας ὁ Κῦρος πρώτους, εἶτα καὶ οἱ ἀμφὶ Κυαξάρην διέβαινον. τῷ μὲν οὖν Κύρῳ διώκειν τοὺς πολεμίους ἐδόκει, τῷ δέ γε Κυαξάρῃ τοὐναντίον ἅπαν ἦν αἱρετόν. καὶ ὁ Κῦρος "δὸς δή μοι τῶν Μήδων" ἔφη "τινὰς συμπορευομένους μοι, ἐκείνους δὴ ὅσοι μοι ἐθελονταὶ συνέψεσθαι προθυμήσονται." καὶ ὁ Κυαξάρης ἐφῆκε, καὶ τὸν ἀγγελοῦντα ταῦτα τοῖς Μήδοις τῷ Κύρῳ συνέπεμψεν.
Ἐν τοσούτῳ δὲ ἄγγελοι ἐκ τῶν Ὑρκανίων ἀφίκοντο. οἱ δ' Ὑρκάνιοι ὅμοροι τῶν Ἀσσυρίων εἰσίν, ἔθνος οὐ πολύ, διὸ καὶ ἦσαν τῶν Ἀσσυρίων ὑπήκοοι· ἐχρῶντο δ' αὐτοῖς οὔτ' ἐν πόνοις οὔτ' ἐν κινδύνοις αὐτῶν φειδόμενοι. καὶ τότε δὲ οὐραγεῖν ἐτετάχατο, ἱππεῖς ὄντες ὡς χίλιοι, ὅπως εἴ τι ὄπισθεν εἴη δεινόν, ἐκείνοις τοῦτ' ἐνσκήψειε πρὸ αὐτῶν. οἱ δὲ οἷα πάσχουσιν ἐννοούμενοι, ἔπεμψαν ἀγγέλους [233] πρὸς Κῦρον ἐροῦντας ὡς μισοῖντο δικαίως παρ' αὐτῶν οἱ Ἀσσύριοι, καὶ εἰ βούλοιτο ἰέναι ἐπ' αὐτούς, καὶ σφεῖς ἔσοιντο σύμμαχοι καὶ ἡγήσοιντο. ὁ δὲ ἤρετο εἰ καταλήψοιντο αὐτούς· καὶ οἱ Ὑρκάνιοι εἶπον ὅτι κἂν αὔριον ἕωθεν πορεύοιντο εὔζωνοι, καταλήψοιντο σφᾶς. καὶ ὁ Κῦρος πίστεις ᾔτει ὡς ἀληθεύοιεν· οἱ δὲ ὁμήρους κατέθεντο παρασχεῖν, εἰ καὶ αὐτὸς δεξιὰν δοίη καὶ πιστὰ θεῶν ποιήσαιτο. καὶ ὁ μὲν Κῦρος δίδωσιν αὐτοῖς πιστά, ἦ μὴν ἐὰν ἃ λέγουσιν ἐμπεδώσωσιν, ὡς φίλοις καὶ πιστοῖς χρῆσθαι αὐτοῖς, καὶ μήτε Περσῶν μήτε Μήδων μεῖον ἔχειν τι παρ' αὐτῷ.
Ἐπὶ τούτοις ὁ Κῦρος ἔτι φάους ὄντος ἐξῆγε τὸ στράτευμα, καὶ ὁ Τιγράνης μετὰ τῶν Ἀρμενίων συνῆν, καὶ τοὺς Ὑρκανίους δὲ περιμένειν ἐκέλευσεν, ἵν' ἅμα ἴοιεν. τῶν δὲ Μήδων σχεδὸν ἅπαντες συνεξῄεσαν τῷ Κύρῳ. ἡγεῖσθαι οὖν τοὺς Ὑρκανίους ἐκέλευε· καὶ πολλὴν ὁδὸν διανύσας πλησίον γίνεται τοῦ τῶν Ὑρκανίων στρατεύματος. καὶ οἱ ἄγγελοι τοῦτο τὸν Κῦρον ἐδίδασκον, καὶ ὃς ἐκέλευσεν, εἰ φίλοι εἰσίν, ὡς τάχιστα ὑπαντᾶν τὰς δεξιὰς ἀνατείναντας. καὶ οἱ Ὑρκάνιοι ταῦτα ἐνωτισάμενοι παρῆσαν εὐθύς, τὰς δεξιὰς ὥσπερ εἴρητο ἀνατείνοντες. δεξιωσάμενος δὲ αὐτούς "εἴπατέ μοι" φησί, "πόσον ἀπέχει ἐνθένδε ἔνθα αἱ ἀρχαὶ τῶν πολεμίων εἰσὶ καὶ τὸ ἀθρόον αὐτῶν;" οἱ δ' ἔφασαν ὀλίγῳ πλέον ἢ παρασάγγην. ἡγεῖσθαι οὖν τοὺς Ὑρκανίους ἐπέταττε. καὶ οἱ μὲν ἡγοῦντο, αὐτὸς δὲ σὺν τοῖς Πέρσαις τὸ μέσον ἔχων ἐπορεύετο, τοὺς δὲ ἱππεῖς ἑκατέρωθεν ἔταξεν. ἐπεὶ δὲ φάος ἐγένετο καὶ ἔγνων τὰ δρώμενα οἱ πολέμιοι, οὐδεὶς ἐμάχετο, ἀλλ' οἱ μὲν ἔφευγον, οἱ δὲ καὶ ἀμαχεὶ ἀπώλλυντο.
Κεφάλαιο 18
Επεξεργασία[234] Κροῖσος δὲ ὁ Λυδῶν βασιλεὺς τὰς γυναῖκας σὺν ταῖς ἁρμαμάξαις νυκτὸς προέπεμψεν, ὡς ῥᾷον κατὰ ψῦχος πορεύοιντο, θέρος γὰρ ἦν, καὶ αὐτὸς τοὺς ἱππεῖς ἔχων ἐπηκολούθει. καὶ τὸν τῆς παρ' Ἑλλήσποντον ἄρχοντα Φρυγίας τὰ αὐτὰ ποιῆσαί φασιν. ὡς δ' οἱ φεύγοντες αὐτοὺς κατελάμβανον, καὶ τὸ γινόμενον ἔγνων, ἔφευγον καὶ αὐτοί. τὸν δὲ τῶν Καππαδοκῶν βασιλέα ἔτι ἐγγὺς ὄντα κατακαίνουσιν οἱ Ὑρκάνιοι. καὶ οἱ μὲν ἄλλοι ἐδίωκον, ὁ δὲ Κῦρος τοὺς σὺν αὐτῷ περιελαύνειν ἐκέλευε τὸ στρατόπεδον, καὶ κτείνειν μὲν τοὺς ἐξιόντας σὺν ὅπλοις, τοῖς δὲ μένουσιν ἐκήρυξεν ἀποφέρειν τὰ ὅπλα συνδεδεμένα, τοὺς δ' ἵππους ἐπὶ ταῖς σκηναῖς καταλείπειν· τὸν δὲ μὴ οὕτω ποιοῦντα τῆς κεφαλῆς στερεῖσθαι. οἱ μὲν δὴ τὰ ὅπλα ἔχοντες ἐρρίπτουν ἀποφέροντες εἰς ἓν χωρίον, καὶ ταῦτα οἱ τεταγμένοι κατέκαιον. ὁ δὲ Κῦρος ἐννοήσας ὡς ἦλθον οὔτε σῖτα οὔτε ποτὰ ἔχοντες, ἐκήρυξε τοὺς τῶν σκηνῶν ἐπιτρόπους παρεῖναι πάντας, καὶ ὡς παρῆσαν "ἄγετε, ὦ ἄνδρες" ἔφη, "διπλάσια ἐν ἑκάστῃ σκηνῇ σῖτα παρασκευάσατε ἢ τοῖς δεσπόταις καὶ τοῖς οἰκέταις αὐτῶν καθ' ἡμέραν ἐποιεῖτε." καὶ οἱ μὲν ὡς παρηγγέλθησαν ἔπραττον. τῶν δὲ Μήδων τινὲς οἱ μὲν ἁμάξας προωρμημένας καταλαβόντες καὶ ἀποστρέψαντες μεστὰς ὧν δεῖται στρατιὰ προσήλαυνον, οἱ δὲ καὶ ἁρμαμάξας γυναικῶν τῶν βελτίστων προσῆγον, καὶ ἐπιδεικνύντες Κύρῳ ἃ ἦγον πάλιν ἀπήλαυνον. ὁ δὲ Κῦρος ἐπὶ τούτοις ἐδάκνετο καὶ κατεμέμφετο ἑαυτοῦ, καὶ συγκαλέσας τοὺς ταξιάρχας συνεβούλευεν ἱππικὸν καὶ τοὺς Πέρσας κτήσασθαι, ἵνα τούτῳ τοὺς ἱππότας διώκοιεν καὶ τοὺς [235] φεύγοντας καταλαμβάνοιεν· καὶ οἱ ἄλλοι συνῄνεσαν. ἤδη δ' ὑπερμεσούσης ἡμέρας προσήλαυνον οἱ ἱππεῖς οἱ Μῆδοι καὶ Ὑρκάνιοι ἵππους τε ἄγοντες αἰχμαλώτους καὶ ἄνδρας. τοῖς μὲν οὖν αἰχμαλώτοις ἀνδράσιν "ἄπιτε" εἶπε "τήν τε χώραν ὑμῶν ἐργαζόμενοι καὶ τὰς οἰκίας οἰκοῦντες καὶ γυναιξὶ ταῖς ὑμετέραις συνοικοῦντες καὶ παίδων τῶν ὑμετέρων ἀπολαύοντες, καὶ τοῖς ἄλλοις δὲ διαγγέλλετε ταῦτα· ἓν γάρ τι καινὸν ἔσται ὑμῖν ὅτι οὐχ ὁ αὐτὸς ὑμῶν ἄρξει ὅσπερ καὶ πρότερον, τὰ δ' ἄλλα τὰ αὐτὰ ἔσται πάντα ὑμῖν." οἱ μὲν οὖν προσκυνοῦντες ἀπῄεσαν· ὁ δὲ Κῦρος "ὥρα δή," ἔφη "ὦ Μῆδοί τε καὶ Ἀρμένιοι, δειπνεῖν· παρεσκεύασται δὲ ὑμῖν δεῖπνα ὡς ἡμεῖς, ὦ βέλτιστοι, ἠδυνάμεθα. καὶ ὑμεῖς δέ, ὦ Ὑρκάνιοι" ἔφη, "διαγάγετε αὐτοὺς ἐπὶ τὰς σκηνάς, τοὺς μὲν ἄρχοντας ἐπὶ τὰς μεγίστας, τοὺς δ' ἄλλους ὡς ἂν δοκῇ κάλλιστα ἔχειν, καὶ αὐτοὶ δὲ δειπνεῖτε· σῷαι γὰρ ὑμῖν αἱ σκηναὶ καὶ ἀκέραιοι." καὶ οἱ μὲν ἐποίουν ὡς ἐκελεύσθησαν· ὁ δὲ Κῦρος πολλοὺς τῶν Περσῶν διέπεμψε κύκλῳ τηρεῖν τὸ στρατόπεδον, ἵνα εἴ τίς τε ἔξωθεν προσίοι, μὴ λάθοι, καὶ εἴ τις τῶν ἐντὸς ἀποδιδράσκοι, ἁλώσοιτο. καὶ οἱ μὲν Πέρσαι οὕτω διῆγον. τῇ δ' ἑξῆς ἡμέρᾳ τὰ λάφυρα τοῖς στρατιώταις διανεμηθῆναι προσέταξε, τοὺς δ' ἵππους τοῖς Πέρσαις δοθῆναι, ἵνα ἱππεῖς καὶ αὐτοὶ ἔσοιντο. καί "τῷ Κυαξάρῃ δὲ ἐκλέξασθε" ἔφη "ὁποῖα οἴδατε κεχαρισμένα αὐτῷ· Πέρσαις δέ" ἔφη "τοῖς μετ' ἐμοῦ ὅσα ἂν περισσὰ γένηται, ταῦτα ἀρκέσει· οὐ γὰρ ἡμεῖς ἐν χλιδῇ τεθράμμεθα, ὥστε ἴσως ἂν καταγελάσαιτε ἡμῶν, εἴ τι σεμνὸν ἡμῖν περιθείητε· ὥσπερ οἶδ' ὅτι πολὺν ὑμῖν γέλωτα παρέξομεν καὶ ἐπὶ τῶν ἵππων καθήμενοι, οἶμαι δὲ καὶ ἐπὶ τῆς γῆς καταπίπτοντες." καὶ [236] τοὺς ταξιάρχας καλέσας τοὺς ἵππους λαμβάνειν ἐκέλευσε καὶ κληρωσαμένους ἴσους λαμβάνειν ἑκάστους.
