Επιστολή προς Πομπήιον

Ἐπιστολὴ πρὸς Πομπήιον
Συγγραφέας:


ΔΙΟΝΥΣΙΟΣ ΓΝΑΙΩΙ ΠΟΜΠΗΙΩ ΧΑΙΡΕΙΝ

[1] Ἐπιστολήν τινα παρὰ σοῦ κομισθεῖσαν ἐδεξάμην εὐπαίδευτόν τε καὶ πάνυ μοι κεχαρισμένην, ἐν ᾗ γράφεις, ὅτι τὰς συντάξεις τὰς ἐμὰς ἐπιχορηγοῦντός σοι Ζήνωνος τοῦ κοινοῦ φίλου διαπορευόμενος καὶ πάνυ διατιθέμενος οἰκείως, ἐν αὐταῖς τὰ μὲν ἄλλα θαυμάζεις, ἑνὶ δὲ μέρει δυσχεραίνεις τῶν ἐν αὐταῖς κατακεχωρισμένων, τῇ Πλάτωνος κατηγορίᾳ. ὅτι μὲν οὖν σεβαστικῶς διάκεισαι πρὸς τὸν ἄνδρα, ὀρθῶς ποιεῖς· ὅτι δὲ περὶ ἡμῶν τἀναντία ὑπείληφας, οὐκ ὀρθῶς. εἰ γάρ τις ἄλλος ἐκπλήττεται ταῖς Πλατωνικαῖς ἑρμηνείαις, εὖ ἴσθι νῦν, κἀγὼ τούτων εἷς εἰμι. ὃ δὲ πέπονθα πρὸς ἅπαντας, ὅσοι τὰς αὑτῶν ἐπινοίας εἰς τὴν κοινὴν φέρουσιν ὠφέλειαν ἐπανορθοῦντες ἡμῶν βίους τε καὶ λόγους, ἐρῶ σοι, καὶ πείσω γε νὴ Δία, πιστεύων καινὸν οὐδὲν ἐρεῖν οὐδὲ παράδοξον οὐδ´ ὃ μὴ πᾶσιν ὁμοίως δοκεῖ. Ἐγὼ οὖν νομίζω δεῖν, ὅταν μὲν ἔπαινον προέληται γράφειν τις πράγματος εἴτε σώματος ὁποίου γέ τινος, τὰς ἀρετὰς αὐτοῦ καὶ οὐ τἀτυχήματα, εἴ τινα πρόσεστι, {τῷ πράγματι ἢ τῷ σώματι δεῖν} προφέρειν· ὅταν δὲ βουληθῇ διαγνῶναι, τί τὸ κράτιστον ἐν ὅτῳ δή ποτε βίῳ καὶ τί τὸ βέλτιστον τῶν ὑπὸ ταὐτὸ γένος ἔργων, τὴν ἀκριβεστάτην ἐξέτασιν προσφέρειν καὶ μηδὲν παραλείπειν τῶν προσόντων αὐτοῖς εἴτε κακῶν εἴτε ἀγαθῶν· ἡ γὰρ ἀλήθεια οὕτως εὑρίσκεται μάλιστα, ἧς οὐδὲν χρῆμα τιμιώτερον. τοῦτο δὴ προθέμενος ἐκεῖνο λέγω· εἰ μὲν ἔστι μοι κατὰ Πλάτωνος λόγος τις καταδρομὴν περιέχων τοῦ ἀνδρὸς ὥςπερ Ζωΐλῳ τῷ ῥήτορι, ἀσεβεῖν ὁμολογῶ· καὶ εἴ γε βουληθεὶς ἐγκώμιον αὐτοῦ γράφειν ψόγους τινὰς συγκαταπλέκω τοῖς ἐπαίνοις, ἀδικεῖν φημι καὶ παρεκβαίνειν τοὺς καθεστῶτας ἡμῖν ἐπὶ τοῖς ἐπαίνοις νόμους· οὐ γὰρ ὅτι διαβολὰς οἴομαι δεῖν γράφειν ἐν αὐτοῖς, ἀλλ´ οὐδ´ ἀπολογίας. εἰ δὲ χαρακτῆρας λόγου προελόμενος σκοπεῖν καὶ τοὺς πρωτεύοντας ἐν αὐτοῖς φιλοσόφους τε καὶ ῥήτορας ἐξετάζειν τρεῖς μὲν ἐξ ἁπάντων ἐξελεξάμην τοὺς δοκοῦντας εἶναι λαμπροτάτους, Ἰσοκράτην τε καὶ Πλάτωνα καὶ Δημοσθένη, ἐκ δὲ τούτων αὐτῶν πάλιν προέκρινα Δημοσθένη, οὐδὲν ᾤμην οὔτε Πλάτωνα οὔτε Ἰσοκράτην ἀδικεῖν. Νὴ Δία, φῄς, ἀλλ´ οὐκ ἔδει σε τὰ Πλάτωνος ἁμαρτήματα ἐξελέγχειν, βουλόμενον ἐπαινεῖν Δημοσθένη. ἔπειτα πῶς ἄν μοι τὴν ἀκριβεστάτην βάσανον ὁ λόγος ἔλαβεν, εἰ μὴ τοὺς ἀρίστους λόγους τῶν Ἰσοκράτους τε καὶ Πλάτωνος τοῖς κρατίστοις τῶν Δημοσθένους ἀντιπαρέθηκα καὶ καθ´ ὃ μέρος ἥττους οἱ τούτων λόγοι εἰσὶ τῶν ἐκείνου, μετὰ πάσης ἀληθείας ἐπέδειξα, οὐχ ἅπαντα τοῖς ἀνδράσιν ἐκείνοις ἡμαρτῆσθαι λέγων (μανίας γὰρ τοῦτό γε), ἀλλ´ οὐδ´ ἅπαντα ἐπίσης κατωρθῶσθαι. εἰ δὲ τοῦτ´ οὐκ ἐποίουν, ἐπῄνουν δὲ Δημοσθένη πάσας διεξιὼν αὐτοῦ τὰς ἀρετάς, ὡς μὲν ἀγαθὸς ὁ ῥήτωρ, ἔπεισα πάντως ἂν τοὺς ἀναγνωσομένους· ὡς δὲ καὶ κράτιστος πάντων τῶν πρωτευσάντων περὶ λόγους, οὐκ ἂν ἔπεισα μὴ παρατιθεὶς αὐτῷ τοὺς ἀρίστους· πολλὰ γὰρ τῶν καθ´ αὑτὰ φαινομένων καλῶν καὶ θαυμαστῶν ἑτέροις ἀντιπαρατεθέντα κρείττοσιν ἐλάττω τῆς δόξης ἐφάνη. οὕτω γέ τοι καὶ χρυσὸς ἑτέρῳ χρυσῷ παρατεθεὶς κρείττων εἴτε καὶ χείρων εὑρίσκεται καὶ πᾶν ἄλλο χειρούργημα, καὶ ὅσων ἐνέργεια τὸ τέλος. εἰ δὲ ἀχάριστον ὑπολήψεταί τις ἐν τοῖς πολιτικοῖς λόγοις τὴν ἐκ τῆς συγκρίσεως ἐξέτασιν καὶ καθ´ ἑαυτὸν ἕκαστον ἀξιώσει σκοπεῖν, οὐδὲν κωλύσει τὸ αὐτὸ τοῦτο καὶ ἐπὶ τῶν ἄλλων ποιεῖν, καὶ μήτε ποίησιν ἀντεξετάζειν ἑτέρᾳ ποιήσει μήθ´ ἱστορικὴν σύνταξιν ἑτέρᾳ συντάξει μήτε πολιτείαν πολιτείᾳ μήτε νόμον νόμῳ, μὴ στρατηγὸν στρατηγῷ, μὴ βασιλεῖ βασιλέα, μὴ βίῳ βίον, μὴ δόγματι δόγμα· τοῦτο δ´ οὐκ ἄν τις συγχωρήσειε νοῦν ἔχων. Εἰ δὲ δεῖ καὶ τὰς ἐκ τῶν μαρτυριῶν παρασχέσθαι σοι πίστεις, ἐξ ὧν μᾶλλόν σοι γενήσεται καταφανές, ὅτι κράτιστος ἐλέγχου τρόπος ὁ κατὰ σύγκρισιν γιγνόμενος, ἀφεὶς τοὺς ἄλλους αὐτῷ χρήσομαι μάρτυρι Πλάτωνι. βουληθεὶς γὰρ ὁ ἀνὴρ ἐπιδείξασθαι τὴν αὑτοῦ δύναμιν ἣν εἶχεν ἐν τοῖς πολιτικοῖς λόγοις, οὐκ ἠρκέσθη ταῖς ἄλλαις γραφαῖς, ἀλλὰ καὶ - - - κρατίστου τῶν τότε ῥητόρων ἕτερον αὐτὸς ἐν τῷ Φαίδρῳ συνετάξατο λόγον ἐρωτικὸν εἰς τὴν αὐτὴν ὑπόθεσιν· καὶ οὐδὲ ἄχρι τούτου προελθὼν ἐπαύσατο καταλιπὼν ἐπὶ τοῖς ἀναγνωσομένοις τὴν διάγνωσιν, πότερός ἐστι κρείττων λόγος, ἀλλὰ καὶ τῶν ἁμαρτημάτων ἥψατο τῶν Λυσιείων, τὰς μὲν λεκτικὰς μαρτυρῶν τῷ ἀνδρὶ ἀρετάς, τῶν δὲ πραγματικῶν ἐπιλαμβανόμενος. ὁπότε οὖν Πλάτων τὸ φορτικώτατον καὶ ἐπαχθέστατον τῶν ἔργων προελόμενος, αὑτὸν ἐπαινεῖν κατὰ τὴν δύναμιν τῶν λόγων, οὐδὲν ᾤετο ποιεῖν κατηγορίας ἄξιον, εἰ παρὰ τὸν ἄριστον τῶν τότε ῥητόρων τοὺς ἰδίους ἐξετάζειν ἠξίου λόγους ἐπιδεικνύμενος Λυσίαν τε ἐν οἷς ἡμάρτηκεν καὶ ἑαυτὸν ἐν οἷς κατώρθωκε, τί θαυμαστὸν ἐποίουν ἐγὼ τοῖς Δημοσθένους λόγοις συγκρίνων τοὺς Πλάτωνος καὶ εἴ τι μὴ καλῶς ἐν αὐτοῖς ἔχειν ᾤμην, ἐπιλογιζόμενος; ἐῶ γὰρ τὰς ἄλλας αὐτοῦ γραφὰς παραφέρειν, ἐν αἷς κωμῳδεῖ τοὺς πρὸ ἑαυτοῦ, Παρμενίδην τε καὶ Ἱππίαν καὶ Πρωταγόραν καὶ Πρόδικον καὶ Γοργίαν καὶ Πῶλον καὶ Θεόδωρον καὶ Θρασύμαχον καὶ ἄλλους συχνούς, οὐκ ἀπὸ τοῦ βελτίστου πάντα περὶ αὐτῶν γράφων ἀλλ´ εἰ βούλει, καὶ ἀπὸ φιλοτιμίας· ἦν γάρ, ἦν ἐν τῇ Πλάτωνος φύσει πολλὰς ἀρετὰς ἐχούσῃ τὸ φιλότιμον. ἐδήλωσε δὲ τοῦτο μάλιστα διὰ τῆς πρὸς Ὅμηρον ζηλοτυπίας, ὃν ἐκ τῆς κατασκευαζομένης ὑπ´ αὐτοῦ πολιτείας ἐκβάλλει στεφανώσας καὶ μύρῳ χρίσας, ὡς δὴ τούτων αὐτῷ δέον ἐκβαλλομένῳ, δι´ ὃν ἥ τε ἄλλη παιδεία πᾶσα παρῆλθεν εἰς τὸν βίον καὶ τελευτῶσα φιλοσοφία. ἀλλὰ θῶμεν ἀπὸ τοῦ βελτίστου δι´ αὐτὴν τὴν ἀλήθειαν πάντα λέγειν {ἀληθῆ} Πλάτωνα· τί οὖν ἄτοπον ἐποιοῦμεν αὐτοὶ τοῖς ἐκείνου νόμοις χρώμενοι καὶ ἀντιπαρεξετάζειν αὐτῷ τοὺς τῶν ἐπακμασάντων λόγους βουλόμενοι; Ἔπειτ´ οὐ μόνος οὐδὲ πρῶτος ἐγὼ φανήσομαι περὶ Πλάτωνος ἐπιχειρήσας τι λέγειν. οὐδ´ ἄν τις ἔχοι κατ´ αὐτὸ τοῦτο μέμψασθαί με τὸ μέρος, ὅτι τὸν ἐπιφανέστατον τῶν φιλοσόφων καὶ πλείοσιν ἢ δώδεκα γενεαῖς ἐμαυτοῦ πρεσβύτερον ἐξετάζειν *** ἐπεβαλόμην ὡς δὴ διὰ τοῦτο δόξης τινὸς τευξόμενος. πολλοὶ γὰρ εὑρεθήσονται πρὸ ἐμοῦ τοῦτο πεποιηκότες, οἳ μὲν κατὰ τὸν ἐκείνου γενόμενοι χρόνον, οἳ δὲ λίαν ὕστερον ἐπακμάσαντες. καὶ γὰρ τὰ δόγματα διέβαλον αὐτοῦ τινες καὶ τοὺς λόγους ἐμέμψαντο πρῶτον μὲν ὁ γνησιώτατος αὐτοῦ μαθητὴς Ἀριστοτέλης, ἔπειτα οἱ περὶ Κηφισόδωρόν τε καὶ Θεόπομπον καὶ Ζωΐλον καὶ Ἱπποδάμαντα καὶ Δημήτριον καὶ ἄλλοι συχνοί, οὐ διὰ φθόνον ἢ διὰ φιλαπεχθημοσύνην κωμῳδοῦντες ἀλλὰ τὴν ἀλήθειαν ἐξετάζοντες. τοσούτοις δὴ καὶ τηλικούτοις ἀνδράσι παραδείγμασι χρώμενος καὶ παρὰ πάντας τῷ μεγίστῳ Πλάτωνι οὐδὲν ἡγούμην τῆς φιλοσόφου ῥητορικῆς ποιεῖν ἀλλότριον ἀγαθοὺς ἀγαθοῖς ἀντεξετάζων. περὶ μὲν οὖν τῆς προαιρέσεως, ἣν ἔσχον ἐν τῇ συγκρίσει τῶν χαρακτήρων, ἱκανῶς ἀπολελόγημαι καὶ σοί, Γεμῖνε φίλτατε.

