Επιστολαί (Ιπποκράτης)
Ἐπιστολαί, δόγμα, ἐπιβώμιος. Συγγραφέας: |
[1] Βασιλεὺς βασιλέων μέγας Ἀρταξέρξης Παίτῳ χαίρειν.
Νοῦσος προσεπέλασεν ἡ καλεομένη λοιμικὴ τοῖς στρατεύμασιν ἡμῶν, καὶ πολλὰ ποιησάντων ἡμῶν, ἔνδοσιν οὐκ ἔδωκεν. Ὅθεν ἀξιῶ παντοίως καὶ πάσαις ταῖς παρ' ἐμοῦ διδομέναις δωρεαῖς, ἤ τι τῶν ἐκ φύσεώς σου ἐπινοημάτων, ἤ τι τῶν ἐκ τῆς τέχνης πρήξεων, ἤ τινος ἑτέρου ἀνδρὸς ἑρμηνείην δυναμένου ἰήσασθαι, πέμπε τάχος· μάστιξον, ἀξιῶ, τὸ πάθος· ἀλύκη γὰρ κατὰ τὸν ὄχλον καὶ πολὺς ἄλυς πνεῦμα μέγα καὶ πυκνὸν ἔχων. Οὐ πολεμοῦντες πολεμούμεθα, ἐχθρὸν ἔχοντες τὸν θῆρα λυμαινόμενον τὰ ποίμνια· τέτρωκε πολλοὺς, δυσιάτους ἐποίησε, πικρὰ βέλη βελῶν καταπέμπει· οὐ φέρω· γνώμην οὐκ ἔτι ἔχω μετ' ἀνδρῶν γονίμων βουλεύσασθαι. Λῦε ταῦτα πάντα μὴ διαλείψας ἀγαθῇ συνειδήσει. Ἔρρωσο.
[2] Παῖτος βασιλεῖ βασιλέων τῷ μεγάλῳ Ἀρταξέρξῃ χαίρειν.
Τὰ φυσικὰ βοηθήματα οὐ λύει τὴν ἐπιδημίην λοιμικοῦ πάθους· ἃ δὲ ἐκ φύσιος γίγνεται νοσήματα, αὐτὴ ἡ φύσις ἰᾶται κρίνουσα· ὅσα δὲ ἐξ ἐπιδημίης, τέχνη τεχνικῶς κρίνουσα τὴν τροπὴν τῶν σωμάτων. Ἱπποκράτης δὲ ἰητρὸς ἰῆται τοῦτο τὸ πάθος· τῷ γένει μὲν οὖν ἐστὶ Δωριεὺς, πόλιος δὲ Κῶ, πατρὸς δὲ Ἡρακλείδα τοῦ Ἱπποκράτους τοῦ Γνωσιδίκου τοῦ Νέβρου τοῦ Σωστράτου τοῦ Θεοδώρου τοῦ Κλεομυττάδα τοῦ Κρισάμιδος. Οὗτος θείᾳ φύσει κέχρηται, καὶ ἐκ μικρῶν καὶ ἰδιωτικῶν ἐς μεγάλα καὶ τεχνικὰ προήγαγε τὴν ἰητρικήν. Γίνεται μὲν οὖν ὁ θεῖος Ἱπποκράτης, ἔνατος μὲν ἀπὸ Κρισάμιδος τοῦ βασιλέως, ὀκτωκαιδέκατος δὲ ἀπὸ Ἀσκληπιοῦ, εἰκοστὸς δὲ ἀπὸ Διὸς, μητρὸς δὲ Πραξιθέας τῆς Φαιναρέτης ἐκ τῆς οἰκίας τῶν Ἡρακλειδῶν· ὥστε κατ' ἀμφότερα τὰ σπέρματα θεῶν ἀπόγονός ἐστιν ὁ θεῖος Ἱπποκράτης, πρὸς μὲν πατρὸς Ἀσκληπιάδης ὢν, πρὸς δὲ μητρὸς Ἡρακλείδης. Ἔμαθε δὲ τὴν τέχνην παρά τε τῷ πατρὶ Ἡρακλείδῃ καὶ παρὰ τῷ πάππῳ Ἱπποκράτει. Ἀλλὰ παρὰ μὲν τούτοις, ὡς εἰκὸς, τὰ πρῶτα ἐμυήθη τῆς ἰητρικῆς ὅσα πιθανὸν ἦν καὶ τούτους εἰδέναι, τὴν δὲ σύμπασαν τέχνην αὐτὸς ἑωυτὸν ἐδιδάξατο, θείᾳ φύσει κεχρημένος, καὶ τοσοῦτον ὑπερβεβηκὼς τῇ τῆς ψυχῆς εὐφυΐᾳ τοὺς προγόνους, ὅσον διενήνοχεν αὐτῶν καὶ τῇ τῆς τέχνης ἀρετῇ. Καθαίρει δὲ οὐ θηρίων μὲν γένος, θηριωδῶν δὲ νοσημάτων καὶ ἀγρίων πολλὴν γῆν καὶ θάλασσαν, διασπείρων πανταχόθεν, ὥσπερ ὁ Τριπτόλεμος τὰ τῆς Δήμητρος σπέρματα, τὰ τοῦ Ἀσκληπιοῦ βοηθήματα. Τοιγαροῦν ἐνδικώτατα καὶ αὐτὸς ἀνιέρωται πολλαχοῦ τῆς γῆς, ἠξίωταί τε τῶν αὐτῶν Ἡρακλεῖ τε καὶ Ἀσκληπιῷ ὑπὸ Ἀθηναίων δωρεῶν. Αὐτὸν μετάπεμψαι κελεύων ἀργύριον καὶ χρυσίον ὅσον ἂν βούληται δώσειν αὐτῷ. Οὗτος γὰρ ἐπίσταται οὐχ ἕνα τρόπον τῆς ἰήσιος τοῦ πάθεος, οὗτος πατὴρ ὑγιείης, οὗτος σωτὴρ, οὗτος ἀκεσώδυνος, οὗτος ἁπλῶς ἡγεμὼν τῆς θεοπρεποῦς ἐπιστήμης. Ἔρρωσο.
[3] Βασιλεὺς βασιλέων μέγας Ἀρταξέρξης Ὑστάνει Ἑλλησπόντου ὑπάρχῳ χαίρειν.
Ἱπποκράτους ἰητροῦ Κῴου ἀπὸ Ἀσκληπιοῦ γεγονότος καὶ ἐς ἐμὲ κλέος ἀφῖκται τῆς τέχνης. Δὸς οὖν αὐτῷ χρυσὸν ὁκόσον ἂν βούληται, καὶ τὰ ἄλλα χύδην ὧν σπανίζει, καὶ πέμπε ἐς ἡμέας. Ἔσται γὰρ ἰσότιμος Περσέων τοῖς ἀρίστοις· καὶ εἴ τις ἐστὶν ἄλλος ἀνὴρ κατ' Εὐρώπην ἀγαθὸς, φίλον οἴκῳ βασιλέως τίθεσο μὴ φειδόμενος ὄλβου· ἄνδρας γὰρ εὑρεῖν δυναμένους τι κατὰ συμβουλίην οὐ ῥηΐδιον. Ἔρρωσο.
[4] Ὑστάνης ὕπαρχος Ἑλλησπόντου Ἱπποκράτει Ἀσκληπιαδῶν ὄντι ἀπογόνῳ χαίρειν.
Βασιλεὺς μέγας Ἀρταξέρξης σοῦ χρῄζων ἔπεμψε πρὸς ἡμέας ὑπάρχους, κελεύων σοι ἀργύριον καὶ χρυσὸν καὶ τὰ ἄλλα χύδην ὧν σπανίζεις καὶ ὅσα βούλει διδόναι, καὶ πέμπειν πρὸς ἑωυτὸν ἐν τάχει· ἔσεσθαι γὰρ Περσέων τοῖς ἀρίστοις ἰσότιμον. Σὺ οὖν παραγίνου ξυντόμως. Ἔρρωσο.
[5] Ἱπποκράτης ἰητρὸς Ὑστάνει Ἑλλησπόντου ὑπάρχῳ χαίρειν.
Πρὸς τὴν ἐπιστολὴν, ἣν ἔπεμψας φάμενος παρὰ βασιλέως ἀφῖχθαι, πέμπε βασιλεῖ ἃ λέγω γράφων ὅτι τάχος, ὅτι καὶ προσφορῇ καὶ ἐσθῆτι καὶ οἰκήσει καὶ πάσῃ τῇ ἐς βίον ἀρκεούσῃ οὐσίῃ χρεόμεθα. Περσέων δὲ ὄλβου οὔ μοι θέμις ἐπαύρασθαι, οὐδὲ βαρβάρους ἄνδρας νούσων παύειν, ἐχθροὺς ὑπάρχοντας Ἑλλήνων. Ἔρρωσο.
[6] Ἱπποκράτης Δημητρίῳ ὑγιαίνειν.
Βασιλεὺς Περσέων ἡμέας μεταπέμπεται, οὐκ εἰδὼς ὅτι λόγος ἐμοὶ σοφίης χρυσοῦ πλέον δύναται. Ἔρρωσο.
[7] Βασιλεῖ βασιλέων τῷ ἐμῷ μεγάλῳ δεσπότῃ Ἀρταξέρξῃ Ὑστάνης Ἑλλησπόντου ὕπαρχος χαίρειν.
Ἣν ἔπεμψας ἐπιστολὴν, λέγων πέμψαι Ἱπποκράτει ἰητρῷ Κῴῳ ἀπὸ Ἀσκληπιαδῶν γεγονότι, ἔπεμψα, καὶ παρ' αὐτοῦ δὲ ἐκομισάμην ἀπόκρισιν, ἣν γράψας ἔδωκε καὶ ἐκέλευσεν ἐς σὸν οἶκον πέμπειν. Φέροντα οὖν ἀπέστειλά σοι φάναι Γυμνάσβην Διευτύχη. Ἔρρωσο.
[8] Βασιλεὺς βασιλέων μέγας Ἀρταξέρξης Κῴοις τάδε λέγει.
Δότε ἐμοῖς ἀγγέλοις Ἱπποκράτην ἰητρὸν κακοὺς τρόπους ἔχοντα καὶ εἰς ἐμὲ καὶ εἰς Πέρσας ἀσελγαίνοντα. Εἰ δὲ μὴ, γνώσεσθε καὶ τῆς πρώτης ἁμαρτίας τιμωρίην τίσοντες· δηϊώσας γὰρ τὴν ὑμετέρην πόλιν καὶ νῆσον κατασπάσας εἰς πέλαγος, ποιήσω μηδὲ ἐς τὸν ἐπίλοιπον χρόνον γνῶναι, εἰ ἦν ἐπὶ τούτῳ τῷ τόπῳ νῆσος ἢ πόλις Κῶ.
[9] Ἀπόκρισις Κῴων.
Ἔδοξε τῷ δάμῳ ἀποκρίνασθαι τοῖς παρὰ Ἀρταξέρξου ἀγγέλοις, ὅτι Κῷοι οὐδὲν ἀνάξιον πράξουσιν οὔτε Μέροπος οὔτε Ἡρακλέους οὔτε Ἀσκληπιοῦ, ὧν ἕνεκεν πάντες οἱ πολῖται οὐ δώσουσιν Ἱπποκράτεα, οὐδὲ εἰ μέλλοιεν ὀλέθρῳ τῷ κακίστῳ ἀπολεῖσθαι. Καὶ γὰρ Δαρείου καὶ Ξέρξου ἀπὸ πατέρων ἐπιστολὰς γραψάντων γαῖαν καὶ ὕδωρ αἰτεόντων, οὐκ ἔδωκεν ὁ δᾶμος, ὁρέων αὐτοὺς ὁμοίως τοῖς ἄλλοις ἀνθρώποις θνητοὺς ἐόντας· καὶ νῦν τὰν αὐτὰν ἀπόκρισιν διδοῖ. Ἀπὸ Κῴων ἀναχωρεῖτε, ὅτι Ἱπποκράτην οὐ δίδοντι ἔκδοτον. Ἀπαγγέλλετε οὖν αὐτῷ οἱ ἄγγελοι ὅτι οὐδ' οἱ θεοὶ ἀμελήσουσιν ἁμέων.
[10] Ἀβδηριτῶν ἡ βουλὴ καὶ ὁ δῆμος Ἱπποκράτει χαίρειν.
Κινδυνεύεται τὰ μέγιστα τῇ πόλει νῦν, Ἱππόκρατες, ἀνὴρ τῶν ἡμετέρων, ὃς καὶ τῷ παρόντι χρόνῳ καὶ τῷ μέλλοντι αἰεὶ κλέος ἠλπίζετο τῇ πόλει· μηδὲ νῦν ὅδε, πάντες θεοὶ, φθονηθείη· οὕτως ὑπὸ πολλῆς τῆς κατεχούσης αὐτὸν σοφίης νενόσηκεν, ὥστε φόβος οὐχ ὁ τυχὼν, ἂν φθαρῇ τὸν λογισμὸν Δημόκριτος, ὄντως δὴ τὴν πόλιν ἡμῶν Ἀβδηριτῶν καταλειφθήσεσθαι. Ἐκλαθόμενος γὰρ ἁπάντων καὶ ἑωυτοῦ πρότερον, ἐγρηγορὼς καὶ νύκτα καὶ ἡμέρην, γελῶν ἕκαστα μικρὰ καὶ μεγάλα, καὶ μηδὲν οἰόμενος εἶναι τὸν βίον ὅλον διατελεῖ. Γαμεῖ τις, ὁ δὲ ἐμπορεύεται, ὁ δὲ δημηγορεῖ, ἄλλος ἄρχει, πρεσβεύει, χειροτονεῖται, ἀποχειροτονεῖται, νοσεῖ, τιτρώσκεται, τέθνηκεν, ὁ δὲ γελᾷ πάντα, τοὺς μὲν κατηφεῖς τε καὶ σκυθρωποὺς, τοὺς δὲ χαίροντας ὁρῶν. Ζητεῖ δὲ ὁ ἀνὴρ καὶ περὶ τῶν ἐν ᾍδου, καὶ γράφει ταῦτα, καὶ εἰδώλων φησὶ πλήρη τὸν ἠέρα εἶναι, καὶ ὀρνέων φωνὰς ὠτακουστεῖ, καὶ πολλάκις νύκτωρ ἐξαναστὰς μοῦνος ἡσυχῇ ᾠδὰς ᾄδοντι ἔοικε, καὶ ἀποδημεῖν ἐνίοτε λέγει ἐς τὴν ἀπειρίην, καὶ Δημοκρίτους εἶναι ὁμοίους ἑωυτῷ ἀναριθμήτους, καὶ συνδιεφθορὼς τῇ γνώμῃ τὸ χρῶμα ζῇ. Ταῦτα φοβούμεθα, Ἱππόκρατες, ταῦτα ταραττόμεθα, ἀλλὰ σῶζε, καὶ ταχὺς ἐλθὼν νουθέτησον τὴν ἡμῶν πατρίδα, μηδὲ ἡμᾶς ἀποβάλῃς· καὶ γὰρ οὐδὲ ἀπόβλητοί ἐσμεν, καὶ ἐν ἡμῖν μαρτυρία κεῖται. Οὐκ ἂν ἁμάρτοις οὔτε δόξης τῆς ἐπ' αὐτῷ περισωθέντι οὔτε χρημάτων οὔτε παιδείας, καίτοι τὰ παιδείης πολλῷ σοι βελτίω τῶν τῆς τύχης. Ἀλλ' οὖν καὶ ταῦτα συχνὰ παρ' ἡμῶν καὶ ἄφθονα γενήσεται. Τῆς γὰρ Δημοκρίτεω ψυχῆς, ἀλλ' οὐδ' εἰ χρυσὸς ἦν, ἡ πόλις ἀνταξία σου ἐλεύσιος, οὐδ' ὁτιοῦν ἀφυστερήσαντος. Τοὺς νόμους ἡμῶν δοκοῦμεν νοσεῖν, Ἱππόκρατες, τοὺς νόμους παρακόπτειν. Ἴθι θεραπεύσων, ἀνδρῶν φέριστε, ἄνδρα ἀρίσημον, οὐκ ἰητρὸς, ἀλλὰ κτίστης ἐὼν ὅλης τῆς Ἰωνίης, περιβάλλων ἡμῖν ἱερώτερον τεῖχος. Πόλιν, οὐκ ἄνδρα θεραπεύσεις, βουλὴν δὲ νοσοῦσαν καὶ κινδυνεύουσαν ἀποκλεισθῆναι, μέλλεις ἀνοιγνύναι, αὐτὸς νομοθέτης, αὐτὸς δικαστὴς, αὐτὸς ἄρχων, αὐτὸς σωτὴρ, καὶ τούτων τεχνίτης ἀφίξῃ. Ταῦτά σε προσδοκῶμεν, Ἱππόκρατες, ταῦτα καὶ γένοιο ἐλθών. Μία πόλεων οὐκ ἄσημος, μᾶλλον δὲ ἡ Ἑλλὰς ὅλη δεῖται σου φυλάξαι σῶμα σοφίης. Αὐτὴν δὲ δόκει παιδείαν πρεσβεύειν πρὸς σὲ τῆς παρακοπῆς ταύτης ἀπαλλαγῆναι δεομένην. Ξυγγενὲς μὲν οὖν, ὡς ἔοικε, πᾶσι σοφίη, τοῖς δ' ἐγγυτέρω κεχωρηκόσιν αὐτῆς ὥσπερ ἡμῖν καὶ μάλα πλέον. Εὖ ἴσθι, χαριεῖ καὶ τῷ μέλλοντι αἰῶνι μὴ προεκλιπὼν Δημόκριτον ἧς ἐλπίζει προτερήσειν ἀληθείης. Σὺ γὰρ Ἀσκληπιῷ προσπέπλεξαι γένος καὶ τέχνην, ὁ δὲ Ἡρακλέους ἔστιν ἀδελφιδοῦς, ἀφ' οὗ Ἄβδηρος, ὥς που πυνθάνῃ πάντως, ᾧ ἐπώνυμος ἡ πόλις, ὥστε κᾀκείνῳ χάρις ἡ Δημοκρίτου γένοιτ' ἂν ἴησις. Ὁρῶν οὖν, ὦ Ἱππόκρατες, εἰς ἀναισθησίαν ἀπορρέοντα καὶ δῆμον καὶ ἄνδρα ἀρίσημον, σπεῦδε πρὸς ἡμέας, δεόμεθα. Φεῦ, ὡς καὶ τὰ ἀγαθὰ περιττεύσαντα νοῦσοι τυγχάνουσιν· ὁ Δημόκριτος γὰρ ὅσον ἐρρώσθη πρὸς ἄκρα σοφίης, ἴσα κινδυνεύει νῦν ἀποπληξίᾳ διανοίας καὶ ἠλιθιότητι κεκακῶσθαι. Οἱ δ' ἄλλοι ὅσοι πολλοὶ εἰσὶν Ἀβδηριτῶν, μείναντες ἐν ἀπαιδευσίῃ, τόν γε κοινὸν κατέχουσι νοῦν, ἀλλὰ νῦν γε φρονιμώτεροι νοῦσον σοφοῦ κρίνειν, οἱ πρὶν ἄφρονες. Ἴθι οὖν μετὰ Ἀσκληπιοῦ πατρὸς, ἴθι μετὰ Ἡρακλέους θυγατρὸς Ἠπιόνης, ἴθι μετὰ παίδων τῶν ἐπὶ Ἴλιον στρατευσαμένων, ἴθι νῦν παιώνια νούσου φέρων ἄκη. Εὐκαρπήσει δὲ γῆ ῥίζας καὶ βοτάνας, ἀλεξιφάρμακα μανίης ἄνθη· σχεδὸν οὐδέποτε γονιμώτερον εὐφορήσουσιν οὔτε γῆ οὔτε ὀρέων ἀκρώρειαι ἢ νῦν Δημοκρίτῳ τὰ πρὸς τὴν ὑγείην. Ἔρρωσο.
[11] Ἱπποκράτης Ἀβδηριτῶν τῇ βουλῇ καὶ τῷ δήμῳ χαίρειν.