Κεφάλαιο 19
ΕπεξεργασίαἘν τούτῳ δὲ παρῆν Γωβρύας Ἀσσύριος πρεσβύτης ἀνὴρ σὺν ἱππικῇ θεραπείᾳ, καὶ τὸν Κῦρον ᾔτει θεάσασθαι. ἤχθη οὖν πρὸς αὐτὸν καὶ εἶπεν "ὦ δέσποτα, ἐγώ εἰμι τὸ μὲν γένος Ἀσσύριος, ἔχων καὶ τεῖχος ὀχυρόν, καὶ χώρας ἄρχω πολλῆς· ἔχω δὲ καὶ ἵππον εἰς χιλίαν, ἣν τῷ τῶν Ἀσσυρίων βασιλεῖ παρειχόμην, καὶ φίλος ἦν ἐκείνῳ ὡς μάλιστα. ἐπεὶ δ' ὁ μὲν τέθνηκεν ὑφ' ὑμῶν, ὁ δὲ παῖς ἐκείνου τὴν ἀρχὴν ἔχει, ἔχθιστος ὢν ἐμοὶ ὅτι τὸν μόνον μοι καὶ φίλον παῖδα φθονήσας ἀπέκτεινεν, ἥκω πρὸς σὲ καὶ δίδωμί σοι ἐμαυτὸν δοῦλον καὶ σύμμαχον, σὲ δὲ τιμωρὸν αἰτοῦμαι γενέσθαι μοι." Κῦρος δὲ ἀπεκρίνατο "ἤνπερ, ὦ Γωβρύα, ὅσα φὴς καὶ φρονῇς, δέχομαί τε ἱκέτην σε καὶ τιμωρήσειν σοι τοῦ παιδὸς τὸν φόνον σὺν θεοῖς ὑπισχνοῦμαι." ὁ δέ "ἐπὶ τούτοις" ἔφη "ἀληθεύων ἐγὼ δίδωμί σοι τὴν ἐμὴν καὶ λαμβάνω τὴν σὴν δεξιάν."
Ἐπεὶ δὲ ταῦτα ἐπράχθη, ἀπιέναι κελεύει τὸν Γωβρύαν ἔχοντα καὶ τὰ ὅπλα. καὶ ὁ μὲν ἀπῄει· οἱ δὲ Μῆδοι παρῆσαν ἐξῃρηκότες Κύρῳ τὴν καλλίστην σκηνὴν καὶ τὴν Σουσίδα γυναῖκα, ἣ καλλίστη λέγεται ἐν τῇ Ἀσίᾳ γυνὴ γενέσθαι, καὶ μουσουργοὺς δὲ δύο τὰς κρατίστας, καὶ Κυαξάρῃ τὰ δεύτερα· τὰς δὲ περισσὰς σκηνὰς Κύρῳ παρέδοσαν, ὡς τοῖς Πέρσαις γένοιντο. ὁ δὲ Κῦρος τὰ μὲν τοῦ Κυαξάρου φυλάττειν ἐκέλευσε τοὺς ἐκείνου οἰκειοτάτους, καί "ὅσα ἐμοὶ δίδοται, ἡδέως" ἔφη "δέχομαι." καλέσας δὲ Ἀράσπην Μῆδον, ὃς ἦν αὐτῷ ἐκ παίδων ἑταῖρος, [237] ἐκέλευσε διαφυλάξαι αὐτῷ τὴν γυναῖκα καὶ τὴν σκηνήν. ἦν δὲ αὕτη μὲν γυνὴ Ἀβραδάτου τοῦ Σούσων βασιλέως, ὃς ἁλισκομένου τοῦ στρατοπέδου οὐ παρῆν, πεμφθεὶς περὶ συμμαχίας παρὰ τοῦ Ἀσσυρίου πρὸς τὸν Βακτρίων βασιλέα, ξένος ὢν ἐκείνῳ.
Πρωὶ δὲ ἀναστάντες ἐπορεύοντο πρὸς Γωβρύαν Κῦρος ἔφιππος καὶ οἱ Περσῶν ἱππεῖς γενόμενοι εἰς δισχιλίους. δευτεραῖοι δὲ ἀμφὶ δείλην γίνονται εἰς τὸ Γωβρύα χωρίον αὐτοὶ καὶ οἱ σύμμαχοι. μαθὼν οὖν ἐκεῖ ὅτι τοῖς Ἀσσυρίοις ἐν Βαβυλῶνι πολλαπλασία τῆς πρῴην δυνάμεως παρεσκεύασται, "ἄγε ἡμᾶς εὐθὺ τὴν ἐπὶ Βαβυλῶνος" ἔφη. ὡς δὲ πορευόμενοι τεταρταῖοι πρὸς τοῖς ὁρίοις τῆς Γωβρύου χώρας ἐγένοντο, καὶ ἐν τῇ πολεμίᾳ ἤδη ἐτύγχανον, τοὺς μὲν πεζοὺς καί τινας τῶν ἱππέων κατέσχε πρὸς ἑαυτόν, τοὺς δ' ἄλλους ἱππεῖς ἀφῆκε καταθεῖν, κελεύσας τοὺς μὲν ὅπλα ἔχοντας τῶν ἐντυγχανόντων αὐτοῖς κατακαίνειν, τοὺς δ' ἄλλους καὶ λείαν ὅσην ἂν λάβωσι πρὸς αὐτὸν ἄγειν. ἐκέλευσε δὲ καὶ τοὺς Πέρσας συγκαταθεῖν. καὶ ἧκον πολλοὶ μὲν αὐτῶν κατακεκυλισμένοι ἀπὸ τῶν ἵππων, πολλοὶ δὲ λείαν ὅτι πλείστην ἄγοντες. εἶτα πρὸς Βαβυλῶνα ᾔει ὥσπερ ἐν μάχῃ παραταξάμενος. ὡς δ' οὐκ ἀντεξῄεσαν οἱ Ἀσσύριοι, ἐκέλευσεν ὁ Κῦρος τὸν Γωβρύαν προσελάσαντα εἰπεῖν, εἰ βούλεται ὁ βασιλεὺς ἐξιὼν ὑπὲρ τῆς χώρας μάχεσθαι, καὶ αὐτὸς σὺν ἐκείνῳ μάχοιτο ἄν· εἰ δὲ μὴ ἀμυνεῖ τῇ χώρᾳ, ὅτι ἀνάγκη τοῖς κρατοῦσι πείθεσθαι. ὁ μὲν δὴ Γωβρύας προσελάσας ταῦτα εἶπεν· ὁ δ' Ἀσσύριος πέμψας ἔλεγεν "ὁ δεσπότης ὁ σός, ὦ Γωβρύα, ἀνταποκρίνεται, ἐὰν βούλησθε μάχεσθαι, ἥκετε εἰς τριακοστὴν ἡμέραν· νῦν δ' οὔπω ἡμῖν σχολή· ἔτι γὰρ παρασκευαζόμεθα."
[238] Καὶ ὁ μὲν ἀπήγγειλε ταῦτα τῷ Κύρῳ· ὁ δὲ ἀπήγαγε τὸ στράτευμα, καὶ τὸν Γωβρύαν περὶ τοῦ Γαδάτου ἠρώτα. ὁ δὲ Γαδάτας βασιλέως τινὸς ἦν υἱός, ἑταῖρος τοῦ Ἀσσυρίου, ὃν συμπίνοντα αὐτῷ συλλαβὼν ἐξέτεμε καὶ ἐκτομίαν ἐποίησεν· ὃς τοῦ πατρὸς αὐτοῦ τελευτήσαντος τότε τὴν βασιλείαν εἶχεν εὐνοῦχος ὤν. πρὸς τοῦτον οὖν ἀπιέναι τὸν Γωβρύαν ἤθελε καὶ ἄγειν πρὸς ἑαυτόν. ὁ δὲ ἀπῆλθε. καὶ ἐντυχὼν καὶ ὅσα παρὰ Κύρου ἐνετάλθη εἰπὼν ὁ μὲν ἐπανῆλθεν, ὁ δὲ Γαδάτας τῷ Ἀσσυρίῳ συμμαχεῖν προσποιούμενος, καὶ φρούριόν τι τοῦ Ἀσσυρίου πρόβολον ὂν τοῦ πολέμου δόλῳ κατασχών, καὶ τῷ Κύρῳ αὐτὸ παραδούς, ἦλθε καὶ αὐτὸς πρὸς Κῦρον. καὶ δεξιωθείς "ὦ Γαδάτα" ἤκουσε, "παῖδας μέν, ὡς ἔοικε, ποιεῖσθαί σε ἀφείλετο ὁ Ἀσσύριος, οὐ μέντοι καὶ κτᾶσθαι φίλους ἐστέρησεν." ὁ μὲν οὖν τοιαῦτα εἶπε. τοῦ δὲ φρουρίου ὑπὸ τὸν Κῦρον γεγενημένου, καὶ Καδούσιοι καὶ Σάκαι καὶ Ὑρκάνιοι πλείους συνεστρατεύοντο αὐτῷ· καὶ ἐπὶ τούτοις προσέρχεται Κύρῳ ὁ Γαδάτας λέγων ὡς ὁ Ἀσσύριος περὶ τοῦ φρουρίου πυθόμενος καὶ χαλεπήνας συσκευάζοιτο εἰς τὴν ἐμὴν ἐμβαλεῖν χώραν. "ἐὰν οὖν ἀφῇς με, τὰ τείχη ἂν πειραθείην διασῶσαι, τῶν δ' ἄλλων μείων μοι λόγος." ἤρετο οὖν ὁ Κῦρος "ἐὰν ἴῃς, πότε ἔσῃ οἴκοι;" ὁ δέ "εἰς τρίτην" ἔφη "δειπνήσω ἐν τῇ ἡμετέρᾳ." "ἐγὼ δέ" ἔφη ὁ Κῦρος "ποσταῖος ἂν ἐκεῖσε ἀφικοίμην σὺν τῷ στρατεύματι;" καὶ ὁ Γαδάτας "οὐκ ἂν δύναιο" ἀπεκρίνατο "δέσποτα, εἰ μὴ ἐν ἓξ ἢ ἑπτὰ ἡμέραις ἐλθεῖν." καὶ ὁ Κῦρος "σὺ τοίνυν" ἔφη "ἄπιθι τάχιστα, ἐγὼ δ' ὡς ἂν δυναίμην πορεύσομαι." καὶ ὁ μὲν Γαδάτας ἀπῄει, ὁ δὲ Κῦρος τοῖς ἄρχουσι τῶν συμμάχων εἶπε δεῖν τῷ Γαδάτᾳ ἐπαμῦναι παρὰ τοῦ [239] Ἀσσυρίου πολεμουμένῳ, ἀνδρὶ εὐεργέτῃ. καὶ πάντες συνέφασαν. ὁ δέ "ἐπεὶ καὶ ὑμῖν συνδοκεῖ" ἔφη, "ἄγετε πορευσώμεθα, ἵππων τε καὶ ἀνδρῶν τοὺς δυνατωτάτους λαβόντες καὶ τριῶν ἡμερῶν τὰ ἐπιτήδεια, ἵν' εὔζωνοι ἴωμεν." οὕτω δὲ συσκευασάμενοι μέσων νυκτῶν τῆς ὁδοῦ εἴχοντο, τοῦ Γωβρύου σφῶν ἡγουμένου.
Κεφάλαιο 20
ΕπεξεργασίαΚαὶ ὁ μὲν Κῦρος οὕτως ἀπῄει· ἀπιόντι δὲ τῷ Γαδάτᾳ τῶν τις παρ' αὐτῷ δυνατῶν ἐπεβούλευσεν ἐκείνῳ, καὶ πέμψας πρὸς τὸν Ἀσσύριον ἐδήλου τὴν τοῦ Γαδάτου δύναμιν καὶ ὡς ἥκει, καὶ ἐνεδρεῦσαι αὐτῷ ἐνετέλλετο, ἵν' οὕτως αὐτόν τε συλλάβοι τὸν Γαδάταν καὶ τοὺς σὺν αὐτῷ. ἐπεὶ δὲ ταῦτα ἤκουσεν ὁ Ἀσσύριος, ἐνήδρευσεν. ὡς δ' ἐγγὺς ὁ Γαδάτας τῆς ἐνέδρας ἐγένετο καὶ ἤδη ἐδόκει εἶναι ἁλώσιμος, ἀνίσταται ἐκ τῆς ἐνέδρας. ὁ δὲ τῷ Γαδάτᾳ ἐπιβουλεύων ἐν τούτῳ παίει αὐτὸν καὶ πλήττει κατὰ τὸν ὦμον, οὐ μέντοι καιρίως· ποιήσας δὲ τοῦτο πρὸς τὸν Ἀσσύριον παραχρῆμα ἀποχωρεῖ καὶ ἐδίωκε σὺν αὐτῷ. οἱ μὲν οὖν τοῦ Γαδάτου ἡλίσκοντο, οἱ δ' ἔφευγον τοὺς χαλινοὺς τρέψαντες· καὶ ἤδη προσιόντα καθορῶσι τὸν Κῦρον. ὁ δὲ ὡς ἔγνω τὸ πρᾶγμα, ἐναντίος αὐτοῖς ἦγε τὴν στρατιάν. καὶ οἱ πολέμιοι τοῦτον ἰδόντες ἐτράπησαν εἰς φυγήν, καὶ ὁ Κῦρος διώκειν ἐκέλευσεν. ἡλίσκοντο τοίνυν καὶ ἄνδρες καὶ ἅρματα, καὶ πολλοὶ δὲ ἐκτείνοντο, καὶ αὐτὸς ὁ τὸν Γαδάταν πλήξας· οἱ δ' ἄλλοι καὶ αὐτὸς ὁ Ἀσσύριος εἰς πόλιν αὐτοῦ τινα μεγάλην κατέφυγον. καὶ ὁ Κῦρος ταῦτα διαπραξάμενος εἰς τὴν Γαδάτου χώραν ἀναχωρεῖ, καὶ ᾔει τὸν Γαδάταν ἐπισκεψόμενος. καί οἱ ὁ Γαδάτας [240] ἀπήντησεν ἐπιδεδεμένος τὸ τραῦμα, καὶ χάριτας ὡμολόγει λέγων ὡς "ἔγωγε τὸ μὲν ἐπ' ἐμοὶ οἴχομαι, τὸ δὲ ἐπὶ σοὶ σέσωσμαι, προθύμως οὕτω μοι βοηθήσαντι."
