Επιστολαί (Φιλόστρατος)

Ἐπιστολαί
Συγγραφέας:
Ἐπιστολαὶ καὶ διαλέξεις
Flavii Philostrati Opera, Vol 2. Philostratus the Athenian. Carl Ludwig Kayser. in aedibus B. G. Teubneri. Lipsiae, 1871.


α

[p. 225] τὰ ῥόδα ὥσπερ πτεροῖς τοῖς φύλλοις ἐποχούμενα ἐλθεῖν παρὰ σὲ σπουδὴν ἐποιήσαντο. ὑπόδεξαι αὐτὰ εὐμενῶς, ἢ ὡς Ἀδώνιδος ὑπομνήματα, ἢ ὡς Ἀφροδίτης βαφήν, ἢ ὡς γῆς ὄμματα. ἀθλητῇ μὲν οὖν κότινος πρέπει καὶ βασιλεῖ μεγάλῳ ἡ ὀρθὴ τιάρα καὶ στρατιώτῃ λόφος, καλῷ δὲ μειρακίῳ ῥόδον καὶ διὰ συγγένειαν εὐωδίας καὶ διὰ τὸ οἰκεῖον τῆς χροιᾶς. περιθήσῃ δὲ οὐ σὺ τὰ ῥόδα, ἀλλ᾽ αὐτὰ σέ.

β

πέπομφά σοι στέφανον ῥόδων, οὐ σὲ τιμῶν, καὶ τοῦτο μὲν γάρ, ἀλλ᾽ αὐτοῖς τι χαριζόμενος τοῖς ῥόδοις, ἵνα μὴ μαρανθῇ.

γ

οἱ Λακεδαιμόνιοι φοινικοβαφεῖς ἐνεδύοντο χιτῶνας, ἢ ἵνα ἐκπλήττωσι τοὺς ἐναντίους τῷ φοβερῷ τῆς χροιᾶς, ἢ ἵνα ἀγνοῶσι τὸ αἷμα τῇ κοινωνίᾳ τῆς βαφῆς· ὑμᾶς δὲ δεῖ τοὺς καλοὺς ῥόδοις μόνοις ὁπλίζεσθαι καὶ ταύτην λαμβάνειν παρὰ τῶν ἐραστῶν τὴν πανοπλίαν. ὑάκινθος μὲν οὖν λευκῷ μειρακίῳ πρέπει καὶ νάρκισσος μέλανι, ῥόδον δὲ πᾶσιν, ὡς καὶ μειράκιον τὸ πάλαι ὂν καὶ ἄνθος καὶ φάρμακον καὶ μύρον. ταῦτα Ἀγχίσην ἀνέπεισε, ταῦτα Ἄρην ἀπέδυσε, ταῦτα Ἄδωνιν ἐλθεῖν ἀνέμνησε, ταῦτα ἦρος κόμαι, ταῦτα γῆς ἀστραπαί, ταῦτ᾽ ἔρωτος λαμπάδες.

δ

αἰτιᾷ με, ὅτι σοι ῥόδα οὐκ ἔπεμψα· ἐγὼ δὲ οὔτε ὡς ὀλίγωρος τοῦτο ἐποίησα οὔτε ὡς ἀνέραστος ἄνθρωπος, ἀλλ᾽ ἐσκόπουν, ὅτι ξανθὸς ὢν καὶ [p. 226] ῥόδοις ἰδίοις στεφανούμενος ἀλλοτρίων ἀνθέων οὐ δέῃ. οὐδὲ γὰρ Ὅμηρος τῷ ξανθῷ Μελεάγρῳ στέφανον περιέθηκεν, ἐπεὶ τοῦτο ἂν ἦν ἄλλο πῦρ ἐπὶ πυρὶ καὶ δαλὸς ἐπ᾽ ἐκείνῳ διπλοῦς, ἀλλ᾽ οὐδὲ τῷ Ἀχιλλεῖ, οὐδὲ τῷ Μενελάῳ, οὐδὲ ἄλλοις, ὅσοι παρ᾽ αὐτῷ κομῶσι. φθονερὸν γὰρ δεινῶς τὸ ἄνθος καὶ ὠκύμορον καὶ παύσασθαι ταχύ, λέγεται δ᾽ αὐτοῦ καὶ τὴν πρώτην γένεσιν ἐκ λυπηροτάτης ἄρξασθαι προφάσεως· ἡ γὰρ ἄκανθα τῶν ῥόδων παριοῦσαν τὴν Ἀφροδίτην ἔκνισεν, ὡς Κύπριοι λέγουσι καὶ Φοίνικες. ἀλλὰ τί; μὴ στεφανούμεθα ἄνθος, ὃ οὐδὲ Ἀφροδίτης φείδεται;

ε

πόθεν εἶ, μειράκιον; εἰπέ, ὅτι οὕτως ἀτέγκτως πρὸς ἔρωτας ἔχεις; ἐκ Σπάρτης ἐρεῖς; οὐκ εἶδες οὖν Ὑάκινθον, οὐδ᾽ ἐστεφανώσω τῷ τραύματι ; ἀλλ᾽ ἐκ Θεσσαλίας; οὐκ ἐδίδαξεν οὖν σε οὐδ᾽ ὁ Φθιώτης; ἀλλ᾽ Ἀθήνηθεν; τὸν Ἁρμόδιον καὶ τὸν Ἀριστογείτονα οὐ διέβης; ἀλλ᾽ ἀπ᾽ Ἰωνίας; καὶ τί τῆς γῆς ἐκείνης ἁβρότερον, ὅπου Βράγχοι καὶ Κλάροι οἱ Ἀπόλλωνος καλοί; ἀλλ᾽ ἐκ Κρήτης, ὅπου πλεῖστος Ἔρως ὁ τὰς ἑκατὸν πόλεις περιπολῶν; Σκύθης μοι δοκεῖς καὶ βάρβαρος εἶναι ἀπ᾽ ἐκείνου τοῦ βωμοῦ καὶ τῶν ἀξένων θεαμάτων. ἔξεστιν οὖν σοι τὸν πάτριον μιμήσασθαι νόμον· εἰ δὲ σώζειν οὐ θέλεις, λάβε τὸ ξίφος· οὐ παραιτοῦμαι, μὴ φοβηθῇς· ἐπιθυμῶ κἂν τοῦ τραύματος.

ς

εἰ σωφρονεῖς, διὰ τί ἐμοὶ μόνῳ; εἰ δὲ χαρίζῃ, διὰ τί μὴ κἀμοί;

ζ

ὅτι πένης εἰμί, ἀτιμότερός σοι δοκῶ· καὶ [p. 227] μὴν καὶ αὐτὸς ὁ Ἔρως γυμνός ἐστι καὶ αἱ Χάριτες καὶ οἱ ἀστέρες. ὁρῶ δὲ ἐγὼ τὸν Ἡρακλέα ἐν ταῖς γραφαῖς δορὰν θηρίου περιβεβλημένον καὶ τὰ πολλὰ χαμαὶ καθεύδοντα, τὸν δὲ Ἀπόλλωνα καὶ ὑψηλῷ ζώσματι ἢ δισκεύοντα ἢ τοξεύοντα ἢ τρέχοντα, οἱ δὲ Περσῶν βασιλεῖς τρυφῶσι καὶ μετέωροι κάθηνται τῷ πολλῷ χρυσίῳ περιβαλλόμενοι· τοιγαροῦν ἔπασχον κακῶς ὑπὸ τῶν πενήτων Ἑλλήνων νικώμενοι. ἦν πτωχὸς ὁ Σωκράτης, ἀλλ᾽ ὑπέτρεχε τὸν τρίβωνα αὐτοῦ ὁ πλούσιος Ἀλκιβιάδης. ἄπιδε πρὸς τὸ θέατρον· πενήτων ὁ δῆμος. ἄπιδε πρὸς τὰ δικαστήρια· πένητες κάθηνται. ἄπιδε ἐπὶ τὰς μάχας· οἱ μὲν πολυτελεῖς καὶ χρυσοῖ τοῖς ὅπλοις λείπουσι τὰς τάξεις, ἡμεῖς δὲ ἀριστεύομεν. ἐν αὐτοῖς τε τοῖς πρὸς τοὺς καλοὺς ὑμᾶς σκέψαι πόσον τὸ μεθόριον· ὑβρίζει τὸν πεισθέντα ὁ πλούσιος ὡς ἐωνημένος, ὁ πένης οἶδε χάριν ὡς ἐλεούμενος. πάλιν ὁ λαμπρὸς τὸ πεπραγμένον ἐς ἐξουσίαν ἀναφέρει τῆς οἰκείας δυνάμεως, ὁ δὲ πένης ἐς τὴν τοῦ δόντος φιλανθρωπίαν. ὁ πλούσιος ἄγγελον πέμπει κόλακα καὶ παράσιτον, μάγειρον καὶ τοὺς ἐκ τῆς τραπέζης, ὁ πένης δὲ ἑαυτόν. καὶ τί δεῖ τὰ πολλὰ λέγειν; ὁ πλούσιος καλεῖ [p. 228] σε ἐρώμενον, ἐγὼ δὲ κύριον· ἐκεῖνος ὑπηρέτην, ἐγὼ δὲ θεόν· ἐκεῖνος μέρος τῶν αὑτοῦ κτημάτων, ἐγὼ δὲ πάντα, ὅθεν ἄλλου πάλιν ἐρασθεὶς ὅμοιος πρὸς ἐκεῖνον ἔσται, πένης δὲ ἅπαξ ἐρᾷ. τίς δύναται παραμεῖναι νοσοῦντι; τίς αὑτὸν προτάξαι πεμπομένου βέλους; τίς ὑπὲρ σοῦ πεσεῖν; φιλία. ἐν τούτοις πᾶσι πλουτῶ.

η

εἰ ξένος ὢν ἐρῶ σου, μὴ θαυμάσῃς· οὐκ ἔστιν ὀφθαλμοὺς ξενίας ἁλῶναι, καὶ γὰρ κάλλος αὐτῶν ὁμοίως καὶ πῦρ ἀνάπτεται. οὐ μὴν ὁ Βράγχος ἔφευγε τὸν Ἀπόλλωνα ὡς ξένον, οὐδὲ ὁ Πάτροκλος τὸν Ἀχιλλέα, οὐδὲ ὁ Χρύσιππος τὸν Λάιον. ἤρα καὶ Σμερδίου Πολυκράτης ὁ Σάμιος καὶ τοῦ Πέρσου μειρακίου ὁ Ἀγησίλαος, εἰ καὶ τὸ ὄνομα τοῦ μειρακίου ἀγνοῶ· ξένοι καὶ ὄμβροι τῆς γῆς καὶ ποταμοὶ τῆς θαλάσσης καὶ ὁ Ἀσκληπιὸς Ἀθηναίων καὶ ὁ Ζεὺς ἡμῶν καὶ ὁ Νεῖλος Αἰγυπτίων καὶ ὁ Ἥλιος πάντων. ξένη καὶ ἡ ψυχὴ τοῦ σώματος καὶ ἡ ἀηδὼν τοῦ ἔαρος καὶ ἡ χελιδὼν τῆς οἰκίας καὶ ὁ Γανυμήδης τοῦ οὐρανοῦ καὶ ἡ ἀλκυὼν τῆς πέτρας [p. 229] καὶ ὁ ἐλέφας Ῥωμαίων καὶ ὁ ὄρνις ὁ φοῖνιξ τῶν Ἰνδῶν τῶν μυρεψικῶν· οὗτος μὲν ὁ ξένος καὶ βραδύς, τὸν δὲ πελαργὸν οἱ πρῶτον θεασάμενοι καὶ προσκυνοῦσι. ξένα καὶ τὰ γράμματα, ἐκ Φοινίκης γὰρ ἦλθε, καὶ Σηρῶν ὑφαὶ καὶ μάγων θεολογία, οἷς πᾶσιν ἥδιον χρώμεθα ἢ τοῖς ἐγχωρίοις, ὅτι τῶν μὲν σπάνιον τὸ ἐπίκτητον, τῶν δὲ ὀλίγωρον τὸ οἰκεῖον· ἀμείνων καὶ ἐραστὴς ὁ ξένος, ὅσῳ καὶ ἀνύποπτος τῇ ἀγνωσίᾳ καὶ πρὸς τὸ λαθεῖν ἀφανέστερος.