Ὁ πολίτης ὑμέων Ἀμελησαγόρης ἦλθεν ἐς Κῶ, καὶ ἔτυχε τότ' ἐοῦσα τῆς ῥάβδου ἡ ἀνάληψις ἐν ἐκείνῃ τῇ ἡμέρῃ καὶ ἐτήσιος ἑορτὴ, ὡς ἴστε, πανήγυρις ἡμῖν καὶ πομπὴ πολυτελὴς ἐς κυπάρισσον, ἣν ἔθος ἀνάγειν τοῖς τῷ θεῷ προσήκουσιν. Ἐπεὶ δὲ σπουδάζειν ἐῴκει καὶ ἐκ τῶν λόγων καὶ ἐκ τῆς προσόψιος ὁ Ἀμελησαγόρης, πεισθεὶς, ὅπερ ἦν, ἐπείγειν τὸ πρῆγμα, ἀνέγνων τε ὑμέων τὴν ἐπιστολὴν, καὶ ἐθαύμασα ὅτι περὶ ἑνὸς ἀνθρώπου ὡς εἷς ἄνθρωπος ἡ πόλις θορυβεῖσθε. Μακάριοί γε δῆμοι ὁκόσοι ἴσασι τοὺς ἀγαθοὺς ἄνδρας ἐρύματα ἑωυτῶν, καὶ οὐ τοὺς πύργους οὐδὲ τὰ τείχεα, ἀλλὰ σοφῶν ἀνδρῶν σοφὰς γνώμας. Ἐγὼ δὲ πειθόμενος τέχνας μὲν εἶναι θεῶν χάριτας, ἀνθρώπους δὲ ἔργα φύσιος, καὶ μὴ νεμεσήσητε, ἄνδρες Ἀβδηρῖται, οὐχ ὑμᾶς δοκέω, ἀλλὰ φύσιν αὐτὴν καλέειν με ἀνασώσασθαι ποίημα ἑωυτῆς, κινδυνεῦον ὑπὸ νόσου διαπεσεῖν. Ὥστε πρὸ ὑμέων ἐγὼ νῦν φύσει καὶ θεοῖς ὑπακούων σπεύδω νοσέοντα Δημόκριτον ἰήσασθαι, εἴπερ δὴ καὶ τοῦτο νοῦσος ἐστὶν, ἀλλὰ μὴ ἀπάτῃ συσκιάζεσθε, ὅπερ εὔχομαι· καὶ γένοιτο πλέον τῆς ἐν ὑμῖν εὐνοίας τεκμήριον καὶ πρὸς ὑπόνοιαν ταραχθῆναι. Ἀργύριον δέ μοι ἐρχομένῳ οὔτ' ἂν φύσις οὔτ' ἂν θεὸς ὑπόσχοιτο, ὥστε μηδ' ὑμεῖς, ἀνέρες Ἀβδηρῖται, βιάζεσθε, ἀλλ' ἐᾶτε ἐλευθέρης τέχνης ἐλεύθερα καὶ τὰ ἔργα. Οἱ δὲ μισθαρνεῦντες δουλεύειν ἀναγκάζουσι τὰς ἐπιστήμας, ὥσπερ ἐξανδραποδίζοντες αὐτὰς ἐκ τῆς προτέρης παρρησίης· εἶθ' ὡς εἰκὸς καὶ ψεύσαιντο ἂν ὡς περὶ μεγάλης νούσου, καὶ ἀρνηθεῖεν ἂν ὡς περὶ σμικρῆς, καὶ οὐκ ἂν ἔλθοιεν ὑποσχόμενοι, καὶ πάλιν ἔλθοιεν μὴ κληθέντες. Οἰκτρός γε ὁ τῶν ἀνθρώπων βίος, ὅτι δι' ὅλου αὐτοῦ ὡς πνεῦμα χειμέριον ἡ ἀφόρητος φιλαργυρίη διαδέδυκεν, ἐφ' ἣν εἴθε μᾶλλον ἅπαντες ἰητροὶ ξυνῄεσαν ἐλθόντες ἀποθεραπεῦσαι χαλεπωτέρην μανίης νοῦσον, ὅτι καὶ μακαρίζεται νοῦσος ἐοῦσα καὶ κακοῦσα. Οἶμαι δὲ ἔγωγε καὶ τὰ τῆς ψυχῆς νουσήματα πάντα μανίας εἶναι σφοδρὰς ἐμποιούσας δόξας τινὰς καὶ φαντασίας τῷ λογισμῷ, ὧν ὁ δι' ἀρετῆς ἀποκαθαρθεὶς ὑγιάζεται. Ἐγὼ δὲ εἰ πλουτέειν ἐξ ἅπαντος ἐβουλόμην, ὦ ἄνδρες Ἀβδηρῖται, οὐκ ἂν εἵνεκα δέκα ταλάντων διέβαινον πρὸς ὑμέας, ἀλλ' ἐπὶ τὸν μέγαν ἂν ἠρχόμην Περσέων βασιλέα, ἔνθα πόλιες ὅλαι προσῄεσαν τῆς ἐξ ἀνθρώπων εὐδαιμονίης γεγεμισμέναι· ἰῴμην δ' ἂν τὸν ἐκεῖ λοιμὸν ἀνιὼν, ἀλλ' ἀπηρνησάμην ἐχθρὴν Ἑλλάδι χώρην ἐλευθερῶσαι κακῆς νούσου, κᾀγὼ τό γε ἐπ' ἐμοὶ καταναυμαχῶν τοὺς βαρβάρους· εἶχον δ' ἂν αἰσχύνην τὸν παρὰ βασιλέως πλοῦτον καὶ πατρίδος ἐχθρὴν περιουσίην, περιεκείμην δ' ἂν αὐτὰ, ὡς ἑλέπολις τῆς Ἑλλάδος ὑπάρχων. Οὐκ ἔστι πλοῦτος τὸ πανταχόθεν χρηματίζεσθαι· μεγάλα γὰρ ἱερὰ τῆς ἀρετῆς ἐστὶν ὑπὸ δικαιοσύνης οὐ κρυπτόμενα, ἀλλ' ἐμφανέα ἐόντα· ἢ οὐκ οἴεσθε ἴσον ἁμάρτημα εἶναι σώζειν πολεμίους καὶ φίλους ἰᾶσθαι μισθοῦ; ἀλλ' οὐχ ὧδε ἔχει τὰ ἡμέτερα, ὦ δῆμε, οὐ καρποῦμαι νούσους, οὐδὲ δι' εὐχῆς ἤκουσα τὴν Δημοκρίτεω παράκρουσιν, ὃς, εἴτε ὑγιαίνει, φίλος ἔσται, εἴτε νοσέει, θεραπευθεὶς, πλέον ὑπάρξει. Πυνθάνομαι δὲ αὐτὸν ἐμβριθέα καὶ στερρὸν τὰ ἤθεα, καὶ τῆς ὑμετέρης πόλιος ἐόντα κόσμον. Ἔρρωσθε.
[12] Ἱπποκράτης Φιλοποίμενι χαίρειν.
Οἱ τὴν τῆς πόλιος ἐπιστολὴν ἀποδόντες μοι πρέσβεις καὶ τεὴν ἀπέδοσαν, ἥσθην τε κάρτα καὶ ξενίην ὑπισχνεομένου σέο καὶ τὴν ἑτέρην διαίτην. Ἔλθοιμεν δ' ἂν αἰσίῃ τύχῃ, καὶ ἀφιξόμεθα ὡς ὑπολαμβάνομεν χρηστοτέρῃσιν ἐλπίσιν [ἢ] ὡς ἐν τῇ γραφῇ παραδεδήλωται, οὐ μανίην ἀλλὰ ψυχῆς τινὰ ῥῶσιν ὑπερβάλλουσαν διασαφηνέοντος τοῦ ἀνδρὸς, μήτε παίδων μήτε γυναικὸς μήτε ξυγγενέων μήτε οὐσίης μήτε τινὸς ὅλως ἐν φροντίδι ἐόντος, ἡμέρην δὲ καὶ εὐφρόνην πρὸς ἑωυτῷ καθεστεῶτος καὶ ἰδιάζοντος, τὰ μὲν πολλὰ ἐν ἄντροισι καὶ ἐρημίῃσιν ἢ ἐν ὑποσκιάσεσι δενδρέων, ἢ ἐν μαλθακῇσι ποίῃσιν, ἢ παρὰ συχνοῖσιν ὑδάτων ῥείθροισιν. Συμβαίνει μὲν οὖν τὰ πολλὰ τοῖσι μελαγχολῶσι τὰ τοιαῦτα· σιγηροί τε γὰρ ἐνίοτε εἰσὶ καὶ μονήρεες, καὶ φιλέρημοι τυγχάνουσιν· ἀπανθρωπέονταί τε ξύμφυλον ὄψιν ἀλλοτρίην νομίζοντες· οὐκ ἀπεοικὸς δὲ καὶ τοῖσι περὶ παιδείην ἐσπουδακόσι τὰς ἄλλας φροντίδας ὑπὸ μιῆς τῆς ἐν σοφίῃ διαθέσιος σεσοβῆσθαι. Ὥσπερ γὰρ δμῶές τε καὶ δμωΐδες ἐν τῇσιν οἰκίῃσι θορυβέοντες καὶ στασιάζοντες, ὁκόταν ἐξαπιναίως αὐτοῖσιν ἡ δέσποινα ἐπιστῇ, πτοηθέντες ἀφησυχάζουσι, παραπλησίως καὶ αἱ λοιπαὶ κατὰ ψυχὴν ἐπιθυμίαι ἀνθρώποισι κακῶν ὑπηρέτιδες· ἐπὴν δὲ σοφίης ὄψις ἑωυτέην ἐπιστήσῃ, ὡς δοῦλα τὰ λοιπὰ πάθεα ἐκκεχώρηκεν. Ποθέουσι δ' ἄντρα καὶ ἡσυχίην οὐ πάντως οἱ μανέντες, ἀλλὰ καὶ οἱ τῶν ἀνθρωπίνων πρηγμάτων ὑπερφρονήσαντες ἀταραξίης ἐπιθυμίῃ· ὁκόταν γὰρ ὁ νοῦς ὑπὸ τῶν ἔξω φροντίδων κοπτόμενος ἀναπαῦσαι θελήσῃ τὸ σῶμα, τότε ταχέως ἐς ἡσυχίην μετήλλαξεν, εἶτα ἀναστὰς ὄρθριος ἐν ἑωυτῷ περιεσκόπει κύκλῳ χωρίον ἀληθείης, ἐν ᾧ οὐ πατὴρ, οὐ μήτηρ, οὐ γυνὴ, οὐ τέκνα, οὐ κασίγνητος, οὐ ξυγγενέες, οὐ δμῶες, οὐ τύχη, οὐχ ὅλως οὐδὲν τῶν θόρυβον ἐμποιησάντων· πάντα δ' ἀποκεκλεισμένα τὰ ταράσσοντα ἕστηκεν ὑπὸ φόβου, οὐδὲ πλησιάσαι τολμέοντα ὑπ' εὐλαβείης τῶν αὐτόθι ἐνοικεόντων· οἰκέουσι δὲ τὸ χωρίον ἐκεῖνο καὶ τέχναι καὶ ἀρεταὶ παντοῖαι καὶ θεοὶ καὶ δαίμονες καὶ βουλαὶ καὶ γνῶμαι. Καὶ ὁ μέγας πόλος ἐν ἐκείνῳ τῷ χωρίῳ τοὺς πολυκινήτους ἀστέρας κατέστεπται, εἰς ὃ τάχα καὶ Δημόκριτος ὑπὸ σοφίης μετῴκισται· εἶτ' οὐκ ἔτι ὁρέων τοὺς ἐν τῇ πόλει, ἅτε τηλοῦ ἐκδεδημηκὼς, δοξάζεται μανίης νοῦσον διὰ τὸ φιλέρημον· σπεύδουσι δὲ Ἀβδηρῖται ἀργυρίου ἐξελεγχθῆναι, ὅτι οὐ ξυνιᾶσι Δημόκριτον. Ἀλλὰ σύ γε ἡμῖν κατάρτυε τὴν ξενίην, ὦ ἑταῖρε Φιλοποίμην· οὐ γὰρ ἐθέλω τεταραγμένῃ τῇ πόλι παρασχεῖν ὄχλησιν, ἐκ παλαιοῦ ἴδιον ἔχων ξένον σε, ὡς οἶσθα. Ἔρρωσο.
[13] Ἱπποκράτης Διονυσίῳ χαίρειν.
Ἢ περίμεινόν με ἐν Ἁλικαρνασσῷ, ἢ φθάσον αὐτὸς ἐλθεῖν, ὦ ἑταῖρε· κατὰ πᾶσαν γὰρ ἀνάγκην ἀπιτέον εἰς Ἄβδηράν μοι Δημοκρίτεω χάριν, ἐφ' ὃν νοσέοντα μετεπέμψατό με ἡ πόλις. Ἄλεκτος γάρ τις ἡ συμπαθείη τῶν ἀνθρώπων, Διονύσιε· ὡς μία ψυχὴ ξυννοσέει τῷ πολίτῃ· ὥστε μοι δοκέουσι καὶ αὐτοὶ θεραπείης δέεσθαι. Ἐγὼ δὲ οἶμαι οὐδὲ νοῦσον αὐτὴν εἶναι, ἀλλ' ἀμετρίην παιδείης, οὐκ οὖσάν γε τῷ ὄντι ἀμετρίην, ἀλλὰ νομιζομένην τοῖσιν ἰδιώτῃσιν, ἐπεὶ οὐδέποτε βλαβερὸν τῆς ἀρετῆς τὸ ἄμετρον. Δόξα δὲ νούσου γίνεται τὸ ὑπερβάλλον διὰ τὴν τῶν κρινόντων ἀπαιδευσίην· δοκιμάζει δὲ ἕκαστος ἐξ ὧν αὐτὸς οὐκ ἔχει, τὸ ἐν ἄλλῳ πλεονάζον περισσεύειν· ὥς που καὶ ὁ δειλὸς ἀμετρίην τὴν ἀνδρείην ὑπείληφε, καὶ ὁ φιλάργυρος τὴν μεγαλοψυχίην, καὶ πᾶσα ἔλλειψις ὑπερβάλλειν δοκέει τὸ ἀρετῆς ξύμμετρον. Ἐκεῖνον μὲν οὖν αὐτὸν ἰδόντες μετὰ τῆς ἐνθένδε προγνώσιος, καὶ ἀκούσαντες τῶν λόγων αὐτοῦ, ἄμεινον εἰσόμεθα. Σὺ δὲ ἔπειξον, ὦ Διονύσιε, αὐτὸς παραγενέσθαι· βούλομαι γὰρ ἐνδιατρῖψαί σε τῇ πατρίδι μου, μέχρις ἂν ἐπανέλθω, ὅκως τῶν ἡμετέρων φροντιεῖς καὶ πρῶτον ἡμέων τῆς πόλιος· ἐπειδὴ οὐκ οἶδ' ὅκως ἐκ συντυχίης ὑγιεινὸν τὸ ἔτος ἐστὶ καὶ τὴν ἀρχαίην φύσιν ἔχον· ὥστε οὐδὲ πολλαὶ παρενοχλήσουσι νοῦσοι· πλὴν ὅμως πάριθι. Οἰκήσεις δὲ τὴν ἐμὴν οἰκίην ὑπερευκαιρέουσαν, ἅτε καὶ τοῦ γυναίου μένοντος πρὸς τοὺς γονέας διὰ τὴν ἐμὴν ἐκδημίην. Ἐπισκόπει δὲ ὅμως καὶ τὰ ἐκείνης, ὅκως διάγῃ σωφρόνως καὶ μὴ τῇ τοῦ ἀνδρὸς ἀπουσίῃ ἄλλους ἄνδρας νομίσῃ· κόσμιον μὲν γὰρ ἐξ ἀρχῆς ἦν, καὶ γονέας ἀστείους εἶχεν, τὸν δὲ πατέρα ἐκτόπως ἀνδρικόν τε καὶ μάλα μισοπόνηρον ὑπερφυῶς γερόντιον. Ἀλλ' ὅμως αἰεὶ χρῄζει γυνὴ σωφρονίζοντος, ἔχει γὰρ φύσει τὸ ἀκόλαστον ἐν ἑωυτέῃ, ὅπερ, εἰ μὴ καθ' ἡμέρην ἐπικόπτοιτο, ὡς τὰ δένδρᾳ καθυλομανέει. Ἐγὼ δὲ φίλον οἴομαι ἀκριβέστερον γονέων ἐς φυλακὴν γυναικός· οὐ γὰρ ὡς ἐκείνοισι καὶ τουτέῳ ξυνοικέει πάθος εὐνοίης, δι' οὗ πολλάκις ἐπισκιάζονται τὴν νουθεσίην· φρονιμώτερον δὲ ἐν παντὶ τὸ ἀπαθέστερον, ἅτε μὴ ἐπικλώμενον ὑπ' εὐνοίης. Ἔρρωσο.
[14] Ἱπποκράτης Δαμαγήτῳ χαίρειν.
Οἶδα παρὰ σοὶ γενόμενος ἐν Ῥόδῳ, Δαμάγητε, τὴν ναῦν ἐκείνην, ἅλιος ἐπιγραφὴ ἦν αὐτῇ, πάγκαλόν τινα καὶ εὔπρυμνον, ἱκανῶς τε τετροπισμένην, καὶ διάβασιν εἶχε πολλήν· ἐπῄνεις δὲ καὶ τὸ ναυτικὸν αὐτῆς ὡς ὀξὺ καὶ ἀσφαλὲς καὶ εὔτεχνον ὑπουργῆσαι, καὶ τοῦ πλοῦ τὴν εὐδρομίην. Ταύτην ἔκπεμψον ἡμῖν, ἀλλ' εἰ οἷόν τε, μὴ κώπαις, ἀλλὰ πτεροῖς ἐρετμώσας αὐτήν· ἐπείγει γὰρ τὸ πρῆγμα, φιλότης, καὶ μάλα εἰς Ἄβδηρα διαπλεῦσαι πάνυ ταχέως· βούλομαι γὰρ νοσέουσαν ἰήσασθαι πόλιν διὰ νοσέοντα ἕνα Δημόκριτον. Ἀκούεις που τἀνδρὸς τὸ κλέος, τοῦτον ἡ πατρὶς ᾐτίηται μανίῃ κεκακῶσθαι· ἐγὼ δὲ βούλομαι, μᾶλλον δὲ εὔχομαι, μὴ ὄντως αὐτὸν παρακόπτειν, ἀλλ' ἐκείνοισι δόξαν εἶναι. Γελῇ, φασὶν, αἰεὶ καὶ οὐ παύεται γελῶν ἐπὶ παντὶ πρήγματι, καὶ σημεῖον αὐτοῖσι μανίης τοῦτο δοκέει· ὅθεν λέγε τοῖσιν ἐν Ῥόδῳ φίλοισι μετριάζειν αἰεὶ, καὶ μὴ πολλὰ γελῇν, μηδὲ πολλὰ σκυθρωπάζειν, ἀλλὰ τουτέων ἀμφοῖν τὸ μέτριον κτήσασθαι, ἵνα τοῖς μὲν χαριέστατος εἶναι δόξειας, τοῖς δὲ φροντιστὴς περὶ ἀρετῆς μερμηρίζων. Ἔνι μέντοι τι, Δαμάγητε, κακὸν, παρ' ἕκαστον αὐτοῦ γελῶντος· εἰ γὰρ ἡ ἀμετρίη φλαῦρον, τὸ διὰ παντὸς φλαυρότερον. Καὶ εἴποιμ' ἂν αὐτῷ· Δημόκριτε, καὶ νοσέοντος καὶ κτεινομένου καὶ τεθνεῶτος καὶ πολιορκουμένου καὶ παντὸς ἐμπίπτοντος κακοῦ, ἕκαστον τῶν πρησσομένων ὕλη σοι γέλωτος ὑπόκειται. Οὐ θεομαχεῖς δὲ, εἰ δύο ἐόντων ἐν κόσμῳ, χαρᾶς καὶ λύπης, σὺ θάτερον αὐτῶν ἐκβέβληκας; μακάριός τ' ἂν ᾖς, ἀλλ' ἀδύνατον, εἰ μήτε μήτηρ σοι νενόσηκε, μήτε πατὴρ, μήτε τὰ ὕστερον τέκνα ἢ γυνὴ ἢ φίλος, ἀλλὰ διὰ τὸν σὸν γέλωτα ἕνα διασώζεται εὐτυχῶς πάντα. Ἀλλὰ νοσεόντων γελᾷς, ἀποθνησκόντων χαίρεις, εἴ τί που πύθοιο κακὸν, εὐφραίνῃ· ὡς πονηρότατος εἶ, ὦ Δημόκριτε, καὶ πόρρω γε σοφίης, εἰ νομίζεις αὐτὰ μηδὲ κακὰ εἶναι· μελαγχολᾷς οὖν, Δημόκριτε, κινδυνεύων καὶ αὐτὸς Ἀβδηρίτης εἶναι, φρονιμωτέρη δὲ ἡ πόλις. Ἀλλὰ περὶ μὲν δὴ τουτέων ἀκριβέστερον ἐκεῖ λέξομεν, Δαμάγητε· ἡ δὲ ναῦς καὶ τὸν χρόνον τοῦτον ὃν ἐπιστέλλω σοι χρονίζει. Ἔρρωσο.
[15] Ἱπποκράτης Φιλοποίμενι χαίρειν.
Σύννους καὶ πεφροντικὼς ὑπὲρ Δημοκρίτεω, αὐτέῃ ἐκείνῃ τῇ νυκτὶ καταδαρθὼν, πρὸς ἀρχομένην τὴν ἕω ὄναρ ἐφαντάσθην· ἐξ οὗ νομίζω κάρτα μηδὲν ἐπισφαλὲς γεγενῆσθαι· ἐκπλαγὴς γὰρ διηγέρθην. Ἐδόκεον γὰρ αὐτὸν τὸν Ἀσκληπιὸν ὁρῇν, φαίνεσθαί τε αὐτὸν πλησίον· ἤδη δὲ πρὸς τῇσι τῶν Ἀβδηριτέων πύλῃσιν ἐτυγχάνομεν. Ὁ δὲ Ἀσκληπιὸς, οὐχ ὡς εἰώθεσαν αὐτέου αἱ εἰκόνες, μείλιχός τε καὶ πρᾶος ἰδέσθαι κατεφαίνετο, ἀλλὰ διεγηγερμένος τῇ σχέσει καὶ ἰδέσθαι φοβερώτερος· εἵποντο δὲ αὐτῷ δράκοντες, χρῆμά τι ἑρπετῶν ὑπερφυὲς, ἐπειγόμενοι δὲ καὶ αὐτοὶ μακρῷ τῷ ἐπισύρματι, καί τι φρικῶδες ὡς ἐν ἐρημίῃσι καὶ νάπῃσι κοίλῃσιν ὑποσυρίζοντες· οἱ δὲ κατόπιν ἑταῖροι κίστας φαρμάκων εὖ μάλα περιεσφηκωμένας ἔχοντες ᾔεσαν. Ἔπειτα ὤρεξέ μοι τὴν χεῖρα ὁ θεός· κᾀγὼ λαβόμενος ἀσμένως ἐλιπάρεον ξυνέρχεσθαι, καὶ μὴ καθυστερέειν μου τῆς θεραπείης· ὁ δὲ, οὐδέν τι, ἔφη, ἐν τῷ παρεόντι ἐμεῦ χρῄζεις, ἀλλά σε αὕτη τὰ νῦν ξεναγήσει θεὸς κοινὴ ἀθανάτων τε καὶ θνητῶν. Ἐγὼ δὲ ἐπιστραφεὶς ὁρέω γυναῖκα καλήν τε καὶ μεγάλην ἀφελὲς πεπλοκισμένην, λαμπρείμονα· διέλαμπον δ' αὐτέης οἱ τῶν ὀμμάτων κύκλοι καθαρόν τι φῶς, οἷον ἀστέρων μαρμαρυγὰς δοκέειν. Καὶ ὁ μὲν δαίμων ἐχωρίσθη· κείνη δὲ ἡ γυνὴ πιέσασά με τοῦ καρποῦ μαλθακῇ τινι εὐτονίῃ, διὰ τοῦ ἄστεος ἦγε φιλοφρονεομένη· ὡς δὲ πλησίον τῆς οἰκίης ἦμεν, ἵνα τὴν ξενίην ἐδόκεον εὐτρεπίσθαι, ἀπῄει ὡς φάσμα, οἶον εἰποῦσα· αὔριόν σε παρὰ Δημοκρίτεω καταλήψομαι. Ἤδη δὲ αὐτῆς μεταστρεφομένης, δέομαι, φημὶ, ἀρίστη, τίς εἶ καὶ τίνα σε καλέομεν; ἡ δὲ, Ἀλήθεια, ἔφη· αὕτη δὲ ἣν προσιεῦσαν ὁρῇς, καὶ ἐξαίφνης ἑτέρη τις κατεφαίνετό μοι, οὐκ ἀκαλλὴς μὲν οὐδ' αὐτὴ, θρασυτέρη δὲ ἰδέσθαι καὶ σεσοβημένη, Δόξα, ἔφη, καλέεται· κατοικέει δὲ παρὰ τοῖσιν Ἀβδηρίταισιν. Ἐγὼ μὲν οὖν ἀναστὰς ὑπεκρινάμην ἐμαυτῷ τὸ ὄναρ, ὅτι οὐ δέοιτο ἰητροῦ Δημόκριτος, ὅπου γε αὐτὸς ὁ θεραπεύων θεὸς ἀπέστη, ὡς οὐκ ἔχων ὕλην θεραπείης· ἀλλὰ ἡ μὲν ἀλήθεια τοῦ ὑγιαίνειν παρὰ Δημοκρίτεω μένει, ἡ δὲ τοῦ νοσέειν αὐτὸν δόξα παρὰ Ἀβδηρίταις ὄντως κατῴκηκε. Ταῦτα πιστεύω ἀληθέα εἶναι, Φιλοποίμην, καὶ ἔστι, καὶ οὐκ ἀπογινώσκω τὰ ὀνείρατα, μάλιστα δὲ ὁκόταν καὶ τάξιν διαφυλάττῃ. Ἰητρικὴ δὲ καὶ μαντικὴ καὶ πάνυ ξυγγενέες εἰσὶν, ἐπειδὴ καὶ τῶν δύο τεχνέων πατὴρ εἷς Ἀπόλλων, ὁ καὶ πρόγονος ἡμέων, ἐούσας καὶ ἐσομένας νούσους προαγορεύων καὶ νοσέοντας καὶ νοσήσοντας ἰώμενος. Ἔρρωσο.
[16] Ἱπποκράτης Κρατεύᾳ χαίρειν.
Ἐπίσταμαί σε ῥιζοτόμον ἄριστον, ὦ ἑταῖρε, καὶ διὰ τεὴν ἄσκησιν καὶ διὰ προγόνων κλέος, ὡς μηδὲν ἀποδεῖν σε δυνάμει τοῦ προπάτορος Κρατεύα. Νῦν οὖν, εἰ καί ποτε ἄλλοτε, βοτανολόγησον ὁκόσα τε καὶ ὁκοῖα δύνασαι, ἀναγκαίη γὰρ ἐπείγει, καὶ διάπεμψαί μοι ταῦτα, ἐπ' ἄνδρα ὅλῃ πόλει ἰσοστάσιον, Ἀβδηρίτην μὲν, ἀλλὰ Δημόκριτον· νοσέειν γάρ φασιν αὐτὸν καὶ καθάρσιος μάλα χρῄζειν ἐντὸς μανίης ἐόντα. Μὴ χρησαίμεθα μέντοι τοῖσι φαρμάκοισιν, ὥσπερ καὶ πέπεισμαι· ἀλλ' ὅμως εὐτρεπίσασθαι χρὴ πανταχόθεν. Τὸ δὲ χρῆμα τῶν βοτανῶν παρὰ σοὶ πολλάκις ἐθαύμασα, ὡς καὶ τὴν τῶν ὅλων φύσιν τε καὶ διάταξιν καὶ τὸ ἱερώτατον γῆς ἵδρυμα, ἐξ ἧς ζῶα καὶ φυτὰ καὶ τροφαὶ καὶ φάρμακα καὶ τύχη καὶ ὁ πλοῦτος αὐτὸς ἀναφύεται· οὐδὲ γὰρ ἂν εἶχεν οἷ ἐπιβῇ ἡ φιλαργυρίη, οὐδ' ἂν Ἀβδηρῖταί με νῦν δέκα ταλάντοις ἐδελέαζον, ἀντὶ ἰητροῦ μισθωτὸν ἐλέγχοντες. Εἴθε δὲ ἠδύνασο, Κράτευα, τῆς φιλαργυρίης τὴν πικρὴν ῥίζην ἐκκόψαι, ὡς μηδὲν λείψανον αὐτῆς ἀφεῖναι, εὖ ἴσθι ὡς ἐκαθήραμεν ἂν τῶν ἀνθρώπων μετὰ τῶν σωμάτων καὶ τὰς ψυχὰς νοσεούσας. Ἀλλὰ ταῦτα μὲν εὐχαὶ, σὺ δ' ἡμῖν τὸ παρεὸν μάλιστα τὰς ὀρεινὰς καὶ ὑψηλολόφους βοτάνας ῥιζοτόμει· στερεώτεραι γὰρ τῶν ὑδρηλοτέρων εἰσὶν καὶ δριμύτεραι μᾶλλον διὰ τὴν τῆς γῆς πυκνότητα καὶ τὴν λεπτότητα τοῦ ἠέρος· ὅ τι γὰρ ἕλκουσιν ἐμψυχότερόν ἐστι. Πειρήθητι δ' ὅμως καὶ τὰς παρὰ λίμναις ἑλείους πεφυκυίας ἀνθολογῆσαι, καὶ τὰς παραποταμίους ἢ κρηνίτιδας ἢ πιδακίτιδας παρ' ἡμῖν καλεομένας, ἃς δὴ ἀσθενέας καὶ ἀτόνους καὶ γλυκυχύλους εἶναι πέπεισμαι. Πάντα δὲ ὁκόσα χυλοί τε καὶ ὀποὶ ῥέοντες, ἐν ὑαλίνοισιν ἀγγείοισι φερέσθωσαν· ὁκόσα δ' αὖ φύλλα ἢ ἄνθεα ἢ ῥίζαι, ἐν κώθωσι καινοῖσι περιεσφηκωμένοισιν, ὅκως μὴ διαρριπιζόμενα τῇσι πνοῇσιν ἐκλίπῃ τὸν τόνον τῆς φαρμακείης, ὥσπερ λειποψυχήσαντα· ἀλλ' εὐθὺς ἡμῖν ταῦτα πέμψον. Καὶ γὰρ ἡ ὥρη τοῦ ἔτεος ἁρμόδιος, καὶ ἡ ἀνάγκη τῆς λεγομένης μανίης ἐπείγει· τέχνης δὲ πάσης μὲν ἀλλότριον ἀναβολὴ, ἰητρικῆς δὲ καὶ πάνυ, ἐν ᾗ ψυχῆς κίνδυνος ἡ ὑπέρθεσις· ψυχαὶ δὲ τῶν θεραπειῶν οἱ καιροὶ, ὧν ἡ παραφυλακὴ τὸ τέλος. Ἔλπομαι μὲν οὖν ὑγιέα εἶναι τὸν Δημόκριτον καὶ δίχα ἰήσιος· εἰ δ' ἄρα τι σφάλμα φύσιος ἢ καιροῦ ἢ ἄλλη τις αἰτίη γένοιτο, πολλὰ γὰρ ἡμέας θνητοὺς ἐόντας λάθοι, ἅτε μὴ πάγχυ δι' ἀτρεκίης εὐτονέοντας, ἐπὶ τὸ ἄδηλον πᾶσαν χρεὼν δύναμιν ἠθροῖσθαι. Οὐ γὰρ ἀρκέεται ὁ κινδυνεύων οἷς δυνάμεθα, ἀλλ' ἐπιθυμεῖ καὶ ἃ μὴ δυνάμεθα· καὶ σχεδὸν ἀεὶ πρὸς δύο στρατευόμεθα τέλεα, τὸ μὲν ἀνθρώπου, τὸ δὲ τέχνης, ὧν τὸ μὲν ἄδηλον, τὸ δὲ τῆς ἐπιστήμης ὥρισται. Δεῖ δὲ ἐν ἀμφοτέροισι τουτέοισι καὶ τύχης· τὸ γὰρ ἀτέκμαρτον ἐν τῇσι καθάρσεσι δι' εὐλαβείης ἰατέον· καὶ γὰρ καὶ στομάχου κάκωσιν ὑφορώμεθα, καὶ ξυμμετρίην φαρμακείης πρὸς ἀγνοουμένην φύσιν στοχαζόμεθα· οὐ γὰρ ἡ αὐτὴ καὶ μία φύσις ἁπάντων, ἕτερον δ' αἰεὶ πρὸς ἑωυτὴν ὁρίζουσα οἰκειοῖ, ἐνίοτε δὲ τὸ πᾶν ἀπώλεσεν. Καὶ ταῖσι βοτάναισι πολλὰ τῶν ἑρπετῶν ἐνιοβόλησε, καὶ περιχανόντα τῇ ἐντὸς αὔρῃ κάκωσιν ἀντ' ἀλεξήσιος αὐτῇσι προσέπνευσεν, καὶ τούτου ἄγνοια ἔσται, εἰ μή τις ἄρα κηλὶς ἢ σπίλος ἢ ὀδμὴ θηριώδης καὶ ἀπηνὴς τοῦ γενομένου ξύμβολον φανείη· εἶθ' ἡ τέχνη διὰ τὸ ξύμπτωμα τῆς τύχης τῆς κατορθώσιος ἀφήμαρτε. Βεβαιότεραι δ' αἰεὶ αἱ δι' ἐλλεβόρων διὰ τοῦτο καθάρσιές εἰσιν, αἷς καὶ Μελάμπους ἐπὶ τῶν Προίτου θυγατέρων καὶ Ἀντικυρεὺς ἐφ' Ἡρακλέους ἱστορέονται κεχρῆσθαι. Μὴ χρησαίμεθα δὲ ἡμεῖς ἐπὶ Δημοκρίτεω μηδενὶ τουτέων, ἀλλὰ γένοιτο ἐκείνῳ τῶν δραστικωτάτων καὶ ἰητρικωτάτων φαρμάκων σοφίη τέλος. Ἔρρωσο.
[17] Ἱπποκράτης Δαμαγήτῳ χαίρειν.
Τοῦτ' ἐκεῖνο, Δαμάγητε, ὅπερ εἰκάζομεν, οὐ παρέκοπτε Δημόκριτος, ἀλλὰ πάντα ὑπερεφρόνεε, καὶ ἡμᾶς ἐσωφρόνιζε καὶ δι' ἡμέων πάντας ἀνθρώπους. Ἐξέπεμψα δέ σοι, φιλότης, ὡς ἀληθέως τὴν Ἀσκληπιάδα νῆα, ᾗ πρόσθες μετὰ τοῦ ἁλίου ἐπίσημον καὶ ὑγιείην, ἐπεὶ κατὰ δαίμονα τῷ ὄντι ἱστιοδρόμηκε, καὶ ἐκείνῃ τῇ ἡμέρῃ κατέπλευσεν ἐς Ἄβδηρα, ᾗπερ αὐτέοισιν ἐπεστάλκειν ἀφίξεσθαι· πάντας οὖν ἀολλέας πρὸ τῶν πυλέων εὕρομεν, ὡς εἰκὸς, ἡμέας περιμένοντας, οὐκ ἄνδρας μόνους, ἀλλὰ καὶ γυναῖκας, ἔτι δὲ καὶ πρεσβύτας καὶ παιδία νὴ τοὺς θεοὺς κατηφέα καὶ τὰ νήπια· καὶ οὗτοι μέντοι ὧδε εἶχον ὡς ἐπὶ μαινομένῳ τῷ Δημοκρίτῳ, ὁ δὲ μετ' ἀκριβείης τότε ὑπερεφιλοσόφεεν. Ἐπεὶ δέ με εἶδον, ἔδοξάν που σμικρὸν ἐφ' ἑωυτῶν γεγονέναι, καὶ χρηστὰς ἐλπίδας ἐποιεῦντο· ὁ δὲ Φιλοποίμην ἄγειν ἐπὶ τὴν ξενίην με ὥρμητο, κᾀκείνοισι ξυνεδόκεε τοῦτο. Ἐγὼ δὲ, ὦ ἄνδρες, ἔφην, Ἀβδηρῖται, οὐδὲν ἔστι μοι προὔργου ἢ Δημόκριτον θεήσασθαι. Οἱ δ' ἐπῄνεον ἀκούσαντες, καὶ ἥσθησαν, ἦγόν τέ με ξυντόμως διὰ τῆς ἀγορῆς, οἱ μὲν ἑπόμενοι, οἱ δὲ προθέοντες ἑτέρωθεν ἕτεροι, σῶζε λέγοντες, βοήθει, θεράπευσον. Κᾀγὼ παρῄνεον θαρρεῖν, ὡς τάχα μὲν οὐδενὸς ἐόντος κακοῦ πίσυνος ἐτησίῃσιν ὥρῃσιν, εἰ δ' ἄρα καί τινος βραχέος, εὐδιορθώτου, καὶ ἅμα ταῦτα λέγων ᾔειν, οὐδὲ γὰρ πόρρω ἦν ἡ οἰκίη, μᾶλλον δ' οὐδ' ἡ πόλις ὅλη. Παρῆμεν οὖν, πλησίον γὰρ τοῦ τείχεος ἐτύγχανεν, καὶ ἀνάγουσί με ἡσυχῇ, ἔπειτα κατόπιν τοῦ πύργου βουνὸς ἦν τις ὑψηλὸς, μακρῇσι καὶ δασείῃσιν αἰγείροισιν ἐπίσκιος· ἔνθεν τε ἐθεωρεῖτο τὰ τοῦ Δημοκρίτου καταγώγια, καὶ αὐτὸς ὁ Δημόκριτος καθῆστο ὑπό τινι ἀμφιλαφεῖ καὶ χθαμαλωτάτῃ πλατανίστῳ, ἐν ἐξωμίδι παχείῃ, μοῦνος, ἀνήλιφος, ἐπὶ λιθίνῳ θώκῳ, ὠχριηκὼς πάνυ καὶ λειπόσαρκος, κουριῶν τὰ γένεια. Παρ' αὐτὸν δ' ἐπὶ δεξιῆς λεπτόρρυτον ὕδωρ κατὰ πρηνέος τοῦ λόφου θέον ἠρεμαίως ἐκελάρυζεν· ἦν δέ τι τέμενος ὑπὲρ ἐκεῖνον τὸν λόφον, ὡς ἐν ὑπονοίῃ κατεικάζοντι, νυμφέων ἱδρυμένον, αὐτοφύτοισιν ἐπηρεφὲς ἀμπέλοισιν. Ὁ δ' εἶχεν ἐν εὐκοσμίῃ πολλῇ ἐπὶ τοῖν γουνάτοιν βιβλίον, καὶ ἕτερα δέ τινα ἐξ ἀμφοῖν τοῖν μεροῖν αὐτέῳ παρεβέβλητο, σεσώρευτο δὲ καὶ ζῶα συχνὰ ἀνατετμημένα δι' ὅλων. Ὁ δὲ ὁτὲ μὲν ξυντόνως ἔγραφεν ἐγκείμενος, ὁτὲ δὲ ἠρέμει πάμπολύ τε ἐπέχων καὶ ἐν ἑωυτῷ μερμηρίζων· εἶτα μετ' οὐ πολὺ, τουτέων ἑρδομένων, ἐξαναστὰς περιεπάτεε, καὶ τὰ σπλάγχνα τῶν ζώων ἐπεσκόπεε, καὶ καταθεὶς αὐτὰ μετελθὼν πάλιν ἐκαθέζετο. Οἱ δὲ Ἀβδηρῖται περιεστῶτές με κατηφέες καὶ οὐ πόρρω τὰς ὄψιας δακρυόντων ἔχοντες φασὶν, ὁρῇς μέντοι τὸν Δημοκρίτου βίον, ὦ Ἱππόκρατες, ὡς μέμηνε, καὶ οὔτε ὅ τι θέλει οἶδεν οὔτε ὅ τι ἕρδει. Καί τις αὐτέων ἔτι μᾶλλον ἐνδείξασθαι βουλόμενος τὴν μανίην αὐτοῦ, ὀξὺ ἀνεκώκυσεν εἴκελον γυναικὶ ἐπὶ θανάτῳ τέκνου ὀδυρομένῃ, εἶτ' ἀνῴμωξε πάλιν ἄλλος ὑποκρινόμενος παροδίτην ἀπολέσαντά τι ὧν διεκόμιζε· καὶ ὁ Δημόκριτος ὑπακούων τὰ μὲν ἐμειδία, τὰ δὲ ἐξεγέλα, καὶ οὐκ ἔτι οὐδὲν ἔγραφεν, τὴν δὲ κεφαλὴν θαμινὰ ἐπέσειεν. Ἐγὼ δὲ, ὑμεῖς μὲν, ἔφην, ὦ Ἀβδηρῖται, αὐτόθι μίμνετε, ἐγγυτέρω δ' αὐτὸς καὶ λόγων καὶ σώματος τἀνδρὸς γενηθεὶς, ἰδών τε καὶ ἀκούσας εἴσομαι τοῦ πάθεος τὴν ἀλήθειαν· καὶ ταῦτ' εἰπὼν κατέβαινον ἡσυχῇ. Ἦν δὲ ὀξὺ καὶ ἐπίφορον ἐκεῖνο τὸ χωρίον· μόλις οὖν διαστηριζόμενος διῆλθον· ἐπεὶ δὲ ἐπλησίαζον, ἔτυχεν, ὅτε ἐπῆλθον αὐτέῳ, τι δή ποτε γράφων ἐνθουσιωδῶς καὶ μεθ' ὁρμῆς. Εἱστήκειν οὖν αὐτόθι περιμένων αὐτέου τὸν καιρὸν τῆς ἀναπαύσιος· ὁ δὲ μετὰ σμικρὸν τῆς φορῆς λήξας τοῦ γραφίου ἀνέβλεψέ τε ἐς ἐμὲ προσιόντα καὶ φησὶ, χαῖρε, ξένε. Κᾀγὼ, πολλά γε καὶ σὺ, Δημόκριτε, ἀνδρῶν σοφώτατε. Ὁ δὲ αἰδεσθεὶς, οἶμαι, ὅτι οὐκ ὀνομαστὶ προσεῖπέ με, σὲ δὲ, ἔφη, τί καλέομεν; ἄγνοια γὰρ τοῦ σοῦ ὀνόματος ἦν πρόφασις τῆς τοῦ ξένου προσηγορίας. Ἱπποκράτης, ἔφην, ἔμοιγε τοὔνομα ὁ ἰητρός. Ὁ δὲ εἶπεν, ἡ τῶν Ἀσκληπιαδῶν εὐγένεια πολύ τέ σου τὸ κλέος τῆς ἐν ἰητρικῇ σοφίης πεφοίτηκε καὶ ἐς ἡμέας ἀφῖκται. Τί δὲ χρέος, ἑταῖρε, δεῦρό σε ἤγαγε; μᾶλλον δὲ πρὸ πάντων κάθησο· ὁρῇς δὲ ὡς ἔστιν οὗτος οὐκ ἀηδὴς φύλλων θῶκος ἔτι χλωρὸς καὶ μαλθακὸς, ἐγκαθίσαι προσηνέστερος τῶν τῆς τύχης ἐπιφθόνων θώκων. Καθίσαντος δέ μου, πάλιν φησὶν, ἴδιον οὖν ἢ ἐπιδήμιον πρῆγμα διζήμενος δεῦρο ἀφῖξαι, φράζεο σαφέως· καὶ γὰρ ἡμεῖς ὅ τι δυναίμεθα συνεργοῖμεν ἄν. Κᾀγὼ, τὸ μὲν κατ' ἀλήθειαν, ἔφην, αἴτιον, δεῦρο σέο χάριν ἥκω ξυντυχεῖν σοφῷ ἀνδρί· ἔχει δὲ πρόφασιν ἡ πατρὶς, ἧς πρεσβείην τελέω. Ὁ δὲ, ξενίῃ τοίνυν, φησὶ, τὰ πρῶτα κέχρησο ἡμετέρῃ. Πειρεύμενος δὲ κᾀγὼ κατὰ πάντα τἀνδρὸς, καίπερ ἤδη μοι δήλου μὴ παρακόπτειν ἐόντος, Φιλοποίμενα οἶσθα, ἔφην, πολίτην ἐόντα ὑμέτερον; ὁ δὲ, καὶ μάλα, εἶπεν, τὸν Δάμωνος λέγεις υἱὸν, τὸν οἰκεῦντα παρὰ τὴν Ἑρμαΐδα κρήνην. Τοῦτον, εἶπον, οὗ καὶ τυγχάνω ἐκ πατέρων ἴδιος ξένος· ἀλλὰ σὺ, Δημόκριτε, τῇ κρείσσονί με ξενίῃ δέχου, καὶ πρῶτόν γε τί τοῦτο τυγχάνεις γράφων φράζε. Ὁ δ' ἐπισχὼν ὀλίγον, περὶ μανίης, ἔφη. Κᾀγώ, ὦ Ζεῦ βασιλεῦ, φημὶ, εὐκαίρως γε ἀντιγράφεις πρὸς τὴν πόλιν. Ὁ δὲ, ποίην, φησὶ, πόλιν, Ἱππόκρατες; ἐγὼ δὲ, οὐδὲν, ἔφην, ὦ Δημόκριτε, ἀλλ' οὐκ οἶδ' ὅπως προὔπεσον· ἀλλὰ τί περὶ μανίης γράφεις; Τί γὰρ, εἶπεν, ἄλλο, πλὴν ἥτις τε εἴη, καὶ ὅκως ἀνθρώποισιν ἐγγίνεται, καὶ τίνα τρόπον ἀπολωφέοιτο· τά τε γὰρ ζῶα ταῦτα ὁκόσα, ἔφη, ὁρῇς, τουτέου μέντοι γε ἀνατέμνω εἵνεκα, οὐ μισέων θεοῦ ἔργα, χολῆς δὲ διζήμενος φύσιν καὶ θέσιν· οἶσθα γὰρ ἀνθρώπων παρακοπῆς ὡς αἰτίη ἐπιτοπολὺ αὕτη πλεονάσασα, ἐπεὶ πᾶσι μὲν φύσει ἐνυπάρχει, ἀλλὰ παρ' οἷς μὲν ἔλαττον, παρ' οἷς δέ τι πλέον· ἡ δ' ἀμετρίη αὐτέης νοῦσοι τυγχάνουσιν, ὡς ὕλης ὁτὲ μὲν ἀγαθῆς, ὁτὲ δὲ φαύλης ὑποκειμένης. Κᾀγὼ, νὴ Δία, ἔφην, ὦ Δημόκριτε, ἀληθέως γε καὶ φρονίμως λέγεις, ὅθεν εὐδαίμονά σε κρίνω τοσαύτης ἀπολαύοντα ἡσυχίης· ἡμῖν δὲ μετέχειν ταύτης οὐκ ἐπιτέτραπται. Ἐρεομένου δὲ διὰ τί, ὦ Ἱππόκρατες, οὐκ ἐπιτέτραπται; ὅτι, ἔφην, ἢ ἀγροὶ ἢ οἰκίη ἢ τέκνα ἢ δάνεια ἢ νοῦσοι ἢ θάνατοι ἢ δμῶες ἢ γάμοι ἢ τοιαῦτά τινα τὴν εὐκαιρίην ὑποτάμνεται. Ἐνταῦθα δὴ ὁ ἀνὴρ εἰς τὸ εἰωθὸς πάθος κατηνέχθη, καὶ μάλα ἀθρόον τι ἀνεκάγχασε, καὶ ἐπετώθασε, καὶ τὸ λοιπὸν ἡσυχίην ἦγεν. Κᾀγὼ, τί μέντοι, Δημόκριτε, ἔφην, γελᾷς; πότερον τὰ ἀγαθὰ ὧν εἶπον, ἢ τὰ κακά; ὁ δὲ ἔτι μᾶλλον ἐγέλα, καὶ ἄποθεν ὁρεῦντες οἱ Ἀβδηρῖται, οἱ μὲν τὰς κεφαλὰς αὐτέων ἔπαιον, οἱ δὲ τὰ μέτωπα, οἱ δὲ τὰς τρίχας ἔτιλλον· καὶ γὰρ, ὡς ὕστερον ἔφησαν, πλεονάζοντι παρὰ τὸ εἰωθὸς τῷ γέλωτι ἐχρήσατο. Ὑποτυχὼν δ' ἐγὼ, ἀλλὰ μὴν, ἔφην, σοφῶν ἄριστε, Δημόκριτε, ποθέω γὰρ αἰτίην τοῦ περὶ σὲ πάθεος καταλαβέσθαι, τίνος ἄξιος ἐφάνην ἐγὼ γέλωτος, ἢ τὰ λεχθέντα, ὅκως μαθὼν παύσομαι τῆς αἰτίης, ἢ σὺ ἐλεγχθεὶς διακρούσῃ τοὺς ἀκαίρους γέλωτας. Ὁ δὲ, Ἡράκλεις, ἔφη, εἰ γὰρ δυνήσῃ με ἐλέγξαι, θεραπείην θεραπεύσεις, οἵην οὐδένα οὐδεπώποτε, ὦ Ἱππόκρατες. Καὶ πῶς οὐκ ἐλεγχθείης, ἔφην, ὦ ἄριστε; ἢ οὐκ οἴῃ ἄτοπός γε εἶναι γελῶν ἀνθρώπου θάνατον ἢ νοῦσον ἢ παρακοπὴν ἢ μανίην ἢ μελαγχολίην ἢ σφαγὴν ἢ ἄλλο τι χεῖρον; ἢ τοὔμπαλιν γάμους ἢ πανηγύριας ἢ τεκνογονίην ἢ μυστήρια ἢ ἀρχὰς καὶ τιμὰς ἢ ἄλλο τι ὅλως ἀγαθόν; καὶ γὰρ ἃ δέον οἰκτείρειν γελᾷς, καὶ ἐφ' οἷσιν ἥδεσθαι χρὴ, καταγελᾷς τουτέων, ὥστε μήτε ἀγαθὸν μήτε κακὸν παρὰ σοὶ διακεκρίσθαι. Ὁ δὲ, ταῦτα μὲν, ἔφη, εὖ λέγεις, ὦ Ἱππόκρατες, ἀλλ' οὐκ οἶσθά πω τοῦ ἡμετέρου γέλωτος αἰτίην, μαθὼν δ' εὖ οἶδ' ὅτι κρέσσονα τῆς πρεσβείης ἀντιφορτισάμενος ἀποίσεις θεραπείην τὸν ἐμὸν γέλωτα τῇ πατρίδι καὶ ἑωυτέῳ, καὶ τοὺς ἄλλους δυνήσῃ σωφρονίζειν· ἀνθ' ὧν ἴσως κᾀμὲ διδάξεις ἰητρικὴν ἀμοιβηδὸν, γνοὺς ὅσῃ σπουδῇ περὶ τὰ ἀσπούδαστα, φιλοτιμεύμενοι πρήσσειν τὰ μηδενὸς ἄξια, πάντες ἄνθρωποι τὸν βίον ἀναλίσκουσι, γελώτων ἄξια διοικεῦντες. Ἐγὼ δέ φημι, λέγε πρὸς θεῶν, μήποτε γὰρ διαλανθάνῃ ἅπας ὁ κόσμος νοσέων, καὶ οὐκ ἔχει ὅκου διαπέμψηται πρεσβείην πρὸς θεραπείην· τί γὰρ ἂν εἴη ἔξω αὐτέου; ὁ δ' ὑπολαβὼν, πολλαί γε, φησὶν, ἀπειρίαι κόσμων εἰσὶν, Ἱππόκρατες, καὶ μηδαμῶς, ἑταῖρε, κατασμικρολόγει πλουσίην τὴν φύσιν ἐοῦσαν. Ἀλλὰ ταῦτα μὲν, ἔφην, Δημόκριτε, διδάξεις ἐν ἰδίῳ καιρῷ, εὐλαβέομαι γὰρ μή πως καὶ τὴν ἀπειρίην διεξιὼν γελᾷν ἄρξῃ· ἴσθι δὲ νῦν περὶ τοῦ σέο γέλωτος τῷ βίῳ λόγον δώσων. Ὁ δὲ μάλα τρανὸν ἐπιδών μοι, δύο, φησὶ, τοῦ ἐμοῦ γέλωτος αἰτίας δοκέεις, ἀγαθὰ καὶ φαῦλα· ἐγὼ δὲ ἕνα γελῶ τὸν ἄνθρωπον, ἀνοίης μὲν γέμοντα, κενεὸν δὲ πρηγμάτων ὀρθῶν, πάσῃσιν ἐπιβουλῇσι νηπιάζοντα, καὶ μηδεμιῆς ἕνεκεν ὠφελείης ἀλγέοντα τοὺς ἀνηνύτους μόχθους, πείρατα γῆς καὶ ἀορίστους μυχοὺς ἀμέτροισιν ἐπιθυμίῃσιν ὁδεύοντα, ἄργυρον τήκοντα καὶ χρυσὸν, καὶ μὴ παυόμενον τῆς κτήσιος ταύτης, αἰεὶ δὲ θορυβεύμενον περὶ τὸ πλέον, ὅκως αὐτοῦ ἐλάσσων μὴ γένηται· καὶ οὐδὲν αἰσχύνεται λεγόμενος εὐδαίμων, ὅτι χάσματα γῆς ὀρύσσει δεσμίων χερσὶν, ὧν οἱ μὲν ὑπὸ σομφῆς ἐπιπεσούσης τῆς γῆς ἐφθάρησαν, οἱ δὲ πολλῷ χρόνῳ ταύτην ἔχοντες τὴν ἀνάγκην ὡς ἐν πατρίδι τῇ κολάσει παραμένουσιν, ἀργύριον καὶ χρυσίον μαστεύοντες, ἴχνη κόνιος καὶ ψήγματα ἐρευνῶντες, ψάμμον ἄλλην ἀλλαχόθεν ἀγείροντες, καὶ τῆς γῆς φλέβας ἐκτέμνοντες, ἐς περιουσίην αἰεὶ βωλοκοπέοντες, ποιέοντες ἐκ γῆς τῆς μητρὸς πολεμίην γῆν, καὶ τὴν αὐτὴν ἐοῦσαν καὶ θαυμάζουσι καὶ πατέουσιν· ὅσος γέλως, ἐπιμόχθου καὶ κρυφίης γῆς ἐρῶσι τὴν φανερὴν ὑβρίζοντες. Κύνας ὠνεῦνται, οἱ δ' ἵππους, οἱ δὲ χώρην πολλὴν περιορίζοντες ἰδίην ἐπιγράφουσιν, καὶ πολλῆς ἐθέλοντες δεσπόζειν οὐδὲ αὐτέων δύνανται· γαμεῖν σπεύδουσιν, ἃς μετ' ὀλίγον ἐκβάλλουσιν, ἐρῶσιν, εἶτα μισέουσι, μετ' ἐπιθυμίης γεννῶσιν, εἶτ' ἐκβάλλουσι τελείους. Τίς ἡ κενὴ σπουδὴ καὶ ἀλόγιστος, μηδὲν μανίης διαφέρουσα; πολεμοῦσιν ἔμφυλον, ἠρεμίην οὐχ αἱρετίζοντες· ἀντενεδρεύουσι βασιλέας, ἀνδροφονέουσι, γῆν ὀρύσσοντες ἀργύριον ζητοῦσιν, ἀργύριον εὑρόντες γῆν ἐθέλουσι πρίασθαι, ὠνησάμενοι γῆν καρποὺς πιπράσκουσι, καρποὺς ἀποδόμενοι πάλιν ἀργύριον λαμβάνουσιν. Ἐν ὅσῃσι μεταβολῇσιν εἰσὶν, ἐν ὅσῃ κακίῃ· οὐσίην μὴ ἔχοντες οὐσίην ποθέουσιν, ἔχοντες κρύπτουσιν, ἀφανίζουσιν. Καταγελῶ ἐφ' οἷσι κακοπραγέουσιν, ἐπιτείνω τὸν γέλωτα ἐφ' οἷς δυστυχέουσι, θεσμοὺς γὰρ ἀληθείης παραβεβήκασι, φιλονεικέοντες ἔχθρῃ πρὸς ἀλλήλους, δῆριν ἔχουσι μετὰ ἀδελφεῶν καὶ τοκήων καὶ πολιτέων, καὶ ταῦτα ὑπὲρ τοιουτέων κτημάτων ὧν οὐδεὶς θανὼν δεσπότης ἐστὶν, ἀλληλοκτονέουσιν, ἀθεσμόβια φρονεῦντες φίλων καὶ πατρίδων ἀπορίην ὑπερορῶσι, πλουτίζουσι τὰ ἀνάξια καὶ τὰ ἄψυχα, ὅλης τῆς οὐσίης ἀνδριάντας ὠνέονται, ὅτι δοκέει λαλεῖν τὸ ἄγαλμα, τοὺς δὲ ἀληθέως λαλέοντας μισεῦσιν. Τῶν μὴ ῥηϊδίων ἐφίενται· καὶ γὰρ ἤπειρον οἰκεῦντες θάλασσαν ποθέουσι, καὶ πάλιν ἐν νήσοισιν ἐόντες ἠπείρων γλίχονται, καὶ πάντα διαστρέφουσιν ἐς ἰδίην ἐπιθυμίην. Καὶ δοκέουσι μὲν ἐν πολέμῳ ἀνδρείην ἐπαινέεσθαι, νικῶνται δὲ καθ' ἡμέρην ὑπὸ τῆς ἀσελγείης, ὑπὸ τῆς φιλαργυρίης, ὑπὸ τῶν παθέων πάντων, ἃ νοσέουσι. Θερσῖται δ' εἰσὶ τοῦ βίου πάντες. Τί δὲ τὸν ἐμὸν, Ἱππόκρατες, ἐμέμψω γέλωτα; οὐ γὰρ αὐτός τις τῆς ἰδίης ἀνοίης, ἀλλὰ ἄλλος ἄλλου καταγελᾷ, οἱ μὲν τῶν μεθυόντων, ὅταν αὐτοὶ δοκέωσι νήφειν, οἱ δὲ τῶν ἐρώντων, χαλεπωτέρην νοῦσον νοσεῦντες αὐτοὶ, οἱ δὲ τῶν πλεόντων, ἄλλοι δὲ τῶν περὶ γεωργίην ἀσχοληθέντων· οὐ συμφωνέουσι γὰρ οὔτε ταῖς τέχναις οὔτε τοῖς ἔργοις. Ἐγὼ δὲ, ταῦτα μὲν, ἔφην, κρήγυα, Δημόκριτε, οὐδ' ἄλλος τις ἂν εἴη λόγος ἁρμοδιώτερος ἐξαγγέλλων ταλαιπωρίην θνητῶν· ἀλλ' αἱ πρήξιες νομοθετέουσι τὴν ἀναγκαίην, οἰκονομίης τε εἵνεκα καὶ ναυπηγίης καὶ τῆς ἑτέρης πολιτείης, ἐν ᾗ χρεὼν εἶναι τὸν ἄνθρωπον· οὐ γὰρ εἰς ἀργίην αὐτὸν ἡ φύσις ἐγέννησεν· ἐκ τουτέων δὲ πάλιν φιλοδοξίη χυθεῖσα ἔσφηλε πολλῶν ὀρθογνώμονα ψυχὴν, σπουδαζόντων μὲν ἅπαντα ὡς ἐπὶ ἀδιαπτωσίῃ, μὴ κατευτονεόντων δὲ τὴν ἀδηλότητα προορῆσθαι. Ἤ που γάρ τις, ὦ Δημόκριτε, γαμέων ἢ χωρισμὸν ἢ θάνατον προσεδόκησεν; τίς δ' ὁμοίως παιδοτροφέων ἀπώλειαν; ἀλλ' οὐδ' ἐν γεωργίῃ καὶ πλόῳ καὶ βασιλείῃ καὶ ἡγεμονίῃ καὶ πάνθ' ὅσ' ὑπάρχει κατὰ τὸν αἰῶνα· οὐδεὶς γὰρ προϋπέλαβε πταῖσαι, ἀλλ' ἀγαθῇσιν ἕκαστος τουτέων ἐλπίσι φέρβεται, τῶν δὲ χερειόνων οὐ μέμνηται· μή ποτ' οὖν ὁ σὸς γέλως τουτέοισιν ἀνάρμοστος; Ὁ δὲ Δημόκριτος, μάλα, ἔφη, νωθὴς τὸν νόον ὑπάρχεις, καὶ μακρήν γε τῆς ἐμῆς γνώμης ἀπόδημος, Ἱππόκρατες, ἀταραξίης καὶ ταραχῆς μέτρα μὴ ἐπισκοπέων, δι' ἄγνοιαν. Ταῦτα γὰρ αὐτὰ διανοίῃ φρενήρει διοικέοντες, αὐτοί τε ῥηϊδίως ἀπηλλάσσοντο, καὶ τὸν ἐμὸν ἐλώφεον γέλωτα. Νῦν δ' ὡς ἐπαρηρόσι τοῖσιν ἐν τῷ βίῳ φρενοβλαβέες τετύφωνται ἀσυλλογίστῳ διανοίῃ τῆς ἀτάκτου φορῆς, δυσδίδακτοι· νουθεσίη γὰρ αὐτάρκης ὑπῆρχεν ἡ τῶν ξυμπάντων μεταβολὴ, ὀξείῃσι τροπῇσιν ἐμπίπτουσα, αἰφνίδιον τροχηλασίην παντοίην ἐννοέουσα. Οἱ δ' ὡς ἐπ' ἀρηρυίῃ καὶ βεβαίῃ ἐκλελησμένοι παθέων κατὰ τὸ ξυνεχὲς ἐμπιπτόντων ἄλλοτε ἄλλως ποθεῦντες τὰ λυπέοντα, διζήμενοι τὰ μὴ ξυμφέροντα, ἐγκαλινδεῦνται πολλῇσι ξυμφορῇσιν. Εἰ δέ τις ἐμερμήριζεν κατὰ δύναμιν ἰδίην τὰ ξύμπαντα ἕρδειν, ἀδιάπτωτον ἐφρούρεε ζωὴν, ἑωυτὸν ἐξεπιστάμενος, καὶ ξύγκρισιν ἰδίην σαφέως κατανοήσας, καὶ μὴ τῆς ἐπιθυμίης τὴν σπουδὴν ἀόριστον ἐκτείνων, τὴν δὲ πλουσίην φύσιν καὶ πάντων τιθηνὸν δι' αὐταρκείης ὁρέων. Καθάπερ δ' ἡ τῶν παχέων εὐεξίη κίνδυνος πρόδηλος, οὕτω τὸ μέγεθος τῶν εὐτυχημάτων σφαλερόν ἐστιν· ἀρίσημοι δ' ἐν τῇσι κακοδαιμονίῃσι ξυνθεωρεῦνται. Ἄλλοι δὲ τὰ τῶν παλαιῶν μὴ ἱστορέοντες ὑπὸ τῆς ἰδίης κακοπραγίης ἀπώλοντο, τὰ δῆλα καθάπερ ἄδηλα μὴ προθεωρεῦντες, ὑπόδειγμα τὸν μακρὸν βίον ἔχοντες γενομένων καὶ μὴ γενομένων, ἐξ ὧν καὶ τὸ ἐσόμενον ἐχρῆν κατανοῆσαι. Ταῦθ' ὁ ἐμὸς γέλως, ἄφρονες ἄνθρωποι, πονηρίης δίκας ἐκτίνοντες, φιλαργυρίης, ἀπληστίης, ἔχθρης, ἐνέδρης, ἐπιβουλίης, βασκανίης, ἀργαλέον ἐξειπεῖν πολυμηχανίην κακῶν, ἀπειρίη γάρ τίς ἐστι κᾀν τουτέοισι, δολοπλοκίῃσιν ἀνθαμιλλεῦντες, σκολιόφρονες· ἀρετῆς δὲ παρ' αὐτοῖσι τρόπος ἐστὶ τὸ χέρειον, φιλοψευδίην γὰρ ἀσκέουσι, φιληδονίην κοσμέουσι, νόμοισιν ἀπιθεῦντες· ὁ δὲ αὐτέων κατακρίνει τὴν ἀπροαιρεσίην, μήτε ὁρήσιος μήτε ἀκοῆς μετέχοντας· μούνη δ' αἴσθησις ἀνθρώπου ἀτρεκείῃ διανοίης τηλαυγὴς, τό τε ἐὸν καὶ τὸ ἐσόμενον προορεομένη. Δυσαρεστεῦνται πᾶσι, καὶ πάλιν τοῖσιν αὐτέοισιν ἐμπελάζονται, ἀρνησάμενοι πλόον πλέουσι, γεωργίην ἀπειπάμενοι αὖθις γεωργεῦσιν, ἐκβάλλοντες γαμετὴν ἑτέρην εἰσάγονται, γεννήσαντες ἔθαψαν, θάψαντες ἐγέννησαν, πάλιν τρέφουσι, γῆρας ηὔξαντο, ἐς αὐτὸ δ' ἀφικόμενοι στενάζουσιν, ἐν οὐδεμιῇ καταστάσει βέβαιον ἔχοντες τὴν γνώμην· ἡγεμόνες καὶ βασιλέες μακαρίζουσι τὸν ἰδιώτην, ὁ δὲ ἰδιώτης ὀρέγεται βασιλείης, ὁ πολιτευόμενος τὸν χειροτεχνεῦντα ὡς ἀκίνδυνον, ὁ δὲ χειροτέχνης ἐκεῖνον ὡς εὐτονεῦντα· κατὰ πάντων. Τὴν γὰρ ὀρθὴν κέλευθον τῆς ἀρετῆς οὐ θεωρεῦσι καθαρὴν καὶ λείην καὶ ἀπρόσπταιστον, εἰς ἣν οὐδεὶς τετόλμηκεν ἐμβαίνειν· φέρονται δὲ ἐπὶ τὴν ἀπειθῆ καὶ σκολιὴν, τρηχυβατέοντες, καταφερόμενοι καὶ προσκόπτοντες, οἱ δὲ πλεῖστοι ἐκπίπτοντες, ἀσθμαίνοντες ὡς διωκόμενοι, ἐρίζοντες, ὑστερέοντες, προηγεύμενοι. Καὶ οὓς μὲν αὐτέων ἔρωτες ἀτάσθαλοι ὑποπεπρήκασιν ἀλλοτρίης φῶρας εὐνῆς, ἀναιδείῃ πισύνους· οὓς δὲ τήκει φιλαργυρίη νοῦσος ἀόριστος· οἱ δ' ἀλλήλοισιν ἀντεπιτίθενται· οἱ δ' ὑπὸ φιλοδοξίης ἐς ἠέρα ἀνενεχθέντες βρίθει κακίης ἐς βυθὸν ἀπωλείης καταφέρονται. Κατασκάπτουσιν, εἶτα ἐποικοδομέουσι, χαρίζονται, εἶτα μετανοοῦσι, καὶ ἀφαιρεῦνται τὰ φιλίης δίκαια, κακοπραγεῦντες ἐς ἔχθρην, τὰ ξυγγενείης πολεμοποιεῦντες, καὶ τουτέων πάντων αἰτίη ἡ φιλαργυρίη. Τί νηπίων ἀθυρόντων διαφέρουσι, παρ' οἷσιν ἄκριτος μὲν ἡ γνώμη, τὸ δὲ προσπεσὸν τερπνόν; Ἐν δὲ τοῖσι θυμοῖσι τί περισσὸν ζώοισιν ἀλόγοισι παραλελοίπασιν; πλὴν ὅτι ἐν αὐταρκείῃ μένουσιν οἱ θῆρες. Τίς γὰρ λέων ἐς γῆν κατέκρυψε χρυσόν; τίς ταῦρος πλεονεξίην ἐκορύσατο; τίς πάρδαλις ἀπληστίην κεχώρηκε; διψῇ μὲν ἄργιος σῦς, ὅσον ὕδατος ὠρέχθη· λύκος δὲ δαρδάψας τὸ προσπεσὸν τῆς ἀναγκαίης τροφῆς ἀναπέπαυται· ἡμέρῃσι δὲ καὶ νυξὶ ξυναπτομένῃσιν οὐκ ἔχει θοίνης κόρον ὤνθρωπος. Καὶ χρόνων μὲν ἐνιαυσίων τάξις ὀχείης ἀλόγων τέρμα ἐστὶν, ὁ δὲ τὸ διηνεκὲς οἰστρομανίην ἔχει τῆς ἀσελγείης. Ἱππόκρατες, μὴ γελάσω τὸν κλαίοντα δι' ἔρωτα, ὅτι ξυμφερόντως