[2] Λοιπὸν δ´ ἐστί μοι καὶ περὶ αὐτῶν ὧν εἴρηκα λόγων περὶ τἀνδρὸς ἐν τῇ περὶ τῶν Ἀττικῶν πραγματείᾳ ῥητόρων εἰπεῖν. θήσω δὲ αὐταῖς λέξεσιν, ὡς ἐκεῖ γέγραφα· ‘Ἡ δὲ δὴ Πλατωνικὴ διάλεκτος βούλεται μὲν εἶναι καὶ αὐτὴ μῖγμα ἑκατέρου τῶν χαρακτήρων, τοῦ τε ὑψηλοῦ καὶ ἰσχνοῦ, καθάπερ εἴρηταί μοι πρότερον· πέφυκε δὲ οὐχ ὁμοίως πρὸς ἀμφοτέρους τοὺς χαρακτῆρας εὐτυχής. ὅταν μὲν οὖν τὴν ἰσχνὴν καὶ ἀφελῆ καὶ ἀποίητον ἐπιτηδεύῃ φράσιν, ἐκτόπως ἡδεῖά ἐστι καὶ φιλάνθρωπος. καθαρά τε γὰρ ἀποχρώντως γίνεται καὶ διαυγής, ὥςπερ τὰ διαφανέστατα τῶν ναμάτων, ἀκριβής τε καὶ λεπτὴ παρ´ ἥντιν´ οὖν ἑτέραν τῶν τὴν αὐτὴν διάλεκτον εἰργασμένων, τήν τε κοινότητα διώκει τῶν ὀνομάτων καὶ τὴν σαφήνειαν ἀσκεῖ πάσης ὑπεριδοῦσα κατασκευῆς ἐπιθέτου· ὅ τε πίνος ὁ τῆς ἀρχαιότητος ἠρέμα αὐτῇ καὶ λεληθότως ἐπιτρέχει ἱλαρόν τέ τι καὶ τεθηλὸς καὶ μεστὸν ὥρας ἄνθος ἀναδίδωσι, καὶ ὥςπερ ἀπὸ τῶν εὐωδεστάτων λειμώνων αὖρά τις ἡδεῖα ἐξ αὐτῆς φέρεται, καὶ οὔτε τὸ λιγυρὸν ἔοικεν ἐμφαίνειν λάλον οὔτε τὸ κομψὸν θεατρικόν. ὅταν δ´ εἰς τὴν περιττολογίαν καὶ τὸ καλλιεπεῖν, ὃ πολλάκις εἴωθε ποιεῖν, ἄμετρον ὁρμὴν λάβῃ, πολλῷ χείρων ἑαυτῆς γίγνεται· καὶ γὰρ ἀηδεστέρα καὶ κάκιον ἑλληνίζουσα καὶ παχυτέρα φαίνεται· μελαίνει τε τὸ σαφὲς καὶ ζόφῳ ποιεῖ παραπλήσιον, ἕλκει τε μακρὸν ἀποτείνουσα τὸν νοῦν, συστρέψαι δὲ δέον ἐν ὀλίγοις ὀνόμασιν ἐκχεῖται εἰς ἀπειροκάλους περιφράσεις, πλοῦτον ὀνομάτων ἐπιδεικνυμένη, ὑπεριδοῦσα δὲ τῶν κυρίων ὀνομάτων κἀν τῇ κοινῇ χρήσει κειμένων τὰ πεποιημένα ζητεῖ καὶ ξένα καὶ ἀρχαιοπρεπῆ. μάλιστα δὲ χειμάζεται περὶ τὴν τροπικὴν φράσιν· πολλὴ μὲν γὰρ ἐν τοῖς ἐπιθέτοις, ἄκαιρος δ´ ἐν ταῖς μετωνυμίαις, σκληρὰ δὲ καὶ οὐ σῴζουσα τὴν ἀναλογίαν ἐν ταῖς μεταφοραῖς γίγνεται, ἀλληγορίας τε περιβάλλεται μακρὰς καὶ πολλὰς οὔτε μέτρον ἐχούσας οὔτε καιρόν, σχήμασί τε ποιητικοῖς ἐσχάτην προσβάλλουσιν ἀηδίαν, καὶ μάλιστα τοῖς Γοργιείοις ἀκαίρως καὶ μειρακιωδῶς ἐναβρύνεται· καὶ ’πολὺς ὁ τελέτης ἐστὶν ἐν τοῖς τοιούτοις παρ´ αὐτῷ‘, ὡς καὶ Δημήτριος ὁ Φαληρεὺς εἴρηκέ που καὶ ἄλλοι συχνοί· ’οὐ γὰρ ἐμὸς ὁ μῦθος‘. Μηδεὶς δέ με ταῦτα ἡγείσθω λέγειν ἁπάσης καταγινώσκοντα τῆς ἐγκατασκεύου καὶ ἐξηλλαγμένης λέξεως ᾗ κέχρηται Πλάτων (μὴ γὰρ οὕτω σκαιὸς γενοίμην ὥςτε ταύτην τὴν δόξαν περὶ ἀνδρὸς τηλικούτου λαβεῖν), ἐπεὶ πολλὰ καὶ περὶ πολλῶν οἶδα μεγάλα καὶ θαυμαστὰ καὶ ἀπὸ τῆς ἄκρας δυνάμεως ἐξενηνεγμένα ὑπ´ αὐτοῦ· ἀλλ´ ἐκεῖνο ἐνδείξασθαι βουλόμενον, ὅτι τὰ τοιαῦτα ἁμαρτήματα ἐν ταῖς κατασκευαῖς εἴωθεν ἁμαρτάνειν, καὶ χείρων μὲν αὐτὸς αὑτοῦ γίνεται, ὅταν τὸ μέγα διώκῃ καὶ περιττὸν ἐν τῇ φράσει, μακρῷ δέ τινι ἀμείνων, ὅταν τὴν ἰσχνὴν καὶ ἀκριβῆ καὶ δοκοῦσαν μὲν ἀποίητον εἶναι κατεσκευασμένην δὲ ἀμωμήτῳ καὶ ἀφελεῖ κατασκευῇ διάλεκτον εἰσφέρῃ· ἢ γὰρ οὐδὲν ἁμαρτάνει ἢ κομιδῇ βραχύ τι καὶ οὐκ ἄξιον κατηγορίας. ἐγὼ δὲ ἠξίουν τηλικοῦτον ἄνδρα πεφυλάχθαι πᾶσαν ἐπιτίμησιν. ταὐτὰ γὰρ οἵ τε κατ´ αὐτὸν γενόμενοι πάντες ἐπιτιμῶσιν, ὧν τὰ ὀνόματα οὐδὲν δεῖ με λέγειν, καὶ αὐτὸς ἑαυτῷ (τοῦτο γὰρ τὸ λαμπρότατον)· ᾔσθετο γὰρ τῆς ἰδίας ἀπειροκαλίας καὶ ὄνομα ἔθετ´ αὐτῇ τὸ διθύραμβον· ὃ νῦν ἂν ᾐδέσθην ἐγὼ λέγειν ἀληθὲς ὄν. τοῦτο δὲ παθεῖν ἔοικεν, ὡς ἐγὼ νομίζω, τραφεὶς μὲν ἐν τοῖς Σωκρατικοῖς λόγοις ἰσχνοτάτοις οὖσι καὶ ἀκριβεστάτοις, οὐ μείνας δ´ ἐν αὐτοῖς ἀλλὰ τῆς Γοργίου καὶ Θουκυδίδου κατασκευῆς ἐρασθείς· ὥςτ´ οὐδὲν ἔξω τοῦ εἰκότος ἔμελλεν πείσεσθαι σπάσας τινὰ καὶ τῶν ἁμαρτημάτων ἅμα τοῖς ἀγαθοῖς, ὧν ἔχουσιν οἱ τῶν ἀνδρῶν ἐκείνων χαρακτῆρες. Παραδείγματα δὲ τῆς ἰσχνῆς καὶ τῆς ὑψηλῆς λέξεως ἐξ ἑνὸς βυβλίου τῶν πάνυ περιβοήτων παραθήσομαι, ἐν ᾧ τοὺς ἐρωτικοὺς ὁ Σωκράτης διατέθειται λόγους πρὸς ἕνα τῶν γνωρίμων Φαῖδρον, ἀφ´ οὗ τὴν ἐπιγραφὴν εἴληφε τὸ βυβλίον . . . . . Ἐν γὰρ τούτοις τὸ μὲν πραγματικὸν οὐδαμῇ μέμφομαι τοῦ ἀνδρός, τοῦ δὲ λεκτικοῦ μορίου τὸ περὶ τὴν τροπικήν τε καὶ διθυραμβικὴν φράσιν ἐκπῖπτον, ἐν οἷς οὐ κρατεῖ τοῦ μετρίου, ἐπιτιμῶ τε οὐχ ὡς τῶν τυχόντων τῳ ἀλλ´ ὡς ἀνδρὶ μεγάλῳ καὶ ἐγγὺς τῆς θείας ἐληλυθότι φύσεως, ὅτι