θ

τί παθόντα τὰ ῥόδα, πρὶν μὲν παρὰ σοὶ γενέσθαι, καλὰ ἦν καὶ ῥόδα — οὐ γὰρ ἂν αὐτὰ οὐδὲ ἔπεμψα, εἰ μή τι ἀξιόκτητον εἶχεν — ἐλθόντα δὲ εὐθὺς ἐμαράνθη καὶ ἀπέπνευσε; τὸ μὲν σαφὲς οὐκ οἶδα τῆς αἰτίας, οὐ γάρ μοί τι εἰπεῖν ἠθέλησαν, ὡς δ᾽ εἰκάσαι ῥᾴδιον, οὐκ ἤνεγκε παρευδοκιμούμενα, οὐδὲ ἠνέσχετο τῆς πρὸς σὲ ἁμίλλης, ἀλλ᾽ ὁμοῦ τε ἔθιγεν εὐωδεστέρου χρωτὸς καὶ ἀπώλετο. οὕτω καὶ λύχνος πίπτει πυρὸς μείζονος ἡττηθεὶς καὶ ἄστρα ἀμαυρά, ὅταν ἀντιβλέπειν ἡλίῳ μὴ δύνηται.

ι

τοὺς ὄρνις αἱ καλιαὶ δέχονται, τοὺς ἰχθύας αἱ πέτραι, τὰ ὄμματα τοὺς καλούς, κἀκεῖνα μὲν πλανᾶται μεθιστάμενα καὶ μετοικοῦντα ἄλλοτε ἐπ᾽ ἄλλους τόπους — ἄγουσι γὰρ αὐτοὺς ὡς ἄγουσιν οἱ καιροί — κάλλος δὲ ἅπαξ ἐπ᾽ ὀφθαλμοὺς ῥυὲν οὐκ ἄπεισιν ἐκ τούτου τοῦ καταγωγίου. οὕτω κἀγώ σε ὑπεδεξάμην καὶ φέρω πανταχοῦ τοῖς τῶν ὀμμάτων δικτύοις, κἂν ἐπὶ θάλατταν ἔλθω, ἀνάγει σε ἡ θάλαττα, ὥσπερ τὴν Ἀφροδίτην ὁ μῦθος, ἄν τε ἐπὶ λειμῶνα, αὐτῶν τῶν ἀνθέων ἐξέχεις. καὶ τί γὰρ ἐκεῖ τοιοῦτον φύεται; καὶ γὰρ εἰ καλὰ καὶ χαρίεντα, [p. 230] ἀλλὰ μιᾶς ἡμέρας. ἀπιδών δὲ ἐς οὐρανὸν τὸν μὲν ἥλιον ἡγοῦμαι κατιέναι καὶ κάτω που βαδίζειν, ἀντ᾽ ἐκείνου δὲ σὲ φαίνειν. εἰ δὲ καὶ νὺξ γένηται, δύο βλέπω μόνους ἀστέρας, τὸν ἕσπερον καὶ σέ.

ια

ποσάκις σοι τοὺς ὀφθαλμοὺς ἀνέῳξα, ἵνα ἀπέλθῃς, ὥσπερ οἱ τὰ δίκτυα ἀναπτύσσοντες τοῖς θηρίοις ἐς ἐξουσίαν τοῦ φυγεῖν; καὶ σὺ μένεις ἑδραῖος κατὰ τοὺς δεινοὺς ἐποίκους, οἳ χώραν ἅπαξ ἀλλοτρίαν καταλαβόντες οὐκέτι δέχονται τὴν ἀπανάστασιν. καὶ δὴ πάλιν, ὥσπερ εἴωθα, ἐπαίρω τὰ βλέφαρα· ἀπόπτηθι ἤδη ποτὲ καὶ τὴν πολιορκίαν λῦσον καὶ γενοῦ ξένος ἄλλων ὀμμάτων. οὐκ ἀκούεις, ὅς γε καὶ μᾶλλον ἔχῃ τοῦ πρόσω καὶ μέχρι τῆς ψυχῆς. καὶ τίς ὁ καινὸς ἐμπρησμός; κινδυνεύω, αἰτῶ ὕδωρ, κοιμίζει δὲ οὐδείς, ὅτι τὸ σβεστήριον ἐς ταύτην τὴν φλόγα ἀπορώτατον, εἴτε ἐκ πηγῆς κομίζοι τις, εἴτε ἐκ ποταμοῦ λαμβάνοι. καὶ γὰρ αὐτὸ τὸ ὕδωρ ὑπὸ ἔρωτος κᾴεται.

ιβ

πόθεν μου τὴν ψυχὴν κατέλαβες; ἢ δῆλον ὅτι ἀπὸ τῶν ὀμμάτων, ἀφ᾽ ὧν μόνων κάλλος ἐσέρχεται; ὥσπερ γὰρ τὰς ἀκροπόλεις οἱ τύραννοι καὶ τὰ ἐρυμνὰ οἱ βασιλεῖς καὶ τὰ ὑψηλὰ οἱ ἀετοὶ καταλαμβάνουσιν, οὕτω καὶ ὁ ἔρως τὴν τῶν ὀφθαλμῶν [p. 231] ἀκρόπολιν, ἣν οὐ ξύλοις, οὐδὲ πλίνθοις, ἀλλὰ μόνοις βλεφάροις τειχίσας ἡσυχῆ καὶ κατὰ μικρὸν ἐς τὴν ψυχὴν ἐσδύεται, ταχέως μέν, ὡς πτηνός, ἐλευθέρως δέ, ὡς γυμνός, ἀμάχως δέ, ὡς τοξότης. τὰ δὲ ὄμματα, ἐπεὶ πρῶτα συνίησι κάλλους, διὰ τοῦτο μάλιστα καὶ κᾴεται, θεοῦ τινος, οἶμαι, θελήσαντος αὐτοῖς τὴν αὐτὴν ὁδὸν καὶ τῆς ἐς τὸ βλέπειν ἡδονῆς εἶναι καὶ τῆς ἐς τὸ λυπεῖσθαι προφάσεως. τί γάρ, ὦ κακοὶ δᾳδοῦχοι ἔρωτος καὶ τῆς τῶν σωμάτων ὥρας περίεργοι μάρτυρες πρῶτοι μὲν τὸ κάλλος ἡμῖν ἐπυρσεύσατε, πρῶτοι δὲ μνησθῆναι τὴν ψυχὴν ἐποιήσατε τῆς ἔξωθεν ἐπιρροῆς, πρῶτοι δὲ ἐβιάσασθε τὸν ἥλιον καταλιπόντα πῦρ ἀλλότριον ἐπαινεῖν; τοιγαροῦν ἀγρυπνεῖτε καὶ κᾴεσθε, ἀπαλλαγὴν ὧν εἵλεσθε εὑρεῖν μὴ δυνάμενοι.

ιγ

ὁ καλὸς ἂν μὲν ᾖ θηριώδης, πῦρ ἐστιν, ἂν δὲ ἥμερος, φῶς· μὴ κᾷε οὖν, ἀλλὰ σῶζε καὶ τὸν Ἐλέου βωμὸν ἐν τῇ ψυχῇ ἔχε ἀντιλαβὼν βέβαιον φίλον ὠκυμόρου δωρεᾶς καὶ φθάσας τὸν χρόνον, ὃς μόνος καταλύει τοὺς καλούς, ὥσπερ οἱ δημοτικοὶ τοὺς τυράννους. ὡς δέδοικά γε — ὃ φρονῶ γὰρ εἰρήσεται — μὴ μέλλοντός σου καὶ βραδύνοντος τὰ γένεια ἐπέλθῃ καὶ τὴν τοῦ προσώπου συσκιάσῃ χάριν, ὥσπερ εἴωθε τὸν ἥλιον κρύπτειν ἡ νεφῶν συσκευή. τί δέδοικα, ἅπερ ἔστιν ἤδη βλέπειν; ἕρπει μὲν ὁ ἴουλος, αἱ δὲ παρειαὶ χλοάζουσι, τὸ δὲ πρός2ωπον ὅλον ἀνθεῖ. πρὶν οὖν σου τὸ ἔαρ ἀπελθεῖν ὅλον καὶ χειμῶνα ἐπιστῆναι, δὸς αὐτοῦ πρὸς Ἔρωτος, [p. 232] πρὸς τούτων τῶν γενείων, ἃ δεῖ με αὔριον ὀμνύναι.

ιδ

χαῖρε, κἂν μὴ θέλῃς, χαῖρε, κἂν μὴ γράφῃς, ἄλλοις καλέ, ἐμοὶ δὲ ὑπερήφανε. οὐκ ἦσθα συγκείμενος ἐκ σαρκὸς ῾καὶ αἵματοσ᾽, καὶ τῶν, ὅσα τούτοις κίρναται, ἀλλὰ ἐξ ἀδάμαντος καὶ πέτρας καὶ Στυγός. ταχέως σε θεασαίμην γενειῶντα καὶ παρ᾽ ἀλλοτρίαις θύραις κείμενον. ναὶ Ἔρως, ναὶ Νέμεσις ὀξεῖς θεοὶ καὶ στρεφόμενοι.

ιε

τί μοι τὰ γένεια, ὦ παιδίον, δεικνύεις; οὐ παύῃ κάλλους, ἀλλ᾽ ἄρχῃ, τὸ μὲν γὰρ ὀξὺ τῆς ὥρας παρελήλυθεν, ὅσον τι πτηνὸν καὶ ἄπιστον, τὸ δὲ ἑδραῖον καὶ βέβαιον μένει. χρόνος δὲ οὐκ ἐλέγχει τοὺς ἀληθῶς καλούς, ἀλλὰ δεικνύει καὶ μαρτυρεῖ μᾶλλον αὐτοῖς ἢ φθονεῖ. τὸν δὲ ὑπηνήτην καὶ Ὅμηρος λέγει χαριέστατον ὁ ποιητὴς εἰδὼς καλῶς καὶ βλέπειν καὶ ποιεῖν. οὐκ ἂν δήποτε τοῦτο ἀπεφήνατο, εἰ μὴ πρῶτος αὐτὸς ἐρωμένου καὶ ἥψατο γενείων καὶ ἐφίλησε. πρὶν μὲν γὰρ ἀνθεῖν, οὐδὲν ἀπεῖχον γυναικὸς αἱ σαὶ παρειαὶ οὖσαι ἁπαλαί τε καὶ διαυγεῖς, ὅτε δὲ καὶ ἤδη χλοάζεις, ἀνδρικώτερος εἶ σεαυτοῦ καὶ τελεώτερος. ἀλλὰ τί; ἤθελες μηδὲ εὐνούχων διαφέρειν, οἷς τὰ γένεια ἄκαρπα καὶ σκληρὰ καὶ λίθοις ὅμοια; αἰσχύνονται γοῦν οἱ ἀλιτήριοι ταύτῃ τῇ τομῇ μᾶλλον ἢ ἐκείνῃ, τὴν μὲν ἀπόρρητον νομίζοντες, τὴν δὲ σαφέστερον ἔλεγχον τῆς ὄψεως.

ις

οὐδὲ ὁ τοῦ Μενάνδρου Πολέμων καλὸν μειράκιον περιέκειρεν, ἀλλ᾽ αἰχμαλώτου μὲν ἐρωμένης κατετόλμησεν ὀργισθείς, ἣν οὐδὲ αὐτὴν ἀποκείρας [p. 233] ἠνέσχετο — κλαίει γοῦν καταπεσὼν καὶ μεταγιγνώσκει τῷ φόνῳ τῶν τριχῶν — ἐφήβου δὲ ἄρα ἐφείσατο καὶ τὸ δρᾶμα, σὺ δὲ οὐκ οἶδα τί παθὼν σεαυτῷ πεπολέμηκας, ὦ ἀνδροφόνε τῆς κεφαλῆς. τί ἔδει μαχαιρῶν ἐπὶ τὰς τρίχας; τί δὲ ἑκουσίων καὶ πολλῶν τραυμάτων; οἷον θέρος ἐξέκοψας. οὐδὲ οἱ ποιηταί σε ἐπαίδευσαν τοὺς Εὐφόρβους καὶ τοὺς Μενελάους κομῶντας ἐσάγοντες καὶ ὅλον τὸ Ἀχαιῶν στρατόπεδον; καὶ εἴ τις αὐτοῖς καλὸς ποταμός, κομᾷ, ὡς γὰρ χρυσὸς ἀνάθημα καὶ ἄργυρος, οὕτως καὶ τρίχες. κομῶσιν οἱ μὲν βάρβαροι πίλοις, οἱ δὲ Ἕλληνες κράνεσιν, οἱ δὲ ὀφθαλμοὶ βλεφάροις, ἡ δὲ ναῦς ἱστίοις, ἡ δὲ γῆ ὄρεσι, τὰ δὲ ὄρη νάπαις, ἡ δὲ θάλαττα νήσοις, οἱ δὲ ταῦροι κέρασιν, οἱ ποταμοὶ τέμπεσιν, αἱ πόλεις τείχεσιν. φοβερώτερος δὲ καὶ λέων ὁ λάσιος καὶ ῾γαυρότεροσ᾽ ἵππος ὁ ἤδη τῇ χαίτῃ πεποιθὼς καὶ ἀλεκτρυὼν μαχιμώτερος ὁ τὰ κάλλαια ἐγηγερκώς. τιμῶσι καὶ σοφοὶ τῶν ἀστέρων τοὺς κομήτας καὶ τῶν ἱερέων τοὺς τὰς κόμας ἀνέτους καὶ τῶν θεῶν ἄλλον ἄλλως, τὸν Ποσειδῶνα ὡς κυανοχαίτην, τὸν Ἀπόλλωνα ὡς ἀκειρεκόμην, τὸν Πᾶνα ὡς δασύν, τὴν Ἶσιν ὡς λυσίκομον, τὸν Διόνυσον ὡς μετὰ τῶν τριχῶν καὶ τῷ κιττῷ κομῶντα, Ἀφροδίτη δὲ οὐδὲ πενθοῦσα ἀπεκείρατο. ἤκουσά γε μὴν ἀνδρὸς σοφοῦ καὶ τὰς ἀκτῖνας λέγοντος κόμας Ἡλίου καὶ τὸν Δία σεμνότερον τῶν ἄλλων θεῶν, ὅτε τὴν κόμην σείει, κἂν ἐπινεύσῃ, οὐ ψεύδεται, ὁ δὲ Ἑρμῆς κομᾷ καὶ τῷ κροτάφῳ καὶ τοῖς σφυροῖς. τότε ἀποκείρεται καὶ πόλις, ὅτε ἁλίσκεται, καὶ γυνὴ τότε ἀφίησι τῆς κεφαλῆς τὸ κάλλος, ὅτε πενθεῖ, καὶ γῆς λιμός, ὅτε μὴ κομᾷ. ἀλλὰ δένδρον μὲν πεσὸν κλᾴεται καὶ ποιητὴς μεγαλόφωνος πολλὰ ἐπ᾽ αὐτῷ λέγει, σὺ δὲ [p. 234] φύλλα τοσαῦτα ἐκτεμὼν οὐ δακρύεις. φέρε εἴπω σοι τὸν ἐπιτάφιον τῆς κόμης· ὦ κάλλους ἀκρόπολις, ὦ ἔρωτος ἄλσος, ὦ ἄστρα κεφαλῆς.

ιζ

ἔστιν ἔαρ καὶ κάλλους καὶ ῥόδου, ὁ δὲ μὴ χρησάμενος τοῖς παροῦσιν ἀνόητος ἐν οὐ μένουσι μέλλων καὶ βραδύνων ἐν ἀπιοῦσι· φθονερὸς γὰρ ὁ χρόνος καὶ τὴν ἄνθους ὥραν ἀφανίζει καὶ τὴν κάλλους ἀκμὴν ἀπάγει. μηδὲν μέλλε, ὦ φθεγγόμενον ῥόδον, ἀλλ᾽ ἕως ἔξεστι καὶ ζῇς, μετάδος ἡμῖν ὧν ἔχεις.

ιη

μαλακώτερον διετέθης ὑπὸ τῆς σανδάλου θλιβείς, ὡς πέπεισμαι, δειναὶ γὰρ δακεῖν σάρκας ἁπαλὰς αἱ τῶν δερμάτων καινότητες. διὰ τοῦτο ὁ Ἀσκληπιὸς τὰ μὲν ἐκ πολέμου καὶ θήρας τραύματα καὶ πάσης τοιαύτης τύχης ἰᾶται ῥᾳδίως, ταῦτα δὲ ἐᾷ διὰ τὸ ἑκούσιον, ὡς ἀνοίᾳ μᾶλλον ἢ ἐπηρείᾳ δαιμόνων γενόμενα. τί οὐκ ἀνυπόδετος βαδίζεις; τί δὲ τῇ γῇ φθονεῖς; βλαυτία καὶ σανδάλια καὶ κρηπῖδες καὶ πέδιλα νοσούντων εἰσὶ φορήματα ἢ γερόντων. τὸν γοῦν Φιλοκτήτην ἐν τούτοις γράφουσι τοῖς ἐρύμασιν ὡς καὶ χωλὸν καὶ νοσοῦντα, τὸν δὲ ἐκ Σινώπης φιλόσοφον καὶ τὸν Θηβαῖον Κράτητα καὶ τὸν Αἴαντα καὶ τὸν Ἀχιλλέα ἀνυποδέτους καὶ τὸν Ἰάσονα ἐξ ἡμισείας· λέγεται γὰρ τὸν Ἄναυρον αὐτοῦ διαβαίνοντος ποταμὸν ἐνσχεθῆναι τὴν κρηπῖδα τῷ ῥεύματι καὶ Ἰάσων οὕτως ἠλευθέρωτο τῶν ποδῶν τὸν ἕτερον τύχῃ τὸ δέον διδαχθείς, οὐ γνώμῃ ἑλόμενος, [p. 235] καὶ ἀπῄει καλῶς σεσυλημένος. μηδὲν ἤτω σοι μεταξὺ τῆς γῆς καὶ τοῦ ποδός. μὴ φοβηθῇς· δέξεται τὴν βάσιν ἡ κόνις ὡς πόαν. ὦ ῥυθμοὶ ποδῶν φιλτάτων, ὦ καινὰ ἄνθη, ὦ γῆς φυτεύματα, ὦ φιλήματα ἐρηρεισμένα.

ιθ

πωλεῖς σεαυτήν· καὶ γὰρ οἱ μισθοφόροι. καὶ παντὸς εἶ τοῦ διδόντος· καὶ γὰρ οἱ κυβερνῆται. οὕτως σου πίνομεν ὡς τῶν ποταμῶν, οὕτως ἁπτόμεθα ὡς τῶν ῥόδων· μὴ δὴ αἰδοῦ τῷ εὐκόλῳ, ἀλλὰ σεμνύνου τῷ ἑτοίμῳ, καὶ γὰρ ὕδωρ πᾶσι πρόκειται καὶ πῦρ οὐχ ἑνὸς καὶ ὁ ἥλιος δημόσιος θεός. τὸ μὲν οἴκημά σου κάλλους ἀκρόπολις, οἱ δὲ ἐσιόντες ἱερεῖς, οἱ δὲ στεφανούμενοι θεωροί, τὸ ἀργύριον φόροι. τῶν ὑπακουόντων ἡδέως βασίλευε καὶ ἔτι προς2κυνοῦ.

κ

καὶ τῷ Διί, ὅτε ἐκοιμᾶτο ἐν τῷ ὄρει τῇ Ἴδῃ, ἄνθη ἀνῆκεν ἡ γῆ λωτόν τε καὶ ὑάκινθον καὶ κρόκον, ῥόδα δὲ οὐ παρῆν, πότερα ὡς μόνης Ἀφροδίτης κτήματα, παρ᾽ ἧς καὶ ταῦτα ἔδει τὴν Ἥραν δανείσασθαι, καθάπερ καὶ τὸν κεστὸν ἐδανείσατο, ἢ ὡς οὐκ ἂν κοιμηθέντος τοῦ Διός, εἰ καὶ ταῦτα παρῆν, οἱ δὲ ἐδέοντο καὶ καθεύδειν τὸν Δία; ὅταν δὲ πνέῃ ῥόδα, ἀνάγκη δήπου πᾶσα καὶ ἀνθρώποις καὶ θεοῖς ἀγρυπνεῖν ἡδέως, ἡ γὰρ εὐωδία δεινὴ πᾶσαν ἡσυχίαν ἐξοικίσαι. ταῦτα μὲν οὖν ἀφείσθω Ὁμήρῳ καὶ τῇ τῶν ποιητῶν ἐξουσίᾳ, σὺ δὲ ἀγροίκως ἐποίησας μόνη κοιμηθεῖσα ἐν ῥόδοις καὶ σωφρονήσασα [p. 236] ἐν οὐ σώφροσιν. ἢ γὰρ τῶν ἐραστῶν ἐχρῆν σοι συμπαρεῖναί τινα ἢ ἐμὲ ἢ τὸν Δία, πλὴν εἰ μὴ προεθυμήθης, ὦ καλή, τὸν στέφανον τοῖς στέρνοις προσαγαγοῦσα καινῷ μοιχῷ συμπλακῆναι.

κα

οὖσα ξανθὴ τί ῥόδα ζητεῖς; καὶ μὴν φύσεως οὕτως ἔχεις, ὡς ἐκεῖνα. τί λαμβάνεις ἄνθος μετὰ μικρὸν οὐκ ὄν; τί δὲ τὴν κεφαλὴν στεφανοῖς πυρί; ἐμοὶ γὰρ δοκεῖ καὶ τῆς Κολχίδος ὁ ὅρμος, ὃν ἔπεμψε τῇ Γλαύκῃ, ῥόδα εἶναι πεφαρμαγμένα, καὶ διὰ τοῦτο ἐκαύθη λαβοῦσα. εἴ τε γὰρ τὰ ῥόδα τερπνά, μὴ παρευδοκιμείτω τὰς καλάς, εἴ τε εὐώδη, μὴ ἀντιπνείτω, εἴ τε ὠκύμορα, μὴ φοβείτω. ἡ γὰρ σὴ κεφαλὴ λειμὼν πολλὰ ἄνθη φέρων ἐστίν, ἃ μήτε θέρους ἄπεισι καὶ χειμῶνος μέσου φύεται καὶ δρεψαμένων οὐ λύεται.

κβ

ἡ καλλωπιζομένη γυνὴ θεραπεύει τὸ ἐλλιπὲς φοβουμένη φωραθῆναι ὃ οὐκ ἔχει ἡ φύσις, ἡ δὲ καλὴ οὐδενὸς δεῖται τῶν ἐπικτήτων ἀρκοῦσα ἑαυτῇ πρὸς πᾶν τὸ ὁλόκληρον· ὀφθαλμῶν δὲ ὑπογραφὴ καὶ κόμης προσθέσεις καὶ γραφαὶ παρειῶν καὶ χειλέων βαφαὶ καὶ εἴ τι ἐκ κομμωτικῆς φάρμακον καὶ εἴ τι ἐκ φύκους δολερὸν ἄνθος, πρὸς ἐπανόρθωσιν [p. 237] τοῦ ἐνδεοῦς εὑρέθη· τὸ δὲ ἀκόσμητον ἀληθῶς καλόν, ὥστε εἰ μάλιστα πεπίστευκας σεαυτῇ, διὰ τοῦτό σε μάλιστα ἀγαπῶ μαρτύριον τὸ ἄπραγμον ἡγούμενος τῆς ἐν εὐμορφίᾳ πίστεως. οὐ γὰρ κονιᾷς τὸ πρόσωπον, ἀλλ᾽ ἀδόλως εἶ καλή, οἷαι καὶ αἱ πρότεραι ἦσαν, ὧν χρυσὸς ἤρα καὶ βοῦς καὶ ὕδωρ καὶ ὄρνιθες καὶ δράκοντες. τὸ δὲ φῦκος καὶ ὁ κηρὸς καὶ τὸ ταραντινίδιον καὶ οἱ ἐπικάρπιοι ὄφεις καὶ αἱ χρυσαῖ πέδαι Θαίδος καὶ Λαίδος καὶ Ἀρισταγόρας φάρμακα.