ἀποκέκλεισται, μάλιστα δ' ἢν ῥιψοκίνδυνος ᾖ, καὶ φέρηται κατὰ κρημνῶν ἢ βυθῶν πελάγους, ἐπιτενῶ τὸν γέλωτα; μὴ γελάσω τὸν τὴν νῆα πολλοῖσι φορτίοισι βαπτίσαντα, εἶτα μεμφόμενον τῇ θαλάσσῃ ὅτι κατεβύθισεν αὐτὴν πλήρεα; ἐγὼ μὲν οὐδ' ἀξίως δοκέω γελῇν, ἐξευρεῖν δὲ κατ' αὐτέων ἤθελόν τι λυπηρόν· ἀλλ' οὐδὲ ἰητρικὴν ὑπὲρ τουτέων ἐχρῆν εἶναι, μήτε τεχνώμενον παιήονα φάρμακα· ὁ σὸς πρόγονος Ἀσκληπιὸς νουθεσίη σοι γινέσθω, σώζων ἀνθρώπους κεραυνοῖσιν ηὐχαρίστηται. Οὐχ ὁρῇς ὅτι κᾀγὼ τῆς κακίης μοῖρα εἰμὶ, μανίης διζήμενος αἰτίην, ζῶα κατακτείνω καὶ ἀνατέμνω; ἐχρῆν δὲ ἐξ ἀνθρώπων τὴν αἰτίην ἐρευνῆσαι. Οὐχ ὁρῇς ὅτι καὶ ὁ κόσμος μισανθρωπίης πεπλήρωται; ἄπειρα κατ' αὐτέων πάθεα ξυνήθροικεν· ὅλος ὁ ἄνθρωπος ἐκ γενετῆς νοῦσος ἐστὶ, τρεφόμενος, ἄχρηστος, ἱκέτης βοηθείης· αὐξανόμενος, ἀτάσθαλος, ἄφρων, διὰ χειρὸς παιδαγωγίης· ἀκμάζων, θρασύς· παρακμάζων, οἰκτρὸς, τοὺς ἰδίους πόνους ἀλογιστίῃ γεωργήσας· ἐκ μητρῴων γὰρ λύθρων ἐξέθορε τοιοῦτος. Διὰ τοῦτο οἱ μὲν θυμικοὶ καὶ ὀργῆς ἀμέτρου γέμοντες, ἐν ξυμφορῇσι καὶ μάχῃσι, οἱ δ' ἐν φθορῇσι καὶ μοιχείῃσι διὰ παντὸς, οἱ δ' ἐν μέθῃσιν, οἱ δ' ἐν ἐπιθυμίῃσι τῶν ἀλλοτρίων, οἱ δ' ἐν ἀπωλείῃσι τῶν σφετέρων. Ὄφελον δύναμις ὑπῆρχε τὰς ἁπάντων οἰκήσιας ἀνακαλύψαντα μηδὲν ἀφεῖναι τῶν ἐντὸς παρακάλυμμα, εἶθ' οὕτως ὁρῇν τὰ πρησσόμενα ἔνδον· ἴδωμεν ἂν οὓς μὲν ἐσθίοντας, οὓς δὲ ἐμέοντας, ἑτέρους δ' αἰκίῃσι στρεβλέοντας, τοὺς δὲ φάρμακα κυκῶντας, τοὺς δὲ ξυννοέοντας ἐπιβουλίην, τοὺς δὲ ψηφίζοντας, ἄλλους χαίροντας, τοὺς δὲ κλαίοντας, τοὺς δὲ ἐπὶ κατηγορίην φίλων ξυγγράφοντας, τοὺς δὲ διὰ φιλοδοξίην ἔκφρονας. Καὶ τά γε ἔτι βαθύτερα, αἱ πρήξιες τῶν κατὰ ψυχὴν κευθομένων, καὶ τουτέων ὁκόσοι μὲν νέοι, ὁκόσοι δὲ πρεσβῦται, αἰτεῦντες, ἀρνεόμενοι, πενόμενοι, περιουσιάζοντες, λιμῷ θλιβόμενοι, οἱ δὲ ἀσωτίῃ βεβαρυμένοι, ῥυπῶντες, δέσμιοι, οἱ δὲ τρυφῇσι γαυριῶντες, τρέφοντες, ἄλλοι σφάζοντες, ἄλλοι θάπτοντες, ὑπερορέοντες ἃ ἔχουσι, πρὸς τὰς ἐλπιζομένας κτήσιας ὡρμημένοι, οἱ μὲν ἀναίσχυντοι, οἱ δὲ φειδωλοὶ, οἱ δὲ ἄπληστοι, οἱ μὲν φονεῦντες, οἱ δὲ τυπτόμενοι, οἱ δὲ ὑπερηφανεῦντες, οἱ δὲ ἐπτοημένοι κενοδοξίῃ· καὶ οἱ μὲν ἵπποισι παρεστεῶτες, οἱ δὲ ἀνδράσιν, οἱ δὲ κυσὶν, οἱ δὲ λίθοισιν ἢ ξύλοισιν, οἱ δὲ χαλκῷ, οἱ δὲ γραφῇσι· καὶ οἱ μὲν ἐν πρεσβείαις, οἱ δὲ ἐν στρατηγίῃσιν, οἱ δὲ ἐν ἱερωσύνῃσιν, οἱ δὲ στεφανηφορέοντες, οἱ δὲ ἔνοπλοι, οἱ δ' ἀποκτεινόμενοι. Φέρονται δὲ τουτέων ἕκαστοι, οἱ μὲν ἐπὶ ναυμαχίην, οἱ δὲ ἐπὶ στρατείην, οἱ δὲ ἐπ' ἀγροικίην, ἕτεροι δὲ ἐπὶ φορτίδας ναῦς, οἱ δὲ ἐς ἀγορὴν, ἕτεροι δ' ἐπ' ἐκκλησίην, οἱ δὲ ἐπὶ θέητρον, οἱ δὲ ἐς φυγὴν, ἄλλοι δὲ ἀλλαχόσε· καὶ οἱ μὲν ἐς φιληδονίην καὶ ἡδυπαθείην καὶ ἀκρασίην, οἱ δὲ ἐς ἀργίην καὶ ῥᾳθυμίην. Τὰς ἀναξίους οὖν καὶ δυστήνους ψυχὰς ὁρεῦντες καὶ τοσαύτας, πῶς μὴ χλευάσωμεν τὸν τοιήνδε ἀκρασίην ἔχοντα βίον αὐτέων; κάρτα γὰρ ἔλπομαι μηδὲ τὴν σὴν ἰητρικὴν ἁνδάνειν αὐτέοισιν· δυσαρεστέονται γὰρ ὑπ' ἀκρασίης ἅπασι, καὶ μανίην τὴν σοφίην νομίζουσιν. Ἤπου γὰρ ὑπονοέω σαφέως λωβᾶσθαί σου τὰ πολλὰ τῆς ἐπιστήμης ἢ διὰ φθόνον ἢ δι' ἀχαριστίην· οἵ τε γὰρ νοσέοντες ἅμα τῷ σώζεσθαι τὴν αἰτίην θεοῖσιν ἢ τύχῃ προσνέμουσι· πολλοὶ δὲ τῇ φύσει προσάψαντες, ἐχθαίρουσι τὸν εὐεργετήσαντα, μικροῦ δεῖν προσαγανακτεῦντες, εἰ νομίζονται χρεωφειλέται· οἵ τε πολλοὶ τὸ τῆς ἀτεχνίης ἐφ' ἑωυτέοισιν ἔχοντες, ἀΐδριες ἐόντες, καθαιροῦσι τὸ κρέσσον· ἐν ἀναισθήτοισι γάρ εἰσιν αἱ ψῆφοι· οὔτε δ' οἱ πάσχοντες συνομολογέειν ἐθέλουσιν, οὔτε οἱ ὁμοτεχνεῦντες μαρτυρέειν· φθόνος γὰρ ἐνίσταται. Οὐκ ἀπείρῳ σοὶ τῶν τοιαυτέων λεσχέων ταῦτα σαφέω, εἰδὼς ἐν ἀναξιοπαθείῃσι σὲ πολλάκις γενηθέντα καὶ οὐ δι' οὐσίην ἢ βασκανίην φιλοτωθάσσοντα· ἀτρεκίης γὰρ οὐδεμία οὔτε γνῶσις οὔτε μαρτυρίη. Ἐπεμειδία δὲ λέγων ταῦτα, καί μοι, Δαμάγητε, θεοειδής τις κατεφαίνετο, καὶ τὴν προτέρην αὐτέου μορφὴν ἐξελελήσμην· καὶ φημὶ, ὦ Δημόκριτε μεγαλόδοξε, μεγάλας γε τῶν σῶν ξενίων δωρεὰς εἰς Κῶ ἀποίσομαι· πολλοῦ γάρ με τῆς σῆς σοφίης θαυμασμοῦ πεπλήρωκας· ἀπονοστέω δέ σου κῆρυξ ἀληθείην ἀνθρωπίνης φύσιος ἐξιχνεύσαντος καὶ νοήσαντος. Θεραπείην δὲ λαβὼν παρὰ σεῦ τῆς ἐμῆς διανοίης, ἀπαλλάσσομαι, τῆς ὥρης τοῦτο ἀπαιτεούσης καὶ τῆς τοῦ σώματος τημελείης· αὔριον δὲ καὶ κατὰ τὸ ἑξῆς ἐν ταὐτῷ γενησόμεθα. Ἀνιστάμην ταῦτα εἰπὼν, καὶ ὃς ἦν ἕτοιμος ἐπακολουθεῖν, προσελθόντι δέ τινι, οὐκ οἶδ' ὁκόθεν, ἀπεδίδου τὰ βιβλία. Κᾀγὼ ξυντονώτερον ἤπειξα, καὶ πρὸς τοὺς ὄντως Ἀβδηρίτας ἐπὶ τῇ σκοπιῇ ἀναμένοντάς με, ἄνδρες, ἔφην, τῆς πρὸς ἐμὲ πρεσβείης χάρις ὑμῖν πολλή· Δημόκριτον γὰρ εἶδον, ἄνδρα σοφώτατον, σωφρονίζειν ἀνθρώπους μοῦνον δυνατώτατον. Ταῦτ' ἔχω σοι περὶ Δημοκρίτεω, Δαμάγητε, φράζειν γηθοσύνως πάνυ. Ἔρρωσο.
[18] Δημόκριτος Ἱπποκράτει εὖ πράττειν.
Ἐπῆλθες ἡμῖν ὡς μεμηνόσιν, ὦ Ἱππόκρατες, ἐλλέβορον δώσων, πεισθεὶς ἀνοήτοις ἀνδράσι, παρ' οἷσιν ὁ πόνος τῆς ἀρετῆς μανίη κρίνεται. Ἐτυγχάνομεν δὲ περὶ κόσμου διαθέσιος καὶ πολογραφίης, ἔτι τε ἄστρων οὐρανίων ξυγγράφοντες. Γνοὺς δὲ τὴν ἐπὶ τούτοις φύσιν, ὡς ἀκεραίως κάρτα εἴη ἐπιδεδημιουργημένα καὶ ὡς τηλοῦ μανίης καὶ παραφρονήσιος καθεστήκοι, ἐμοῖο μὲν φύσιν ἐπῄνεσας, ἀπηνέας δὲ καὶ μεμηνότας κείνους ἔκρινας. Ὁκόσα γὰρ ἰνδαλμοῖσι διαλλάττοντα ἀνὰ τὸν ἠέρα πλάζει ἡμέας, ἃ δὴ κόσμῳ ξυνεώραται καὶ ἀμειψιρυσμέοντα τέτευχε, ταῦτα νόος ἐμὸς φύσιν ἐρευνήσας ἀτρεκέως ἐς φάος ἤγαγεν· μάρτυρες δὲ τουτέων βίβλοι ὑπ' ἐμοῖο γραφεῖσαι. Χρὴ οὖν καὶ σὲ, ὦ Ἱππόκρατες, μὴ τοιουτοτρόποισιν ἀνδράσιν ξυνέρχεσθαι καὶ ξυνομιλέειν, ὧν νόος ἀκρόπλοος καὶ ἀβέβαιος καθέστηκεν. Εἰ γάρ τοι πεισθεὶς ὡς μεμηνότα με ἐπότισας ἐν ἐλλεβόρῳ, ἡ πινυτὴ μανίη ἂν ἐγεγόνει, καὶ σέο τέχνην ἂν κατεμέμψαντο, ὡς παραιτίην παρακοπῆς γεγενημένην· ἐλλέβορος γὰρ ὑγιαίνουσι μὲν δοθεὶς ἐπισκοτεῖ διάνοιαν, μεμηνόσι δὲ κάρτα ὠφελέειν εἴωθεν. Γνῶθι γὰρ εἰ μὴ κατειλήφεις με γράφοντα, ἀνακείμενον δὲ ἢ σχέδην περιπατεῦντα καὶ προσομιλεῦντα ἐμαυτῷ, ὁτὲ μὲν δυσχεραίνοντα, ὁτὲ δὲ μειδιῶντα ἐπὶ τοῖσιν ἐννοουμένοισιν ὑπ' ἐμοῖο, καὶ τοῖσι μὲν προσομιλέουσι τῶν γνωρίμων οὐ προσέχοντα, ἐφιστάντα δὲ τὴν διάνοιαν καὶ σκεπτόμενον ἐκπάγλως, ᾠήθης ἂν Δημόκριτον, κατά γε ὄψιος κρίσιν ἐκ τῶν ὁρεομένων, μανίης εἰκόνι ἐοικέναι. Χρὴ οὖν τὸν ἰητρὸν μὴ μοῦνον ὄψει τὰ πάθεα κρίνειν, ἀλλὰ καὶ πρήγματι· τούς τε ῥυθμοὺς ἀνακρίνειν ὡς ἐπιτοπλεῖστον, καὶ πότερον ἄρχοιτο τὸ πάθος ἢ μεσάζοι ἢ λήγοι, καὶ διαφορὴν καὶ ὥρην καὶ ἡλικίην παρατηροῦντα ἰητρεύειν τὸ πάθος οὐλομελίην τε τοῦ σκήνεος· ἐκ γὰρ τουτέων ἁπάντων εὐχερῶς τὴν νοῦσον εὑρήσεις. Ἀπέσταλκα δέ σοι τὸν περὶ μανίης λόγον. Ἔρρωσο.
[19] Ὁ περὶ μανίης λόγος.
Μαινόμεθα, ὡς ἔφην ἐν τῷ περὶ ἱερῆς νούσου, ὑπὸ ὑγρότητος τοῦ ἐγκεφάλου, ἐν ᾧ ἐστὶ τὰ τῆς ψυχῆς ἔργα. Ὅταν ὑγρότερος τῆς φύσιος ᾖ, ἀνάγκη κινεῖσθαι, κινουμένου δὲ μήτε τὴν ὄψιν ἀτρεμίζειν μήτε τὴν ἀκοὴν, ἀλλὰ ἄλλοτε ἀλλοῖα ὁρᾷν τε καὶ ἀκούειν, τήν τε γλῶσσαν τοιαῦτα διαλέγεσθαι, οἷα ἂν βλέπῃ τε καὶ ἀκούῃ ἑκάστοτε· ὅσον δὲ ἂν ἀτρεμίσῃ ὁ ἐγκέφαλος, τοσοῦτον καὶ φρονεῖ χρόνον ὁ ἄνθρωπος. Γίνεται δὲ ἡ διαφθορὰ τοῦ ἐγκεφάλου ὑπὸ φλέγματος καὶ χολῆς, γνώσῃ δὲ ἑκάτερα ὧδε· οἱ μὲν γὰρ ὑπὸ φλέγματος μαινόμενοι ἥσυχοί τέ εἰσι καὶ οὐ βοηταὶ οὐδὲ θορυβώδεες· οἱ δὲ ὑπὸ χολῆς, πλῆκται καὶ κακοῦργοι καὶ οὐκ ἠρεμαῖοι. Ἢν μὲν ξυνεχῶς μαίνωνται, αὗται αἱ προφάσιες εἰσίν· ἢν δὲ δείματα καὶ φόβοι, ὑπὸ μεταστάσιος γίνεται τοῦ ἐγκεφάλου θερμαινομένου ὑπὸ χολῆς ὁρμώσης ἐπ' αὐτὸν κατὰ τὰς φλέβας τὰς αἱματίτιδας· ὅταν δὲ ἀπέλθῃ ἡ χολὴ πάλιν ἐς τὰς φλέβας καὶ τὸ σῶμα, πέπαυται. Ἀνιῆται δὲ καὶ ἀσῆται καὶ ἐπιλήθεται, παρὰ καιρὸν ψυχομένου τοῦ ἐγκεφάλου ὑπὸ φλέγματος καὶ ξυνισταμένου παρὰ τὸ ἔθος. Ὅταν δὲ ἐξαπίνης ὁ ἐγκέφαλος διαθερμαίνηται ὑπὸ χολῆς κατὰ τὰς φλέβας τὰς εἰρημένας, ἐπιζέσαντος τοῦ αἵματος, ἐνύπνια ὁρεῦσι φοβερὰ, καὶ ὡς ἐγρηγορότος τὸ πρόσωπον φλογιᾷ, καὶ οἱ ὀφθαλμοὶ ἐρυθραίνονται, καὶ ἡ γνώμη ἐπινοεῖ τι κακὸν ἐργάζεσθαι· τοῦτο καὶ ἐν τῷ ὕπνῳ πάσχει· ὅταν δὲ τὸ αἷμα σκεδασθῇ πάλιν ἐς τὰς φλέβας, πέπαυται. Ἐν δὲ τῷ πέμπτῳ τῶν ἐπιδημιῶν ἱστόρησα ὡς ἐγίνετο ἀφωνίη, ἄγνοια, παραληρήσεις συχναὶ καὶ ὑποστροφαί· ἡ δὲ γλῶσσα σκληρὴ, καὶ εἰ μὴ διακλύσαιτο, λαλεῖν οὐχ οἷός τε ἦν, καὶ σφόδρα πικρὴ τὰ πολλά· φλεβοτομίη ἔλυσεν, ὑδροποσίη, μελίκρητον, ἐλλεβόρων πόσιες· οὗτος ὀλίγον ἐπιζήσας χρόνον ἐτελεύτησεν. Ἄλλος ἦν ὃν, ὅτε εἰς ποτὸν ὁρμῴη, φόβος τῆς αὐλητρίδος ἐλάμβανεν, εἰ ἀκούσειεν αὐλούσης, ἡμέρης δὲ ἀκούων οὐδὲν ἔπασχεν.
[20] Ἱπποκράτης Δημοκρίτῳ εὖ πράττειν.
Ἰητρικῆς τέχνης, ὦ Δημόκριτε, κατορθώματα μὲν οἱ πολλοὶ τῶν ἀνθρώπων οὐ παντάπασιν ἐπαινέουσι, θεοῖσι δὲ πολλάκις προσαρτῶσιν· ἢν δέ τι ἡ φύσις ἀντιπρήξασα ἀπολέσῃ τὸν θεραπευόμενον, ἰητροὺς καταμέμφονται παρέντες τὸ θεῖον. Καὶ ἔγωγε δοκέω πλείονα μεμψιμοιρίην ἢ τιμὴν κεκληρῶσθαι τὴν τέχνην. Ἐγὼ μὲν γὰρ ἰητρικῆς ἐς τέλος οὐκ ἀφῖγμαι, καί περ ἤδη γηραλέος καθεστώς· οὐδὲ γὰρ ὁ τῆσδε εὑρέτης Ἀσκληπιὸς, ἀλλὰ καὶ αὐτὸς ἐν πολλοῖς διεφώνησε, καθάπερ ἡμῖν αἱ τῶν ξυγγραφέων βίβλοι παραδεδώκασιν. Ἡ μὲν οὖν ὑπὸ σέο ἐπισταλεῖσα ἡμῖν ἐπιστολὴ κατεμέμφετο περὶ τῆς φαρμακείης τοῦ ἐλλεβόρου. Εἰσήχθην μὲν οὖν, ὦ Δημόκριτε, ὡς μεμηνότα ἐλλεβοριῶν, οὐ καταμαντευσάμενος ὅστις ποτ' εἴης· ὡς δ' ἐντυχὼν ἔγνων, οὐ μὰ Δία παραφρονήσιος ἔργον, ἀλλὰ σχεδὸν ἀποδοχῆς πάσης, κάρτα σὴν φύσιν ἐπῄνεσα, ἄριστόν τε φύσιος ἑρμηνευτὴν καὶ κόσμου ἔκρινα· τοὺς δὲ εἰσαγαγόντας με ἐμεμψάμην ὡς μεμηνότας, φαρμακείης γὰρ αὐτοὶ ἔχρῃζον. Ἐπειδὴ τοίνυν τὸ αὐτόματον ἡμέας εἰς τὸ αὐτὸ ξυνήγαγεν, ὀρθῶς ποιήσεις ἐπιστέλλων ἡμῖν πυκνότερον καὶ μεταδιδοὺς τῶν ὑπὸ σέο γραφομένων ξυνταγμάτων· ἀπέσταλκα δέ σοι καὶ αὐτὸς τὸν περὶ τοῦ ἐλλεβορισμοῦ λόγον. Ἔρρωσο.
[21] Ἱπποκράτης Δημοκρίτῳ περὶ ἐλλεβορισμοῦ.