Οἱ δέ γε Καδούσιοι ὀπισθοφυλακεῖν τεταγμένοι τότε παρὰ τοῦ Κύρου, καὶ μὴ μετασχόντες τῆς διώξεως, βουλόμενοι δὲ καὶ αὐτοὶ λαμπρόν τι ποιῆσαι, οὐδὲν τῷ Κύρῳ κοινωσάμενοι καταθέουσι τὴν Βαβυλωνίαν. ἀπιὼν δὲ ὁ Ἀσσύριος ἐκ τῆς πόλεως οὗ κατέφυγε, συντυγχάνει αὐτοῖς· καὶ γνοὺς μόνους ὄντας ἐπιτίθεται, καὶ τόν τε ἄρχοντα σφῶν ἀποκτείνει καὶ ἄλλους πολλούς, καὶ διώξας μέχρι τινὸς ἀπετράπετο. οἳ δὲ τῶν Καδουσίων ἐσώζοντο, περὶ δείλην ἦλθον εἰς τὸ στρατόπεδον. ὁ δὲ Κῦρος τοὺς μὲν τετρωμένους τοῖς θεραπεύσουσι παρεδίδου, τοῖς δ' ἄλλοις αὐτὸς προσῆγεν ἐν λόγοις παράκλησιν, καὶ ἄρχοντα ἑαυτοῖς ἐξ ἑαυτῶν παρῄνει αἱρήσεσθαι. καὶ οἱ μὲν εἵλοντο. ὁ δὲ Γαδάτας ἧκε κομίζων τῷ Κύρῳ δῶρα παντοῖά τε καὶ πολλὰ καὶ πλείστους ἵππους. ὁ δὲ Κῦρος τοὺς μὲν ἵππους ἔφη δέχεσθαι, ἵν' ἐκπληρώσῃ τὸ Περσικὸν ἱππικὸν καὶ εἰς μυρίους περισταῖεν αὐτῷ οἱ ἱππεῖς, τὰ δὲ χρήματα ἀπαγαγεῖν αὐτῷ ἐνετέλλετο καὶ φυλάττειν ἔστ' ἂν καὶ αὐτὸν ἀντιδωρεῖσθαι γνοίη δυνάμενον. καὶ παρῄνει τὴν πόλιν αὐτοῦ ὑπὸ φυλακὴν ποιήσασθαι ἀσφαλῆ, αὐτὸν δὲ αὐτῷ συστρατεύσασθαι. καὶ ὁ Γαδάτας ἥσθη τῇ συμβουλῇ, συσκευασάμενός τε τῷ Κύρῳ συνείπετο. ἐπεὶ δὲ πορευόμενος οὕτως εἰς τὰ μεθόρια τῶν Σύρων καὶ Μήδων ἀφίκετο, ἐνταῦθα τρία ὄντα τῶν Σύρων φρούρια τὸ μὲν ἓν αὐτὸς προσβαλὼν καὶ βιασάμενος ἔλαβε, τὰ δὲ δύο φοβῶν μὲν ὁ Κῦρος, πείθων δὲ ὁ Γαδάτας παρεσκεύασαν παραδοῦναι τοὺς φυλάσσοντας.
[241] Εἶτα πέμπει πρὸς Κυαξάρην ἀξιῶν ἥκειν εἰς τὸ στρατόπεδον, ὅπως περὶ ὧν ἂν δέοιντο βουλεύσαιντο. καὶ ὁ μὲν ἄγγελος ᾤχετο· ὁ δὲ Κῦρος ἐκέλευσε τὴν σκηνὴν ἣν οἱ Μῆδοι τῷ Κυαξάρῃ ἐξεῖλον κατασκευάσαι ὡς βέλτιστα τῇ τε ἄλλῃ παρασκευῇ καὶ τῷ γυναῖκα εἰσαγαγεῖν εἰς τὸν γυναικῶνα τῆς σκηνῆς, καὶ σὺν ταύτῃ τὰς μουσουργοὺς αἵπερ τῷ Κυαξάρῃ ἐξῄρηντο. ἐν τοσούτῳ δὲ ὁ ἄγγελος τὰ παρὰ τοῦ Κύρου τῷ Κυαξάρῃ ἀπήγγειλε, καὶ ὃς ἐπορεύετο σὺν τοῖς παραμείνασιν αὐτῷ τῶν Μήδων ἱππεῦσιν. ὡς δ' ἔγνω προσιόντα αὐτὸν ὁ Κῦρος, λαβὼν τούς τε τῶν Περσῶν ἱππέας, πολλοὺς ἤδη ὄντας, καὶ τοὺς Μήδους παρόντας καὶ τοὺς Ἀρμενίους καὶ τῶν ἄλλων συμμάχων τοὺς εὐιπποτάτους, ἀπήντα, ἐπιδεικνὺς τῷ Κυαξάρῃ τὴν δύναμιν. ὁ δὲ ἰδὼν τῷ Κύρῳ μὲν πολλούς τε καὶ ἀγαθοὺς ἑπομένους, ἑαυτῷ δὲ ὀλίγην τε καὶ ὀλίγου ἀξίαν θεραπείαν, ἄτιμόν τι αὐτῷ ἔδοξεν εἶναι, καὶ ἄχος αὐτὸν ἔλαβε, καὶ εἰς φανερὰ κατήνεκτο δάκρυα. ὁ δὲ Κῦρος ἰδίᾳ τοῦτον ἀπολαβόμενος καὶ παρακαθίσας διειλέχθη, καὶ τῆς ὀργῆς καὶ τῆς λύπης ἠρώτα τὸ αἴτιον. καὶ πολλά τε εἰπὼν καὶ ἀκούσας, τέλος "πρὸς θεῶν" ἔφη, "ὦ θεῖε, παῦσαι τὸ νῦν ἔχον μεμφόμενός μοι, ἐπειδὰν δὲ πεῖραν ἡμῶν λάβῃς πῶς ἔχομεν πρὸς σέ, τότε μοι ἢ χάριτας ὁμολόγει ἢ μέμφου." καὶ ὁ Κυαξάρης κατέθετο· ὁ δ' ἐφίλησεν αὐτὸν προσελθών. καὶ ὡς εἶδον οἱ Μῆδοί τε καὶ οἱ Πέρσαι καὶ οἱ λοιποί, ὑπερήσθησαν. ἀναβάντες οὖν τοὺς ἵππους ὁ Κῦρος καὶ ὁ Κυαξάρης ἀπῄεσαν ἐπὶ τὸ στρατόπεδον, καὶ ἐπὶ τὴν ἐξῃρημένην αὐτῷ σκηνὴν τὸν Κυαξάρην ἀπήγαγον. οἱ δὲ Μῆδοι ᾔεσαν πρὸς αὐτὸν δῶρα ἄγοντες, ἕκαστος ἕν γέ τι ὧν εἰλήφει τὸ κάλλιστον. ἐπεὶ δὲ ὥρα δείπνου ἦν, ὁ μὲν [242] Κυαξάρης ἀμφὶ δεῖπνον εἶχε, ὁ δὲ Κῦρος ὡς ἂν αὐτῷ παραμείναιεν οἱ σύμμαχοι ἐφρόντιζε, καὶ συλλέξας τῶν φίλων τοὺς ἱκανοὺς τὰ δέοντα συμπράττειν αὐτῷ μηχανᾶσθαι ἠξίου ὅπως πείσαιεν τοὺς συμμάχους μὴ ἀποστῆναι αὐτῶν, ἀλλ' ἐπαρήγειν ἔτι. τῇ δ' ὑστεραίᾳ πρὸς Κυαξάρην ἅπαντες συνελέγησαν. καὶ πρὶν ἐντυχεῖν ἐκείνῳ προσῆγον οἱ φίλοι τῷ Κύρῳ ἄλλος ἄλλο τῶν ἐθνῶν τῶν συμμάχων, δεομένων αὐτοῦ μένειν καὶ συμμετέχειν τοῦ πολέμου αὐτῷ.
Κεφάλαιο 21
ΕπεξεργασίαἘν τούτῳ δὲ Κυαξάρης τῆς σκηνῆς ἐξελθών "ἄνδρες σύμμαχοι" ἔφη, "σκοπεῖν δέον πότερον στρατεύεσθαι ἔτι καιρὸς εἶναι δοκεῖ ἢ διαλύειν ἤδη τὴν στρατιάν." ἕκαστος οὖν παριὼν ἔλεγε, καὶ πάντες στρατεύεσθαι δεῖν γνώμην ἔδοσαν. ἐπὶ πᾶσι δὲ ὁ Κῦρος εἶπεν "οὐδ' ἐμὲ λανθάνει, ὦ ἄνδρες, ὡς εἰ διαλύσομεν τὸ στράτευμα, τὰ μὲν ἡμέτερα γίνοιντ' ἂν ἀσθενέστερα, τὰ δὲ τῶν πολεμίων αὐξήσεται. ἀλλ' ὁρῶ ἡμῖν ἀντιπάλους προσιόντας οἷς οὐ δυνησόμεθα μάχεσθαι. προσέρχεται γὰρ χειμὼν καὶ τῶν ἐπιτηδείων ἔλλειψις. τὰ μὲν γὰρ ἀνήλωται παρ' ἡμῶν, τὰ δὲ δι' ἡμᾶς ὑπὸ τῶν ἐναντίων ἀνακεκόμισται εἰς ἐρύματα. τίς οὖν λιμῷ καὶ ῥίγει μαχόμενος στρατεύεσθαι δύναιτ' ἄν; δοκῶ δὲ χρῆναι τὰ μὲν τῶν ἐναντίων παραιρεῖν ὀχυρώματα, ἑαυτοῖς δὲ πλεῖστα ποιήσασθαι ὀχυρά. ἐὰν γὰρ φρούρια ἡμῖν γένηται, ταῦτα τοῖς μὲν πολεμίοις ἀλλοτριώσει τὴν χώραν, ἡμῖν δὲ εἰς λυσιτέλειαν ἔσται." ὡς δὲ ταῦτά τε καὶ πλείω τοιαῦτα ἐρρήθη, πάντες συμπροθυμήσεσθαι ταῦτ' ἔφασαν, καὶ ὁ Κυαξάρης αὐτός, καὶ μηχανὰς ποιήσειν κατέθεντο πολιορκητικάς. Κῦρος δὲ γνοὺς [243] διατριβὴν ἔσεσθαι ἀμφὶ ταῦτα, τὸ μὲν στράτευμα ἐν ἀσφαλεῖ ἐποιήσατο, ἐξῆγε δὲ εἰς προνομάς, ἵνα τε ἄφθονα ἔχοιεν τὰ χρειώδη καὶ ἵνα μᾶλλον ὑγιαίνοιεν κοπιῶντες, καὶ ὅπως τῆς εὐταξίας ὑπομιμνήσκοιντο.