κγ

εἰ μὲν δέῃ χρημάτων, πένης εἰμί, εἰ δὲ φιλίας καὶ χρηστοῦ τρόπου, πλουτῶ. ἔστι δὲ οὐχ οὕτως ἐμοὶ δεινὸν τὸ μὴ ἔχειν, ὡς σοὶ πρὸς αἰσχύνην τὸ μισθοῦ φιλεῖν· ἑταίρας μὲν γὰρ ἔργον προσίεσθαι τοὺς τὰς σαρίσσας ἔχοντας καὶ τὰς σπάθας ὡς ἑτοίμως διδόντας, γυναικὸς δὲ ἐλευθέρας πρὸς τὸ βέλτιστον ἀεὶ βλέπειν καὶ τὸ χρηστὸν ἐν εὐνοίᾳ τίθεσθαι. πρόσταξον, ὡς βούλει, καὶ πείθομαι· πλεῖν κέλευσον· ἐμβαίνω. πληγὰς ὑπομεῖναι· καρτερῶ. ῥῖψαι τὴν ψυχήν· οὐκ ὀκνῶ. δραμεῖν διὰ πυρός· οὐ κᾴομαι. τίς ταῦτα πλούσιος ποιεῖ;

κδ

ὁ Ἀγαμέμνων, ὅτε μὲν ὀργῆς ἐκράτει, καλὸς ἦν καὶ οὐχ ἑνὶ θεῷ, ἀλλὰ πολλοῖς ὅμοιος ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ Ἄρει δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι, ὅτε δὲ ἐνησχημόνει τῇ γλυκύτητι τοῦ θυμοῦ καὶ πρὸς τοὺς ἑταίρους ἠγρίωτο, ἔλαφος καὶ κύων ἐνομίζετο καὶ τὰ τοῦ Διὸς ὄμματα οὐδαμοῦ· σῦς μὲν γὰρ ὀργίζονται καὶ κύνες καὶ ὄφεις καὶ λύκοι καὶ ὅσα ἄλλα οὐ χρῆται λογισμῷ θηρία, καλὸς δὲ ἄνθρωπος καὶ μὴ γελάσας λυπεῖ, μήτοι γε σκυθρωπότερος ἑαυτοῦ γενόμενος. οὐ πρέπει δὲ οὐδὲ ἡλίῳ [p. 238] τὸ πρόσωπον νεφέλῃ καλύπτεσθαι. τίς ἡ κατήφεια αὕτη, τίς ἡ νύξ, τί τὸ στυγνὸν σκότος; μειδίασον, κατάστηθι, ἀπόδος ἡμῖν τὴν τῶν ὀμμάτων ἡμέραν.

κε

χθές σε ὀργιζομένην κατέλαβον καὶ ἔδοξα ἄλλην βλέπειν. τούτου δὲ αἴτιον ἡ τοῦ θυμοῦ ἔκστασις ἀκριβῶς σου συγχέουσα τὴν τοῦ προσώπου χάριν· μὴ δὴ μεταποίει τὴν γνώμην μηδὲ ἄγριον βλέπε. οὐδὲ γὰρ τὴν σελήνην ἔτι λαμπρὰν δοκοῦμεν, ὅταν ᾖ συννεφής, οὐδὲ τὴν Ἀφροδίτην καλήν, ὅταν ὀργίζηται ἢ δακρύῃ, οὐδὲ τὴν Ἥραν βοῶπιν, ὅτε χαλεπαίνει τῷ Διί, οὐδὲ τὴν ἅλα δῖαν, ὅτε ταράττεται. ἡ δὲ Ἀθηνᾶ καὶ ἔρριψε τὸν αὐλὸν ὡς τὸ πρόσωπον αὐτῆς συγχέαντα. ἤδη καὶ τὰς Ἐρινῦς Εὐμενίδας καλοῦμεν, ὡς τὸ σκυθρωπὸν ἀρνουμένας, καὶ ταῖς ἀκάνθαις τῶν ῥόδων χαίρομεν, ὅτι ἐξ ἀγρίου θάμνου καὶ λυπεῖν καὶ κεντεῖν εἰδότος γελῶσιν ἐν τοῖς ῥόδοις. ἄνθος δέ ἐστι καὶ γυναικὶ ἡ τοῦ προσώπου γαλήνη. μὴ τραχεῖα γίγνου, μὴ φοβερά, μὴ ἀποστεροῦ τὸ κάλλος, μὴ ἀφαιροῦ ῥόδων σεαυτήν, ἃ ταῖς καλαῖς ὑμῖν ἐν τοῖς ὄμμασι φύεται. εἰ δὲ ἀπιστεῖς οἷς λέγω, τὸ κάτοπτρον λαβοῦσα ἴδε σου τὸ πρόσωπον ἠλλαγμένον· εὖγε, ὅτι ἀπεστράφης.

κς

κελεύεις μοι μὴ βλέπειν κἀγὼ σοὶ μὴ βλέπεσθαι. τίς τοῦτο κελεύει νομοθέτης; τίς δὲ καὶ ἐκεῖνο; εἰ δὲ μηδέτερον κεκώλυται, μήτε ἑαυτὴν ἀφαιροῦ τῆς ἐς ἐπίδειξιν εὐδοκιμήσεως, μήτε ἐμὲ τῆς ἐς τέρψιν ἐξουσίας. οὐδὲ πηγὴ λέγει ‘μὴ πίῃς’, [p. 239] οὐδὲ ὀπώρα ‘μὴ λάβῃς’, οὐδὲ λειμὼν ‘μὴ προσέλθῃς’. ἕπου καὶ σὺ τοῖς νόμοις καὶ διψῶντα παῦσον.

κζ

ὡς δύσερί σοι καὶ φιλόνεικον τὸ κάλλος· ἀμελούμενον μᾶλλον ἀνθεῖ, καθάπερ τῶν φυτῶν ὅσα τῇ φύσει θαρροῦντα καὶ τῆς τῶν γεωργῶν ὀλιγωρίας μὴ χρῄζοντα· οὐχ ἵππον ἀναβαίνεις, οὐκ ἐς παλαίστραν ἀπαντᾷς, οὐχ ἡλίῳ δίδως σεαυτόν, ἀλλ᾽ αὐχμηρὸς περίει καὶ ῥυπῶν καὶ σεαυτῷ μαχόμενος. ἐξηπάτησαι· καλὸς εἶ, κἂν μὴ θέλῃς, καὶ πάντας ἕλκεις τῷ λίαν ἀμελουμένῳ, ὥσπερ οἱ βότρυς καὶ τὰ μῆλα καὶ εἴ τι ἄλλο αὐτόματον καλόν. οὕτω καὶ ὁ Ἀπόλλων ποιμένων ἤρα καὶ ἡ Ἀφροδίτη βουκόλων ἤρα καὶ ἀγροίκων καὶ ἡ Δημήτηρ τῶν τὰ ἀστεῖα οὐκ εἰδότων. οὐδεὶς οὐδὲ ἀστέρας εἶδε κοσμουμένους οὐδὲ ὄρνιθας, οὐδὲ ἵππους καλλωπιζομένους χρυσῷ ἢ ἐλέφαντι λανθάνειν μηχανωμένους τοῦ ζῴου τὸ γαῦρον.

κη

τὴν καλὴν ἀπὸ τοῦ τρόπου δεῖ ποιεῖσθαι [p. 240] τῶν ἐραστῶν τὸν κατάλογον, οὐκ ἀπὸ τοῦ γένους, καὶ γὰρ ξένος ἐπιεικὴς δύναται γενέσθαι καὶ πολίτης κακός, ὅσῳ καὶ τοῦ φρονεῖν ἐγγύτερός ἐστιν. ὁ μὲν οὖν ἐγχώριος οὐδὲν διαφέρει λίθων καὶ παντὸς τοῦ μένοντος, ᾧ τὸ ἑδραῖον ἀνάγκῃ πρόσεστιν, ὁ δὲ ξένος ἔοικε τοῖς ὀξυτάτοις θεοῖς Ἡλίῳ καὶ ἀνέμοις καὶ ἄστροις καὶ Ἔρωτι, ὑφ᾽ ὧν κἀγὼ πτηνὸς γενόμενος δεῦρο ἐλήλυθα κινηθεὶς προφάσει κρείττονι. μή μου τῆς ἱκεσίας ὑπερίδῃς· οὐδὲ τὸν Πέλοπα ἡ Ἱπποδάμεια ἠτίμησε ξένον ὄντα καὶ βάρβαρον, οὐδὲ ἡ Ἑλένη τὸν δι᾽ αὐτὴν παρόντα, οὐδὲ ἡ Φύλλις τὸν ἐκ θαλάττης ῾ἥκοντἀ, οὐδὲ ἡ Ἀνδρομέδα τὸν πρὸς αὐτὴν καταπτάντα. ᾔδεσαν γάρ, ὡς παρὰ μὲν τῶν ἐγχωρίων μίαν πόλιν λαμβάνουσι, παρὰ δὲ τῶν ξένων πολλάς. καὶ μὴν κἀγὼ τοῦ ἔρωτος ξένος καὶ σὺ τοῦ κάλλους, οὐ γὰρ ἡμεῖς πρὸς αὐτὰ ἀπήλθομεν, ἀλλ᾽ αὐτὰ πρὸς ἡμᾶς κατῆλθε, καὶ τὴν παρουσίαν αὐτῶν δεδέγμεθα ἡδέως, ὡς τὴν τῶν ἄστρων οἱ πλέοντες. εἰ δ᾽ ἐμοὶ τὸ ξένῳ εἶναι οὐ γίγνεται πρὸς τὸν ἔρωτα ἐμποδών, μηδὲ σοὶ κώλυμα ἔστω πρὸς τὸ συνεῖναι τοῖς ἐρῶσιν. ταχύ γ᾽ ἂν φυγάδα εἵλου νυμφίον, ὥσπερ Ἄδραστος τὸν Πολυνείκην καὶ τὸν Τυδέα, οὓς γαμβροὺς ἐποιήσατο ἐπὶ τῆς βασιλείας τὴν ἔκτισιν. μὴ λακώνιζε, ὦ γύναι, μηδὲ μιμοῦ τὸν Λυκοῦργον, ξενηλασίαν γὰρ ἔρως οὐκ ἔχει. [p. 241]

κθ

τὰ μὲν σὰ ὄμματα φιλῶ, τὰ δὲ ἐμὰ οὐ φιλῶ, τοῖς μὲν γὰρ σύνεσιν πολλὴν συνέγνωκα, τοῖς δὲ δεινὴν περιεργίαν· ἀναίσχυντά ἐστιν, ἀλλὰ καὶ κρύπτειν οὐδὲν δυνάμενα ὧν ἑώρακεν ἅπαξ. οὐκ ἀφέστηκεν οὖν μου τῆς ψυχῆς λέγοντα· ‘οὐκ εἶδες τὴν εὔκομον, τὴν εὐπρόσωπον; ἧκε, ἀνάβηθι, ἀλλὰ καὶ κλαῦσον καὶ γράψον καὶ δεήθητι.’ ἡ δὲ εὖ μάλα πείθεται, παρακούειν μὴ δυναμένη λίχνων δορυφόρων, καὶ γὰρ μὴ βουλομένην σύρουσιν ἔξω καὶ βιάζονται ὅσα αὐτοὶ προλαβόντες ἐπῄνεσαν. ἀμέλει πρὶν ἔρωτα ἐς γῆν καταπτῆναι μόνον τὸν ἥλιον ἠπίστατο καλὸν ἡ ψυχὴ καὶ τοῦτο αὐτῆς τὸ θέαμα καὶ θαῦμα ἦν, γευσαμένη δὲ ὥρας ἀνθρωπίνης ἔκαμε καὶ τῆς σπουδῆς ἐκείνης κατέπεσεν, ἐς δὲ θητείαν μετήχθη πικράν.

λ

τὸ μὲν ἔργον ἕν, ἄν τε ἐπὶ ἀνδρὸς ἄν τε ἐπὶ μοιχοῦ γένηται, τὸ δὲ τῷ κινδύνῳ σφαλερώτερον τῇ χάριτι μεῖζον· οὐχ οὕτω γὰρ εὐφραίνει τὸ φανερὸν τῆς ἐξουσίας ὡς τὸ ἀπόρρητον τῆς ἡδονῆς, πᾶν δὲ τερπνότερον τὸ κεκλεμμένον. οὕτω καὶ Ποσειδῶν ὑπῆλθε πορφύρῳ κύματι καὶ βοὶ Ζεὺς καὶ χρυσῷ ὕδατι καὶ δράκοντι καὶ ἄλλοις προκαλύμμασιν, ἀφ᾽ ὧν Διόνυσος καὶ Ἀπόλλων καὶ Ἡρακλῆς καὶ οἱ ἐκ [p. 242] μοιχείας θεοί. λέγει δὲ Ὅμηρος καὶ τὴν Ἥραν ἰδεῖν αὐτὸν τότε ἡδέως, ὅτε αὐτῇ συνῄει λάθρα, τὴν γὰρ ἀνδρὸς ἐξουσίαν μετέθηκεν ἐς κλοπὴν μοιχείας.

λα

ὁ μοιχὸς καὶ πείσας σφαλερώτατον ἀνάλωμα καὶ ὀδυνηρὸν μὴ τυγχάνων, τῆς μὲν γὰρ εὐπραγίας κίνδυνος ὁ νόμος, τῆς δὲ λύπης μισθὸς ὁ ἔρως. φοβεῖσθαι δὲ ἄμεινον τυχόντα ὧν βούλεταί τις ἢ ἀνιᾶσθαι ἀμελούμενον.