Τοῖς μὴ ῥηϊδίως ἄνω καθαιρομένοις πρὸ τῆς πόσιος προϋγραίνειν τὰ σώματα πλέονι τροφῇ καὶ ἀναπαύσει. Ἐπὴν δὲ πίῃ ἐλλέβορον, πρὸς τὰς κινήσιας τῶν σωμάτων μᾶλλον ἄγειν, μὴ πρὸς ὕπνους· δηλοῖ δὲ ἡ ναυτιλίη ὅτι κίνησις τὰ σώματα ταράσσει. Ἐπὴν βούλῃ μᾶλλον ἄγειν ἐλλέβορον, κίνει τὰ σώματα. Ἐλλέβορος ἐπικίνδυνος τοῖσι σάρκας ὑγιέας ἔχουσι. Ὅσοι ἐν ταῖς φαρμακοποσίαις μὴ διψῶσι, καθαιρόμενοι οὐ παύονται πρὶν ἢ διψήσωσι. Σπασμὸς ἐξ ἐλλεβόρου θανάσιμον. Ἐπὶ ὑπερκαθάρσει σπασμὸς ἢ λυγμὸς ἐπιγενόμενος κακόν. Ἐν ταῖς ταραχαῖς τῆς κοιλίης καὶ τοῖσιν ἐμέτοις τοῖς αὐτομάτως γινομένοισιν, ἢν μὲν οἷα δεῖ καθαίρεσθαι καθαίρωνται, ξυμφέρει τε καὶ εὐφόρως φέρουσιν· εἰ δὲ μὴ, τοὐναντίον. Ὡς δὲ ἔφην ἐν τῷ προγνωστικῷ, κάθαρσις εὐθετεῖ ἡ ἄνω, ἐφ' ᾧ ἀπυρέτῳ ἀσιτίη ἢ καρδιωγμὸς ἢ σκοτόδινος ἢ στόμα ἐπιπικρούμενον, καθόλου ταῖς ὑπὲρ τῶν φρενῶν ὀδύναις· ἡ δὲ κάτω, ὅπου χωρὶς πυρετοῦ στρόφος, ὀσφύος ὀδύνη, γουνάτων βάρος, καταμήνια δυσεργοῦντα, ὀδύναι ἐν τοῖς ὑπὸ τὸ διάφραγμα. Φυλάσσεσθαι δὲ ἐν ταῖς φαρμακοποσίαις τοὺς ἀστείους τὰ σώματα, μάλιστα δὲ τοὺς μέλανας καὶ ὑγροσάρκους, καὶ τοὺς ὑποξήρους δὲ καὶ ψελλοὺς καὶ τραυλούς. Ὁκόσοι δὲ τὰ φλεγμαίνοντα ἐν ἀρχῇ τῆς νούσου, ὡς ἔφην ἐν τῷ περὶ πτισάνης, εὐθέως ἐπιχειροῦσι λύειν φαρμακείῃ, τοῦ μὲν ξυντεταμένου καὶ φλεγμαίνοντος οὐδὲν ὠφελέουσιν, οὐδὲ γὰρ διαδίδωσιν ὠμὸν ἐὸν τὸ πάθος, τὰ δὲ ἀντέχοντα τῷ νοσήματι καὶ ὑγιεινὰ ξυντήκουσιν· ἀσθενέος δὲ τοῦ σώματος γινομένου, τὸ νόσημα ἐπικρατεῖ, καὶ ἀνιήτως ἔχουσιν. Ἐλλεβορίζειν δὲ χρὴ οἷς ἀπὸ κεφαλῆς φέρεται ῥεῦμα· μὴ διδόναι δὲ ἐπὶ ἐμπύων, μήτε φαρμακεύειν τοὺς ἀχρόους, τοὺς βραγχώδεας, τοὺς σπληνώδεας, τοὺς ἀφαίμους, τοὺς πνευματώδεας καὶ ξηρὰ βήσσοντας, διψώδεας, φυσώδεας, ἐντεταμένους ὑποχόνδρια καὶ πλευρὰς καὶ μετάφρενα, τοὺς ἀπονεναρκωμένους καὶ ἀμαυρὰ βλέποντας καὶ οἷς ἦχοι τῶν ὤτων, καὶ τῆς οὐρήθρης ἀκρατεῖς, μηδὲ τοὺς ἰκτερώδεας ἢ κοιλίης ἀσθενέας, ἢ αἱμορρώδεας, ἢ ἐν φύμασιν· ἢν δὲ φαρμακεῦσαι δοκέῃ, ἐλλεβόρῳ ἀσφαλῶς ἄνω κάθαιρε, κάτω δὲ μή· κράτιστον δὲ τούτοις διαιτᾷν. Ὡς δὲ ἔφην ἐν τῷ προρρητικῷ, μὴ φαρμακεύειν μηδὲ τοὺς ἐπανεμοῦντας μέλανα, ἀποσίτους καὶ παραφόρους, καθ' ἥβην μικρὰ ὀδυνώδεας, ὄμμα θρασὺ κεκλιμένον ἔχοντας, ἐποιδοῦντας, σκοτώδεας, ἀχρόους, μηδὲ τοὺς ἐν πυρετῷ καυματώδεας κατακεκλασμένους. Ὡς δὲ ἔφην ἐν τῷ περὶ πτισάνης, σησαμοειδὲς ἄνω καθαίρει· ἡ πόσις ἥμισυ δραχμῆς ἐν ὀξυμέλιτι τετριμμένον· ξυμμίσγεται δὲ καὶ τοῖς ἐλλεβόροις τὸ τρίτον μέρος τῆς πόσιος, καὶ ἧσσον πνίγει. Καθαίρειν δὲ καὶ τοὺς ἐν χρονίοις τεταρταίοις καὶ τοὺς ἐν λιπυριώδει πυρετῷ χρονίους, καὶ ὧν οὐκ ἔστι δίψος μηδὲ ἀπόκρισις, τούτους δὲ μὴ πρότερον τῶν τριῶν ἑβδομάδων, ποτὲ δὲ καὶ πλευριτικοὺς καὶ εἰλεώδεις· ὡς δὲ ἔφην ἐν τῷ περὶ γυναικείων, καὶ ἢν αἱ μῆτραι καθάρσεως δέωνται.
[22] Ἱπποκράτους πρὸς τὸν υἱὸν Θεσσαλόν.
Ἱστορίης δὲ μελέτω σοι, ὦ παῖ, γεωμετρικῆς, καὶ ἀριθμήσιος· οὐ γὰρ μόνον σέο καὶ τὸν βίον εὐκλέα καὶ ἐπὶ πολλὰ χρήσιμον ἐς ἀνθρωπίνην μοίρην ἐπιτελέσει, ἀλλὰ καὶ τὴν ψυχὴν ὀξυτέρην τε καὶ τηλαυγεστέρην κατὰ τὸ ἐν ἰητρικῇ ὀνῆσθαι πᾶν ὅ τι χρῄζει. Καίτοι ἡ μὲν τῆς γεωμετρίης ἱστορίη ἐοῦσα πολύσχημός τε καὶ πολυειδὴς, καὶ πᾶν μετ' ἀποδείξιος περαινομένη, ἔσται χρησίμη πρός τε τὰς τῶν ὀστέων θέσεις καὶ ἐξαρθρήσεις καὶ τὴν λοιπὴν τῶν μελέων τάξιν· ἐς τὴν γὰρ τουτέων πολυτροπίην εὐεπιγνωστότερος ἐὼν, ἐμβολῇ τε ἄρθρων καὶ τῇ τῶν ὀστέων τῶν συντριβομένων ἀναπρίσει τε καὶ ἐκτρυπήσει καὶ συνθέσει καὶ ἐξαιρέσει καὶ τῇ λοιπῇ θεραπείῃ χρήσῃ, εἰδὼς ὁκοῖόν τε χωρίον ἔστι καὶ τὸ ἐκ τούτου ἐξαιρεύμενον ὀστέον. Ἡ δὲ τῆς ἀριθμήσιος τάξις πρός τε τὰς περιόδους καὶ εὐλόγους τῶν πυρετῶν μεταστάσιας καὶ τὰς κρίσιας τῶν νοσεόντων καὶ τὰς ἐν νούσοις ἀσφαλείας ἀρκέουσα ἔστω· μάλα γὰρ σεμνὸν ὑπηρεσίην ἔχειν ἐν ἰητρικῇ τοιήνδε, ἥτις σοι τὰ μέρεα τῆς ἐπιτάσιος καὶ τῆς ἀνέσιος ἄνισα ὄντα τὴν μοῖραν εὔγνωστα παρέχεται χωρὶς ἀμπλακίης· διὸ δὴ κάρτα ἐς δύναμιν ἀφικνέο τῆς τοιῆσδε ἐμπειρίης. Ἔρρωσο.
[23] Δημόκριτος Ἱπποκράτει περὶ φύσιος ἀνθρώπου.
Χρὴ πάντας ἀνθρώπους ἰητρικὴν τέχνην ἐπίστασθαι, ὦ Ἱππόκρατες, καλὸν γὰρ ἅμα καὶ ξυμφέρον ἐς τὸν βίον, τουτέων δὲ μάλιστα τοὺς παιδείας καὶ λόγων ἴδριας γεγενημένους. Ἱστορίην σοφίης γὰρ δοκέω ἰητρικῆς ἀδελφὴν καὶ ξύνοικον· σοφίη μὲν γὰρ ψυχὴν ἀναρύεται παθέων, ἰητρικὴ δὲ νούσους σωμάτων ἀφαιρέεται. Αὔξεται δὲ νόος παρεούσης ὑγείης, ἣν καλὸν προνοέειν τοὺς ἐσθλὰ φρονέοντας· ἕξεως δὲ σωματικῆς ἀλγεούσης, οὐδὲ προθυμίην ἄγει νόος ἐς μελέτην ἀρετῆς· νοῦσος γὰρ παρεοῦσα δεινῶς ψυχὴν ἀμαυροῖ, φρόνησιν ἐς συμπαθείην ἄγουσα. Φύσιος δὲ ἀνθρωπίνης ὑπογραφὴ θεωρίην ἔχει τοιήνδε· ὁ μὲν ἐγκέφαλος φρουρέει τὴν ἄκρην τοῦ σώματος, ἀσφάλειαν ἐμπεπιστευμένος, ὑμέσι νευρώδεσι συνεισκατοικέων, ὑπὲρ ὧν ὀστέων διπλῶν φύσιες ἀναγκαίῃ ἀρηρυῖαι δεσπότην φύλακα διανοίης καλύπτουσιν ἐγκέφαλον. Τριχῶν εὐκοσμία χρῶτα κοσμεῦσα· τὸ δὲ τῶν ὀμμάτων ὁρητικὸν ἐν πολυχίτωνι φωλεῦον ὑγροῦ εὐσταθείᾳ, ὑπὸ μέτωπον κολασίῃ συνίδρυται, θεωρίης δὲ αἴτιον· ἀκριβὴς δὲ κόρη φύλακα ταρσὸν εὐκαιρίης ὑπομένει. Διπλοῖ δὲ ῥώθωνες, ὀσφρήσιος ἐπιγνώμονες, διορίζουσιν ὀφθαλμῶν γειτνίην. Μαλακὴ δὲ χειλέων ἁφὴ στόματι περιπτυσσομένη, ῥημάτων αἴσθησιν ἀκριβῆ τε διάρθρωσιν παρέσχηκε κυβερνωμένη. Γένειον δὲ ἀκροτελὲς καὶ χελύνειον γόμφοις συνηρμοσμένον. Ἐνδοχεῖα δὲ μύθων ὦτα δημιουργὸς ἀνέῳγεν, οἷς ἐπεὼν ὁ μῦθος οὐκ ἀσφαλὴς διήκονος ἀλογιστίης γίνεται. Λαλιῆς μήτηρ γλῶσσα, ψυχῆς ἄγγελος, πυλωρεῦσα τὴν γεῦσιν, ὀχυροῖς ὀδόντων θριγκοῖσι πεφρούρηται. Βρόγχος δὲ καὶ φάρυγξ ἡρμοσμένοι ἀλλήλοις γειτνιῶσιν· ὁ μὲν γὰρ ἐς κέλευθον πνεύματος, ὁ δὲ ἐς βυθὸν κοιλίης τροφὴν προπέμπει λάβρον ὠθεύμενος. Κωνοειδὴς δὲ καρδίη βασιλὶς, ὀργῆς τιθηνὸς, πρὸς πᾶσαν ἐπιβουλὴν ἐνδέδυκε θώρακα. Θαμιναὶ δὲ πνευμόνων σήραγγες ἠέρι διαδύμεναι, φωνῆς αἴτιον πνεῦμα τίκτουσιν. Τὸ δὲ χορηγὸν αἵματος καὶ μεταβάλλον εἰς τροφὴν, σὺν λοβοῖς πολλάκις κοίλῃ περίπλοοις, ἔσται ἧπαρ ἐπιθυμίης αἴτιον· χλωρὴ δὲ χολὴ, πρὸς ἥπατι μένουσα, καὶ διαφθορὴ σώματος ἀνθρωπηΐου ὑπερβλύσασα γίνεται. Βλαβερὸς δὲ σώματος ἀνθρωπίνου καὶ ἀνωφελὴς ἔνοικος, σπλὴν ἀπέναντι εὕδει πρᾶγμα μηδὲν αἰτούμενος. Μέση δὲ τουτέων χορηγεῖ πανδέκτειρα κοιλίη, καὶ εὐνάζεται διοικέουσα τὴν πέψιν. Ἔνοχα δὲ κοιλίης, συνθέσιος δημιουργίῃ συνδονεύμενα, εἱλεῖται περὶ κοιλίην ἔντερα, λήψιος καὶ ἀποκρίσεως αἴτια. Δίδυμοι δὲ νεφροὶ ἰσχίοισιν ἐνιδρυσμένοι καὶ ἠμφιεσμένοι δημῷ, οὔρων ἐκκρίσιος οὐκ ἀλλότριοι πεφύκασιν. Κύριος δὲ ἁπάσης κοιλίης ὁ καλούμενος ἐπίπλους γαστέρα πᾶσαν ἐμπεριείληφε, μόνου σπληνὸς ἄτερ. Ἑξῆς νευρώδης κύστις ἰσχίῳ στόμα ἐνιδρυσμένη, συμπεπλεγμένων ἀγγείων, οὔρων ἐκκρίσιος αἰτίη γίνεται. Ἡ δὲ γειτνιῶσα ταύτῃ μήτηρ βρεφέων, ἡ δεινὸν ἄλγος, τῶν ἐν γυναικὶ μόχθων μυρίων παραιτίη, μήτρη πεφώλευκεν· ἡ πυλωρὸς μυχοῖς ἰσχίων βράσασα σὰρξ σφίγγεται νεύροισιν, ἐκ δὲ πλήθους ἐκχέουσα γαστρὸς φύσιος, ἐκ τόκου προνοίης. Ἐκ δὲ σώματος κρεμαστοὶ ἐκτὸς οἰκίην νέμονται ἔκγονοι κτίσται ὄρχεις, πουλυχίτωνες ἐόντες· εὔνοον ἥβῃ, ἀπὸ φλεβέων τε καὶ νεύρων πλέγμα, οὔρων ἔκχυσιν ποιεύμενον, συνουσίης ὑπουργὸν, φύσιος ὕπο δεδημιούργηται, ὄρεξιν ἥβης πυκαζομένης. Σκέλη δὲ καὶ βραχίονες καὶ τὰ προσηρτημένα τουτέοισιν ἄκρα, διηκονίης πᾶσαν ἀρχὴν συνηθροισμένα ἔχοντα, νεύρων ἀσφαλῆ λειτουργίην τελέουσιν. Ἡ δὲ ἀσώματος ἐν μυχοῖς φύσις ἐξέτευξε παντάμορφα σπλάγχνων γένη, ἃ δὴ θάνατος ἐπισταθεὶς ὠκέως ἔπαυσε λειτουργίης.
[24] Ἱπποκράτους ὑγιεινὸν πρὸς Δημήτριον βασιλέα.
Ἱπποκράτης Κῷος βασιλεῖ Δημητρίῳ χαίρειν.
Ἡμεῖς καὶ πρότερον σπουδάζοντες, ὦ βασιλεῦ, περὶ τῆς ἀνθρωπίνης φύσιος ἐν κεφαλαίῳ θεωρῆσαι τὰ μέρη, ταῦτα ξυγγράψαντες καθάπερ ἠξίωσας, ἀπεστείλαμεν. Νῦν δὲ περὶ ὧν δεῖ μάλιστα σπουδάζειν τοὺς ἔμφρονας, ἡμεῖς τὰ μὲν καὶ παρὰ τῶν πρότερον παρειληφότες, τὰ δὲ καὶ νῦν αὐτοὶ προσεξευρίσκοντες, γεγράφαμέν σοι· οἷς σὺ [καὶ] τῶν προτέρων ἀρρωστημάτων σημείοις γινομένοις ἐπακολουθῶν καὶ χρώμενος πλειστάκις, ἄνουσος ἂν εἴης τὸν ἅπαντα χρόνον. Ἔστι δὲ δύο γένη ἀρρωστιῶν ἁπάντων ζώων, ἡ μὲν κατὰ γένος, ἡ δὲ κατὰ πάθος ἀνόμοιαι. Τὰς δ' ἐπιθυμίας τὰς κατὰ τὴν τροφὴν ἐκ τῶν ὑπεναντίων ὄψει, ξηραινόντων ὑγρὰ, ὑγραινόντων ξηρὰ, κενούντων πλήρη, πληρούντων δὲ κενά· τὰς δὲ νούσους ἁπάσας ἐξ ὑπεναντίων ὄψει καθεστηκυίας καὶ νούσους ὑπὸ νούσων γινομένας. Ὑπὸ σπασμῶν, πυρετὸς ἐπιγινόμενος ἵστησι τὸ νόσημα· κεφαλῆς δὲ περιωδυνίας αἷμα κατὰ τὰ ὦτα ῥαγὲν ἢ κατὰ τὰς ῥῖνας· σπασμοὶ πᾶσι τοῖς μελαγχολικοῖς ἐπιγιγνόμενοι παύουσι τὰς μελαγχολίας. Καὶ καθόλου μέν ἐστι καὶ ῥίζα τῶν ἀνθρωπίνων νοσημάτων ἡ κεφαλὴ, καὶ τὰ ἀρρωστήματα τὰ μέγιστα ἐκ ταύτης παραγίνεται· ἐπικειμένην γὰρ αὐτὴν τῷ σώματι, ὥσπερ σικύαν τῶν εἰσφερομένων ἁπάντων συμβαίνει αὐτὴν ἕλκειν περιττώματα καὶ τοὺς λεπτομερεῖς χυμούς. Δεῖ δὲ προσέχειν τὸν νοῦν, ἰδίως [τε] ζῇν αὐτὸν παρασκευάσαντα εἰς ταῦτα τὰ μέρη, ὅπως μηδεμίαν αὔξησιν λαμβάνῃ τὰ προσπίπτοντα τῶν ἀρρωστημάτων διά γε τῆς ἐπιμελείης καὶ τῆς εὐταξίης τῆς παρὰ σοὶ γινομένης, καὶ μήτε ταῖς τῶν ἀφροδισίων ἀκρασίαις μήτε ταῖς τῶν διαφόρων ἐδεσμάτων μήτε τοῖς ὕπνοις τοῖς ὑπερχαλαστικοῖς, ἀγυμνάστου ὄντος τοῦ σώματος, χρώμενον, ἀλλ' ἐπακολουθοῦντα τοῖς σημείοις τοῖς γινομένοις ἐν τῷ σώματι, διατηρεῖν τὸν καιρὸν ἑκάστου, ὅκως ἂν φυλαξάμενος τὸ ἀρρώστημα τὸ μέλλον ἐπιφέρεσθαι, ταῖς θεραπηΐαις αἷς ἂν ἐγὼ γράφω χρώμενος, διατελῇς ἄνουσος ἐών.
[25] Δόγμα Ἀθηναίων.
Ἔδοξε τῇ βουλῇ καὶ τῷ δήμῳ τῶν Ἀθηναίων. Ἐπειδὴ Ἱπποκράτης Κῷος, ἰατρὸς ὑπάρχων καὶ γεγονὼς ἀπὸ Ἀσκληπιοῦ, μεγάλην εὔνοιαν μετὰ σωτηρίας ἐνδέδεικται τοῖς Ἕλλησι, ὅτε καὶ λοιμοῦ ἰόντος ἀπὸ τῆς βαρβάρων ἐπὶ τὴν Ἑλλάδα, κατὰ τόπους ἀποστείλας τοὺς ἑαυτοῦ μαθητὰς, παρήγγειλε τίσι χρὴ θεραπείαις χρωμένους ἀσφαλῶς διαφεύξασθαι τὸν ἐπιόντα λοιμὸν, ὅπως τε ἰητρικὴ τέχνη Ἀπόλλωνος διαδοθεῖσα τοῖς Ἕλλησιν ἀσφαλῶς σώζει τοὺς κάμνοντας αὐτῶν· ἐξέδωκε δὲ καὶ ξυγγράψας ἀφθόνως τὰ περὶ τῆς ἰητρικῆς τέχνης, πολλοὺς βουλόμενος τοὺς σώζοντας ὑπάρχειν ἰητρούς· τοῦ τε Περσῶν βασιλέως μεταπεμπομένου αὐτὸν ἐπὶ τιμαῖς ταῖς κατ' αὐτὸν ἴσαις καὶ δώροις ἐφ' οἷς ἂν αὐτὸς Ἱπποκράτης αἱρῆται, ὑπερεῖδε τὰς ὑποσχέσεις τοῦ βαρβάρου, ὅτι πολέμιος καὶ κοινὸς ἐχθρὸς ὑπῆρχε τοῖς Ἕλλησιν. Ὅπως οὖν ὁ δῆμος Ἀθηναίων φαίνηται προαιρούμενος τὰ χρήσιμα διὰ παντὸς ὑπὲρ τῶν Ἑλλήνων καὶ ἵνα χάριν ἀποδῷ πρέπουσαν Ἱπποκράτει ὑπὲρ τῶν εὐεργετημάτων, δεδόκηται τῷ δήμῳ μυῆσαι αὐτὸν τὰ μυστήρια τὰ μεγάλα δημοσίᾳ καθάπερ Ἡρακλέα τὸν Διὸς, καὶ στεφανῶσαι αὐτὸν στεφάνῳ χρυσῷ ἀπὸ χρυσῶν χιλίων· ἀναγορεῦσαί τε τὸν στέφανον Παναθηναίοις τοῖς μεγάλοις ἐν τῷ ἀγῶνι τῷ γυμνικῷ· καὶ ἐξεῖναι πᾶσι Κώων παισὶν ἐφηβεύειν ἐν Ἀθήναις καθάπερ παισὶν Ἀθηναίων, ἐπειδή περ ἡ πατρὶς αὐτῶν ἄνδρα τοιοῦτον ἐγέννησεν· εἶναι δὲ Ἱπποκράτει καὶ πολιτείαν καὶ σίτισιν ἐν Πρυτανείῳ διὰ βίου.
[26] Ἐπιβώμιος.