Ἐκ δὲ Βαβυλῶνος ἰόντες αὐτόμολοι ἔλεγον ὡς ὁ Ἀσσύριος οἴχοιτο ἐπὶ Λυδίαν πολλὰ τάλαντα χρυσίου καὶ ἀργυρίου ἄγων καὶ κόσμον παντοδαπόν. ὁ μὲν οὖν ὄχλος ὁ στρατιωτικὸς ἔλεγεν ὑπεκτίθεσθαι αὐτὸν ἤδη δεδιότα τὰ χρήματα, ὁ δὲ Κῦρος ἔλεγεν οἴχεσθαι τὸν Ἀσσύριον συμμάχους ζητοῦντα, καὶ ὡς μάχης ἔτι δεῆσον ἀντιπαρεσκευάζετο. ἔδοξε δ' αὐτῷ καὶ κατάσκοπον ἐπὶ Λυδίαν πέμψαι, ἵν' ὅ,τι πράττει ὁ Ἀσσύριος γνῷ. καὶ πρὸς τοῦτο ἐπιτήδειος αὐτῷ ὁ Ἀράσπας ἐδόκει ὁ τὴν καλὴν γυναῖκα φυλάττων, ὃς ληφθεὶς ἔρωτι τῆς γυναικὸς προσήγαγε λόγους αὐτῇ· ἡ δὲ ἀπέφησε καὶ ἦν πιστὴ τῷ ἀνδρὶ καὶ ἀπόντι, οὐ μέντοι κατεῖπε τοῦ Ἀράσπου πρὸς Κῦρον. ἐπεὶ δὲ ὁ ἐρῶν ἠπείλει αὐτῇ ὡς εἰ μὴ ἑκοῦσα ἐνδοίη, ἄκουσα ποιήσει τοῦτο, δείσασα τὴν βίαν πέμπει τὸν εὐνοῦχον πρὸς τὸν Κῦρον καὶ κελεύει πάντα εἰπεῖν. ὁ δὲ ἀκούσας ἐγέλασε, καὶ πέμπει Ἀρτάβαζον σὺν τῷ εὐνούχῳ, κελεύσας εἰπεῖν αὐτῷ μὴ βιάζεσθαι τοιαύτην γυναῖκα, πείθειν δὲ εἰ δύναιτο, οὐκ ἔφη κωλύειν. ὁ δὲ Ἀράσπας ἀκούσας ταῦτα τὸ μὲν ὑπ' αἰσχύνης, τὸ δ' ὑπὸ φόβου τῇ λύπῃ καταβεβάπτιστο. ὁ οὖν Κῦρος γνοὺς τοῦτο ἐκάλεσεν αὐτὸν ἰδίᾳ καὶ ἔφη "παῦσαι, Ἀράσπα, φοβούμενός τε καὶ αἰσχυνόμενος. ἐγὼ γὰρ θεούς τε ἀκούω ἔρωτος ἡττᾶσθαι καὶ ἀνθρώπους οἶδα καὶ μάλα φρονίμους οἷα πεπόνθασιν ὑπὸ ἔρωτος. καὶ σοὶ δὲ τούτου ἐγώ εἰμι αἴτιος, ὅς σε τοιούτῳ ἀμάχῳ συγκαθεῖρξα πράγματι." καὶ ὁ [244] Ἀράσπας ὑπολαβὼν εἶπεν "ἀλλὰ σὺ μέν, ὦ Κῦρε, καὶ ταῦτα πρᾷος εἶ καὶ συγγνώμων τῶν ἀνθρωπίνων ἁμαρτημάτων, ἐμὲ δὲ οἱ ἄλλοι ἄνθρωποι καταδύουσι τῷ ἄχει. οἱ μὲν γὰρ ἐχθροὶ ἐφήδονταί μοι, οἱ δὲ φίλοι συμβουλεύουσιν ἐκποδὼν γενέσθαι, μή τι καὶ πάθω ὑπὸ σοῦ." καὶ ὁ Κῦρος εἶπεν "εὖ τοίνυν ἴσθι ὅτι ταύτῃ τῇ δόξῃ ἐμοί τε χαρίσασθαι δυνήσῃ καὶ τοὺς συμμάχους ὠφελῆσαι." εἴθε γάρ" ὁ Ἀράσπας ἔφη "γενοίμην σοι χρήσιμος ἐν καιρῷ." "εἰ τοίνυν" ἔφη "προσποιησάμενος ἐμὲ φεύγειν εἰς τοὺς πολεμίους ἔλθοις, πιστευθήσῃ ὑπ' ἐκείνων." "ναὶ μὰ Δί'" ἔφη ὁ Ἀράσπας "καὶ ὑπὸ τῶν φίλων." "ἔλθοις ἂν τοίνυν" ἔφη "πάντα ἡμῖν τὰ τῶν πολεμίων ἀγγέλλων."
Ἀράσπας μὲν οὖν οὕτως ἐξελθὼν καὶ παραλαβὼν τοὺς πιστοτάτους θεράποντας ᾤχετο, ἡ δὲ Πάνθεια μαθοῦσα τοῦτο πέμψασα πρὸς τὸν Κῦρον εἶπε "μὴ λυποῦ, ὦ Κῦρε, ὅτι Ἀράσπας τοῖς πολεμίοις προσῆλθεν· εἰ γὰρ ἐμὲ ἐάσεις πέμψαι πρὸς τὸν ἐμὸν ἄνδρα, ἥξει σοι φίλος Ἀράσπου πιστότερος." καὶ ὁ Κῦρος ἐκέλευσε πέμπειν· ἡ δὲ ἔπεμψε. καὶ ὁ Ἀβραδάτας ὡς ἔγνω τὰ παρὰ τῆς γυναικὸς σύμβολα, ἄσμενος πρὸς τὸν Κῦρον ἐχώρησεν. ὡς δ' ἦν πρὸς τοῖς σκοποῖς, πέμπει πρὸς τὸν Κῦρον εἰπὼν ὃς ἦν. ὁ δὲ Κῦρος ἄγειν αὐτὸν πρὸς τὴν γυναῖκα ἐκέλευσεν. ὡς δ' εἰδέτην ἀλλήλω ἡ γυνὴ καὶ ὁ Ἀβραδάτας, ἠσπάζοντο ἀλλήλους ἐκ δυσελπίστων. εἶτα ἔφη ἡ Πάνθεια τοῦ Κύρου τὴν ὁσιότητα καὶ τὴν σωφροσύνην καὶ τὴν πρὸς αὐτὴν κατοίκτισιν. ἐκ τούτου ἔρχεται πρὸς Κῦρον ὁ Ἀβραδάτας, καὶ λαβόμενος τῆς αὐτοῦ δεξιᾶς εἶπεν "ἀνθ' ὧν εὖ πεποίηκας ἡμᾶς, ὦ Κῦρε, φίλον σοι ἐμαυτὸν δίδωμι καὶ θεράποντα [245] καὶ σύμμαχον." καὶ ὁ Κῦρος εἶπε "κἀγὼ δέ σε δέχομαι."
Κεφάλαιο 22
ΕπεξεργασίαἮλθον δὲ τῷ Κύρῳ παρὰ τοῦ Ἰνδοῦ χρήματα, καὶ οἱ ἄγοντες αὐτὰ ἀπήγγελλον αὐτῷ ὅτι ὁ Ἰνδὸς λέγει ὡς "ἥδομαι, ὦ Κῦρε, ὅτι μοι περὶ ὧν ἐδέου ἐδήλωσας, καὶ βούλομαί σοι ξένος εἶναι, καὶ πέμπω σοι χρήματα, κἂν ἄλλων δέῃ, μεταπέμπου· ἐντέταλται δὲ τοῖς παρ' ἐμοῦ ποιεῖν ἃ ἂν σὺ κελεύῃς." ὁ δὲ Κῦρος "κελεύω τοίνυν" εἶπε "τοὺς μὲν ἄλλους μένοντας ἔνθα κατεσκηνώσατε φυλάττειν τὰ χρήματα, τρεῖς δέ μοι ἐλθόντες ὑμῶν εἰς τοὺς πολεμίους ὡς παρὰ τοῦ Ἰνδοῦ περὶ συμμαχίας, καὶ τὰ ἐκεῖ μαθόντες ὅ, τι ἂν λέγωσί τε καὶ ποιῶσιν ὡς τάχιστα ἀπαγγείλατε ἐμοί τε καὶ τῷ Ἰνδῷ." οἱ μὲν δὴ Ἰνδοὶ συσκευασάμενοι τῇ ὑστεραίᾳ ἐπορεύοντο, ὁ δὲ Κῦρος τὰ πρὸς τὸν πόλεμον παρεσκευάζετο μεγαλοπρεπῶς. καὶ γὰρ οἱ Πέρσαι ἱππεῖς ἔκπλεῳ ἤδη ἦσαν εἰς τοὺς μυρίους, καὶ ἅρματα δρεπανηφόρα εἰς ἑκατόν, καὶ ὁ Ἀβραδάτας ἕτερα κατεσκεύασεν ἑκατόν, καὶ τὰ Μηδικὰ ἅρματα ἕτερα συνέστησαν ἑκατὸν μετασκευασθέντα εἰς τὸν αὐτὸν τρόπον ἐκ τῆς Τρωικῆς καὶ Λιβυκῆς διφρείας· καὶ ἐπὶ τὰς καμήλους δὲ τεταγμένοι ἦσαν δύο ἐφ' ἑκάστην τοξόται. οὕτω δὲ διατιθεμένων τῷ Κύρῳ τῶν τοῦ πολέμου ἧκον οἱ Ἰνδοὶ ἐκ τῶν πολεμίων καὶ ἔλεγον ὅτι Κροῖσος ἡγεμὼν καὶ στρατηγὸς ᾕρηται, καὶ πολλοὶ μὲν βασιλεῖς, πολλὰ δ' ἔθνη καὶ Ἕλληνες συμμαχήσειν ἡτοίμασται. ὡς οὖν ταῦτα ἤκουσεν ὁ τοῦ Κύρου στρατός, ἐν φροντίδι ἐγένετο. ὡς δὲ ᾔσθετο ὁ Κῦρος φόβον διαθέοντα ἐν τῇ στρατιᾷ, διειλέχθη αὐτοῖς καὶ μετέβαλε πρὸς τὸ εὐθυμότερον.
[246] εἶτα εἶπε "δοκεῖ μοι, ὦ ἄνδρες, ἐπ' αὐτοὺς ἰέναι ὡς τάχιστα." καὶ ἅπαντες συνηγόρευον. Κυαξάρης μὲν οὖν τῶν Μήδων ἔχων τὸ τρίτον μέρος κατέμενεν, ὡς μηδὲ τὰ οἴκοι ἔρημα εἴη, ὁ δὲ Κῦρος ἐπορεύετο ὡς ἠδύνατο τάχιστα. ὡς δ' οἱ προϊόντες σκοποὶ ἐδόκουν μανθάνειν μετεωριζόμενον καπνὸν ἢ κονιορτὸν καὶ ἀνθρώπους ὁρᾶν χιλὸν καὶ ξύλα λαμβάνοντας, εἴκαζον εἶναί που πλησίον τῶν πολεμίων τὸ στράτευμα, καὶ τῷ Κύρῳ κατήγγελλον. ὁ δὲ ἐκείνους μὲν ἐκέλευσεν ἐπὶ ταῖς σκοπαῖς μένοντας ὅ,τι ἂν ὁρῷεν ἀπαγγέλλειν, τάγμα δ' ἱππέων ἔπεμψεν εἰς τὸ πρόσθεν, ἵνα τινὰς συλλάβοιεν. οἳ καταδραμόντες εἰς τὸ πεδίον συνέλαβον ἀνθρώπους καὶ ἤγαγον. καὶ ἔλεγον οἱ συλληφθέντες ὡς ἐκ τοῦ στρατοπέδου εἶεν. καὶ ὁ Κῦρος "πόσον" ἔφη "ἄπεστιν ἐντεῦθεν τὸ στράτευμα;" οἱ δ' ἔλεγον ὡς δύο παρασάγγας. καὶ προσεπήρετο "ἡμῶν δὲ λόγος τις ἦν παρ' αὐτοῖς;" "ναὶ νὴ Δί'" ἔφασαν, "καὶ πολύς γε, ὡς ἐγγὺς ἤδη ἦτε προσιόντες." "τί οὖν;" ἔφη ὁ Κῦρος, "καὶ ἔχαιρον ἀκούοντες ἡμᾶς ἰόντας;" "οὐ μὰ Δί'" εἶπον ἐκεῖνοι, "ἀλλὰ καὶ μάλα ἠνιῶντο." "τίς δὲ ὁ τούτους τάσσων ἐστίν;" ὁ Κῦρος εἶπεν. οἱ δέ "αὐτός τε Κροῖσος" ἀπεκρίναντο "καί τις Ἕλλην ἀνὴρ καὶ Μῆδός τις, ὃς ἐλέγετο φυγὰς εἶναι παρ' ὑμῶν." καὶ ὁ Κῦρος πρὸς τοῦτο "ἀλλ', ὦ Ζεῦ, λαβεῖν μοι γένοιτο αὐτὸν ὡς ἐγὼ βούλομαι." τοὺς μὲν οὖν αἰχμαλώτους ἀπάγειν ἐκέλευσεν. οὐ πολὺ δὲ τὸ ἐν μέσῳ καὶ ὁ πεμφθεὶς πάλαι κατάσκοπος, ὁ Ἀράσπας δηλαδή, ἀγγέλλεται προσελαύνων. ὁ μὲν οὖν Κῦρος ὡς ἤκουσεν, ἀναπηδήσας ὑπήντα αὐτῷ καὶ ἐδεξιοῦτο, οἱ δ' ἄλλοι τῷ πράγματι ἐξεπλήττοντο, ἕως ὁ Κῦρος ἔφη "ἄνδρες φίλοι, ἥκει ἡμῖν ἀνὴρ ἄριστος, ὃς οὐκ [247] αἰσχροῦ τινος ἡττηθεὶς ᾤχετο ὡς ἐμὲ δεδιώς, ἀλλ' ὑπ' ἐμοῦ πεμφθείς, ὅπως μαθὼν τὰ τῶν πολεμίων σαφῶς ἡμῖν ἐξαγγείλειε. δεῖ οὖν πάντας τοῦτον τιμᾶν. ἐπὶ γὰρ τῷ ἡμετέρῳ ἀγαθῷ καὶ ἀτιμίαν ὑπέσχε καὶ ἐκινδύνευσεν." ἐντεῦθεν πάντες ἠσπάζοντο τὸν Ἀράσπαν. καὶ ὁ Κῦρος "διηγοῦ" ἔφη, "Ἀράσπα, ὁπόσα ἑώρακας." κἀκεῖνος διηγεῖτο τό τε πλῆθος τῶν πολεμίων καὶ τὸν τόπον τῆς παρατάξεως καὶ τὰ τῶν ἐναντίων βουλεύματα. καὶ ὁ Κῦρος ἀπελθεῖν ἕκαστον ἐκέλευσε καὶ τά τε ὅπλα καὶ τοὺς ἵππους ἑαυτῶν ἐπισκέψασθαι, ἕωθεν δὲ πρὸς πόλεμον ἑτοιμάσασθαι.