λβ

τὰ μὲν ὄμματά σου διαυγέστερα τῶν ἐκπωμάτων, ὡς δύνασθαι δι᾽ αὐτῶν καὶ τὴν ψυχὴν ἰδεῖν, τὸ δὲ τῶν παρειῶν ἐρύθημα εὔχρουν ὑπὲρ αὐτὸν τὸν οἶνον, τὸ δὲ λινοῦν τοῦτο χιτώνιον ἀντιλάμπει ταῖς παρειαῖς, τὰ δὲ χείλη βέβαπται τῷ ῥόδων αἵματι, καί μοι δοκεῖς καὶ τὸ ὕδωρ φέρειν ὡς ἀπὸ πηγῶν τῶν ὀμμάτων καὶ διὰ τοῦτο εἶναι Νυμφῶν μία. πόσους ἱστᾷς ἐπειγομένους; πόσους κατέχεις παρατρέχοντας; πόσους μὴ φθεγξαμένη καλεῖς; ἐγὼ πρῶτος, ἐπειδὰν ἴδω σε, διψῶ καὶ ἵσταμαι μὴ θέλων, τὸ ἔκπωμα κατέχων· τὸ μὲν οὐ προσάγω τοῖς χείλεσι, σοῦ δ᾽ οἶδα πίνων.

λγ

ἐξ ὑέλου μὲν τὰ ἐκπώματα, αἱ δὲ σαὶ χεῖρες ἀργυρᾶ αὐτὰ ποιοῦσι καὶ χρυσᾶ, ὡς τούτοις τὸ βλέπειν ὑγρῶς παρὰ τῶν σῶν ὀμμάτων εἶναι· ὥστε ἐκεῖνα μὲν κατάθου καὶ χαίρειν ἔα τά τε ἄλλα καὶ διὰ τὸν ἐν τῷ σφαλερῷ τῆς ὕλης φόβον, ἐμοὶ δὲ μόνοις πρόπινε τοῖς ὄμμασιν, ὧν καὶ ὁ Ζεὺς γευσάμενος καλὸν οἰνοχόον παρεστήσατο. εἰ δὲ [p. 243] βούλει, τὸν μὲν οἶνον μὴ παραπόλλυε, μόνου δὲ ἐμβαλοῦσα ὕδατος καὶ τοῖς χείλεσι προσφέρουσα πλήρου φιλημάτων τὸ ἔκπωμα καὶ οὕτως δίδου τοῖς δεομένοις. ἔστι γὰρ ἀνέραστος οὐδεὶς οὕτως, ὡς ποθεῖν ἔτι τὴν Διονύσου χάριν μετὰ τὰς τῆς Ἀφροδίτης ἀμπέλους.

λδ

οὐκ οἶδα, τί σου μᾶλλον ἐπαινέσω· τὴν κεφαλήν; ἀλλ᾽ ὢ τῶν ὀμμάτων. τοὺς ὀφθαλμούς; ἀλλ᾽ ὢ τῶν παρειῶν. τὰς παρειάς; ἀλλὰ τὰ χείλη με ἐπάγεται καὶ δεινῶς κᾴει κεκλεισμένα μὲν δι᾽ εὐκοσμίαν, ἀνοιχθέντα δὲ δι᾽ εὐωδίαν.

λε

ἡ Δανάη χρυσὸν ἐλάμβανεν, ἡ Λήδα ὄρνιθας, ἡ Εὐρώπη τὰ ἐξ ἀγέλης, ἡ Ἀντιόπη ὅσα ὄρεια, ἡ Ἀμυμώνη ὅσα θαλάττια, οἱ δὲ ποιηταὶ τὰ δῶρα μύθους ἐποίησαν παράγοντες τὴν ἀλήθειαν ψυχαγωγίᾳ ψευσμάτων. λάβε, λάβε καὶ σὺ τὸν ἀκκισμὸν ἀφελοῦσα τοῦ μεγαλογνώμονος καὶ τὴν εἰρωνείαν ἀφεῖσα τοῦ σώφρονος, ἵνα κἀγὼ Ζεὺς γένωμαι καὶ Ποσειδῶν, διδοὺς μὲν ἃ θέλεις, ἃ δὲ θέλω λαμβάνων.

λς

μὴ ὑποδήσῃ ποτέ, μηδὲ κρύψῃς τὰ σφυρὰ [p. 244] ἐψευσμένοις καὶ δολεροῖς δέρμασιν, ὧν ἀπατηλὸν τὸ κάλλος ἐν τῇ βαφῇ. εἰ μὲν γὰρ λευκὸν φοροίης, συγχεῖς τὴν τῶν ποδῶν λευκότητα, τὸ γὰρ ὅμοιον ἐν τῷ ὁμοίῳ οὐ φαίνεται, εἰ δὲ ὑακίνθινον, τῷ μέλανι λυπεῖς, εἰ δὲ φοινικοβαφῆ, φοβεῖς, ὡς ρέοντος ἐκεῖθέν ποθεν αἵματος. εἰ δέ σου καὶ τὰ ἄλλα πάντα ἐφαίνετο, καὶ πολὺ κρείττων ἂν ἦς, ἐμπίπτουσα ὅλη ταῖς τῶν ὁρώντων θήραις. ἀλλὰ τῶν μὲν ἄλλων μερῶν ποιοῦ τινα, εἰ θέλεις, φειδὼ καὶ μήτε σκέπης αὐτοῖς φθονήσῃς, μήτε προβλημάτων τῶν ἀναγκαίων, τοὺς δὲ πόδας κατάλιπε γυμνοὺς ὡς δειρήν, ὡς παρειάς, ὡς κόμας, ὡς καὶ ῥῖνα καὶ ὄμματα, ὅπου μὲν γάρ τι ἡμαρτήθη τῇ φύσει, σοφισμάτων δεῖ πρὸς τὴν βλάβην, ἵνα κρύψῃ τὸ ἐλλιπὲς ἡ τέχνη, ὅπου δὲ ἀρκεῖ τὸ κάλλος ἐπιδείξει οἰκείᾳ, περιττὰ τὰ φάρμακα. θάρσησον σεαυτῇ καὶ πίστευσον τοῖς ποσί· τούτων φείσεται καὶ πῦρ, τούτων καὶ θάλαττα, κἂν ποταμὸν θελήσῃς περᾶσαι, στήσεται, κἂν κρημνοὺς ὑπερβῆναι, λειμῶνας δόξεις πατεῖν. οὕτω καὶ τὴν Θέτιν ἀργυρόπεζαν εἶπεν ὁ πάσας ἀκριβῶς εἰδὼς τὰς κάλλους ὑπεροχάς, οὕτω καὶ τὴν Ἀφροδίτην γράφουσιν οἱ ζωγράφοι τὴν ἀνασχοῦσαν ἐκ τῆς θαλάττης. μὴ βασάνιζε, ὦ καλή, τὼ πόδε, μηδὲ κρύπτε οὐδὲν ἔχοντας τοῦ λαθεῖν ἄξιον, ἀλλὰ βάδιζε μαλακῶς καὶ κατάλειπε σεαυτῆς ἴχνος, ὡς μέλλουσά τι χαρίζεσθαι καὶ τῇ γῇ.

λζ

ὁ Μῶμος τῶν μὲν ἄλλων οὐδὲν ἔφη τῆς Ἀφροδίτης αἰτιάσασθαι, τί γὰρ ἂν καὶ ἐμέμψατο; [p. 245] ἓν δὲ μόνον δυσχεραίνειν ἔφη, ὅτι τρύζοι αὐτῆς τὸ ὑπόδημα καὶ λίαν εἴη λάλον καὶ τῷ ψόφῳ ὀχληρόν, εἰ δὲ ἀνυπόδετος ἐβάδιζεν, ὥσπερ ἀνέσχεν ἐκ τῆς θαλάττης, οὐκ ἄν ποτε ηὐπόρησε σκωμμάτων οὐδὲ κωμῳδίας ὁ ἀλιτήριος, καί μοι δοκεῖ μηδὲ μοιχευομένη διὰ τοῦτο μόνον λαθεῖν, ὅτι πάντα ὁ Ἥφαιστος ἔγνω τὰ κεκρυμμένα, τοῦ σανδαλίου διαβαλόντος. ταῦτα μὲν ἡμῖν ὁ μῦθος, σὺ δὲ καὶ τῆς Ἀφροδίτης ἔοικας βουλεύεσθαι ἄμεινον χρωμένη τοῖς ποσίν, ὡς ἐτέχθης καὶ φεύγουσα τοῦ Μώμου τὰ ἐγκλήματα. ὦ ἄδετοι πόδες, ὦ κάλλος ἐλεύθερον, ὦ τρισευδαίμων ἐγὼ καὶ μακάριος, ἐὰν πατῇ με.

λη

ὃ τοῖς ἄλλοις ἐπίρρητον δοκεῖ καὶ μέμψεως ἄξιον, ὅτι ἀναίσχυντος εἶ καὶ θρασεῖα καὶ εὔκολος, τοῦτο μάλιστα ἐγώ σου φιλῶ. καὶ γὰρ ἵππους θαυμάζομεν τοὺς φρονήματι χρωμένους καὶ ὄρνιθας τοὺς μὴ νεύοντας κάτω. οὐδὲν οὖν οὐδὲ σὺ καινὸν [p. 246] ποιεῖς, εἰ γυνὴ οὖσα πολλῶν ὥρᾳ κρατοῦσα ὑψηλόν τε ὁρᾷς καὶ μετέωρον βαδίζεις, εἴπερ τις ἐστὶ καὶ κάλλους ἀκρόπολις πολὺ κρείττων τῶν βασιλείων. μισθώματα λαμβάνεις· καὶ γὰρ ἡ Δανάη χρυσόν. καὶ στεφάνους δέχῃ· τοῦτο μὲν καὶ Ἄρτεμις ἡ παρθένος. καὶ γεωργοῖς παρέχεις σεαθτήν· ἡ δὲ Ἑλένη καὶ ποιμέσι καὶ κιθαρῳδοῖς· μηδὲ δούλων καταφρονήσῃς, ἵνα κἂν διὰ σὲ δοκῶσιν ἐλεύθεροι, ἀλλὰ μηδὲ ναυτῶν· ταχέως μὲν ἀπίασιν, ἀλλ᾽ ὁ Ἰάσων οὐκ ἄτιμος ὁ πρῶτος κατατολμήσας θαλάττης· οὔτε γὰρ πῦρ θερμὸν οὕτως ὥς σου τὸ ἆσθμα, οὔτε αὐλὸς ἡδὺ ἄκουσμα οὕτως, ὡς τὰ σὰ ῥήματα.

λθ

μηδὲ γράφειν φυγάδα ἀνέξῃ; ἀλλ᾽ ἐπίνευε φιλοῦσιν. ἔφευγε καὶ Ἀριστείδης, ἀλλ᾽ ἐπανήρχετο, καὶ Ξενοφῶν, ἀλλ᾽ οὐ δικαίως, ἔφευγε καὶ Θεμιστοκλῆς, ἀλλ᾽ ἐτιμᾶτο καὶ παρὰ βαρβάροις, καὶ Ἀλκιβιάδης, ἀλλὰ καὶ παρετείχιζε τὰς Ἀθήνας, καὶ Δημοσθένης, ἀλλ᾽ ὁ φθόνος αἴτιος. φεύγει καὶ θάλαττα, ὅταν ὑφ᾽ ἡλίῳ ἐλαύνηται, καὶ ὁ ἥλιος, ὅταν νὺξ καταλαμβάνῃ, φεύγει καὶ μετόπωρον χειμῶνος προσελθόντος καὶ χειμὼν ἄπεισιν ἔαρος διώκοντος, καὶ συνελόντα εἰπεῖν αἱ τῶν πρεσβυτέρων καιρῶν ἐπιδημίαι τῶν νεωτέρων καιρῶν εἰσὶ φυγάδες. ἐδέξαντο καὶ Ἀθηναῖοι Δήμητραν φεύγουσαν καὶ Διόνυσον μετοικοῦντα καὶ τοὺς Ἡρακλέους παῖδας [p. 247] ἀλωμένους, ὅτε καὶ τὸν Ἐλέου ἐστήσαντο βωμόν, ὡς τρισκαιδεκάτου θεοῦ, οὐκ οἴνου σπένδοντες αὐτῷ, ἀλλὰ δακρύων. ἀνάστησον καὶ σὺ τὸν βωμὸν καὶ κακῶς πράττοντα ἐλέησον ἄνθρωπον, μὴ δὶς γένωμαι φυγὰς καὶ τῆς πατρίδος στερηθεὶς καὶ τοῦ πρὸς σὲ ἔρωτος σφαλείς· ἐὰν γὰρ ἐθελήσῃς, κατελήλυθα.