Ὦ πολλοὶ καὶ πολλῶν πολίων οἰκηταὶ, ἐν ἀξίῃ μεγάλῃ γεγονότες, κοινὸν οὔνομα Θεσσαλοὶ, πᾶσιν ἀνθρώποισι πικρὴ ἀνάγκη τὰ μεμοιραμένα φέρειν· καρτερεῖν γὰρ βιάζεται ἃ βούλεται, ᾗ καὶ νῦν ἐγὼ εἴκων, ξὺν ἐμῇ γενεᾷ θαλλοὺς στέψας, ἐπ' Ἀθηναίης βωμοῦ ἱκέτης ἵδρυμαι, τίς ἐὼν χρὴ λέγειν τοῖς ἀγνοέουσιν. Ἱπποκράτης, ὦ ἄνδρες, ὁ ἰητρὸς ὁ Κῶος διὰ σεμνῆς καὶ καλῆς αἰτίης ἐμὲ ἑωυτὸν καὶ παῖδας ὑμῖν ξυνίστημι. Γινώσκεσθε, ὦ πλῆθος· καὶ γὰρ δὴ, ὦ ἄνδρες, οἰκεῖοι ἐόντες ὡς εἰπεῖν, ἀληθῶς πολλοῖσιν ὑμέων καὶ πολίων ὑμετέρων γινώσκομαι ὡς τύπῳ εἰπεῖν. Οὔνομα δ' ἰδέης καὶ προσωτέρω κεχώρηκε· δοκέω δὲ τοῦτο ἐκ τέχνης ἐμῆς ὑγιείης τε καὶ ζωῆς αἴτιον ἀνθρώποισιν, οὐ μόνον τοῖσι τὴν ἡμετέρην οἰκέουσιν, ἀλλὰ καὶ πολλοῖσιν Ἑλλήνων ἐγγὺς ἡμέων γινώσκομαι. Ἤδη δὲ ὁτέῳ ὑπέμεινα τὸ τηλικοῦτον πρῆγμα ἔργῳ πρᾶξαι, ἐρέω. Ἀθηναῖοι, ὦ ἄνδρες Θεσσαλοὶ, κακῶς ἐξουσίῃ χρεώμενοι, μητρόπολιν ἡμετέρην Κῶ ἐν δούλης μέρει διατίθενται, τὰ ἐλεύθερα διὰ προγόνων κτήσιος δορίκτητα ποιεύμενοι, οὔτε ξυγγενείην αἰδεσθέντες, ἥ ἐστιν αὐτέοις ἀπὸ Ἀπόλλωνός τε καὶ Ἡρακλέους, ἥτις ἐς Αἴνιόν τε καὶ Σούνιον τοὺς κείνων παῖδας ἱκνέεται, οὔθ' Ἡρακλέους εὐεργεσίας ἐνὶ φρεσὶ βαλόμενοι, ἃς ὁ κοινὸς ὑμῖν τε καὶ ἡμῖν ὀρθῶς ποιέων θεὸς ἐς ἐκείνους κατέθετο. Ὑμεῖς τε ἀλλὰ πρὸς Διὸς ἱκεσίου καὶ θεῶν ὁμογνίων ἐξέλθετε, ἀμύνατε, ἐλευθερώσατε, τῆς ἰδίης φιλοτιμίης μηδὲν ἐλλείποντες.
[27] Πρεσβευτικὸς Θεσσαλοῦ Ἱπποκράτους υἱοῦ.
Προσήκειν ἡγέομαι, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν καθιστάμενον ἐς ὑμέας καὶ μὴ γινωσκόμενον παντὶ τῷ πλήθει, πρῶτον δηλῶσαι μὲν ὅστις καὶ ὅθεν ἐστὶ, μετὰ δὲ ταῦτα τῶν ἄλλων λόγων ἅπτεσθαι. Ἐμοὶ μὲν πατὴρ Ἱπποκράτης, ὃν ὑμεῖς γινώσκετε ἐν ἰητρικῇ ἡλίκην δύναμιν ἔχει. Οὔνομα δὲ Θεσσαλός· γινώσκομαι δὲ κᾀγὼ οὐκ ἐν δευτέροις ὑμέων, οὐδ' ὀλίγοις, πατρὶς δέ μοι Κῶς, ἣν ὅπως ὑμῖν οἰκείη ἐστὶν ἐξ ἀρχαίων, ἕτεροι ἐροῦσιν οἵ τινες ἱστορίην ἐξηγήσασθαι δυνατώτεροι. Ἦλθον δὲ πεμφθεὶς ὑπὸ τοῦ πατρὸς, τέσσαρας ἔχων εὐεργεσίας εἰπεῖν παρ' ἡμῶν εἰς ὑμᾶς γεγενημένας· τὴν μέν τινα παλαιὰν ἐπὶ τῶν προγόνων, κοινὴν ἐς ἅπαντας τοὺς Ἀμφικτύονας, ὧν ὑμέες οὐκ ἐλαχίστη μοῖρα· τὴν δὲ ἑτέρην ἔτι μείζω ταύτης καὶ διικνουμένην ἐς Ἑλλήνων τοὺς πλείστους· καὶ αὗται μὲν φανήσονται τῆς πόλιος καὶ τῶν προγόνων τῶν ἐμῶν ἐοῦσαι· ἡ δὲ τρίτη τοῦ πατρὸς ἰδίη, καὶ τηλικαύτη ὅσην εἷς ἀνὴρ οὐδεὶς ὑμῖν τε καὶ πολλοῖς Ἑλλήνων κατέθετο· ἡ δ' ὑστάτη τῶν τεσσάρων κοινὴ τοῦ πατρὸς καὶ ἐμὴ, καὶ οὐκ ἔτι ἐς πλείονας, ἀλλ' ἐς ὑμᾶς αὐτοὺς διικνεομένη, ἣ πρὸς μὲν τὰς προτέρας εὐεργεσίας μικρὴ ἂν φανείη, πρὸς δὲ ἑτέρων χάριτας μετρεομένη μεγάλη. Αἱ μὲν δὴ εὐεργεσίαι τοιαῦται οὕτως ἔχουσιν ἃς ἔφην εἶναι, ὡς συνελόντι εἰπεῖν, δεῖ δὲ μὴ μοῦνον φάναι, ἀλλὰ καὶ ἀποδεῖξαι ὡς εἰσὶν ἀληθέες. Ἀρχὴν οὖν τῷ λόγῳ τὴν ἀρχὴν τῶν ὑπουργιῶν ποιήσομαι, τὰ δὲ ἀρχαιότατα πρῶτα λέξω, ἐν οἷς τάχ' ἄν με καταλάβοιτε μακρότερα καὶ μυθωδέστερα εἰπεῖν· ποθεῖ δέ πως ἀρχαίως λέγεσθαι. Ἦν γὰρ χρόνος ὅτ' ἦν Κρίσαιον ἔθνος, ἐῴκεον μὲν περὶ τὸ Πυθικὸν ἱερὸν, γῆν δ' εἶχον ἥ γε νῦν τῷ Ἀπόλλωνι καθιέρωται· καλέεται δὲ τὸ μὲν Κρίσαιον πεδίον ᾧ Λοκροὶ παροικέουσι καὶ ᾧ Μέλαινα πρόσεισι· τὸ δὲ Κίρφιον ὅρος, ᾧ Φωκέες παράκεινται. Οὗτοι δὲ οἱ Κρίσαιοι γενόμενοι τότε πολλοὶ καὶ ἰσχυροὶ καὶ πλούσιοι, τουτέοις τοῖς ἀγαθοῖς ἐπὶ κακῷ ἐχρήσαντο· ἐξυβρίσαντες γὰρ πολλὰ δεινὰ καὶ παράνομα εἰργάσαντο, ἐς τὸν θεὸν ἀσεβοῦντες, Δελφοὺς καταδουλούμενοι, προσοίκους ληϊζόμενοι, θεωροὺς συλέοντες, γυναῖκάς τε καὶ παῖδας ἀγινέοντες, καὶ εἰς τὰ σώματα ἐξυβρίζοντες. Ἀνθ' ὧν Ἀμφικτύονες ὀργισθέντες, καὶ στράτευμα ἐς τὴν γῆν ἐμβαλόντες αὐτέων, καὶ μάχῃ νικήσαντες, τὴν χώρην ἐδῄουν καὶ τὰς πόλιας ἐπόρθουν. Ἔνθα πολλὰ καὶ ἀνόσια ποιήσαντες σχετλίως ἀπήντησαν, καὶ οὐ μείω ὧν ἔπραξαν τίνοντες· μακαριστοὶ δ' ἦσαν αὐτέων οἱ ἐν χερσὶ τελευτήσαντες, δεύτεροι δὲ οἱ δορυάλωτοι γενόμενοι, οἵ τε ἐς ἑτέρην χώρην καὶ πόλιας ἐπεραιώθησαν· τὰ γὰρ σφέτερα κακὰ οὐκ εἶχον ἐν ὀφθαλμοῖς· οἱ δὲ αὐτοῦ μείναντες τῶν αἰχμαλώτων ἀτυχέστατοι ἦσαν, ὅσοι ᾐκίζοντο ἐν χώρῃ τῇ ἑωυτῶν ξὺν γυναιξὶ καὶ τέκνοις, ἀγρούς τε καὶ ἄστεα πυρὶ παραδιδόμενα ἐθεώρουν· ἔτι δὲ τουτέων κάκιον διῆγον οἱ ἐν τοῖς τείχεσι διαρκέοντες, ὁκότε τῶν εἰρημένων κακῶν ἃ μὲν ἔβλεπον, ἃ δ' ἐπυνθάνοντο, πλέον ἀκούοντες τῶν ἀληθέων· οὕτω γάρ που ἔθος γίνεσθαι· καὶ δὴ κακὰς ἐλπίδας σωτηρίης εἶχον. Ἦν δέ σφι πόλις ἐγγὺς τούτου τοῦ τόπου μεγίστη, ὅκου νῦν ὁ ἱππικὸς ἀγὼν τίθεται, ἧς τὰ τείχη ἐπεσκευάζοντο, καὶ τοὺς ἐκ τῶν ἄλλων πόλεων διαφεύγοντας ἐδέχοντο, τὰ δὲ ἀχρεῖα ἐξέβαλον καὶ τὰ ἀναγκαῖα ἐσεκομίζοντο, καὶ διενοοῦντο ὑπομένειν, ἐλπίσαντες μήτε ἐχθρῶν μάχῃ τὴν πόλιν αἱρεθῆναι μήτε κατὰ μῆκος χρόνου. Οἱ δ' Ἀμφικτύονες τὰ ἄλλα τε καθεῖλον, καὶ ἐπὶ ταύτῃ τῇ πόλει φρούριον ποιησάμενοι καὶ ἐς πολιορκίην σκευάσαντες, τὸ ἄλλο στράτευμα κατὰ πόλιας ἀφῆκαν. Προϊόντος δὲ τοῦ χρόνου καὶ λοιμοῦ ἐς τὸ στρατόπεδον ἐμπεσόντος καὶ τῶν στρατιωτῶν νοσεόντων, τινῶν δὲ καὶ ἀποθνησκόντων, τῶν δὲ καὶ ἐκλειπόντων τὸ φρούριον διὰ τὴν νοῦσον, οἱ Ἀμφικτύονες ἐταράσσοντο, καὶ ἄλλοι ἄλλα ἐβουλεύοντο· φιλεῖ δὲ τὰ κοινὰ οὕτω πως γίνεσθαι· τέλος δὲ ἀγανακτέοντες τῷ πάθει καὶ αὑτοὺς γνωσιμαχήσαντες, τῷ θεῷ ἐπέτρεψαν καὶ ἤροντο ὅ τι χρὴ ποιεῖν. Ὁ δ' ἐκέλευσε πολεμεῖν, καὶ ὑπισχνεῖτο κρατήσειν, ἢν ἐς Κῶ ἐλθόντες ἐλάφου παῖδα ἐς ἐπικουρίην ἀγάγωνται ξὺν χρυσῷ σπεύσαντες, ὡς μὴ πρότερον οἱ Κρισαῖοι ἐν τῷ ἀδύτῳ τὸν τρίποδα συλήσωσιν· εἰ δὲ μὴ, τὴν πόλιν οὐχ ἁλώσεσθαι. Οἱ δὲ ταῦτα ἀκούσαντες καὶ ἐλθόντες ἐς Κῶ, τὰ μαντευθέντα ἀπήγγειλαν· ἀπορεύντων δὲ τῶν Κώων καὶ ἀγνοεύντων τὸ μάντευμα, ἀνέστη ἀνὴρ, γένος μὲν Ἀσκληπιάδης, πρόγονος δὲ ἡμέτερος, ἰητρὸς δὲ Ἑλλήνων κράτιστος ὁμολογούμενος τῶν τότε, ὄνομά οἱ ἦν Νεβρὸς, ὅστις ὀνομαστὶ ἔφη τὸ θέσφατον ἥκειν πρὸς ἑωυτόν· εἴπερ ὁ θεὸς οὕτω παρῄνεσεν ὑμῖν, ἐλθόντας ἐς Κῶ ἐλάφου παῖδα ἐς ἐπικουρίην ἀγαγεῖν· Κὼς μὲν γὰρ αὐτὴ, τὰ δὲ ἐλάφων ἔκγονα νεβροὶ καλέονται, Νεβρὸς δέ μοι οὔνομα, ἐπικουρίη δ' ἂν ἄλλη τίς προτέρα γένοιτο στρατοπέδῳ νοσέοντι ἰητροῦ; καὶ μὴν τόδε εὐθὺ ἐχόμενον, οὐ δοκέω, ὅτι τοὺς τοσοῦτον Ἑλλήνων ὑπερέχοντας ὄλβῳ ἐς Κῶ προελθόντας ἔταξεν ὁ θεὸς, νόμισμα χρυσοῦν αἰτεῖν· ἀλλὰ τοῦτο τὸ θέσφατον ἐς τὴν ἐμὴν οἰκίην ἔρχεται· Χρύσος γάρ μοι κεκλέαται ἀρρένων παίδων ὁ νεώτατος· ἔστι δὲ πάντῃ καὶ ἰδέῃ καὶ ἐς ψυχὴν ἀρετῇ, ὡς πατέρα λέγειν, διάκριτος τῶν πολιτῶν. Ἐγὼ μὲν οὖν, εἰ μὴ ὑμῖν ἄλλο δοκέει, αὐτός τε εἶμι καὶ τὸν παῖδα ἄξω, πεντηκόντορον πληρώσας τοῖς ἐμοῖς τέλεσιν, ὑπηρεσίας τε ἰητρικὰς καὶ πολεμικὰς, ἵνα εἰς ἀμφότερα βοηθῶμεν. Ὁ μὲν εἶπε, τοῖς δὲ ἔδοξεν, οἱ δὲ ἀπεστάλησαν. Συνενέβησε δὲ ὁ Νεβρὸς οὗτος καὶ Καλυδώνιον ἄνδρα παρ' ἑωυτέῳ τρεφόμενον, ὑπὲρ οὗ τὸ αὐτίκα ὁ λόγος δηλώσει, ὅταν ἡ χρῆσις ἔλθῃ. Ὅτε δ' οὖν ἀφίκοντο οὗτοι οἱ ἄνδρες οὗ τὸ στρατόπεδον ἐπετελεῖτο, ὁ θεὸς ἔχαιρεν· οἵ τε γὰρ θάνατοι τῶν στρατιωτῶν ἔληξαν, καὶ θείῃ τύχῃ ἵππου τοῦ Εὐρυλόχου, ὃς ἡγεῖτο τοῦ πολέμου Θεσσαλὸς ἐὼν καὶ ἄνωθεν ἐξ Ἡρακλειδῶν, κρούσαντος τὸν σωλῆνα τῇ ὁπλῇ, δι' οὗ τὸ ὕδωρ ἤγετο ἐς τὸ τεῖχος, ὁκότε διακονίεσθαι ἤθελεν, Νεβρὸς φαρμάκοισιν ἐμίηνε τὸ ὕδωρ· ἔνθεν αἱ κοιλίαι τῶν Κρισαίων ἐφθάρησαν, καὶ μεγάλα δή τι ξυνεβάλετο πρὸς τὸ ἁλῶναι τὴν πόλιν· καὶ ἐντεῦθεν αἱ γνῶμαι ἐπήρθησαν τῶν πολιορκεόντων, ὡς τοῦ θεοῦ ἐπικουρέοντος ἤδη σαφῶς. Προσβολὰς δὲ ποιευμένων καὶ ἆθλα προτιθέντων τοῖς πρώτοις ἐπὶ τὸ τεῖχος ἀναβήσασιν, ὁ ἀγὼν ἦν καρτερώτατος, καὶ ἡ πόλις ᾑρεῖτο· ἀνέβη γὰρ πρῶτος ἐπὶ τὸ τεῖχος Χρύσος καὶ κατέλαβε τὸν πύργον, ξυνείπετο δὲ αὐτέῳ ἐκ ποδὸς ξυνασπίζων ὁ ἀνὴρ ὁ Καλυδώνιος, περὶ οὗ προέλεξα. Ὁ μὲν Χρύσος δόρατι πληγεὶς ἔπεσε κατ' ἄκρης ἐκ τοῦ πύργου ὑπὸ Μερμοδέω, τοῦ Λύκου δὲ ἀδελφεοῦ, ὃς ἀπέθανε λευσθεὶς, ὅτε ἦλθεν εἰς τὸ ἄδυτον τὸν τρίποδα συλήσων. Ἡ δ' οὖν πόλις οὕτως ἥλω· ἥ τε τοῦ Νεβροῦ ἐπικουρίη σὺν Χρύσῳ ὀρθῶς ἀπήντησε καὶ κατὰ τὰ ἰατρικὰ καὶ κατὰ τὰ πολεμικὰ, ὅ τε θεὸς ἠλήθευσε, καὶ ἃ ὑπέσχετο ἐποίησεν. Ἐφ' οἷς οἱ Ἀμφικτύονες τῷ μὲν Ἀπόλλωνι νηὸν ἀνέθεσαν, τὸν νῦν ἐόντα ἐν Δελφοῖς, ἀγῶνά τε γυμνικὸν καὶ ἱππικὸν πρότερον οὐ τιθέντες νῦν τιθέασι, τήν τε τῶν Κρισαίων χώρην ἅπασαν καθιέρωσαν, τῷ δόντι ἃ ἔδωκε διδόντες καθ' ὅ τι ἔχρησε, τόν τε τοῦ Νεβροῦ παῖδα Χρύσον ἔθαψαν ἐν τῷ ἱπποδρόμῳ, καὶ ξυνέταξαν δημοσίῃ Δελφοὺς ἐναγίζειν· Ἀσκληπιάδαις δὲ τοῖς ἐν Κῷ ἐδόθη Νεβροῦ χάριτι προμυθίη πρὸς μαντείην, καθάπερ τοῖσιν ἱερομνήμοσι, Καλυδωνίοις δὲ ἀπ' ἐκείνου τοῦ ἀνδρὸς καὶ ἐκείνης τῆς ὑπουργίης καὶ νῦν ἐν Δελφοῖς προμαντείη καὶ αἰεισιτίη δέδοται. Ἀλλ' ἐπάνειμι ἐπὶ τὰ ἡμέτερα· ὅτι γὰρ ἀληθέα λέγω, τοῦ πατρὸς καὶ ἐμεῦ ἐπελθόντων, Ἀμφικτύονες ἀνενεώσαντο ταῦτα καὶ ἀπέδοσαν, καὶ ἐν στήλῃ ἀναγράψαντες ἐν Δελφοῖς ἀνέθεσαν. Καὶ τούτου μέν μοι τοῦ λόγου τέλος· ἐνταῦθα καθαρῶς δείκνυσιν τοὺς ἡμετέρους προγόνους ὑμέων εὐεργέτας. Τοῦτον δὲ καθέμενος, ἄλλον αἱρήσομαι περὶ τῶν αὐτῶν, οὐ τὸν αὐτόν· ὅτε γὰρ βασιλεὺς ὁ μέγας ξὺν Πέρσαισι καὶ τοῖς ἄλλοις βαρβάροις ἐστράτευσεν ἐπὶ τοὺς μὴ διδόντας ὕδωρ καὶ γῆν Ἑλλήνων, ἡ πατρὶς ἡ ἡμετέρη εἵλετο μᾶλλον πανδημεὶ ἀπολέσθαι, ὡς μὴ καθ' ὑμέων τε καὶ τῶν ταὐτὰ ὑμῖν γινωσκόντων ὅπλα πολέμια λάβῃ καὶ ἐν νεῦσι στρατείην ἀποστείλῃ, ἀλλ' ἀνένευσε καλόν τι καὶ ἄξιον τῶν πατέρων μεγαλοφρονευμένη, οἳ λέγονται γηγενέες τε εἶναι καὶ Ἡρακλεῖδαι. Ἔδοξεν οὖν σφιν, τεσσάρων ἐόντων τειχέων ἐν τῇ νήσῳ, πάντ' ἐκλείπειν καὶ ἐς τὰ ὄρεα καταφυγοῦσιν ἀντέχεσθαι σωτηρίης. Ὅθεν δὴ τί κακὸν οὐκ ἀπήντησε, χώρης λεηλατευομένης καὶ σωμάτων ἐλευθέρων ἀνδραποδιζομένων καὶ κτεινομένων ἐχθρῷ νόμῳ, τῆς δὲ πόλιος καὶ τῶν ἄλλων ἐρυμάτων καὶ ἱερῶν καταιθαλουμένων, ἔτι δὲ καὶ τῇ θυγατρὶ τοῦ Λυγδάμιος Ἀρτεμισίῃ κατὰ πατρῶον νεῖκος δοθέντων ἐκσαγηνεῦσαι πάντα ὅσα λοιπὰ ἦν; ἀλλὰ γὰρ, ὡς ἔοικε, θεοῖς οὐκ ἠμελεύμεθα· χειμώνων δὲ γενομένων ἐξαισίων, αἵ τε νῆες τῆς Ἀρτεμισίης ἐκινδύνευσαν ἅπασαι ἀπολέσθαι, πολλαὶ δὲ καὶ ἀπώλοντο, ἔς τε τὸ στράτευμα αὐτέης πολλοὶ κεραυνοὶ ἐνέπεσον, σπάνιόν τι τῆς νήσου κεραυνουμένης· λέγεται δὲ καὶ φάσματα ἡρώων τῇ γυναικὶ ὀφθῆναι· ἃ δὴ πάντα φοβηθεῖσα ἀπέστη