Τότε μὲν οὖν ἀπῆλθον· τῇ δ' ὑστεραίᾳ ἐξωπλίζοντο ἕκαστοι, καὶ ὁ Ἀβραδάτας, κλήρῳ λαχὼν ἀντίος τετάχθαι τοῖς Αἰγυπτίοις. ὁπλιζομένῳ δὲ προσῆγεν ἡ Πάνθεια χρυσοῦν κράνος καὶ περιβραχιόνια καὶ ψέλλια περὶ τοὺς καρποὺς τῶν χειρῶν καὶ χιτῶνα ποδήρη πορφύρεον καὶ λόφον ὑακινθινοβαφῆ, ἃ αὐτὴ πεποίηκε τῷ ἀνδρί. ὁ δὲ ἰδὼν ἔφη "σὺ δήπου, ὦ γύναι, συγκόψασα τὸν σαυτῆς κόσμον τὰ ὅπλα μοι ἐποιήσω;" "νὴ Δί'" ἔφη ἡ Πάνθεια· "σὺ γὰρ ἔμοιγε μέγιστος κόσμος εἶ." καὶ ταῦτα λέγουσα ἐνέδυε τὸν ἄνδρα τὰ ὅπλα, καὶ λανθάνειν κλαίουσα ἐπειρᾶτο, ἐλείβετο δὲ τὰ δάκρυα κατὰ τῶν αὐτῆς παρειῶν. ὡς δὲ ἤδη ἐπὶ τὸ ἅρμα ἀναβῆναι ἡτοίμαστο ὁ Ἀβραδάτας, ἀποχωρῆσαι κελεύσασα τοὺς παρόντας ἡ Πάνθεια εἶπεν "ὅτι μέν, ὦ Ἀβραδάτα, καὶ τῆς ἑαυτῆς προτιμῶ σε ψυχῆς, οἶμαί σε γινώσκειν· ὅμως οὕτως ἔχουσα πρὸς σέ, ἐπόμνυμι τὴν ἐμὴν καὶ σὴν φιλίαν ἦ μὴν βούλεσθαι μετὰ σοῦ ἀνδρὸς ἀγαθοῦ γενομένου κοινῇ γῆν ἐπιέσασθαι μᾶλλον ἢ ζῆν μετὰ αἰσχυνομένου αἰσχυνομένη. καὶ Κύρῳ δὲ δοκῶ μεγάλην ἡμᾶς [248] χάριν ὀφείλειν, ὅτι μοι γενομένῃ αἰχμαλώτῳ καὶ ἐξαιρεθείσῃ αὐτῷ οὔτε ὡς δούλῃ ἐχρήσατο οὔτε ὡς ἐλευθέρᾳ ἐν ἀτίμῳ ὀνόματι, διεφύλαξε δέ σοι ὥσπερ ἀδελφοῦ γυναῖκα λαβών. πρὸς δὲ καὶ ὅτε Ἀράσπας ἀπέστη ἀπ' αὐτοῦ ὁ ἐμὲ φυλάσσων, ὑπεσχόμην αὐτῷ, εἴ με ἐάσειε πρὸς σὲ πέμψαι ὥστε σε ἥξειν, πολὺ Ἀράσπου καὶ πιστότερόν σε καὶ ἀμείνονα ἔσεσθαι." ἡ μὲν οὖν ταῦτα εἶπεν, ὁ δὲ Ἀβραδάτας ἀγασθεὶς τοῖς λόγοις ἐπηύξατο "δός μοι, ὦ Ζεῦ, φανῆναι ἀξίῳ μὲν Πανθείας ἀνδρί, ἀξίῳ δὲ Κύρου φίλῳ." ταῦτ' εἰπὼν ἐπὶ τὸ ἅρμα ἀνέβαινεν.
Κεφάλαιο 23
ΕπεξεργασίαὉ δὲ Κῦρος συγκαλέσας τοὺς ἡγεμόνας ἐδημηγόρησε παραθαρρύνων αὐτοὺς εἰς τὸν πόλεμον, καὶ οὕτως ὡρμᾶτο ἀπιέναι. ἐπεὶ δὲ προσήγγισαν τοῖς ἀντιπολέμοις ὡς ἀλλήλους ὁρᾶν, συνέταξε τοὺς οἰκείους ὁ Κῦρος ὡς κάλλιστα, καὶ παριὼν τὰς τάξεις λόγοις τοὺς ἄνδρας πρὸς τὴν μάχην παρέθηγεν. ὁ δὲ Κροῖσος τὴν αὐτοῦ στρατιὰν ἀντίαν στήσας πρὸς τὸ τοῦ Κύρου στράτευμα, ἐσήμαινεν αὐτοῖς πρὸς τοὺς πολεμίους πορεύεσθαι. καὶ προσῄεσαν τρεῖς φάλαγγες, ἡ μὲν μία κατὰ πρόσωπον, τῶν δὲ δύο ἡ μὲν κατὰ τὸ δεξιόν, ἡ δὲ κατὰ τὸ εὐώνυμον, ὥστε φόβον παρεῖναι πάσῃ τῇ Κύρου στρατιᾷ· πάντοθεν γὰρ περιείχετο ὑπὸ τῶν πολεμίων πλὴν ἐξόπισθεν. ὅμως δὲ καὶ οἱ τοῦ Κύρου, ἐπεὶ παρήγγειλε, πάντες ἐστράφησαν ἀντιπρόσωποι τοῖς πολεμίοις. καὶ ἦν μὲν πολλὴ τέως πανταχόθεν σιγή· ἡνίκα δὲ ἔδοξε τῷ Κύρῳ καιρὸς εἶναι, ἐξῆρχε παιᾶνα, συνεπήχησε δὲ πᾶς ὁ στρατός. καὶ ἐξανίσταται ὁ Κῦρος καὶ μετὰ τῶν ἱππέων τοῖς ἐναντίοις συνεμίγνυεν, οἱ δὲ πεζοὶ [249] αὐτῷ συντεταγμένοι ἐφείποντο. καὶ Ἀρταγέρσης δὲ ὁ τῶν ἐπὶ ταῖς καμήλοις ἄρχων ἐπιτίθεται κατὰ τὰ εὐώνυμα, προεὶς τὰς καμήλους, ὡς Κῦρος ἐκέλευσεν. οἱ δ' ἵπποι πόρρωθεν αὐτὰς οὐκ ἐδέχοντο, ἀλλ' οἱ μὲν ἔφευγον, οἱ δὲ ἐξήλλοντο, οἱ δ' ἀλλήλοις ἐνέπιπτον. καὶ τὰ ἅρματα δὲ κατὰ τὸ δεξιὸν καὶ τὸ εὐώνυμον ἅμα ἐνέβαλλε, καὶ πολλοὶ ταῦτα φεύγοντες ἡλίσκοντο ὑπ' αὐτῶν. καὶ Ἀβραδάτας βοήσας "ἄνδρες φίλοι, ἕπεσθε" ἐνίει οὐδὲν τῶν ἵππων φειδόμενος· συνεξώρμησαν δὲ καὶ οἱ ἄλλοι ἁρματηλάται. καὶ ὁ μὲν Ἀβραδάτας εἰς τὴν τῶν Αἰγυπτίων φάλαγγα ἐμβάλλει, συνεισέβαλον δὲ αὐτῷ καὶ οἱ ἐγγύτατα τεταγμένοι, οἱ δ' ἄλλοι ἐξέκλιναν κατὰ τὰ φεύγοντα ἅρματα. οἱ δὲ ἀμφὶ Ἀβραδάτην τοὺς μὲν τῇ ῥύμῃ τῶν ἵππων παίοντες ἀνέτρεπον, τοὺς δὲ πίπτοντας κατηλόων· ὅσων δὲ τὰ δρέπανα ἐπελάβοντο, πάντα βίᾳ διεκόπτετο καὶ ὅπλα καὶ σώματα. ἐν δὲ τῷ ἀδιηγήτῳ τούτῳ ταράχῳ ὑπὸ τῶν παντοδαπῶν σωρευμάτων ἐξαλλομένων τῶν τροχῶν ἐκπίπτει ὁ Ἀβραδάτας, καὶ ἄλλοι δὲ τῶν συνεισβαλόντων. καὶ οὗτοι μὲν κατεκόπησαν, οἱ δὲ Πέρσαι συνεπισπόμενοι τοὺς μὲν τεταραγμένους τῶν Αἰγυπτίων ἐφόνευον, οἱ δὲ συνεστηκότες ἐναντίον τοῖς Πέρσαις ἐχώρουν· ἔνθα δὴ δεινὴ μάχη ἦν. ἐπλεονέκτουν δὲ οἱ Αἰγύπτιοι καὶ πλήθει καὶ τοῖς ὅπλοις. οἱ δὲ Πέρσαι οὐκ ἠδύναντο ἀντέχειν, ἀλλ' ἐπὶ πόδα ἀνεχάζοντο παίοντες καὶ παιόμενοι, ἕως ὑπὸ ταῖς μηχαναῖς ἐγένοντο. ἐπεὶ δ' ἐνταῦθα ἦλθον, ἐπαίοντο αὖθις οἱ Αἰγύπτιοι ἐκ τῶν πύργων. ἦν δὲ πολὺς μὲν ἀνδρῶν φόνος, πολὺς δὲ κτύπος ὅπλων, πολλὴ δὲ βοή. ἐν δὲ τούτῳ Κῦρος διώκων τοὺς κατ' αὐτὸν παραγίνεται. καὶ ἰδὼν τοὺς Πέρσας ἐκ τῆς χώρας ἐωσμένους, ἤλγησε, [250] καὶ παραγγείλας τοῖς μετ' αὐτοῦ ἕπεσθαι, παρήλαυνεν εἰς τὸ ὄπισθεν· καὶ εἰσπεσόντες πολλοὺς κατέκαινον. ὡς δ' ᾔσθοντο οἱ Αἰγύπτιοι, ἐστρέφοντο. καὶ φύρδην ἐμάχοντο καὶ πεζοὶ καὶ ἱππεῖς· πεπτωκὼς δέ τις ὑπὸ τῷ Κύρου ἵππῳ καὶ πατούμενος παίει μαχαίρᾳ κατὰ τὴν γαστέρα τὸν ἵππον αὐτοῦ, ὁ δὲ ἵππος ἐκ τῆς πληγῆς σφαδάζων ἀποσείεται τὸν Κῦρον. καὶ εὐθὺς ἀνεβόησάν τε ἅπαντες καὶ προσπεσόντες ἐμάχοντο. καί τις τῶν τοῦ Κύρου ὑπηρετῶν καταπηδήσας ἀναβάλλει αὐτὸν ἐπὶ τὸν ἑαυτοῦ ἵππον. ὡς δ' ἀνέβη, κατεῖδε πάντοθεν ἤδη παιομένους τοὺς Αἰγυπτίους. ὡς δ' ἐγένετο παρελαύνων παρὰ τὰς μηχανάς, ἐπί τινα τῶν πύργων ἀνέβη, καὶ κατεῖδε μεστὸν τὸ πεδίον ἵππων, ἀνθρώπων, ἁρμάτων, φευγόντων, διωκόντων, κρατούντων, κρατουμένων, μένον δὲ οὐδαμοῦ οὐδὲν ἔτι ἰδεῖν ἠδύνατο πλὴν τὸ τῶν Αἰγυπτίων. οὗτοι δὲ πάντοθεν κυκλωθέντες ὑπὸ ταῖς ἀσπίσιν ἐκάθηντο, ποιοῦντες μὲν οὐδὲν ἔτι, πάσχοντες δὲ πολλὰ καὶ δεινά. ἀγασθεὶς δὲ ὁ Κῦρος αὐτοὺς καὶ οἰκτείρων ὅτι ἄνδρες ἀγαθοὶ ὄντες ἀπώλλυντο, μάχεσθαι οὐδένα ἔτι εἴα αὐτοῖς, διακηρυκεύεται δὲ πρὸς αὐτοὺς ἐρωτῶν πότερον βούλονται ἀπολέσθαι πάντες ἢ σωθῆναι. οἱ δέ "ὅ,τι καλὸν ἂν ποιοῦντες σωθείημεν;" ἔφασαν. καὶ ὁ Κῦρος "εἰ τὰ ὅπλα ἡμῖν παραδοίητε, τοῖς αἱρουμένοις ὑμᾶς σῶσαι, ἐξὸν ἀπολέσαι." ἀκούσαντες δὲ ταῦτα οἱ Αἰγύπτιοι ἔδοσαν πίστεις καὶ ἔλαβεν.