τὸν ὄγκον τῆς ποιητικῆς κατασκευῆς εἰς λόγους ἤγαγε φιλοσόφους ζηλώσας τοὺς περὶ Γοργίαν, ὥςτε καὶ διθυράμβοις τινὰ ποιεῖν ἐοικότα, καὶ μηδὲ ἀποκρύπτεσθαι τοῦτο τὸ ἁμάρτημα ἀλλ´ ὁμολογεῖν. καὶ σύ γε αὐτός, ὦ βέλτιστε Γεμῖνε, ὁμοίαν ἐμοὶ γνώμην περὶ τἀνδρὸς ἔχων φαίνῃ δι´ αὐτῆς γέ τοι τῆς ἐπιστολῆς, ἐν οἷς κατὰ λέξιν οὕτω γράφεις· ’ἐν μὲν γὰρ τοῖς ἑτέροις σχήμασι ῥᾴδιον πεσεῖν μέσον τι ἐπαίνου καὶ μέμψεως· ἐν δὲ τῇ κατασκευῇ τὸ μὴ ἐπιτευχθὲν πάντῃ ἀποτυγχάνεται. διό μοι δοκεῖ τούτους τοὺς ἄνδρας οὐκ ἐκ τῶν ἐπικινδυνοτέρων οὐδὲ ἐλασσόνων, ἀλλ´ ἐκ τῶν πλείστων καὶ εὐτυχηθέντων ἐξετάζειν‘. καὶ μετ´ ὀλίγα πάλιν ἐπιλέγεις ταυτί· ’ἐγὼ δὲ καίπερ ἔχων ἀπολογήσασθαι ὑπὲρ ἁπάντων ἢ τῶν γε πλείστων οὐ τολμῶ σοι ἐναντία λέγειν· ἓν δὲ τοῦτο διισχυρίζομαι, ὅτι οὐκ ἔστι μεγάλως ἐπιτυχεῖν ἐν οὐδενὶ τρόπῳ μὴ τοιαῦτα τολμῶντα καὶ παραβαλλόμενον, ἐν οἷς καὶ σφάλλεσθαι ἐστὶν ἀναγκαῖον‘. Οὐδὲν διαφερόμεθα πρὸς ἀλλήλους· σύ τε γὰρ ὁμολογεῖς ἀναγκαῖον εἶναι τὸν ἐπιβαλλόμενον μεγάλοις καὶ σφάλλεσθαί ποτε, ἐγώ τέ φημι τῆς ὑψηλῆς καὶ μεγαλοπρεποῦς καὶ παρακεκινδυνευμένης φράσεως ἐφιέμενον Πλάτωνα μὴ περὶ πάντα τὰ μέρη κατορθοῦν, πολλοστὴν μέντοι μοῖραν ἔχειν τῶν κατορθουμένων τὰ διαμαρτανόμενα ὑπ´ αὐτοῦ. καὶ καθ´ ἓν τοῦτο Πλάτωνά φημι λείπεσθαι Δημοσθένους, ὅτι παρ´ ᾧ μὲν ἐκπίπτει ποτὲ τὸ ὕψος τῆς λέξεως {τῶν λόγων} εἰς τὸ κενὸν καὶ ἀηδές, παρ´ ᾧ δὲ οὐδέποτε ἢ σπανίως γε κομιδῇ. καὶ περὶ μὲν Πλάτωνος τοσαῦτα.

[3] Περὶ δὲ Ἡροδότου καὶ Ξενοφῶντος ἐβουλήθης μαθεῖν, τίνα περὶ αὐτῶν ὑπόληψιν ἔχω, καὶ γράψαι με περὶ αὐτῶν ἐβουλήθης. πεποίηκα {καὶ} τοῦτο οἷς πρὸς Δημήτριον ὑπεμνημάτισμαι περὶ μιμήσεως. τούτων ὁ μὲν πρῶτος αὐτὴν περιείληφε τὴν περὶ τῆς μιμήσεως ζήτησιν, ὁ δὲ δεύτερος περὶ τοῦ τίνας ἄνδρας μιμεῖσθαι δεῖ ποιητάς τε καὶ φιλοσόφους, ἱστοριογράφους τε καὶ ῥήτορας, ὁ δὲ τρίτος περὶ τοῦ πῶς δεῖ μιμεῖσθαι μέχρι τοῦδε ἀτελής. ἐν δὴ τῷ δευτέρῳ περὶ Ἡροδότου τε καὶ Θουκυδίδου καὶ Ξενοφῶντος καὶ Φιλίστου καὶ Θεοπόμπου (τούτους γὰρ ἔκρινον τοὺς ἄνδρας εἰς μίμησιν ἐπιτηδειοτάτους) τάδε γράφω· Εἰ δὲ δεῖ καὶ περὶ αὐτῶν εἰπεῖν, περὶ μὲν Ἡροδότου καὶ Θουκυδίδου ταῦτα φρονῶ. πρῶτόν τε καὶ σχεδὸν ἀναγκαιότατον ἔργον ἁπάντων ἐστὶ τοῖς γράφουσιν πᾶσιν ἱστορίας ὑπόθεσιν ἐκλέξασθαι καλὴν καὶ κεχαρισμένην τοῖς ἀναγνωσομένοις. τοῦτο Ἡρόδοτος κρεῖττόν μοι δοκεῖ πεποιηκέναι Θουκυδίδου. ἐκεῖνος μὲν γὰρ κοινὴν Ἑλληνικῶν τε καὶ βαρβαρικῶν πράξεων ἐξενήνοχεν ἱστορίαν, ’ὡς μήτε τὰ γενόμενα ἐξ ἀνθρώπων ἐξίτηλα γένηται, μήτε ἔργα‘ .... καὶ ἅπερ αὐτὸς εἴρηκε. τὸ γὰρ αὐτὸ προοίμιον καὶ ἀρχὴ καὶ τέλος ἐστὶ τῆς ἱστορίας. ὁ δὲ Θουκυδίδης πόλεμον ἕνα γράφει, καὶ τοῦτον οὔτε καλὸν οὔτε εὐτυχῆ· ὃς μάλιστα μὲν ὤφειλε μὴ γενέσθαι, εἰ δὲ μή, σιωπῇ καὶ λήθῃ παραδοθεὶς ὑπὸ τῶν ἐπιγιγνομένων ἠγνοῆσθαι. ὅτι δὲ πονηρὰν εἴληφεν ὑπόθεσιν, καὶ αὐτός γε τοῦτο ποιεῖ φανερὸν ἐν τῷ προοιμίῳ· πόλεις τε γὰρ δι´ αὐτὸν ἐξερημωθῆναί φησι πολλὰς Ἑλληνίδας, τὰς μὲν ὑπὸ βαρβάρων, τὰς δ´ ὑπὸ σφῶν αὐτῶν, καὶ φυγαδείας καὶ φθόρους ἀνθρώπων ὅσους οὔπω πρότερον γενέσθαι, σεισμούς τε καὶ αὐχμοὺς καὶ νόσους καὶ ἄλλας πολλὰς συμφοράς. ὥςτε τοὺς ἀναγνόντας τὸ προοίμιον ἠλλοτριῶσθαι πρὸς τὴν ὑπόθεσιν, Ἑλληνικῶν μέλλοντας ἀκούειν. ὅσῳ δὲ κρείττων ἡ τὰ θαυμαστὰ ἔργα δηλοῦσα Ἑλλήνων τε καὶ βαρβάρων γραφὴ τῆς τὰ οἰκτρὰ καὶ δεινὰ πάθη τῶν Ἑλλήνων διαγγελλούσης, τοσούτῳ φρονιμώτερος Ἡρόδοτος Θουκυδίδου κατὰ τὴν ἐκλογὴν τῆς ὑποθέσεως. οὐδὲ γὰρ οὐδὲ τοῦτο ἔνεστιν εἰπεῖν, ὅτι δι´ ἀνάγκην ἦλθεν ἐπὶ ταύτην τὴν γραφήν, ἐπιστάμενος μὲν ὡς ἐκεῖνα καλλίω, βουλόμενος δὲ μὴ ταὐτὰ ἑτέροις γράφειν· πᾶν γὰρ τοὐναντίον ἐν τῷ προοιμίῳ διασύρων τὰ παλαιὰ ἔργα κάλλιστα καὶ θαυμασιώτατα τὰ καθ´ αὑτὸν ἐπιτελεσθέντα φησὶν εἶναι, καὶ φανερός ἐστι ταῦτα ἑκὼν ἑλόμενος. οὐ μὴν Ἡρόδοτός γε τοῦτο ἐποίησεν, ἀλλὰ τῶν πρὸ αὐτοῦ συγγραφέων γενομένων Ἑλλανίκου τε καὶ Χάρωνος τὴν αὐτὴν ὑπόθεσιν προεκδεδωκότων οὐκ ἀπετράπετο, ἀλλ´ ἐπίστευσεν αὑτῷ κρεῖσσόν τι ἐξοίσειν· ὅπερ καὶ πεποίηκεν.