μ

ἡ πυρσαίνουσα μίλτος τὰ χείλη καὶ τὴν παρειὰν ὑπογράφουσα κώλυμα φιλημάτων, κατηγορεῖ δὲ καὶ γῆρας τοῦ προσώπου, ὑφ᾽ οὗ πελιδνὸν μὲν τὸ στόμα, ῥυσὴ δὲ ἡ παρειὰ καὶ ἔξωρος. ἴσχε δὴ χρωματοποιίαν καὶ μηδὲν ἐπιποίει τῷ κάλλει, μὴ καὶ γράψωμαί σε γήρως ἐπὶ τῇ τοῦ προσώπου γραφῇ.

μα

Ἀθηνοδώρῳ. οἱ ὀφθαλμοὶ ξύμβουλοι τοῦ ἐρᾶν, σὺ δ᾽ ἀκοὴν σπάσας ἐρᾷς Ἰωνικοῦ μειρακίου οἰκῶν Κόρινθον· τουτὶ δὲ μαντικὸν φαίνεται τοῖς οὔπω εἰδόσιν, ὅτι νοῦς ὁρᾷ.

μβ

τῷ αὐτῷ. εἰ κρότῳ ἀνοήτῳ χαίρεις, καὶ τοὺς πελαργούς, ἐπειδὰν παριόντας ἡμᾶς κροτῶσιν, ἡγοῦ δῆμον τοσούτῳ σωφρονέστερον τοῦ Ἀθηναίων, ὅσῳ μηδὲ αἰτοῦσι μηδὲν ὑπὲρ τοῦ κροτεῖν.

μγ

τὸ ἐρῶντα καρτερεῖν σωφρονέστερον τοῦ μηδὲ ἐρασθῆναι, καὶ γὰρ δὴ καὶ τὰ πολεμικὰ ἄνδρες οὐχ οἱ μὴ τρωθέντες, ἀλλ᾽ οἱ νικῶντες ἐν τραύμασιν.

μδ

Ἀρηναίδι. τὸ μὲν μὴ ἐρῶντι χαρίζεσθαι, Λυσίου δόξα, τὸ δὲ ἐρῶντι δοκεῖ Πλάτωνι, σοὶ δὲ καὶ ἐρῶντι καὶ μὴ ἐρῶντι. τοῦτο δὲ σοφὸς μὲν οὐδείς, Λαὶς δέ, οἶμαι, ἐπῄνει.

με

Διοδώρῴ. τὰς ἀπυρήνους ῥοιὰς Ἐρυθραὶ κηπεύουσιν οἰνοχοούσας νᾶμα πότιμον, ὥσπερ τῶν βοτρύων οἱ εὖ πράττοντες· δέκα σοι τούτων τρυγή σας ἔπεμψα, χρῶ δὲ αὐταῖς σιτούμενος μὲν ὡς οἴνῳ, μεθύων δὲ ὡς σίτῳ. [p. 248]

μς

εὖ πεποίηκας στρωμνῇ χρησάμενος τοῖς ῥόδοις· ἡ γὰρ πρὸς τὰ πεμφθέντα ἡδονὴ σημεῖον μέγα τῆς πρὸς τὸν πέμψαντα τιμῆς, ὥστε κἀγώ σου δἰ αὐτῶν ἡψάμην, καὶ γάρ ἐστιν ἐρωτικὰ καὶ πανοῦργα καὶ κάλλει χρῆσθαι εἰδότα. δέδοικα δέ, μὴ οὐδ᾽ ἡσυχίαν ἤγαγεν, ἀλλ᾽ ἠνώχλει σοι καθεύδοντι, ὥσπερ τῇ Δανάῃ ὁ χρυσός. εἰ δὲ βούλει τι φίλῳ χαρίζεσθαι, τὰ λείψαντα αὐτῶν ἀντίπεμψον μηκέτι πνέοντα ῥόδων μόνον, ἀλλὰ καὶ σοῦ.

μζ

εἰ Λάκαινα ἦσθα, ὦ καλή, Ἑλένης ἂν ἐμνημόνευσας καὶ τῆς νεώς, εἰ Κορινθία τῶν Λαίδος κώμων, εἰ Βοιωτία, τῶν Ἀλκμήνης γάμων, εἰ τῶν ἐξ Ἤλιδος, οὐκ ἤκουσας τὸν Πέλοπος δρόμον; οὐκ ἐζήλωσας τὴν ἐκ θεάτρου γαμηθεῖσαν; οὐκ ἐθαύμασας τὸν Ἀλφειόν; οὐκ ἔπιες τοῦ νυμφίου; ἡ δὲ Τυρὼ τῷ Ἐνιπεῖ ἐπενήξατο καὶ Αἰγαίωνι ἐπὶ θάλατταν ῾ἐλθοῦσἀ συνεπλάκη. ἦν γὰρ ἀγαθὴ καὶ μεγάλων ἐραστῶν ἀξία. δοκεῖς δέ μοι μηδὲ Θεσπιακή τις εἶναι, πάντως γὰρ ἂν τῷ Ἔρωτι ἔθυες, μηδὲ Ἀττική, τὰς γὰρ παννυχίδας καὶ τὰς ἑορτὰς καὶ τὰ Μενάνδρου δράματα οὐκ ἄν ποτε ἠγνόησας. ἀλλ᾽ εἰ καὶ βάρβαρος εἶ καὶ μία τῶν ἀπὸ Θερμώδοντος ποταμοῦ παρθένων, ἀλλὰ καὶ ταύτας λόγος νεανίσκοις συμπλέκεσθαι καὶ τίκτειν ἐκ κλοπῆς. ἀλλὰ μὴ Θρᾷττα καὶ Σιδωνία; καὶ μὴν καὶ τούτων ἔρως ἥψατο, καὶ ἡ μὲν τῷ Νυσίῳ συνεπλάκη, ἠ δὲ τῷ Βοιωτῷ Διί. ἔοικα εὑρηκέναι σε, εἰ μὴ κακός εἰμι καὶ φαῦλος φυσιογνωμονεῖν· Δαναός σοι πατὴρ καὶ χεὶρ ἐκείνη καὶ λῆμα φονικόν· ἀλλὰ κἀκείνων τις τῶν ἀνδροφόνων παρθένων νεανίσκου φιλοῦντος ἐφείσατο. οὐχ ἱκετεύω σε, οὐ δακρύω, πλήρωσον τὸ δρᾶμα, ἵνα μου ψαύσῃς κἂν ξίφει. [p. 249]

μη

καὶ σὺ πονηρὸς οὕτως, ὡς μηδένα ἄλλον ἐλεεῖν, κἀγὼ δυστυχὴς οὕτως, ὡς μηδὲ παρ᾽ ἄλλου λαβεῖν, καὶ πάνυ χαίρω τῇ κακοπραγίᾳ βουλόμενος μὴ παύσασθαι διαμαρτάνων, ἵνα παύσῃ μηδὲ σὺ τῆς ἐπὶ τῷ μιαρῷ τοῦ τρόπου κακοδοξίας, τὸ μὲν γὰρ ἐμὸν μιᾶς ἔργον ἡδονῆς, τὸ δὲ σὸν κοινὸν ἐς διαβολὴν τῆς παρὰ πάντων αἰτίας.

μθ

ἔπεμψά σοι σῦκα ἠρινά, θαυμάζοις δ᾽ ἂν αὐτῶν ἢ τὸ ἤδη ἢ τὸ ἔτι.

ν

τί τὸ καινὸν ἀνδρολήψιον τοῦτο; τίς ἡ τυραννίς; ἕλκεις με ἀπὸ τῶν ὀμμάτων καὶ σύρεις μὴ θέλοντα, ὥσπερ τοὺς πλέοντας ἡ Χάρυβδις ἀνερρόφει. ἦσαν ἄρα καὶ ἔρωτος πέτραι καὶ ὀφθαλμῶν πνεύματα, οἷς τις ἅπαξ ἐνσχεθεὶς καταδύεται. τοῦτο μὲν οὖν οὐκ εἶχεν ἡ Χάρυβδις· ἐμπρόθεσμον ἐκεῖνο τὸ ναυάγιον καὶ μικρόν τις ἀναμείνας σωτηρίας ηὐπόρει δένδρον εὑρὼν ἐν πελάγει, ὁ δὲ ἐς ταύτην ἅπαξ τὴν θάλατταν καταρρυεὶς οὐκ ἔτι ἐξέρχεται.

να

Κλεονίδῃ. ἡ Σαπφὼ τοῦ ῥόδου ἐρᾷ καὶ στεφανοῖ αὐτὸ ἀεί τινι ἐγκωμίῳ τὰς καλὰς τῶν παρθένων ἐκείνῳ ὁμοιοῦσα, ὁμοιοῖ δὲ αὐτὸ καὶ τοῖς τῶν Χαρίτων πήχεσιν, ἐπειδὰν ἀποδύσῃ σφῶν τὰς ὠλένας. ἐκεῖνο μὲν οὖν εἰ καὶ κάλλιστον ἀνθέων, βραχὺ τὴν ὥραν, παρέπεται γὰρ τοῖς αὔοις ἐννεάσαν τῷ ἦρι, τὸ δὲ σὸν εἶδος ἀεὶ τέθηλεν, ὅθεν ὀφθαλμοῖς ἐμμειδιᾷ καὶ παρειαῖς οἷον τι ἔαρ τὸ μετόπωρον τοῦ κάλλους.

νβ

Νικήτῃ. οὐ τὸ ἐρᾶν νόσος, ἀλλὰ τὸ μὴ ἐρᾶν, εἰ γὰρ ἀπὸ τοῦ ὁρᾶν τὸ ἐρᾶν τυφλοὶ οἱ μὴ ἐρῶντες.

νγ

τὴν νεφέλην τῶν ὀφρύων ἀφαιρεῖν ἄμεινον, ὡς μηδὲν κατηφὲς εἴη σοι περὶ τὴν ὥραν, αὐτῶν τε γὰρ τῶν ὡρῶν ἡδίους αἱ ἀνειμέναι καὶ γελῶσαι, καὶ τοῦ κάλλους ἡδονὴν ὥσπερ ἐκ κατόπτρου ἐμφαίνει τὰ [p. 250] τῆς περὶ τῷ προσώπῳ γαλήνης, ἣν εἰ μὴ θολώσεις, ἄστρον ὑπέρτατον ἐν ἁμέρᾳ βλεπόμενον δόξεις. εἰ δὲ ἐκ Πινδάρου ταῦτα, κἀκεῖνό που κατὰ Πίνδαρον τὸ τὴν ἀκτῖνα τὴν ἀπὸ σοῦ πηδῶσαν εἶναι τῶν ἐμῶν ὀφθαλμῶν μητέρα.

νδ

εἰ κἀμὲ φεύγεις, ἀλλ᾽ ὑπόδεξαι κἂν τὰ ῥόδα ἀντ᾽ ἐμοῦ, καί σου δέομαι μὴ στεφανοῦσθαι μόνον, ἀλλὰ καὶ κοιμηθῆναι ἐπ᾽ αὐτῶν, καὶ γάρ ἐστιν ἰδεῖν μὲν καλά, οἵαν τὸ πῦρ ἔχει τὴν ἀκμήν, ἅψασθαι δὲ μαλακὰ καὶ πάσης στρωμνῆς ἁπαλώτερα ὑπὲρ τὸν Βαβυλώνιον κόκκον καὶ τὴν Τυρίαν πορφύραν, καὶ γὰρ εἰ σπουδαῖα ἐκεῖνα, ἀλλ᾽ οὐ πνεῖ καλόν. ἐνετειλάμην αὐτοῖς καὶ τὴν δειρήν σου φιλῆσαι καὶ τοῖς μαστοῖς ἐπελθεῖν καὶ ἀνδρίσασθαι, ἂν ἐφῇς, καί, οἶδα, ἀκούσεται. ὦ μακάρια, οἵαν γυναῖκα περιβάλλειν μέλλετε. ἀλλὰ δεήθητε αὐτῆς ὑπὲρ ἐμοῦ καὶ πρεσβεύσατε καὶ πείσατε, ἐὰν δὲ παρακούῃ, κατακαύσατε.