Ταῦτα διαπραξάμενος ὁ Κῦρος ἤδη σκοταῖος ἀναγαγὼν ἐστρατοπεδεύσατο. καὶ οἱ ἀμφὶ τὸν Κῦρον δειπνήσαντες ἐκοιμήθησαν, Κροῖσος μέντοι εὐθὺς ἐπὶ Σάρδεις σὺν τῷ στρατεύματι ἔφευγε, τὰ δ' ἄλλα φῦλα ἐν τῇ νυκτὶ ὅπῃ ἠδύναντο ἀπεχώρουν. [251] ἕωθεν δὲ ἐπὶ Σάρδεις καὶ ὁ Κῦρος ἦγε, καὶ πρὸς τῇ πόλει γενόμενος τάς τε μηχανὰς ἀνίστη καὶ ἡτοίμαζε κλίμακας. τῆς δ' ἐπιούσης νυκτὸς ἀναβιβάζει Χαλδαίους τε καὶ Πέρσας κατὰ τὰ ἀποτομώτατα δοκοῦντα εἶναι τοῦ Σαρδιανῶν ἐρύματος. ἡγήσατο δὲ τῆς ὁδοῦ τούτοις Πέρσης ἀνήρ, δοῦλος τῶν ἐν τῇ ἀκροπόλει φρουρῶν ἑνός. ὡς δὲ τὰ ἄκρα εἴχετο, ἔφευγον οἱ Λυδοὶ ἀπὸ τῶν τειχῶν. Κῦρος δὲ ἅμα τῇ ἡμέρᾳ εἰσῄει εἰς τὴν πόλιν, παραγγείλας ἐκ τῆς τάξεως μηδένα κινεῖσθαι. ὁ δὲ Κροῖσος κατακλεισάμενος ἐν τοῖς βασιλείοις Κῦρον ἐβόα. ὁ δὲ Κῦρος τοῦ μὲν Κροίσου κατέλιπε φύλακας, καταστρατοπεδεύσας δὲ τοὺς ἑαυτοῦ ἀπῄει πρὸς Κροῖσον. καὶ ἰδὼν αὐτὸν ὁ Κροῖσος "χαῖρε, ὦ δέσποτα" ἔφη. "καὶ σύ γε" ὁ Κῦρος εἶπεν "ὦ Κροῖσε. ἀτὰρ ἐθελήσαις ἂν συμβουλεῦσαί μοί τι;" "βουλοίμην ἄν" ἔφη "ὦ Κῦρε." ἔφη τοίνυν "ἐγώ, Κροῖσε, τοὺς στρατιώτας ὁρῶν πεπονηκότας καὶ πλεῖστα κινδυνεύοντας καὶ νῦν νομίζοντας πόλιν ἔχειν τὴν πλουσιωτάτην τῶν ἐν Ἀσίᾳ μετὰ Βαβυλῶνα, ἀξιῶ ὠφεληθῆναι τοὺς στρατιώτας, ἐφεῖναι δ' αὐτοῖς διαρπάσαι τὴν πόλιν οὐ βούλομαι." ὁ δὲ Κροῖσος "ἀλλ' ἐμέ" ἔφη "ἔασον λέξαι πρὸς οὓς ἂν ἐγὼ Λυδῶν ἐθέλω ὅτι μὴ γενέσθαι ἁρπαγὴν παρὰ σοῦ διαπέπραγμαι, καὶ ἴσθι σοι ἔσεσθαι παρ' ἑκόντων Λυδῶν πᾶν ὅ,τι ἐν Σάρδεσι τίμιον. πρῶτον δὲ ἐπὶ τοὺς ἐμούς" εἶπε "θησαυροὺς πέμπε καὶ λάμβανε ὅσα βούλει."
Ταῦτα μὲν οὖν οὕτω ποιήσειν ὁ Κῦρος κατέθετο, καὶ τότε ἐπὶ τούτοις τὴν ἡμέραν διήγαγον· τῇ δ' ἑξῆς καλέσας ὁ Κῦρος τῶν φίλων τινάς, τοὺς μὲν τοὺς θησαυροὺς παραλαμβάνειν ἐκέλευσε, τοὺς δὲ ὁπόσα [252] παραδοίη ὁ Κροῖσος χρήματα. εἶτα εἴ τις ἑώρακε τὸν Ἀβραδάταν ἤρετο· εἰπόντος δέ τινος τῶν ὑπηρετῶν ὅτι ἐν τῇ μάχῃ ἀπέθανεν, ἐπαίσατο τὸν μηρόν, καὶ ἀναπηδήσας ἐπὶ τὸν ἵππον ἤλαυνεν ἐπ' ἐκεῖνον. καὶ ὡς εἶδε τὴν Πάνθειαν χαμαὶ καθημένην καὶ τὸν νεκρὸν κείμενον, ἐδάκρυσε καὶ εἶπε "φεῦ, ὦ ἀγαθὴ καὶ πιστὴ ψυχή." ἡ δὲ γυνή "οἶδ' ὅτι δι' ἐμέ" ἔφη "ταῦτα ἔπαθεν, ἴσως δ', ὦ Κῦρε, καὶ διὰ σέ. ἐγώ τε γὰρ ἡ μωρὰ πολλὰ διεκελευόμην αὐτῷ ὅπως σοι φίλος ἄξιος λόγου φανείη, αὐτός τε τί ἂν ποιήσας χαρίσοιτό σοι ἐνενόει. καὶ οὗτος μὲν ἀμέμπτως τετελεύτηκεν, ἐγὼ δ' ἡ παρακελευομένη ζῶσα παρακάθημαι." καὶ ὁ Κῦρος χρόνον μέν τινα σιωπῇ κατεδάκρυεν, ἔπειτα πολλὰ τοῦ πάθους εἶπε παρηγορήματα, εἶτ' ἀπῄει. ἡ δὲ γυνὴ τοὺς μὲν εὐνούχους ἐκέλευσεν ἀποστῆναι, τῇ δὲ τροφῷ εἶπε παραμένειν καὶ ἀποθανοῦσαν περικαλύψαι αὐτήν τε καὶ τὸν ἄνδρα ἑνὶ ἱματίῳ. ἡ μὲν οὖν τροφὸς ἐκάθητο κλαίουσα· ἡ δὲ σφάττει ἑαυτήν, καὶ ἐπιθεῖσα ἐπὶ τὰ στέρνα τοῦ ἀνδρὸς τὴν ἑαυτῆς κεφαλὴν ἀπέθνησκεν. ἡ δὲ τροφὸς ἀνωλοφύρατό τε καὶ περιεκάλυπτεν ἄμφω. καὶ οἱ εὐνοῦχοι γνόντες τὸ γεγενημένον τρεῖς ὄντες σπασάμενοι τοὺς ἀκινάκας σφάττονται. ὁ δὲ Κῦρος ὡς ᾔσθετο τὸ ἔργον τῆς γυναικός, ἠγάσθη τε αὐτὴν καὶ κατωλοφύρατο, καὶ μνῆμα αὐτοῖς ἔχωσεν ὑπερμέγεθες θάψας αὐτοὺς μεγαλοπρεπῶς.
Κεφάλαιο 24
ΕπεξεργασίαΟἱ δὲ Κᾶρες στασιάσαντες καὶ πολεμοῦντες ἀλλήλοις παρέδοσαν ἑαυτοὺς τῷ Κύρῳ ἑκάτεροι, καὶ οἱ ἐπὶ Φρυγίαν δὲ τὴν ἐπὶ Ἑλλήσποντον δῶρα πλεῖστα [253] τῷ Κύρῳ παρέσχον, ὥστε μὴ εἰς τὰ τείχη βαρβάρους εἰσδέξασθαι, δασμὸν δὲ ἀποφέρειν αὐτῷ καὶ στρατεύειν ὅπῃ Κῦρος κελεύει. ὁ δὲ τῶν Φρυγῶν βασιλεὺς παρεσκευάζετο ὡς οὐ σπεισόμενος· ἐπεὶ δὲ ἀφίσταντο αὐτοῦ οἱ ὕπαρχοι, εἰς χεῖρας ἦλθεν Ὑστάσπᾳ. καὶ ὁ Ὑστάσπας καταλιπὼν ἐν ταῖς ἄκραις φρουρὰς Περσῶν, ἀπῄει ἄγων σὺν τοῖς ἑαυτοῦ καὶ Φρυγῶν πολλοὺς ἱππέας καὶ πελταστάς.
Ὁ δὲ Κῦρος ὡρμᾶτο ἐκ Σάρδεων, φρουρὰν μὲν λιπὼν ἐν Σάρδεσι, Κροῖσον δ' ἔχων σὺν ἑαυτῷ ἄγοντα πλείστας ἁμάξας μεστὰς πολλῶν καὶ παντοδαπῶν χρημάτων, καὶ γεγραμμένα ἔχοντα ἀκριβῶς ὅσα ἦν ἐν ἑκάστῃ ἁμάξῃ. ὃς καὶ ἐδίδου τῷ Κύρῳ τὰ γράμματα· ὁ δὲ Κῦρος εἶπε "σὺ μὲν καλῶς ἐποίησας, ὦ Κροῖσε, οἱ δὲ τὰ χρήματα εἰληφότες πάντως μοι ἄξουσι ταῦτα, ἢν δέ τι καὶ κλέψωσι, τὰ ἑαυτῶν κλέψονται." ἦγε δὲ καὶ Λυδῶν ὁ Κροῖσος πολλοὺς καὶ λαμπρῶς ὡπλισμένους.