Δεύτερόν ἐστι τῆς ἱστορικῆς πραγματείας ἔργον γνῶναι πόθεν τε ἄρξασθαι καὶ μέχρι τοῦ προελθεῖν δεῖ. φαίνεται δὴ κἀν τούτῳ Θουκυδίδου πολὺ Ἡρόδοτος φρονιμώτερος· ἄρχεταί τε ἀφ´ ἧς αἰτίας ἤρξαντο πρῶτον κακῶς ποιεῖν τοὺς Ἕλληνας οἱ βάρβαροι, καὶ προελθὼν εἰς τὴν τῶν βαρβάρων κόλασιν καὶ τιμωρίαν λήγει. ὁ δὲ Θουκυδίδης ἀρχὴν μὲν ἐποιήσατο ἀφ´ ἧς ἤρξατο κακῶς πράττειν τὸ Ἑλληνικόν· ὅπερ Ἕλληνα ὄντα καὶ Ἀθηναῖον οὐκ ἔδει ποιεῖν (καὶ ταῦτα οὐ τῶν ἀπερριμμένων ὄντα, ἀλλ´ ὧν ἐν πρώτοις ἦγον Ἀθηναῖοι στρατηγιῶν τε καὶ {τῶν} ἄλλων τιμῶν ἀξιοῦντες)· καὶ οὕτω γε φθονερῶς, ὥςτε καὶ τῇ πόλει τῇ ἑαυτοῦ τὰς φανερὰς αἰτίας τοῦ πολέμου περιάπτειν, ἑτέραις ἔχοντα πολλαῖς ἀφορμαῖς περιάψαι τὰς αἰτίας, καὶ ἄρξασθαί γε τῆς διηγήσεως μὴ ἀπὸ τῶν Κερκυραϊκῶν, ἀλλ´ ἀπὸ τῶν κρατίστων τῆς πατρίδος ἔργων, ἃ μετὰ τὸν Περσικὸν πόλεμον εὐθὺς ἔπραξεν (ὧν ὕστερον οὐκ ἐν ἐπιτηδείῳ τόπῳ μνήμην ἐποιήσατο φαύλως πως καὶ ἐξ ἐπιδρομῆς), διελθόντα δὲ ταῦτα μετὰ πολλῆς εὐνοίας ὡς ἄνδρα φιλόπολιν ἔπειτ´ ἐπενεγκεῖν, ὅτι τούτων φθόνῳ καὶ δέει προελθόντες Λακεδαιμόνιοι προφάσεις ὑποθέντες ἑτεροίας ἦλθον ἐπὶ τὸν πόλεμον, καὶ τότε λέγειν τὰ Κερκυραϊκὰ καὶ τὸ κατὰ Μεγαρέων ψήφισμα καὶ εἴ τι ἄλλο τοιοῦτο λέγειν ἐβούλετο. τὰ δ´ ἐν τέλει πλείονος ἁμαρτίας πλήρη· καίπερ γὰρ λέγων ὅτι παντὶ τῷ πολέμῳ παρεγένετο, καὶ πάντα δηλώσειν ὑποσχόμενος, εἰς τὴν ναυμαχίαν τελευτᾷ τὴν περὶ Κυνὸς σῆμα γεγενημένην Ἀθηναίων καὶ Πελοποννησίων, ἣ συνέβη κατὰ ἔτος εἰκοστὸν καὶ δεύτερον. κρεῖττον δὲ ἦν διεξελθόντα πάντα τελευτὴν ποιήσασθαι τῆς ἱστορίας τὴν θαυμασιωτάτην καὶ μάλιστα τοῖς ἀκούουσι κεχαρισμένην, τὴν κάθοδον τῶν φυγάδων τῶν ἀπὸ Φυλῆς ἀφ´ ὧν ἡ πόλις ἀρξαμένη τὴν ἐλευθερίαν ἀνεκομίσατο.

Τρίτον ἐστὶν ἀνδρὸς ἱστορικοῦ σκοπεῖν, τίνα τε δεῖ παραλαβεῖν ἐπὶ τὴν γραφὴν πράγματα καὶ τίνα παραλιπεῖν. δοκεῖ δή μοι κἀν τούτῳ λείπεσθαι Θουκυδίδης. συνειδὼς γὰρ Ἡρόδοτος, ὅτι πᾶσα μῆκος ἔχουσα πολὺ διήγησις ἂν μὲν ἀναπαύσεις τινὰς λαμβάνῃ, τὰς ψυχὰς τῶν ἀκροωμένων ἡδέως διατίθησιν, ἐὰν δὲ ἐπὶ τῶν αὐτῶν μένῃ πραγμάτων, κἂν τὰ μάλιστα ἐπιτυγχάνηται, λυπεῖ τὴν ἀκοὴν τῷ κόρῳ, ποικίλην ἐβουλήθη ποιῆσαι τὴν γραφὴν Ὁμήρου ζηλωτὴς γενόμενος· καὶ γὰρ τὸ βυβλίον ἢν αὐτοῦ λάβωμεν, μέχρι τῆς ἐσχάτης συλλαβῆς ἀγάμεθα καὶ ἀεὶ τὸ πλέον ἐπιζητοῦμεν. Θουκυδίδης δὲ πόλεμον ἕνα κατατείνας ἀπνευστὶ διεξέρχεται μάχας ἐπὶ μάχαις καὶ παρασκευὰς ἐπὶ παρασκευαῖς καὶ λόγους ἐπὶ λόγοις συντιθείς· ὥςτε μοχθεῖν μὲν τὴν διάνοιαν τῶν ἀκροωμένων ** ’κόρον δ´ ἔχει‘ φησὶν ὁ Πίνδαρος ’καὶ μέλι καὶ τὰ τέρπν´ ἄνθε´ ἀφροδίσια‘. ἤδη δ´ ὃ λέγω κἀκεῖνος ἐνεθυμήθη, ὡς ἡδὺ χρῆμα ἐν ἱστορίας γραφῇ μεταβολὴ καὶ ποικίλον, καὶ τοῦτο ἐν δύο ἢ τρισὶ τόποις ἐποίησεν, ἐπί τε τῆς Ὀδρυσῶν ἀρχῆς, δι´ ἃς αἰτίας ἐγένετο μεγάλη, καὶ ἐπὶ τῶν ἐν Σικελίᾳ πόλεων.