νε

ὄντως τὰ ῥόδα Ἔρωτος φυτά, καὶ γὰρ νέα, ὡς ἐκεῖνος, καὶ ὑγρά, ὡς αὐτὸς ὁ Ἔρως, καὶ χρυσοκομοῦσιν ἄμφω καὶ τἆλλ᾽ αὐτοῖς ὅμοια τὰ ῥόδα τὴν ἄκανθαν ἀντὶ βελῶν ἔχει, τὸ πυρρὸν ἀντὶ δᾴδων, τοῖς φύλλοις ἐπτέρωται, χρόνον δὲ οὔτε Ἔρως οὔτε ῥόδα οἶδεν, ἐχθρὸς γὰρ ὁ θεὸς καὶ τῇ κάλλους ὀπώρᾳ καὶ τῇ ῥόδων ἐπιδημίᾳ. εἶδον ἐν Ῥώμῃ τοὺς ἀνθοφόρους τρέχοντας καὶ τῷ τάχει μαρτυροῦντας τὸ ἄπιστον τῆς ἀκμῆς, ὁ γὰρ δρόμος διδασκαλία χρήσεως· εἰ μὲν οὖν ἅψῃ ταχέως τῶν ῥόδων, μένει, εἰ δὲ μελλήσεις, ἀπελήλυθε. μαραίνεται καὶ γυνὴ μετὰ ῥόδων, ἂν βραδύνῃ. μὴ μέλλε, ὦ καλή· συμπαίξωμεν, στεφανωσώμεθα τοῖς ῥόδοις, συνδράμωμεν. [p. 251]

νς

ἀπέκλειόν σοι τὰ ὄμματα. πῶς σοι; εἴπω· ὡς οἱ πολιορκούμενοι τὰς πύλας. καὶ σὺ τὴν φρουρὰν λαθὼν ἔνδον εἶ. λέγε, τίς σε ἐσήγαγεν, εἰ μὴ τι τὰ ὄμματα ῾παρεῖδεν᾽. ἦν ἄρα πάθος ἐρωτικὸν καὶ κατὰ τῆς ψυχῆς γενόμενον, ἥγε πάλαι μὲν μόνα ἐνεθυμεῖτο, ἃ ἤθελε, καὶ περὶ τὰ κάλλιστα ἐσπουδάκει φιλοσοφοῦσα, καὶ ἦν αὐτῆς ὁ ἔρως τὰ οὐρανοῦ νῶτα ὁρᾶν καὶ περὶ τῆς κατὰ ταῦτα οὔσης οὐσίας πολυπραγμονεῖν καὶ τίνες αἱ τοῦ παντὸς περίοδοι καὶ τίς ἡ ταῦτα ἄγουσα ἀνάγκη, καὶ τὸ σκέμμα ἐδόκει χαριέστατον ἡλίῳ συνδραμεῖν καὶ σελήνῃ, συγκινδυνεῦσαι μὲν ἀπιούσῃ, συνησθῆναι δὲ πληρουμένῃ τῷ τε ἄλλῳ χορῷ τῶν ἀστέρων συμπλανηθῆναι καὶ μηδὲν ἄβατον μηδὲ ἀθέατον καταλιπεῖν τῶν ὑπὲρ τὴν γῆν μυστηρίων, ἀφ᾽ οὗ δὲ ἀνθρωπίνῳ πλησιάσασα ἔρωτι ἑάλω κάλλους ὄμμασι, πάντων ἀμελήσασα ἐκείνων περὶ ἓν τοῦτο ἐσπούδακε, καὶ ὅσον ἂν τῆς ἔξω μορφῆς σπάσῃ, τοσοῦτον ἔνδον συντίθησι καὶ μνήμῃ ταμιεύεται, τὸ δὲ ἔσω παρελθὸν φῶς μέν ἐστιν ἐν ἡμέρᾳ, νύκτωρ δὲ ὄναρ γίγνεται.

νζ

πέπεισαι μέν, ὡς εἰκάζειν ἔχω, τοῦ δὲ ἔργου τὴν αἰσχύνην ὀκνεῖς. εἶτα πρᾶγμα ἀποδιδράσκεις, ἀφ᾽ οὗ τις φίλος γίγνεται; οὐκ ἐντεῦθεν ἐπληρώθη καλῶν τὰ Ὁμήρου ἔπη τὸν Νιρέα, τὸν Ἀχιλλέα ἐς Τροίαν ἄγοντος; οὐκ ἐντεῦθεν Ἁρμόδιοι καὶ Ἀριστογείτονες, οἵ γε φίλοι καὶ μέχρι τῶν ξιφῶν; ὁ δὲ Ἀπόλλων οὐκ Ἀδμήτῳ καὶ Βράγχῳ ἐθήτευσεν; ὁ δὲ Ζεὺς οὐ τὸν Γανυμήδην ἥρπασεν, ᾧ χαίρει καὶ πρὸ τοῦ νέκταρος; μόνοι γὰρ ὑμεῖς οἱ καλοὶ καὶ τὸν οὐρανὸν οἰκεῖτε ὡς πόλιν. μὴ φθονήσῃς ἐραστοῦ σεαυτῷ δοῦναι μὲν ἀθανασίαν οὐκ [p. 252] ἔχοντος, τὴν δὲ αὑτοῦ ψυχὴν προτείνοντος. εἰ δὲ ἀπιστεῖς, ἕτοιμος ἀποθνήσκειν, ἂν ἐπιτάττῃς τοῦτο νυνί. εἰ δὲ πλέκω τὸν βρόχον, ἀπάνθρωπε, οὐκ ἀφαιρήσεις;

νη

ἐπαινῶ σε ἀντισοφιζόμενον τῷ χρόνῳ καὶ περικόπτοντα τὰ γένεια, ὃ γὰρ ἀπῆλθε φύσει, τοῦτο μένει τέχνῃ, ἡδίστη δὲ ἡ τῶν ἀπολλυμένων ἀνάκτησις, ὥστ᾽, εἰ ἐμοὶ συμβουλεύοντι πείθοιο, τῇ μὲν κεφαλῇ κόμα καὶ μελέτω σοι τῶν βοστρύχων, ὡς τοὺς μὲν ταῖς παρειαῖς συγκαταβαίνειν ἠρέμα, τοὺς δὲ τοῖς ὤμοις ἐπικαθῆσθαι, καθάπερ φησὶν Ὅμηρος τοὺς Εὐβοεῖς ὄπισθεν κομᾶν — κεφαλὴ γὰρ ἀνθοῦσα ἡδίων παρὰ πολὺ τοῦ τῆς Ἀθηνᾶς φυτοῦ, εἴπερ γε δεῖ καὶ ταύτην τὴν ἀκρόπολιν μὴ ψιλὴν ὁρᾶσθαι μηδὲ ἀκόσμητον — τὰ δὲ γένειά σοι ψιλὰ ἔστω καὶ μηδὲν ἐνοχλείτω τῷ φωτὶ τούτῳ μήτε νεφέλη μήτε ἀχλύς. ὡς γὰρ οὐχ ἡδὺ θέαμα κεκλεισμένα ὄμματα, οὕτως οὐδὲ γένεια καλοῦ κομῶντα. εἴτε οὖν φαρμάκοις εἴτε μαχαίραις λεπταῖς εἴτε ἄκροις δακτύλοις εἴτε ῥύμμασι καὶ πόαις εἴτε ἄλλῃ τινὶ μηχανῇ, πρᾶττε σεαυτῷ τὸ κάλλος μακρότερον. οὕτω γὰρ ἔσῃ μιμούμενος τοὺς ἀγήρως θεούς.

νθ

ἐχθὲς συγκλείσας τὰ βλέφαρα ὅσον ἡσυχῆ σκαρδαμύξαι πολὺν ἡγούμην τὸν χρόνον· ἀμέλει τοῖς ὀφθαλμοῖς ὡς ἀνεράστοις ἐνεκάλουν· ‘τί δὴ αὐτῆς ἐπελάθεσθε; τί δὲ τὴν φρουρὰν ἐξελίπετε; ποῦ δέ ἐστι καὶ τί γέγονε; κἂν τοῦτο αὐτὸ μηνύσατε.’ νομίσας δὲ ἀκούειν ἀπῆλθον ἔνθα σε ὄψεσθαι ᾠόμην καὶ τοῦτο ἐκεῖνο ἐζήτουν ὡς ἡρπαγμένην. τί οὖν μέλλω ποιεῖν, ἐὰν ἐξελάσῃς ἐς ἀγρόν, ὡς πέρυσι, καὶ πολλῶν ἡμερῶν τὰς ἐν ἄστει διατριβὰς καταλίπῃς; ἡγοῦμαι ἀναγκαῖον σαφῶς ἀπολωλέναι μηδὲν [p. 253] ἔχοντα ἡδὺ μήτε ἀκούειν μήτε ὁρᾶν. ἐγὼ μὲν γὰρ ἕψεσθαί σοι νομίζω τὴν πόλιν ἐξιούσῃ καὶ αὐτοὺς τοὺς ἐν ἄστει θεοὺς ἑλκομένους ὑπὸ τῆς θέας. τί γὰρ ἐνταῦθα μόνοι ποιοῦσιν; εἰ δὲ κἀκεῖνοι κατὰ χώραν μενοῦσιν, ἀλλ᾽ ἔγωγε οὐκ ἀπολειφθήσομαι τοῦ Ἔρωτος ἐφόλκιον· εἰ δὲ καὶ σκάπτειν δέοι, λήψομαι τὴν δίκελλαν, εἴτε κλᾶν, θεραπεύσω τὰς ἀμπέλους, εἴτε ἐπάγειν λαχάνοις ὕδωρ, ὁδοποιήσω τὸν δρόμον. τίς γὰρ οὕτω τυφλὸς ποταμός, ὡς σὴν γῆν μὴ γεωργεῖν; ἓν ἐξόμνυμαι τῶν ἐν ἀγροῖς εἰθισμένων, ἀμέλγειν γάλα. μόνων ἡδέως τῶν σῶν μαστῶν ἅπτομαι.

ξ

πάντα με αἱρεῖ τὰ σά, καὶ ὁ λινοῦς χιτών, ὡς ὁ τῆς Ἴσιδος, καὶ τὸ καπηλεῖον, ὡς Ἀφροδίσιον, καὶ τὰ ἐκπώματα, ὡς Ἥρας ὄμματα, καὶ ὁ οἶνος, ὡς ἄνθος, καὶ τῶν τριῶν δακτύλων αἱ συνθέσεις, ἐφ᾽ ὧν ὀχεῖται τὸ ποτήριον, ὥσπερ αἱ τῶν φύλλων τῶν ἐν τοῖς ῥόδοις ἐκβολαί, κἀγὼ μὲν φοβοῦμαι, μὴ πέσῃ, τὸ δὲ ἕστηκεν ὀχυρῶς, ὡς γνώμῃ ἐρηρεισμένον, καὶ τοῖς δακτύλοις συμπέφυκεν. εἰ δὲ καὶ ἀποπίοις ποτέ, πᾶν τὸ καταλειπόμενον γίγνεται θερμότερον τῷ ἄσθματι, ἥδιον δὲ τοῦ νέκταρος. κάτεισι γοῦν ἐπὶ τὴν φάρυγγα ἀκωλύτοις ὁδοῖς, ὥσπερ οὐκ οἴνῳ κεκραμένον, ἀλλὰ φιλήμασιν.

ξα

τίς σε, ὦ καλή, περιέκειρεν; ὡς ἀνόητος καὶ βάρβαρος ὁ μὴ φεισάμενος τῶν Ἀφροδίτης δώρων. οὐδὲ γὰρ γῆ κομῶσα ἡδὺ οὕτω θέαμα ὡς γυνὴ κατάκομος. φεῦ ἀναιδοῦς παλάμης· ὄντως πάντα τὰ ἐκ πολεμίων πέπονθας· ἐγὼ δὲ οὐκ ἂν οὐδὲ αἰχμάλωτον περιέκειρα τιμῶν τὸ κάλλος ὡς οὐχ ἡδέως ἀμελούμενον. ἀλλ᾽ ἐπεὶ τετέλεσται τὰ δεινά, κἂν μήνυσον τὰς κόμας, ποῦ κεῖνται, ποῦ τέτμηνται, [p. 254] πῶς αὐτὰς ὑποσπόνδους λάβω, πῶς φιλήσω χαμαὶ κειμένας. ὦ πτερὰ Ἔρωτος, ὦ κεφαλῆς ἀκροθίνια, ὦ κάλλους λείψανα.