Ἰὼν δ' ὁ Κῦρος τὴν ἐπὶ Βαβυλῶνα κατεστρέψατο Φρύγας τοὺς ἐν τῇ μεγάλῃ Φρυγίᾳ, κατεστρέψατο δὲ Καππαδόκας, ὑποχειρίους δὲ ἐποιήσατο Ἀραβίους· ἐξώπλισε δὲ ἀπὸ πάντων τούτων Περσῶν μὲν ἱππέας οὐ μεῖον τετρακισμυρίων, καὶ πᾶσι δὲ τοῖς συμμάχοις ἵππους πολλοὺς τῶν αἰχμαλώτων διέδωκεν. ἀφίκετο μέντοι πρὸς Βαβυλῶνα πολλοὺς μὲν ἱππέας ἄγων, πολλοὺς δὲ τοξότας καὶ ἀκοντιστάς, σφενδονήτας δὲ ἀναρίθμους. ἐπεὶ δ' ἐν Βαβυλῶνι ἐγένετο, περιέστησε μὲν τὴν στρατιάν, αὐτὸς δ' ἐπιὼν σὺν τοῖς ἄρχουσι τῶν συμμάχων καὶ τοῖς φίλοις κατεθεᾶτο τὰ τείχη. εἶτα ἐπήγαγε τὴν στρατιὰν καὶ περὶ τὴν πόλιν ἐστρατοπεδεύσατο. ἰδὼν δὲ τὸν ἐκεῖ ποταμὸν ἔνδον τῆς πόλεως εἰσρέοντα καὶ μέσην [254] διιόντα τὴν Βαβυλῶνα, οὐδενὶ μὲν τὸ βούλευμα ἐξεκάλυψε, τάφρον δ' ἐκέλευσεν ὀρύσσειν περὶ τὸ στρατόπεδον εὐρεῖαν καὶ βαθυτάτην, ἵν' ἐλαχίστων τάχα τῶν φυλάκων ἐν τῷ στρατοπέδῳ δέοιντο. οἱ μὲν οὖν τὴν τάφρον ποιοῦντες ὤρυσσον μέτριόν τι τοῦ ποταμοῦ ἀφιστάμενοι, τὸν δὲ χοῦν ἀνέβαλον πρὸς τὸ στρατόπεδον· οἱ δέ γε Βαβυλώνιοι κατεγέλων τῆς πολιορκίας, ὡς πλέον ἢ ἐτῶν εἴκοσι τὰ ἐπιτήδεια ἔχοντες. ἤδη δὲ τῆς τάφρου ὀρωρυγμένης, φυλάξας ὁ Κῦρος νύκτα, ἐν ᾗ ἑορτὴν ἔγνω τοὺς Βαβυλωνίους ἄγειν ὅλην τὴν νύκτα πίνοντας καὶ κωμάζοντας, ἐν ταύτῃ πλῆθος ἀθροίσας ἀνεστόμωσε τὰς τάφρους πρὸς τὸν ποταμόν· Εὐφράτης οὗτός ἐστιν, ὡς Ἡρόδοτος ἱστορεῖ· καὶ τὸ ὕδωρ εἰς τὰς τάφρους ἐχώρει ἐν τῇ νυκτί, ἡ δὲ διὰ τῆς πόλεως τοῦ ποταμοῦ ὁδὸς πορεύσιμος ἀνθρώποις ἐγίνετο μετοχετευθέντος τοῦ ὕδατος. τότε δὴ καταβιβάσας εἰς τὸ ξηρὸν τοῦ ποταμοῦ ὑπηρέτας καὶ πεζοὺς καὶ ἱππέας ἐκέλευσε σκέψασθαι εἰ πορεύσιμον εἴη. ἐν τούτῳ δὲ διαλεχθεὶς τοῖς ἡγεμόσι τοῦ πλήθους καὶ διεγείρας πρὸς τοὔργον, τέλος ἔφη "ἀλλ' ἄγετε, λαμβάνετε ὅπλα, ἡγήσομαι δ' ἐγώ· ὑμεῖς δ', ὦ Γαδάτα καὶ Γωβρύα, δεικνύετε τὰς ὁδούς, εἰδότες ταύτας. ὅταν δ' ἐντὸς γενώμεθα, τὴν ταχίστην ἄγετε ἐπὶ τὰ βασίλεια." ἐπὶ τούτοις ἐπορεύοντο. καὶ ἰόντες ὡς ἠδύναντο τάχιστα ἐπὶ τοῖς βασιλείοις ἐγένοντο οἱ σὺν τῷ Γωβρύᾳ καὶ τῷ Γαδάτᾳ, καὶ τὰς πύλας κεκλεισμένας εὑρίσκουσι, πίνουσι δὲ τοῖς φύλαξιν ἐπεισπίπτουσιν. ὡς δὲ κραυγὴ καὶ θροῦς ἤρθη, αἰσθόμενοι οἱ ἔνδον, κελεύσαντος τοῦ βασιλέως σκέψασθαι τί εἴη τὸ πρᾶγμα, ἤνοιξαν τὰς πύλας, εἰς ἃς εἰσπίπτουσιν οἱ πολέμιοι καὶ ἀφικνοῦνται πρὸς τὸν βασιλέα. καὶ ἤδη ἑστηκότα [255] αὐτὸν καὶ ἐσπασμένον ὃν εἶχεν ἀκινάκην εὑρίσκουσι. καὶ τοῦτον μὲν οἱ σὺν Γαδάτᾳ καὶ Γωβρύᾳ ἐχειροῦντο, οἱ δὲ σὺν αὐτῷ ἔθνησκον οἱ μὲν ἀμυνόμενοι, οἱ δὲ χάζοντες. ὁ δὲ Κῦρος διέπεμπε τὰς τῶν ἱππέων τάξεις κατὰ τὰς ὁδούς, προειπὼν οὓς μὲν ἔξω λαμβάνοιεν κτείνειν, τοὺς δ' ἐν ταῖς οἰκίαις κηρύττειν τοὺς συριστὶ ὁμιλεῖν ἐπισταμένους ἔνδον μένειν, εἰ δέ τις ἔξω ληφθείη, ὅτι θανεῖται. ἐν τοσούτῳ δὲ Γαδάτας καὶ Γωβρύας ἧκον, καὶ ὅτι τὸν ἀνόσιον βασιλέα ἐτιμωρήσαντο, πρῶτον μὲν θεοὺς προσεκύνουν, ἔπειτα Κύρου κατεφίλουν χεῖρας καὶ πόδας.
Ὁ μὲν οὖν Ξενοφῶν τὰ περὶ τοῦ Κύρου ἱστορῶν τὸ ὄνομα τοῦ ἁλόντος βασιλέως τῶν Ἀσσυρίων οὐ λέγει, ὁ δὲ Ἰώσηπος ἐν τῷ δεκάτῳ λόγῳ τῆς Ἀρχαιολογίας τὸν Βαλτάσαρ τοῦτον εἶναι ἱστορεῖ, ᾧ καὶ ἡ χεὶρ ἐφάνη ἐκ τοῦ τείχους προϊοῦσα καὶ γράφουσα τὰ ἤδη προγραφέντα γράμματα, ὧν τὴν δήλωσιν ἡρμήνευσεν ὁ Δανιήλ.
Κεφάλαιο 25
ΕπεξεργασίαἩμέρας δὲ γενομένης ὡς ᾔσθοντο οἱ τὰς ἄκρας ἔχοντες ἑαλωκυῖαν τὴν πόλιν καὶ τὸν βασιλέα σφῶν τεθνηκότα, παραδιδόασι καὶ τὰς ἄκρας. ὁ δὲ Κῦρος εἰς αὐτὰς φρουράρχους καὶ φρουροὺς ἔπεμπεν. εἶτα τοὺς μάγους καλέσας, ὡς δορυαλώτου τῆς πόλεως οὔσης ἀκροθίνια τοῖς θεοῖς ἐκέλευσεν ἐξελεῖν, καὶ οἰκίας δὲ διεδίδου καὶ ἀρχεῖα τοῖς κοινωνήσασι τῶν πεπραγμένων αὐτῷ, καὶ ἑαυτῷ δὲ κατασκευάσαι διανενόητο δίαιταν πρέπουσαν βασιλεῖ. ἵνα δὲ μὴ τοῖς φίλοις ἐπίφθονος γένηται, σὺν γνώμῃ αὐτῶν τοῦτο [256] ποιῆσαι ἠθέλησε, καὶ διαλεχθεὶς αὐτοῖς, δι' ὧν εἶπεν ἔπεισεν ἐκείνους τοῦτο αἰτήσασθαι. κἀντεῦθεν εἰς τὰ βασίλεια εἴσεισι, καὶ φύλακας περὶ ἑαυτὸν ποιεῖται, καὶ τοὺς μὲν περὶ τὸ ἑαυτοῦ σῶμα θεραπευτῆρας ἐξέτεμε καὶ εὐνούχους πεποίηκε, δορυφόρους δ' εἵλετο Πέρσας περὶ μυρίους, καὶ ἐν τῇ πόλει δὲ φρουροὺς ἔταξεν ἱκανούς. ταῦτα δὲ ποιήσας τοὺς ἐντιμοτέρους τῆς στρατιᾶς ἐξήσκει μὴ ἀπόνως βιοῦν καὶ καθ' ἡδυπάθειαν· καὶ τῶν μὲν ἄλλων πραγμάτων ἄλλους ἐπιμελητὰς κατεστήσατο, προσόδων ἀποδεκτῆράς φημι καὶ δοτῆρας δαπανημάτων, ἔργων τε ἐπιστάτας καὶ κτήσεων φύλακας, καὶ τῶν ἐπιτηδείων ἐπιμελητὰς τῶν πρὸς δίαιταν, καὶ ἵππων καὶ κυνῶν φροντιστάς· οὓς δ' ᾤετο χρῆναι φύλακας τῆς εὐδαιμονίας ἔχειν, ἑαυτῷ τὴν τούτων προσέταττεν ἐπιμέλειαν. ἐπεὶ δὲ καὶ χρήμασιν εὐεργετεῖν αὐτῷ προσεγένετο, ἔγνω ὡς οὐδέν ἐστιν εὐεργέτημα ἀνθρώποις εὐχαριτώτερον ἢ σίτων καὶ ποτῶν μετάδοσις· διὸ καὶ ἐπέταξε πολλὰ αὐτῷ παρατίθεσθαι ὅμοια οἷς αὐτὸς σιτοῖτο καὶ ἱκανὰ παμπόλλοις ἐσόμενα, καὶ τὰ παρατιθέμενα, πλὴν οἷς αὐτὸς καὶ οἱ σύνδειπνοι χρήσαιντο, διεδίδου. καὶ φιλοδωρότατος ἀνθρώπων ἐγένετο. ἀλλὰ τὸ μὲν μεγέθει δώρων ὑπερβάλλειν πλουσιώτατον ὄντα οὐ θαυμαστόν, τὸ δὲ τῇ θεραπείᾳ καὶ τῇ ἐπιμελείᾳ τῶν φίλων βασιλεύοντα περιγίνεσθαι, τοῦτο ἀξιολογώτερον. καὶ λόγος δὲ αὐτοῦ ἀπομνημονεύεται, παραπλήσια ἔργα εἶναι νομέως ἀγαθοῦ καὶ βασιλέως· τόν τε γὰρ νομέα ἔλεγε χρῆναι εὐτραφῆ τὰ κτήνη ποιοῦντα χρῆσθαι αὐτοῖς ἤδη, τόν τε βασιλέα ὡσαύτως εὐδαίμονας πόλεις καὶ ἀνθρώπους ποιοῦντα χρῆσθαι αὐτοῖς.
Λέγεται δὲ καὶ τὸν Κροῖσον εἰπόντα ποτὲ πρὸς [257] αὐτὸν ὡς διὰ τὸ πολλὰ διδόναι πένης ἔσοιτο, ἐρωτηθῆναι παρὰ Κύρου "πόσα ἂν ἤδη μοι χρήματα οἴει εἶναι, εἰ χρυσίον ὡς σὺ κελεύεις συνέλεγον ἐξ ὅτου ἐν τῇ ἀρχῇ εἰμι;" καὶ τὸν Κροῖσον εἰπεῖν πολύν τινα ἀριθμόν. τὸν δὲ Κῦρον φάναι "ἄγε δή, ὦ Κροῖσε, σύμπεμψον ἄνδρα σὺν Ὑστάσπᾳ τούτῳ. σὺ δέ, Ὑστάσπα, περιελθὼν τοὺς φίλους λέγε αὐτοῖς ὅτι δέομαι χρυσίου πρὸς πρᾶξίν τινα, καὶ κέλευε αὐτοὺς ὁπόσα ἂν ἕκαστος δύναιτο πορίσαι μοι χρήματα, καὶ γράψαντας καὶ κατασημηναμένους δοῦναι τὰς ἐπιστολὰς τῷ Κροίσου θεράποντι." ταῦτα δὲ ὅσα ἐνετέλλετο τῷ Ὑστάσπᾳ γράψας καὶ σημηνάμενος δέδωκεν αὐτῷ φέρειν πρὸς τοὺς φίλους. ἔγραψε δὲ πρὸς πάντας καὶ Ὑστάσπαν ὡς φίλον αὐτοῦ δέχεσθαι. ἐπεὶ δὲ περιῆλθε καὶ ἤνεγκεν ὁ Κροίσου θεράπων τὰς ἐπιστολάς, ὁ Ὑστάσπας εἶπεν "ὦ Κῦρε βασιλεῦ, καὶ ἐμοὶ ἤδη ὡς πλουσίῳ χρῶ· πάμπολλα γὰρ ἔχων πάρειμι δῶρα διὰ τὰ σὰ γράμματα." καὶ ὁ Κῦρος "εἷς μὲν τοίνυν, ὦ Κροῖσε, καὶ οὗτος ἡμῖν θησαυρός" εἶπε, "τοὺς δ' ἄλλους καταθεῶ, καὶ λόγισαι πόσα μοί ἐστιν ἕτοιμα χρήματα, ἤν τι δέωμαι χρῆσθαι." λέγεται δὴ λογιζόμενος ὁ Κροῖσος πολλαπλάσια εὑρεῖν ἢ ἔφη Κύρῳ ἂν εἶναι ἐν τοῖς θησαυροῖς, εἰ συνέλεγεν, ἐπὶ τούτοις δὲ τὸν Κῦρον εἰπεῖν "ὁρᾷς, ὦ Κροῖσε, ὡς εἰσὶ καὶ ἐμοὶ θησαυροί;"
Δόξαν δὲ αὐτῷ εἰς τὰ τοῖς θεοῖς ἐξῃρημένα τεμένη ποιήσασθαι προπομπήν, καλέσας τοὺς τὰς ἀρχὰς ἔχοντας Περσῶν τε καὶ τῶν ἄλλων, διέδωκεν αὐτοῖς στολὰς Μηδικάς· καὶ τότε πρῶτον Πέρσαι Μηδικὴν στολὴν ἐνεδύσαντο. ἐπεὶ δὲ τοῖς κρατίστοις διέδωκε τὰς κρατίστας στολάς, ἐξέφερε καὶ ἄλλας Μηδικὰς στολάς, παμπόλλας γὰρ παρεσκευάσατο, οὔτε πορφυρίδων [258] φειδόμενος οὔτε ὀρφνίνων οὔτε φοινικίδων οὔτε καρυκίνων ἱματίων, νείμας δ' ἑκάστῳ τῶν ἡγεμόνων μέρος αὐτῶν ἐκέλευσε τούτοις τοὺς ὑπ' αὐτοὺς κοσμεῖν. καί τις τῶν παρόντων ἐπήρετο αὐτόν "σὺ δέ, ὦ Κῦρε, πότε κοσμήσῃ;" ὁ δέ "οὐ γὰρ νῦν" ἔφη "δοκῶ ὑμῖν αὐτὸς κοσμεῖσθαι ὑμᾶς κοσμῶν; ἢν γὰρ δύνωμαι τοὺς φίλους ποιεῖν εὖ, ὁποίαν ἂν ἔχω στολὴν ἐγώ, ἐν ταύτῃ καλὸς φανοῦμαι." ποιήσας δὲ τὴν προπομπὴν καὶ θύσας τοῖς θεοῖς μετὰ τῶν φίλων ἐδείπνει, οὓς μὲν μάλιστα ἐτίμα παρὰ τὴν ἀριστερὰν χεῖρα καθίσας, ὡς εὐεπιβουλευτοτέρας ταύτης οὔσης ἢ τῆς δεξιᾶς, τοὺς δ' ἄλλους παρὰ τὴν δεξιάν. μετὰ δέ γε τὸ δεῖπνον τοὺς ἐθελουσίους αὐτῷ συμμαχήσαντας ἀπέπεμψεν οἴκαδε πλὴν τῶν βουληθέντων παρ' αὐτῷ καταμεῖναι· τούτοις δὲ καὶ χώραν καὶ οἴκους ἔδωκε. τοῖς δ' ἀπιοῦσι καὶ στρατιώταις καὶ ἄρχουσι πολλὰ ἐδωρήσατο. εἶτα καὶ τοῖς περὶ αὐτὸν στρατιώταις καὶ ἡγεμόσι διένειμεν ὅσα ἐκ Σάρδεων ἔλαβε χρήματα πρὸς τὴν ἀξίαν ἑκάστῳ. ὡς δὲ εἰλήφεσαν τὰ δοθέντα, ἔλεγον περὶ τοῦ Κύρου "ἦπου αὐτός γε πολλὰ ἔχει, ὅτι καὶ ἡμῶν ἑκάστῳ τοσαῦτα δέδωκεν." οἱ δ' ἔλεγον "οὐχ ὁ Κύρου τρόπος τοιοῦτος ὡς χρηματίζεσθαι, ἀλλὰ διδοὺς μᾶλλον ἢ κτώμενος ἥδεται." αἰσθόμενος δὲ ταῦτα ὁ Κῦρος συνέλεξε τοὺς φίλους καὶ τοὺς ἐπικαιρίους ἅπαντας καὶ εἶπεν "ἁπλουστάτου μοι δοκεῖ εἶναι ἤθους τὸ τὴν δύναμιν τὸν ἄρχοντα φανερὰν ποιησάμενον ἐκ ταύτης ἀγωνίζεσθαι περὶ καλοκἀγαθίας. κἀγὼ οὖν" ἔφη "βούλομαι ὑμῖν ὅσα μὲν οἷόν τέ ἐστι τῶν ἐμοὶ ὄντων ἰδεῖν δεῖξαι, ὅσα δὲ μὴ οἷόν τε ἰδεῖν, διηγήσασθαι." ταῦτα εἰπὼν τὰ μὲν ἐδείκνυ πολλὰ καὶ καλὰ χρήματα, τὰ δὲ κείμενα ὡς μὴ ῥᾴδιον εἶναι ἰδεῖν διηγήσατο. καὶ [259] εἶπεν "ὦ ἄνδρες, ταῦτα οὐδὲν μᾶλλον ἐμὰ δέον ἡγεῖσθαι ἢ καὶ ὑμέτερα· ἐγὼ γὰρ ταῦτα ἀθροίζω, ὅπως ἔχω τῷ καλόν τι ὑμῶν ποιοῦντι διδόναι, καὶ ὅπως, ἤν τις ὑμῶν τινος δέηται, λάβῃ πρός με ἰών."