Μετὰ τοῦτο ἔργον ἐστὶν ἱστορικοῦ διελέσθαι τε καὶ τάξαι τῶν δηλουμένων ἕκαστον ἐν ᾧ δεῖ τόπῳ. πῶς οὖν ἑκάτερος διαιρεῖται καὶ τάττει τὰ λεγόμενα; Θουκυδίδης μὲν τοῖς χρόνοις ἀκολουθῶν, Ἡρόδοτος δὲ ταῖς περιοχαῖς τῶν πραγμάτων. καὶ γίγνεται Θουκυδίδης μὲν ἀσαφὴς καὶ δυσπαρακολούθητος· πολλῶν γὰρ κατὰ τὸ αὐτὸ θέρος ἢ τὸν αὐτὸν χειμῶνα γιγνομένων ἐν διαφόροις ὡς εἰκὸς τόποις, ἡμιτελεῖς τὰς πρώτας πράξεις καταλιπὼν ἑτέρων ἅπτεται {τῶν κατὰ θέρος ἢ τὸν αὐτὸν χειμῶνα γιγνομένων}· πλανώμεθα δὴ καθάπερ εἰκός, καὶ δυσκόλως τοῖς δηλουμένοις παρακολουθοῦμεν ταραττομένης τῆς διανοίας. Ἡρόδοτος δὲ ἀπὸ τῆς Λυδῶν βασιλείας ἀρξάμενος καὶ μέχρι τῆς Κροίσου καταβὰς ἐπὶ Κῦρον εὐθέως τὸν καταλύσαντα τὴν Κροίσου ἀρχὴν μεταβαίνει, Αἰγυπτίων τε ἄρχεται διηγημάτων καὶ Σκυθικῶν καὶ Λιβυκῶν, τὰ μὲν ὡς ἀκόλουθα δηλῶν, τὰ δὲ ὡς ἐπιζητούμενα προσαναλαμβάνων, τὰ δ´ ὡς χαριεστέραν ποιήσοντα τὴν διήγησιν ἐπεισάγων· διεξελθών τε πράξεις Ἑλλήνων τε καὶ βαρβάρων ἔτεσιν ὁμοῦ διακοσίοις καὶ εἴκοσι γενομένας ἐν ταῖς τρισὶν ἠπείροις καὶ παραγράψας ** τῆς Ξέρξου φυγῆς τὴν ἱστορίαν οὐ διέσπασε τὴν διήγησιν· ἀλλὰ συμβέβηκε τῷ μὲν μίαν ὑπόθεσιν λαβόντι πολλὰ ποιῆσαι μέρη τὸ ἓν σῶμα, τῷ δὲ τὰς πολλὰς καὶ οὐδὲν ἐοικυίας ὑποθέσεις προελομένῳ σύμφωνον ἓν σῶμα πεποιηκέναι. Μιᾶς δ´ ἰδέας ἐπιμνησθήσομαι πραγματικῆς, ἣν οὐδεμιᾶς τῶν εἰρημένων ἧττον ἐν ἁπάσαις ἱστορίαις ζητοῦμεν, τὴν αὐτοῦ τοῦ συγγραφέως διάθεσιν, ᾗ κέχρηται πρὸς τὰ πράγματα περὶ ὧν γράφει· ἡ μὲν Ἡροδότου διάθεσις ἐν ἅπασιν ἐπιεικὴς καὶ τοῖς μὲν ἀγαθοῖς συνηδομένη, τοῖς δὲ κακοῖς συναλγοῦσα· ἡ δὲ Θουκυδίδου {διάθεσις} αὐθέκαστός τις καὶ πικρὰ καὶ τῇ πατρίδι τῆς φυγῆς μνησικακοῦσα. τὰ μὲν γὰρ ἁμαρτήματα ἐπεξέρχεται καὶ μάλα ἀκριβῶς, τῶν δὲ κατὰ νοῦν κεχωρηκότων καθάπαξ οὐ μέμνηται, ἢ ὥςπερ ἠναγκασμένος. Καὶ κατὰ μὲν τὸν πραγματικὸν τόπον ἥττων ἐστὶν Ἡροδότου διὰ ταῦτα Θουκυδίδης· κατὰ δὲ τὸν λεκτικὸν τὰ μὲν ἥττων, τὰ δὲ κρείττων, τὰ δ´ ἴσος. ἐρῶ δὲ καὶ περὶ τούτων, ὡς ὑπείληφα.

Πρώτη τῶν ἀρετῶν γένοιτ´ ἄν, ἧς χωρὶς οὐδὲ τῶν ἄλλων τῶν περὶ τοὺς λόγους ὄφελός τι, ἡ καθαρὰ τοῖς ὀνόμασι καὶ τὸν Ἑλληνικὸν χαρακτῆρα σῴζουσα διάλεκτος. ταύτην ἀκριβοῦσιν ἀμφότεροι· Ἡρόδοτός τε γὰρ τῆς Ἰάδος ἄριστος κανὼν Θουκυδίδης τε τῆς Ἀτθίδος. ** τρίτην ἔχει χώραν ἡ καλουμένη συντομία· ἐν ταύτῃ δοκεῖ προέχειν Ἡροδότου Θουκυδίδης. καίτοι λέγοι τις ἄν, ὡς μετὰ τοῦ σαφοῦς ἐξεταζόμενον ἡδὺ φαίνεται τὸ βραχύ· εἰ δὲ ἀπολείποιτο τούτου, πικρόν· ἀλλὰ μηδὲν ἥττων ἔστω παρὰ τοῦτο. ἐνάργεια μετὰ ταῦτα τέτακται πρώτη μὲν τῶν ἐπιθέτων ἀρετῶν· ἱκανῶς ἐν ταύτῃ κατορθοῦσιν ἀμφότεροι. μετὰ ταύτην συνίσταται τὴν ἀρετὴν {τῶν} ἠθῶν τε καὶ παθῶν μίμησις· διῄρηνται τὴν ἀρετὴν ταύτην οἱ συγγραφεῖς· Θουκυδίδης μὲν γὰρ τὰ πάθη δηλῶσαι κρείττων, Ἡρόδοτος δὲ τά γε ἤθη παραστῆσαι δεινότερος. μετὰ ταῦτα αἱ τὸ μέγα καὶ θαυμαστὸν ἐκφαίνουσαι τῆς κατασκευῆς ἀρεταί· ἴσοι κἀν ταύταις οἱ συγγραφεῖς. ἕπονται ταύταις αἱ τὴν ἰσχὺν καὶ τὸν τόνον καὶ τὰς ὁμοιοτρόπους δυνάμεις τῆς φράσεως ἀρεταὶ περιέχουσαι· κρείττων ἐν ταύταις Ἡροδότου Θουκυδίδης. ἡδονὴν δὲ καὶ πειθὼ καὶ τέρψιν καὶ τὰς ὁμοιογενεῖς ἀρετὰς εἰσφέρεται μακρῷ Θουκυδίδου κρείττονας Ἡρόδοτος. τῆς δὲ φράσεως {τῶν ὀνομάτων} τὸ μὲν κατὰ φύσιν Ἡρόδοτος ἐζήλωκε, τὸ δὲ δεινὸν Θουκυδίδης. λείπει πασῶν ἐν λόγοις ἀρετῶν ἡ κυριωτάτη τὸ πρέπον· ταύτην ὁ Ἡρόδοτος ἀκριβοῖ μᾶλλον ἢ Θουκυδίδης· ὁμοειδὴς γὰρ οὗτος ἐν πᾶσι, κἀν ταῖς δημηγορίαις μᾶλλον ἢ ταῖς διηγήσεσιν· ἐμοὶ μέντοι καὶ τῷ φιλτάτῳ Καικιλίῳ δοκεῖ τὰ ἐνθυμήματα αὐτοῦ μάλιστα μιμήσασθαί τε καὶ ζηλῶσαι Δημοσθένης. Ἵνα δὲ συνελὼν εἴπω, καλαὶ μὲν αἱ ποιήσεις ἀμφότεραι (οὐ γὰρ ἂν αἰσχυνθείην ποιήσεις αὐτὰς λέγων), διαφέρουσι δὲ κατὰ τοῦτο μάλιστα ἀλλήλων, ὅτι τὸ μὲν Ἡροδότου κάλλος ἱλαρόν ἐστι, φοβερὸν δὲ τὸ Θουκυδίδου. ἀπόχρη ταῦτα εἰρῆσθαι περὶ τούτων τῶν συγγραφέων, πολλῶν καὶ ἄλλων ἐνόντων λέγεσθαι, περὶ ὧν καὶ ἕτερος ἔσται καιρός.