ξβ

ὅτε δὲ ἔκρινε καὶ τὰς θεὰς ὁ Ἀλέξανδρος, οὔπω παρῆν ἡ ἐκ Λακεδαίμονος, εἰ δ᾽ οὖν, μόνην ἂν καλὴν ἀπεφήνατο, ἣν αὐτὸς ἐβούλετο. ὅπερ οὖν ἐκείνῳ τότε πρὸς τὴν κρίσιν ἐλλιπῶς ἔσχεν, ἐμοὶ νῦν ἐπανορθωθήσεται· μὴ κάμνετε, ὦ θεαί, μηδὲ ἐρίζετε, ἔχω γάρ, ἰδού, τὸ μῆλον. λάβε, ὦ καλή, ἣ καὶ νικᾷς τὰς θεάς, καὶ ἀνάγνωθι τὰ γράμματα. τά τε ἄλλα καὶ ἐπιστολῇ τῷ μήλῳ κέχρημαι· ἐκεῖνο Ἔριδος, τοῦτο Ἔρωτος, ἐκεῖνο ἐσιώπα, τοῦτο φθέγγεται. μὴ ῥίψῃς, μὴ φάγῃς· οὐδὲ ἐν πολέμῳ πρεσβευτὴς παρανομεῖται. τί οὖν ἐπέσταλκα; αὐτὸ ἐρεῖ· ‘Εὐίππη, φιλῶ σε·’ ὑπόγραψον ἀναγνοῦσα ‘κἀγὼ σέ.’ δέχεται τὸ μῆλον καὶ ταῦτα τὰ γράμματα.

ξγ

ἐπυθόμην, ὡς τὰ ῥόδα ἐλθόντα παρὰ σὲ ὅσα χρέος ἀπέλαυεν, ἐγώ τε γὰρ ἐνετειλάμην αὐτοῖς, καὶ ὡς ἐκπιόντα ἀκηράτου χρωτὸς τῆς σῆς δρόσου κατέσχον τὴν ψυχὴν ἐξιοῦσαν καὶ δυσανασχετοῦσαν. καλῶς ἐποιήσατε, ὦ ῥόδα, ἀναβιώσαντα, καὶ δέομαι, μείνατε, ἔστ᾽ ἂν ἔλθω. μαθεῖν γὰρ ἔγνωκα, εἴ τι παρ᾽ ἀλλήλων εἰλήφατε ἐς εὐωδίαν αὐτὴ καὶ ὑμεῖς ἐς χρόνον.

ξδ

τὴν σωφροσύνην, ἐφ᾽ ᾗ μέγα δὴ φρονεῖς, οὐκ οἶδα, τί εἴπω· πότερον ἀγριότητα ἀντίπαλον τῶν φύσεως ἐπιταγμάτων; ἢ φιλοσοφίαν ἀγροικίᾳ πεπυργωμένην; ἢ αὐθάδη πρὸς ἡδονὰς δειλίαν; ἢ σεμνὴν ὀλιγωρίαν τῶν τοῦ βίου τερπνῶν; ὅ τι δ᾽ ἂν ᾖ καὶ δοκῇ τοῖς σοφισταῖς, δόξῃ μέν ἐστι καλόν, ἔργῳ δὲ ἀπανθρωπότερον. τί γὰρ δὴ μέγα, πρὶν ἀπελθεῖν τοῦ βίου, νεκρὸν εἶναι σώφρονα; στεφάνωσαι, [p. 255] πρὶν ὅλως ἀπανθεῖν, καὶ χρίσαι, πρὶν σαπῆναι, καὶ κτῆσαι φίλους, πρὶν ἔρημον γενέσθαι. καλὸν νυκτὶ προλαβεῖν τὴν νύκτα ἐκείνην, πρὶν διψῆν, πιεῖν, πρὶν πεινῆν, φαγεῖν. ποίαν δοκεῖς ἡμέραν σεαυτοῦ; τὴν χθές; τέθνηκε. τὴν τήμερον; οὐκ ἔστι. τὴν ἐπιοῦσαν; οὐκ οἶδα, εἰ παρέσται σοι· καὶ σὺ κἀκεῖνα τῆς τύχης.

ξε

Ἐπικτήτῳ. φοβοῦ δῆμον, παρ᾽ ᾧ πολλὰ δύνασαι.

ξς

Χαρίτωνι. μεμνήσεσθαι τῶν σῶν λόγων οἴει τοὺς Ἕλληνας, ἐπειδὰν τελευτήσῃς· οἱ δὲ μηδὲν ὄντες, ὁπότε εἰσίν, τίνες ἂν εἶεν, ὁπότε οὐκ εἰσίν;

ξζ

Φιλήμονι. τὸν τραγῳδὸν Διοκλέα, εἰ μὲν ἤδη γιγνώσκεις, ἐπαινεῖς δήπου, εἰ δὲ ἀγνοεῖς, ἐν τοῖς καλῶς ἐπαινουμένοις γράφε καὶ γενοῦ περὶ αὐτὸν οἷον εἰκὸς ἢ τὸν πεπεισμένον ἢ τὸν μὴ ἀπιστοῦντα.

ξη

Κτησιδήμῳ. οἱ ἐρωτικοὶ τῶν ποιητῶν ἀγαθὴ ἀκρόασις καὶ ἐξώροις, ἄγουσι γὰρ αὐτοὺς ἐς ἔννοιαν τοῦ ἐρᾶν ὥσπερ ἀνηβηκότας. μὴ δὴ νόμιζε σαυτὸν ὑπερήμερον τῆς τούτων ἀκροάσεως· ἡ γὰρ ξυνουσία τῶν τοιῶνδε ποιητῶν ἢ οὐκ ἐπιλήσει σε ἀφροδισίων ἢ ἀναμνήσει.

ξθ

Ἐπικτήτῳ. οἱ τελούμενοι τῇ Ῥέᾳ μαίνονται πληγέντες τὰ ὦτα κτύποις ὀργάνων. ἀλλ᾽ ἐκεῖνα μὲν κυμβάλων καὶ αὐλῶν ἔργα, σὲ δὲ οὕτως ἐκπλήττουσιν Ἀθηναῖοι κροτοῦντες, ὡς ἐκλανθάνεσθαι, τίς εἶ καὶ τίνων γέγονας.

ο

Κλεοφῶντι καὶ Γαίῳ. ὑπὲρ ὧν ἐπεστείλατε, τὰ μὲν ἤδη γέγονε, τὰ δὲ αὐτίκα ἔσται· ἐγὼ γὰρ Λήμνιος ὢν πατρίδα ἐμαυτοῦ καὶ τὴν Ἴμβρον ἡγοῦμαι, συνάπτων εὐνοίᾳ καὶ τὰς νήσους ἀλλήλαις καὶ ἐμαυτὸν ἀμφοτέραις. [p. 256]

οα

Πλεισταρετιανῷ. τὸ ποιητικὸν ἔθνος πολλοὶ καὶ πλείους ἢ οἱ τῶν μελιττῶν ἑσμοί, βόσκουσι δὲ τὰς μὲν λειμῶνες, τοὺς δὲ οἰκίαι καὶ πόλεις, ἀνθεστιῶσί τε αἱ μὲν κηρίοις, οἱ δὲ ὀψοποιίᾳ λαμπρᾷ. εἰσὶ δὲ τῶν ποιητῶν οἱ καὶ τραγήμασιν ἑστιῶντες, τούτους δὲ ἡγώμεθα τοὺς τῶν ἐρωτικῶν ποιητάς, ὧν εἷς καὶ Κέλσος οὗτος ᾠδαῖς παραδεδωκὼς τὸν ἑαυτοῦ βίον, ὥσπερ οἱ χρηστοὶ τέττιγες. ὡς δ᾽ ἂν μὴ δρόσῳ, ἀλλὰ σιτίοις ἀληθινοῖς τραφείη, πεπίστευκά σοι μελήσειν.

οβ

Ἀντωνίνῳ. οἱ πελαργοὶ τὰς πεπορθημένας πόλεις οὐκ ἐσπέτονται κακῶν πεπαυμένων ἠχὼ φεύγοντες, σὺ δὲ οἰκίαν οἰκεῖς, ἣν αὐτὸς ἐπόρθησας καὶ θεοῖς τοῖς ἐν αὐτῇ θύεις, ὥσπερ οὐκ οὖσιν, ἢ οὖσι μέν, ἐκλελησμένοις δέ, ὅτι καὶ τὰ ἐκείνων ἔχεις.

ογ

Ἰουλίᾳ Σεβαστῇ. οὐδὲ ὁ θεσπέσιος Πλάτων τοῖς σοφισταῖς ἐβάσκηνεν, εἰ καὶ σφόδρα ἐνίοις δοκεῖ τοῦτο, ἀλλὰ φιλοτίμως πρὸς αὐτοὺς εἶχεν, ἐπειδὴ διεφοίτων θέλγοντες μικράς τε καὶ μείζους πόλεις τὸν Ὀρφέως καὶ Θαμύρου τρόπον, τοῦ δὲ βασκαίνειν ἀπεῖχε τοσοῦτον, ὅσον φιλοτιμία φθόνου· φθόνος μὲν γὰρ τρέφει τὰς μοχθηρὰς φύσεις, φιλοτιμία δὲ τὰς λαμπρὰς ἐγείρει, καὶ βασκαίνει μέν τις τὰ μὴ ἑαυτῷ ἐφικτά, ἃ δὲ ἄμεινον ἢ μὴ χεῖρον διαθήσεται, φιλοτιμεῖται πρὸς ταῦτα. ὁ γοῦν Πλάτων καὶ ἐς τὰς ἰδέας τῶν σοφιστῶν ἵεται καὶ οὔτε τῷ Γοργίᾳ παρίησι τὸ ἑαυτοῦ ἄμεινον γοργιάζειν πολλά τε κατὰ τὴν Ἱππίου καὶ Πρωταγόρου ἠχὼ φθέγγεται. ζηλωταὶ δὲ ἐγένοντο ἄλλοι μὲν ἄλλων, καὶ γὰρ δὴ καὶ ὁ τοῦ Γρύλλου φιλοτιμεῖται πρὸς τὸν τοῦ Προδίκου Ἡρακλέα, ὁπότε ὁ Πρόδικος τὴν κακίαν [p. 257] καὶ τὴν ἀρετὴν ἄγει παρὰ τὸν Ἡρακλέα καλούσας αὐτὸν ἐς βίου αἵρεσιν, Γοργίου δὲ θαυμασταὶ ἦσαν ἄριστοί τε καὶ πλεῖστοι· πρῶτον μὲν οἱ κατὰ Θετταλίαν Ἕλληνες, παρ᾽ οἷς τὸ ῥητορεύειν γοργιάζειν ἐπωνυμίαν ἔσχεν, εἶτα τὸ ξύμπαν Ἑλληνικόν, ἐν οἷς Ὀλυμπίασι διελέχθη κατὰ τῶν βαρβάρων ἀπὸ τῆς τοῦ νεὼ βαλβῖδος. λέγεται δὲ καὶ Ἀσπασία ἡ Μιλησία τὴν τοῦ Περικλέους γλῶτταν κατὰ τὸν Γοργίαν θῆξαι, Κριτίας δὲ καὶ Θουκυδίδης οὐκ ἀγνοοῦνται τὸ μεγαλόγνωμον καὶ τὴν ὀφρὺν παρ᾽ αὐτοῦ κεκτημένοι, μεταποιοῦντες δὲ αὐτὸ ἐς τὸ οἰκεῖον ὁ μὲν ὑπ᾽ εὐγλωττίας, ὁ δὲ ὑπὸ ῥώμης. καὶ Αἰσχίνης δὲ ὁ ἀπὸ τοῦ Σωκράτους, ὑπὲρ οὗ πρώην ἐσπούδαζες ὡς οὐκ ἀφανῶς τοὺς διαλόγους κολάζοντος, οὐκ ὤκνει γοργιάζειν ἐν τῷ περὶ τῆς Θαργηλίας λόγῳ, φησὶ γάρ που ὧδε· ‘Θαργηλία Μιλησία ἐλθοῦσα εἰς Θετταλίαν ξυνῆν Ἀντιόχῳ Θετταλῷ βασιλεύοντι πάντων Θετταλῶν.’ αἱ δὲ ἀποστάσεις αἵ τε προσβολαὶ τῶν λόγων Γοργίου ἐπεχωρίαζον πολλαχοῦ μέν, μάλιστα δὲ ἐν τῷ τῶν ἐποποιῶν κύκλῳ. πεῖθε δὴ καὶ σύ, ὦ βασίλεια, τὸν θαρσαλεώτερον τοῦ Ἑλληνικοῦ Πλούταρχον μὴ ἄχθεσθαι τοῖς σοφισταῖς, μηδὲ ἐς διαβολὰς καθίστασθαι τοῦ Γοργίου. εἰ δὲ οὐ πείθεις, σὺ μέν, οἵα σου σοφία καὶ μῆτις, οἶσθα, τί χρὴ ὄνομα θέσθαι τῷ τοιῷδε, ἐγὼ δὲ εἰπεῖν ἔχων οὐκ ἔχω.