ἔργων ἀνηκέστων, ὁμολογίην πικρὴν ποιησαμένη, καὶ λίην πικρὴν λέγεσθαι, ὥστε ἀφείσθω. Ἀποδώσω δὲ καὶ ἐνταῦθα προγόνοις τοῖς ἐμοῖς κυριότητα οὐ ψευδέα τοῦ μήτ' ἐφ' ὑμέας μήτ' ἐπὶ Λακεδαιμονίους ἢ ἑτέρους ἄλλους Ἑλλήνων Κώους ἑκούσια ὅπλα λαβεῖν, καίπερ πολλῶν τῶν ὁμοῦ νήσους τε καὶ Ἀσίην οἰκεόντων συναψαμένων τοῖς βαρβάροις τοῦ πολέμου οὐ βίῃ· οἱ γὰρ προεστῶτες τότε τῆς πόλεως ἦσαν Κάδμος τε καὶ Ἱππόλοχος· ἐπ' ἀληθεῖ δὲ κεῖται προγόνους ἐμοὺς εἶναι τόν τε Κάδμον καὶ τὸν Ἱππόλοχον· ὁ μὲν γὰρ Κάδμος, ὃς τὴν βουλὴν αὐτὴν ἤρτυσεν, ἔστι τῆς ἐμῆς μητρὸς, ὁ δ' Ἱππόλοχος ἐξ Ἀσκληπιαδέων τέταρτος ἀπὸ Νέβρου τοῦ Κρισαίους συγκαθελόντος, ἡμεῖς δ' Ἀσκληπιάδαι κατ' ἀνδρογένειαν· ὥστε καὶ τοῦτο τὸ καλὸν τῶν ἡμετέρων προγόνων προελέσθαι. Ἐπάνειμι δ' ἐπὶ τὸν Κάδμον· οὗτος γὰρ δὴ ὁ ἀνὴρ οὕτως ἔσπευδε τὰ τῶν Ἑλλήνων καλὰ, ὥστε, ὁκότε ἔληξεν ἡ χώρη πολιορκεομένη ὑπὸ Ἀρτεμισίης, αὐτοῦ καταλιπὼν τὴν γυναῖκα καὶ γενεὴν, ᾤχετο ξὺν τοῖς τὰ αὐτὰ αἱρεομένοις ἐπὶ Σικελίης, ὅπως Γέλωνα καὶ τοὺς ἀδελφοὺς κωλύσει φιλίην ξυνθέσθαι κατὰ Ἑλλήνων πρὸς τοὺς βαρβάρους· διεπρήξατο δὲ καὶ ἄλλα πολλὰ καλὰ ἔργα, ἃ μηκύνειν οὐ πρόσκαιρον. Αἱ μὲν δὴ δημόσιαι καὶ ἡμέων προγόνων ὑπουργίαι ἐς ὑμέας καὶ τοὺς ἄλλους Ἕλληνας, αὗται καὶ τοιαῦται πολλαί· καὶ γὰρ ἐκλείπει ἡ δύναμις τοῦ λόγου. Ἔρχομαι δ' ἤδη οὐκ εἰδόσιν εὐεργεσίην Ἱπποκράτους πατρὸς ἐμέο προσέχεσθαι· λέγων δ' ἂν ἀληθεύοιμι οὕτως· ὁκότε λοιμοῦ ῥέοντος διὰ τῆς βαρβάρου, ἣ ὑπέρκειται Ἰλλυριῶν καὶ Παιόνων, ὁκότε δὴ ἐπὶ ταύτην τὴν χώρην ἧκε τὸ κακὸν, οἱ τούτων τῶν ἐθνέων βασιλῆες κατὰ δόξαν ἰητρικὴν, ἣ ἀληθὴς ἐοῦσα πανταχόθι ἴσχυεν ἔρχεσθαι, κατὰ πατρὸς τοῦ ἐμέο πέμπουσιν ἐπὶ Θεσσαλίης (ἐκεῖ γὰρ δὴ ὁ ἐμὸς πατὴρ καὶ πρότερον καὶ νῦν οἴκησιν εἶχε), καλέοντες αὐτὸν ἐς ἐπικουρίην, χρυσοῦ τε καὶ ἀργύρου καὶ ἄλλων κτεάνων οὐ μόνον ἔφασαν πέμψειν ἔχειν, ἀλλὰ καὶ ἀποίσασθαι ὁκόσα ἂν αὐτὸς ἐθέλῃ ἐπαμύναντα. Ὁ δὲ ἐρώτησιν ποιησάμενος ὁκοῖαί τινες ἐν μέρει κινήσιες γίνονται κατά τε καύματα καὶ ἀνέμους καὶ ἀχλύας καὶ τἄλλα ἃ πέφυκε τὰς ἕξιας κινεῖν παρὰ τὸ καθεστηκός· ὁκότε δὴ πάντων μαθήσιας ἀνείλετο, τοὺς μὲν χωρεῖν ἐκέλευσεν ὀπίσω, ἀποφηνάμενος μὴ οἷός τε εἶναι ἐς χώρην τὴν ἐκείνων ἰέναι· ὅκως δὲ εἶχε ταχέως, αὐτὸς μὲν Θεσσαλοῖς ἠρτύετο παραγγέλλειν ὁκοίοις χρὴ τρόποις κακοῦ τοῦ προσιόντος εὐλαβείην ποιέεσθαι, καὶ ξυγγράφων θεραπείην ἐξετίθει περὶ τὰς πόλιας· ἐμὲ δὲ ἐπὶ Μακεδονίης ἐξαπέστειλε, βασιλεῦσι γὰρ Ἡρακλειδέων, οἳ ἐκεῖ κατέχουσι, πατρικὴ ξενίη ὑπῆρχεν ἡμῖν. Κᾀγὼ μὲν ᾔειν ἵνα με ὁ πατὴρ ἐκέλευσεν, ἀπὸ Θεσσαλίας, ἀρήξων τοῖς ἐκεῖ· συνετέτακτο δέ μοι ξυμβαλεῖν ἐς πόλιν τὴν ὑμετέρην. Ἀδελφεὸν δὲ τὸν ἐμὸν Δράκοντα ἐκ Παγασέων ὁρμηθέντα πλοῦν ποιέεσθαι ἐφ' Ἑλλησπόντου ἐκέλευσε, [οὐ] παραπλησίην δοὺς ὑποθήκην ᾗ αὐτὸς ἔπρησσεν· οὐ γὰρ πάντες τόποι τὰ αὐτὰ φέρουσι βοηθήματα, διὰ τὸ μὴ πάντῃ τὰ περιέχοντα ἐξ ἀέρος ὅμοια εἶναι. Πολύβιον δὲ τὸν τὴν θυγατέρα ἔχοντα, ἐμὴν δὲ ἀδελφεὴν, καὶ ἄλλους τῶν μαθητέων διέπεμπεν ἐς ἑτέρας ἑτέρων καὶ ἀγορὰς καὶ ὁδοὺς πορευσομένους, ὅπως ὅτι πλείστοις ἐπαρῆξαι. Ὡς δὲ δὴ τὰ κατὰ Θεσσαλίην ἠνύσατο, ἐπορεύετο τοῖς ἐχομένοις ἔθνεσι βοηθέων· ἐπὶ Πύλας δὲ ἐλθὼν, Δωριεῦσι καὶ τοῖς ἄλλοις ὁμοῦ Φωκέων ἐπήρκεσε· καὶ ὁκότε δὴ ἐς Δελφοὺς ἀφίκετο, ὑπὲρ Ἑλλήνων ἱκεσίην ἔθετο τῷ θεῷ, καὶ θύσας ἤνυε τὴν ἐπὶ Βοιωτῶν, τοῖς δ' ἐκεῖ ἐπαμύνας ἀναλόγως, ἐν τῇ ὑμετέρῃ ᾔει, καὶ ἱκανὰ ἃ νῦν ἐγὼ ἐπαγορεύω τὰ ὑμῖν σωτήρια ἐκ θυμοῦ πάντως εἶπε. Δοκέω δ' ὑμῶν ὅτι ἀληθεύω πολλοὺς γινώσκειν· οὐ γὰρ πάλαι, ἀλλ' ἔτος ἐστὶ τοῦτο ἔνατον, ἐξ οὗ διελήλυθα καὶ ἐπὶ Πελοπόννησον ἐστελλόμην, καὶ τοῖς ἐκείνην οἰκέουσι βοηθήσων. Πάντοθεν δ' ἡμῖν καὶ λόγῳ καὶ ἔργῳ ἀξίη τιμὴ ἀπήντα, ὥστε μὴ μεταμελέεσθαι ὅτι οὐκ ἠλλαξάμεθα χρηματισμοῦ τοῦ ἐξ Ἰλλυριῶν καὶ Παιόνων. Παρὰ δὲ τὰς ἄλλας πόλιας τὰ παρ' ὑμέων δοθέντα μεγάλα ἦν· ἥ τε γὰρ πολιτείη ἡ ὑμετέρη ὑπερῆγε τὰς ἑτέρων· αἱ γὰρ Ἀθῆναι ὑψηλότερόν τι τῶν ἄλλων πόλεων ἐς δόξαν, καὶ ὁ ἐν τῷ ὑμετέρῳ θεάτρῳ χρύσεος στέφανος ἐπιτεθεὶς ζήλου πρὸς τὸ ἄκρον ἦγεν. Ἀλλὰ καὶ τοῦτο τὸ καλὸν ὑπερεβάλεσθε, μυήσαντες τὰ Δήμητρος καὶ κόρης μυστήρια καὶ ὄργια καὶ τὸν πατέρα καὶ ἐμὲ δημοσίᾳ. Τρεῖς μὲν αὗταί μοι οἷον ἀνύοντι ἐξέλκειν τε τοὺς λόγους καὶ σχοινίων προέχεσθαι [αἱ] πόλιός τε καὶ προγόνων καὶ πατρὸς τοῦ ἐμέο χάριτες ξὺν πολλοῖς Ἑλλήνων· τετάρτην δ' ἀναλήψομαι λέγειν ὑπουργίην, ἣν, ὡς ὑπεθέμην, εἰς ὑμᾶς ἐγὼ καὶ ὁ πατὴρ ὁ ἐμὸς κατεθέμεθα. Ὅτε γὰρ Ἀλκιβιάδην [ἡ πόλις] ἐξέπεμπεν ἐπὶ Σικελίης πολλῇ μὲν δυνάμει, οὐχ οὕτω δὲ πολλῇ ὡς θαυμαστῇ (ἦν γὰρ ὅσ' ἔργα), λόγου ἐν ἐκκλησίῃ ὑπὲρ ἰητροῦ προσπεσόντος ὃν δέοι ἀκολουθεῖν τῷ στρατεύματι, προελθὼν ὁ πατὴρ ὑπέσχετο ἐμὲ ἐπὶ τὰ ὑμέτερα σώματα δώσειν, τοῖς ἰδίοις δαπανήμασι κατεσκευασμένον καὶ ἄτερ μισθῶν αἰτήσιος ἕως ἂν ὁ στόλος ἀποδημῇ, ἐν ἐλάσσονι τιθέμενος τὸ λυσιτελὲς ἀξιόχρεων ἐὸν τῆς ὑμῖν χρείης ἐσομένης. Ἐγὼ γὰρ οὐχ ὅπως ἂν τὰ ὑπάρχοντα κατεδαπάνων, ὃ ἐποίεον ὑμῖν ὑπουργέων, ἀλλὰ καὶ ἐν ἄλλοισι μεγάλοισιν ἔργοισιν ἐτετάγμην. Καὶ τοῦτο ἐλάχιστον τῶν μελλόντων ῥηθήσεσθαι· προείλετο γὰρ μᾶλλον ὁ πατὴρ ἐν ἐμοὶ τῷ ὑιεῖ καὶ ἐν γῇ ὀθνείᾳ σαλεύειν καὶ κατὰ θάλασσαν καὶ κατὰ κινδύνους πολεμικοὺς, καὶ κατὰ ἀρρωστίας, αἳ τοῖς ἐν πλανώδεσι βίοις εἰθισμέναι εἰσὶ μᾶλλον προσκαθίζειν ἢ τοῖς ἐν τεταγμένῃ ζωῇ· ἠπίστατο γὰρ χάριτα χάριτι μετρεῖσθαι, καὶ μὴ οἷόν πέρ τι ὠνεύμενος ἐκ χειρὸς εἰς χεῖρας συναλλάξας ἅπαξ ἀπιέναι. Ὁ μὲν δὴ τοιούτων ὑπῆρξεν· ἐγὼ δὲ, ἅτε παῖς ἐὼν ἐκείνου, οὐδὲν ἐλλείπω φιλοτιμίης καὶ τέχνης, βοηθέων καὶ κινδυνεύων σὺν ὑμῖν ὁκότε που καιρὸς εἴη· καὶ ἐς ταῦτά με ἀμφότερα οὔτε νοῦσος οὔτε κακοπαθείη οὔτε φόβος ὁ ἐν θαλάσσῃ καὶ ὁ ἐν χερσὶ πολεμίων εἴργει· μαρτυρίη δὲ οὐκ ἐν ἄλλοις τισὶν, ἐν δ' ὑμῖν αὐτοῖς κεῖται· ὥστε, εἴ τῳ ἀντιλεκτέον, ἀναστήτω μηδὲν ὀκνήσας, ἀλλ' οὐ δοκέω ψεύδεσθαι. Ταῦτα δὲ πρήξας ἐπὶ τρία ἔτεα, στεφανωθείς τε χρυσέῳ στεφάνῳ, καὶ ἔτι κάλλιον εὐφημεύμενος, ἐς τὴν ἰδίην ἀπῆλθον ἐπὶ γάμον, ὡς διαδόχους καταστήσαιμι καὶ τέχνης καὶ γενεῆς ἡμετέρης. Ἃ μὲν δὴ παρὰ πόλιος, προγόνων, πατρός τε καὶ ἐμέο ὑμῖν ὑπάρχει, ταῦτ' ἐστίν· εἴρηται δὲ καὶ ὧν ἡμεῖς παρ' ὑμέων ἐπαυράμεθα· δοκέω δὲ πολλοὺς ὑμέων θαυμάζειν, ὅτεων χάριν ταῦτα ἀναμεμέτρηται· ὡς οὖν καὶ ὑμέες εἰδῆτε καὶ ἐμοὶ γίνηται ἃ ἐγὼ ἐπιθυμέω, καιρὸς λέγειν. Ὁ πατὴρ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ἐγὼ αἰτεόμεθα ὑμέας (οὕτω γὰρ εἰπεῖν ἐλευθέρους καὶ φίλους [καὶ] παρὰ φίλων τυχεῖν ἐλευθέρων), ἐκ πατρίδος τῆς ὑμετέρης ὅπλα πολέμια μὴ ἄρασθαι· εἰ δὲ δεῖ, ὥσπερ ἴσως δεῖ τοὺς ὑπὲρ τῆς αὐτῶν προεληλυθότας, καὶ δεόμεθα μὴ ἡμέας ἐόντας [ἐν] ἀξιώματι μεγάλῳ καὶ τοιουτέων προϋπάρξαντας, ἐν δούλων μοίρῃ τιθήσεσθαι· ἔτι δὲ, καὶ γὰρ οὕτως ἁρμόσει λέγειν, ἱκετεύομεν μὴ ποιήσεσθαι τὰ ἡμέτερα ὑμῖν αὐτοῖς δουρίκτητα, πολλοὶ μειόνων ἢν ἐπάνω γενήσεσθε, ἀλλ' ὑπιδέσθαι καὶ τοῦτο ὅτι ἑτέρως ἕτερα ἡ τύχη ταχύνει· καί ποτε μικρῶν μεγάλοι προσεδεήθησαν, καὶ οἱ καρτεροὶ δι' ἀσθενέας σωτηρίης ἔτυχον. Δοκέω δὲ σύνδηλον, ὡς μὴ ἐνδηλότερον εἴπω, ὅτι ἐφ' ἑνὶ ἀνδρὶ οὐ πόλις, ἀλλὰ πολλὰ ἔθνεα ἤδη ποτὲ ὤφθη ὠφεληθέντα ἐν πολεμικοῖς, καὶ ἔνθα τέχνη ἰσχύει. Μηδὲ ἡμέας ἀποβάλησθε· καὶ γὰρ οὐδὲ ἀπόβλητοι ἐσμὲν, ὡς ἐν ἡμῖν μαρτυρίη κεῖται· ἀλλ' ἀρχὴν μὲν οὗτοι, ἔνθεν γένος εὐχόμεθ' εἶναι, Ἀσκληπιὸς καὶ Ἡρακλῆς, ἐπ' ὠφελείῃ ἀνθρώπων ἐγένοντο, καὶ τούτους δι' ἀρετῆς τῆς ἐνταῦθα ἐν θεῶν χώρῃ ἔχουσι πάντες· πόλις δὲ ἐμὴ καὶ ἐγὼ ὁ λέγων ἐς τούτους ἀνερχόμεθα, ὡς ἀνθρώπων λόγοι κατέχουσιν· ὅθεν δὴ καὶ ὑπὲρ Ἑλλήνων φανεύμεθα ἀμφότεροι ταύτῃ προϊστάμενοι καὶ ἐπὶ παντὶ καλλίστῳ· οὐ γὰρ μῦθος τὰ Τρωϊκὰ ἀλλ' ἔργα, ἐν οἷς ἡ Κῶς σὺν τῇσιν ἑωυτῆς νήσοισιν οὐ πολλοστὴ, μεγίστη δ' ἐς συμμαχίην ἐστίν· οὕτως δὲ καὶ Ἀσκληπιοῦ παῖδες οὐ τέχνῃ μόνον, ἀλλὰ καὶ ὅπλοις ἐπήρκεσαν Ἕλλησι· Μαχάων γέ τοι ψυχὴν κατέθετο ἐν τῇ Τρωάδι, ὅτε, ὡς οἱ ταῦτα γράφοντες λέγουσιν, ἐξ ἵππου ἐς πόλιν τὴν Πριάμου εἰσῆλθε. Μὴ δὴ μήτε καθότι ἔμφυλοι, μήτε καθότι ἐξ ἐπαρηγόντων ἐπαρήγοντες γεγόναμεν Ἕλλησιν, ἀδικήσητε ἡμέας. Οὐ μηκυνέω δὲ οὐδὲ τὰ Κρισαῖα αὖθις οὔτε τὰ Περσικὰ λέγων, ὁκότε καὶ ἀκηκόατε καὶ ἐν χερσὶ μᾶλλον τῶν ἀρτίως εἰρημένων ἐστίν· ἐν θυμῷ δὲ λάβετε καὶ οὕτως εὐεργέτας μὴ ὅσιον ἀδικεῖν. Ἡμέας δὲ εὐεργέτας ὡς τὰ ἔργα φησὶ, τίνες φανεῖσθε, οἱ πατέρων γεγῶτες οἵων οἱ μυθολόγοι εἶπον, ἂν τὸ ἀδικεῖν ἀντὶ τοῦ χρηστοὶ εἶναι αἱρῆσθε; οὐ γὰρ ἐθέλω πικρότερον λέγειν· κεῖνοι γὰρ, ὦ ἄνδρες Ἀθηναῖοι, Ἡρακλείδαις μὲν ἔτινον χάριτας, ἑτέροις δὲ πολλοῖς εὐεργετηθέντες ἐπήρκεσαν· ὑπολείποι δ' ἄν με ἡ ἡμέρη μακρὰ λέγοντα, εἰ διεξίοιμι ὁκόσοις ὁκόσα ἀπήντηκεν ἀγαθὰ οὐδὲν ἐν χρείῃ ὑμῖν ἐγγεγονόσι. Περιβλέψατε δὲ ἑωυτοὺς, καὶ μηδὲ ἐμεῦ εἰπόντος γνῶτε ὁκοῖα πρήσσετε· κακὸν ἐξουσίη, ὦ ἄνδρες Ἀθηναῖοι, οὐ γὰρ ἐπίσταται τὰ ἑωυτῆς μέτρῳ ταμιεύεσθαι, ἀλλὰ δή τινας καὶ πόλιας καὶ ἔθνεα ἐλυμήνατο. Ἐς ἑτέρους δὲ οἷον ἐς κάτοπτρον βλέψαντες ἴδετε αὐτοὶ ἃ ποιέετε, καὶ ἐγὼ ἀληθέα λέγω. Καὶ νέος δὲ νόμος ὅστις εὐτυχίῃ πεποιθὼς, μὴ καὶ ἐς τὰ δυσπετέα βλέπειν· οὐχ ὑμέτερον· πολλὰ γὰρ καὶ ὧδε δαίμονος πεπείρησθε. Οὐδὲν ὑμέας ἀδικέομεν· εἰ δὲ καὶ ἀδικέομεν, μὴ ὅπλοις, ἀλλὰ λόγῳ κριθῶμεν. Παραιτέομαι δὲ ὑμέας καὶ τοῦτο, μὴ ποιῆσαι χάριν ἑτέροις ὀφλῆσαι, ἐπικουρήσασιν ἡμῖν· ἐπικουρήσουσι γὰρ, ἢν ὀρθῶς ποιέωσιν, οἵ τε ἐντὸς Θεσσαλίης, Ἄργεος, Λακεδαίμονος, [καὶ] Μακεδονίης βασιλεῖς, [καὶ] εἴκου ἕτεροι Ἡρακλεῖδαι ἢ Ἡρακλειδέων συγγενέες οἰκέουσι. Κρεῖσσον ἄτερ βίης τὰ δίκαια ποιέειν ἢ βιασθέντας· οὐκ εἶπον δ' ἐπανάστασιν· τοῦτο δὲ φανερὸν ποιέω, ὅτι πολλοῖσι μελόμεθα ἢ μελησόμεθα, εἰ μὴ πανταχόθεν οἴχεται τὸ χρηστοὺς ἀνθρώπους ἔτι εἶναι. Ἐγὼ μὲν οὖν, μικρὴ γάρ μοι δύναμις λόγου, ἅτε πρὸς ἑτέρων ἐπιμέλειαν ἡρμοσμένῳ, ἐνταῦθα καταπαύσω. Ἀξιῶ δὲ πρὸς ξένους ὑμετέρους καὶ τοὺς ὑμῖν συμβούλους εἰθισμένους εἶναι, καὶ θεῶν καὶ ἡρώων ἕνεκα καὶ χαρίτων, αἳ ἀνθρώποις παρ' ἀνθρώπων γίνονται, ἔχθρα μὲν εἴργειν τὰ ἀλλήλων ὑμέας, εἰς δὲ φίλα προτρέπεσθαι· εἰ γὰρ μὴ ἐν τῇ ὑμετέρῃ πόλει τουτέων ἐπιτευξόμεθα, οὐκ οἶδ' ὅκου ἐλθόντες ὧν ἱμείρομεν εὐμοιρήσομεν.