[4] Ξενοφῶν δὲ καὶ Φίλιστος οἱ τούτοις ἐπακμάσαντες οὔτε φύσεις ὁμοίας εἶχον οὔτε προαιρέσεις. Ξενοφῶν μὲν γὰρ Ἡροδότου ζηλωτὴς ἐγένετο κατ´ ἀμφοτέρους τοὺς χαρακτῆρας, τόν τε πραγματικὸν καὶ τὸν λεκτικόν. πρῶτον μὲν γὰρ τὰς ὑποθέσεις τῶν ἱστοριῶν ἐξελέξατο καλὰς καὶ μεγαλοπρεπεῖς καὶ ἀνδρὶ φιλοσόφῳ προσηκούσας· τήν τε Κύρου παιδείαν, εἰκόνα βασιλέως ἀγαθοῦ καὶ εὐδαίμονος· καὶ τὴν ἀνάβασιν τοῦ νεωτέρου Κύρου, ᾧ καὶ αὐτὸς συνανέβη, μέγιστον ἐγκώμιον ἔχουσαν τῶν συστρατευσαμένων Ἑλλήνων· καὶ τρίτην ἔτι τὴν Ἑλληνικὴν καὶ ἣν κατέλιπεν ἀτελῆ Θουκυδίδης, ἐν ᾗ καταλύονταί τε οἱ τριάκοντα καὶ τὰ τείχη τῶν Ἀθηναίων, ἃ Λακεδαιμόνιοι καθεῖλον, αὖθις ἀνίσταται. οὐ μόνον δὲ τῶν ὑποθέσεων χάριν ἄξιος ἐπαινεῖσθαι {ζηλωτὴς Ἡροδότου γενόμενος}, ἀλλὰ καὶ τῆς οἰκονομίας· ταῖς τε γὰρ ἀρχαῖς αὐτῶν ταῖς πρεπωδεστάταις κέχρηται καὶ τελευτὰς ἑκάστῃ τὰς ἐπιτηδειοτάτας ἀποδέδωκε, μεμέρικέν τε καλῶς καὶ τέταχεν καὶ πεποίκιλκε τὴν γραφήν. ἦθός τε ἐπιδείκνυται θεοσεβὲς καὶ δίκαιον καὶ καρτερικὸν καὶ εὐπρεπές, ἁπάσαις τε συλλήβδην κεκοσμημένον ἀρεταῖς· καὶ ὁ μὲν πραγματικὸς τύπος αὐτῷ τοιοῦτος. ὁ δὲ λεκτικὸς πῇ μὲν ὅμοιος Ἡροδότου, πῇ δὲ ἐνδεέστερος. καθαρὸς μὲν γὰρ τοῖς ὀνόμασιν ἱκανῶς καὶ σαφὴς καὶ ἐναργὴς καθάπερ ἐκεῖνος· ἐκλέγει δὲ ὀνόματα συνήθη τε καὶ προσφυῆ τοῖς πράγμασι, καὶ συντίθησιν αὐτὰ ἡδέως πάνυ καὶ κεχαρισμένως οὐχ ἧττον Ἡροδότου. ὕψος δὲ καὶ κάλλος καὶ μεγαλοπρέπειαν καὶ τὸ λεγόμενον ἰδίως πλάσμα ἱστορικὸν Ἡρόδοτος ἔχει· οὐ γὰρ μόνον οὐκ ἴσχυσε τοῦτο παρ´ αὐτοῦ λαβεῖν, ἀλλὰ κἄν ποτε διεγεῖραι βουληθῇ τὴν φράσιν, ὀλίγον ἐμπνεύσας ὥσπερ ἀπόγειος αὖρα ταχέως σβέννυται μακρότερος γὰρ γίνεται τοῦ δέοντος ἐν πολλοῖς, καὶ τοῦ πρέποντος οὐχ ὡς Ἡρόδοτος ἐφάπτεται τῶν προσώπων εὐτυχῶς, ἀλλ´ ἐν πολλοῖς ὀλίγωρός ἐστιν, ἄν τις ὀρθῶς σκοπῇ.

[5] Φίλιστος δὲ Θουκυδίδῃ μᾶλλον ἂν δόξειεν ἐοικέναι καὶ κατ´ ἐκεῖνον κοσμεῖσθαι τὸν χαρακτῆρα. οὔτε γὰρ ὑπόθεσιν εἴληφε πολυωφελῆ καὶ κοινήν, {ὥσπερ Θουκυδίδης} ἀλλὰ μίαν καὶ ταύτην τοπικήν· διῄρηκε δ´ αὐτὴν εἰς γραφὰς δύο, Περὶ Σικελίας μὲν τὴν προτέραν ἐπιγράφων, Περὶ Διονυσίου δὲ τὴν ὑστέραν. ἔστι δὲ μία· καὶ τοῦτο γνοίης ἂν ἀπὸ τοῦ τέλους τῆς Σικελικῆς. τάξιν δὲ οὐ τὴν κρατίστην ἀποδέδωκε τοῖς δηλουμένοις ἀλλὰ δυσπαρακολούθητον, χεῖρον τῆς Θουκυδίδου. καὶ πρᾶγμα ἔξωθεν οὐ βούλεται παραλαμβάνειν, ὥςπερ οὐδὲ Θουκυδίδης, ἀλλ´ ἔστιν ὁμοειδής. ἦθός τε κολακικὸν καὶ φιλοτύραννον ἐμφαίνει καὶ ταπεινὸν καὶ μικρολόγον. τῆς δὲ λέξεως ᾗ Θουκυδίδης κέχρηται τὸ μὲν σημειῶδες καὶ περίεργον πέφευγεν, τὸ δὲ στρογγύλον καὶ πυκνὸν καὶ ἐνθυμηματικὸν ἐκμέμακται. τῆς μέντοι καλλιλογίας τῆς ἐκείνου καὶ τῆς σεμνότητος καὶ τοῦ πλούτου τῶν ἐνθυμημάτων καὶ πολὺ ὑστερεῖ. οὐ μόνον δ´ ἐν τούτοις, ἀλλὰ καὶ κατὰ τοὺς σχηματισμούς· ἣ μὲν γὰρ πλήρης σχημάτων (καὶ οὐδὲν οἶμαι περὶ τῶν φανερῶν ἐπὶ πλέον δεῖν λέγειν), ἡ δὲ Φιλίστου φράσις ὁμοειδὴς πᾶσα δεινῶς καὶ ἀσχημάτιστός ἐστι· καὶ πολλὰς εὕροι τις ἂν περιόδους ὁμοίως ἐφεξῆς ὑπ´ αὐτοῦ σχηματιζομένας, οἷον ἐν ἀρχῇ τῆς δευτέρας τῶν περὶ Σικελίας· ’Συρακόσιοι δὲ παραλαβόντες Μεγαρεῖς καὶ Ἐνναίους, Καμαριναῖοι δὲ Σικελοὺς καὶ τοὺς ἄλλους συμμάχους πλὴν Γελῴων ἀθροίσαντες, Γελῷοι δὲ Συρακοσίοις οὐκ ἔφασαν πολεμήσειν· Συρακόσιοι δὲ πυνθανόμενοι Καμαριναίους τὸν Ὕρμινον διαβάντας—‘· ταῦτα δὲ ἀηδῆ πάνυ ὄντα ἐμοὶ φαίνεται. μικρός τε παρὰ πᾶσαν ἰδέαν ἐστὶ καὶ εὐτελής, ἐάν τε πολιορκίας διηγῆται ἐάν τε οἰκισμούς, ἐάν τε ἐπαίνους ἐάν τε ψόγους διαπορεύηται. ἀλλ´ οὐδὲ τοῖς μεγέθεσι τῶν ἀνδρῶν συνεξισῶν τοὺς λόγους, ἀλλὰ ψοφοδεεῖς καὶ τοὺς κρατίστους δημηγοροῦντας καταλείπων τὰς δυνάμεις καὶ τὰς προαιρέσεις ὁμοίους ἅπαντας ποιεῖ. εὐστομίαν δέ τινα φυσικὴν εἰσφέρεται κατὰ τὴν ἑρμηνείαν καὶ σύνεσιν ἐπιτευκτικὴν τοῦ μετρίου. πρὸς δὲ τοὺς ἀληθινοὺς ἀγῶνας ἐπιτηδειότερος Θουκυδίδου.