Κεφάλαιο 26
ΕπεξεργασίαὍτε δὲ τὰ ἐν Βαβυλῶνι εὖ κατεστήσατο, εἰς Πέρσας ἀπελθεῖν ἡτοιμάζετο. ἐπεὶ δὲ πορευόμενος γίνεται κατὰ τὴν Μηδικήν, τρέπεται ὁ Κῦρος πρὸς Κυαξάρην, καὶ ἀσπασάμενος αὐτὸν εἶπεν ὅτι οἶκος αὐτῷ ἐν Βαβυλῶνι ἐξῃρημένος εἴη, καὶ δῶρα παρέσχεν αὐτῷ πολλὰ καὶ καλά. ὁ δὲ Κυαξάρης προσέπεμψεν αὐτῷ τὴν θυγατέρα στέφανόν τε χρυσοῦν καὶ ψέλια φέρουσαν καὶ στρεπτὸν καὶ στολὴν Μηδικὴν καλλίστην. καὶ ἡ μὲν παῖς ἐστεφάνου τὸν Κῦρον, ὁ δὲ Κυαξάρης "δίδωμί σοι" ἔφη, "ὦ Κῦρε, καὶ αὐτὴν ταύτην γυναῖκα, θυγατέρα οὖσαν ἐμήν, ἐπιδίδωμι δὲ αὐτῇ καὶ φερνὴν Μηδίαν πᾶσαν· οὐδὲ γὰρ ἔστι μοι ἄρρην παῖς γνήσιος." ὁ δὲ Κῦρος "τὸ μὲν γένος, ὦ Κυαξάρη, ἐπαινῶ" εἶπε, "καὶ τὴν παῖδα καὶ τὰ δῶρα, βούλομαι δὲ σὺν γνώμῃ τοῦ πατρός τε καὶ τῆς μητρὸς γῆμαι αὐτήν." καὶ ταῦτα εἰπὼν εἰς Πέρσας ἐπορεύετο. ἐν δὲ τοῖς Περσῶν ὁρίοις ἐλθὼν τὸ μὲν στράτευμα ἐκεῖ κατέλιπεν, αὐτὸς δὲ σὺν τοῖς φίλοις τὴν πόλιν εἰσῄει, ἱερεῖα ἄγων πᾶσι Πέρσαις ἱκανὰ θύειν καὶ ἑστιᾶσθαι. δῶρα δὲ τῷ πατρὶ καὶ τῇ μητρὶ ἔφερεν οἷα εἰκὸς ἦν καὶ τοῖς φίλοις, οἷα δ' ἔπρεπεν ἀρχαῖς καὶ γεραιτέροις· ἔδωκε δὲ καὶ πᾶσι Πέρσαις, ἀλλὰ μὴν καὶ Περσίσι. καὶ χρόνον τινὰ τοῖς τεκοῦσι συνδιατρίψας ἀπῄει. καὶ γενόμενος ἐν Μήδοις συνδόξαν τῷ πατρὶ γαμεῖ τὴν Κυαξάρου θυγατέρα· γήμας δ' εὐθὺς ἔχων αὐτὴν ἀνεζεύγνυεν.
[260] Ὡς δ' ἧκεν εἰς Βαβυλῶνα, σατράπας ἐπὶ τὰ κατεστραμμένα ἔπεμπεν ἔθνη, εἰς Ἀραβίαν δηλαδὴ καὶ Καππαδοκίαν, εἰς Φρυγίαν τε τὴν μεγάλην, εἰς Λυκίαν τε καὶ Ἰωνίαν, εἰς Καρίαν, εἰς Φρυγίαν τὴν παρ' Ἑλλήσποντον καὶ Αἰολίδα. Κίλιξι δὲ καὶ Κυπρίοις καὶ Παφλαγόσιν οὐκ ἔπεμψε σατράπας, ὅτι ἑκόντες ἐδόκουν αὐτῷ συστρατεύεσθαι· δασμοὺς μέντοι καὶ οὗτοι ἀπέφερον. ἵνα δέ, μεγάλης αὐτῷ τῆς ἀρχῆς οὔσης, ταχέως καὶ πόρρωθέν οἱ κομίζοιντο ἀγγελίαι, ἐσκέψατο πόσην ἂν ὁδὸν ἵππος ἐλαυνόμενος ἀνύοι, καὶ ἱππῶνας τοσοῦτον ἀλλήλων διέχοντας ἐποιήσατο, καὶ ἵππους κατέστησεν ἐν αὐτοῖς καὶ τοὺς αὐτῶν ἐπιμελομένους, καὶ ἄνδρα ἐφ' ἑκάστῳ ἔταξε τὸν ἐπιτήδειον παραδέχεσθαι τὰ φερόμενα γράμματα καὶ παραδιδόναι καὶ παραλαμβάνειν τοὺς ἀπειρηκότας ἵππους καὶ ἄλλους πέμπειν νεαλεῖς.
Ἤδη δὲ παρελθόντος ἐνιαυτοῦ στρατείαν ἐποιήσατο, ἐν ᾗ λέγεται καταστρέψασθαι πάντα τὰ ἔθνη ὅσα Συρίαν εἰσβάντι οἰκεῖ μέχρις Ἐρυθρᾶς θαλάσσης. μετὰ δὲ ταῦτα στρατεύει ἐπ' Αἴγυπτον καὶ καταστρέφεται καὶ αὐτήν· ὡς ἐντεῦθεν ὁρίζειν αὐτῷ τὴν ἀρχὴν πρὸς ἕω μὲν τὴν Ἐρυθρὰν θάλασσαν, πρὸς ἄρκτον δὲ τὸν πόντον τὸν Εὔξεινον, πρὸς δ' ἑσπέραν Κύπρον καὶ Αἴγυπτον, τὴν δ' Αἰθιοπίαν πρὸς μεσημβρίαν. αὐτὸς δ' ἐν μέσῳ τούτων πεποιημένος τὴν δίαιταν, ἐν Βαβυλῶνι μὲν μῆνας διῆγεν ἑπτὰ τὸν χρόνον δὴ τὸν χειμέριον, ἀλεεινὴ γὰρ αὕτη ἡ χώρα, τρεῖς δὲ μῆνας τοὺς ἀμφὶ τὸ ἔαρ ἐν Σούσοις, ἐν δ' Ἐκβατάνοις δύο διῆγε μῆνας τὴν τοῦ θέρους ἀκμήν.
Οὕτω δὲ ζήσας ὁ Κῦρος καὶ μάλα πρεσβύτης γενόμενος ἀφικνεῖται εἰς Πέρσας τὸ ἕβδομον, πάλαι τῶν τοκέων τετελευτηκότων αὐτῷ. καὶ κοιμωμένῳ [261] κατὰ τὰ βασίλεια ἔδοξεν αὐτῷ κατ' ὄναρ τις προσελθεῖν κρείττων ἢ κατὰ ἄνθρωπον, λέγων "συσκευάζου, ὦ Κῦρε· ἤδη γάρ σε μεταπέμπονται οἱ θεοί." ἐκ τούτου δ' εἴκαζεν ὅτι παρείη τοῦ βίου ἡ τελευτή, καὶ τριταῖος τοὺς παῖδας ἐκάλεσε, συνείποντο γὰρ αὐτῷ, καὶ τοὺς φίλους καὶ τὰς Περσῶν ἀρχάς, καὶ εἶπεν "ἐμοὶ μὲν τοῦ βίου τὸ τέλος ἤδη πάρεστι, δεῖ δὲ σαφηνίσαι περὶ τῆς βασιλείας τίνι ἔσται μετ' ἐμέ, ἵνα μὴ πράγματα ὑμῖν παράσχῃ γενομένη ἀμφίλογος. σὺ μὲν οὖν, ὦ Καμβύση, πρεσβύτερος ὢν τὴν βασιλείαν ἔχε, θεῶν διδόντων κἀμοῦ· σοὶ δέ, ὦ Ταναοξάρη, εἶναι σατράπῃ δίδωμι Μήδων τε καὶ Ἀρμενίων καὶ Καδουσίων." ταῦτα τοῖς παισὶν ἐντειλάμενος καὶ παραινέσας πολλά, καὶ προσειπὼν τοὺς παρόντας καὶ πάντας δεξιωσάμενος, συνεκαλύψατο καὶ οὕτως ἐξέλιπεν. ἐπεὶ δ' ἐκεῖνος ἀπῄει, εὐθὺς οἱ παῖδες αὐτοῦ ἐστασίαζον, πόλεις δὲ καὶ ἔθνη ἀφίσταντο, πάντα δ' ἐπὶ τὸ χεῖρον ἐτράπετο.
Ταῦτα μὲν οὖν τῷ Ξενοφῶντι περὶ Κύρου ἱστόρηται· ὁ δ' Ἁλικαρνασσεὺς Ἡρόδοτος ἄλλα περὶ τῆς Κύρου φησὶν ἀγωγῆς τε καὶ τελευτῆς καὶ τῆς λοιπῆς βιοτῆς, ἃ μακρὸν ἂν εἴη διηγεῖσθαι. ἐμοὶ δ' ἐπιτομὴν ἱστορίας πεποιημένῳ οὐκ ἐπέοικε τὴν πραγματείαν θέσθαι πολύστιχον, ἀλλ' αὐτὸς μὲν τὰ πιθανώτερα ἔγραψα, ὅτῳ δ' εἰδέναι βούλημα καὶ ἅπερ Ἡρόδοτος περὶ αὐτοῦ συνεγράψατο, τὴν ἐκείνου μεταχειρισάμενος βίβλον εὑρήσει ταῦτα κατὰ τὸν πρῶτον λόγον, ᾧ τὴν πρώτην τῶν Μουσῶν ἐπέγραψε τὴν Κλειώ.