[6] Θεόπομπος δὲ Χῖος ἐπιφανέστατος πάντων τῶν Ἰσοκράτους μαθητῶν γενόμενος καὶ πολλοὺς μὲν πανηγυρικούς, πολλοὺς δὲ συμβουλευτικοὺς συνταξάμενος λόγους ἐπιστολάς τε τὰς Χιακὰς ἐπιγραφομένας καὶ ὑποθήκας ἄλλας λόγου ἀξίας, ἱστορίαν πεπραγματευμένος ἄξιος ἐπαινεῖσθαι πρῶτον μὲν τῆς ὑποθέσεως τῶν ἱστοριῶν (καλαὶ γὰρ ἀμφότεραι, ἣ μὲν τὰ λοιπὰ τοῦ Πελοποννησιακοῦ πολέμου περιέχουσα, ἣ δὲ τὰ Φιλίππῳ πεπραγμένα), ἔπειτα τῆς οἰκονομίας (ἀμφότεραι γάρ εἰσιν εὐπαρακολούθητοι καὶ σαφεῖς), μάλιστα δὲ τῆς ἐπιμελείας τε καὶ φιλοπονίας τῆς κατὰ τὴν συγγραφήν· δῆλος γάρ ἐστιν, εἰ καὶ μηδὲν ἔγραψε, πλείστην μὲν παρασκευὴν εἰς ταῦτα παρεσκευασμένος, μεγίστας δὲ δαπάνας εἰς τὴν συναγωγὴν αὐτῶν τετελεκώς, καὶ πρὸς τούτοις πολλῶν μὲν αὐτόπτης γεγενημένος, πολλοῖς δ´ εἰς ὁμιλίαν ἐλθὼν ἀνδράσι τοῖς τότε πρωτεύουσι καὶ στρατηγοῖς δημαγωγοῖς τε καὶ φιλοσόφοις διὰ τὴν συγγραφήν· οὐ γὰρ ὥςπέρ τινες πάρεργον τοῦ βίου τὴν ἀναγραφὴν τῆς ἱστορίας ἐποιήσατο, ἔργον δὲ τὸ πάντων ἀναγκαιότατον. γνοίη δ´ ἄν τις αὐτοῦ τὸν πόνον ἐνθυμηθεὶς τὸ πολύμορφον τῆς γραφῆς· καὶ γὰρ ἐθνῶν εἴρηκεν οἰκισμοὺς καὶ πόλεων κτίσεις ἐπελήλυθε, βασιλέων τε βίους καὶ τρόπων ἰδιώματα δεδήλωκε, καὶ εἴ τι θαυμαστὸν ἢ παράδοξον ἑκάστη γῆ καὶ θάλασσα φέρει, συμπεριείληφεν τῇ πραγματείᾳ. καὶ μηδεὶς ὑπολάβῃ ψυχαγωγίαν ταῦτ´ εἶναι μόνον· οὐ γὰρ οὕτως ἔχει, ἀλλὰ πᾶσαν ὡς ἔπος εἰπεῖν ὠφέλειαν περιέχει. ἵνα δὲ πάντ´ ἀφῶ τἆλλα, τίς οὐχ ὁμολογήσει τοῖς ἀσκοῦσι τὴν φιλόσοφον ῥητορικὴν ἀναγκαῖον εἶναι πολλὰ μὲν ἔθη καὶ βαρβάρων καὶ Ἑλλήνων ἐκμαθεῖν, πολλοὺς δὲ νόμους ἀκοῦσαι πολιτειῶν τε σχήματα, καὶ βίους ἀνδρῶν καὶ πράξεις καὶ τέλη καὶ τύχας; τούτοις τοίνυν ἅπασαν ἀφθονίαν δέδωκεν οὐκ ἀπεσπασμένην τῶν πραγμάτων ἀλλὰ συμπαροῦσαν. πάντα τε δὴ ταῦτα ζηλωτὰ τοῦ συγγραφέως, καὶ ἔτι πρὸς τούτοις ὅσα φιλοσοφεῖ παρ´ ὅλην τὴν συγγραφὴν περὶ δικαιοσύνης καὶ εὐσεβείας καὶ τῶν ἄλλων ἀρετῶν πολλοὺς καὶ καλοὺς διεξερχόμενος λόγους. τελευταῖόν ἐστι τῶν ἔργων αὐτοῦ καὶ χαρακτηρικώτατον, ὃ παρ´ οὐδενὶ τῶν ἄλλων συγγραφέων οὕτως ἀκριβῶς ἐξείργασται καὶ δυνατῶς οὔτε τῶν πρεσβυτέρων οὔτε τῶν νεωτέρων· τί δὲ τοῦτό ἐστι; τὸ καθ´ ἑκάστην πρᾶξιν μὴ μόνον τὰ φανερὰ τοῖς πολλοῖς ὁρᾶν καὶ λέγειν, ἀλλ´ ἐξετάζειν καὶ τὰς ἀφανεῖς αἰτίας τῶν πράξεων καὶ τῶν πραξάντων αὐτὰς καὶ τὰ πάθη τῆς ψυχῆς, ἃ μὴ ῥᾴδια τοῖς πολλοῖς εἰδέναι, καὶ πάντα ἐκκαλύπτειν τὰ μυστήρια τῆς τε δοκούσης ἀρετῆς καὶ τῆς ἀγνοουμένης κακίας. καί μοι δοκεῖ πως ὁ μυθευόμενος ἐν Ἅιδου τῶν ψυχῶν ἀπολυθεισῶν τοῦ σώματος ἐξετασμὸς ἐπὶ τῶν ἐκεῖ δικαστῶν οὕτως ἀκριβὴς εἶναι ὡς ὁ διὰ τῆς Θεοπόμπου γραφῆς γιγνόμενος. διὸ καὶ βάσκανος ἔδοξεν εἶναι, προσλαμβάνων τοῖς ἀναγκαίοις τινὰ ὀνειδισμοῖς κατὰ τῶν ἐνδόξων προσώπων οὐκ ἀναγκαῖα πράγματα, ὅμοιόν τι ποιῶν τοῖς ἰατροῖς, οἳ τέμνουσι καὶ καίουσι τὰ διεφθαρμένα τοῦ σώματος ἕως βάθους τὰ καυτήρια καὶ τὰς τομὰς φέροντες, οὐδὲν τῶν ὑγιαινόντων καὶ κατὰ φύσιν ἐχόντων στοχαζόμενοι. τοιοῦτος μὲν δή τις ὁ πραγματικὸς Θεοπόμπου χαρακτήρ. ὁ δὲ λεκτικὸς Ἰσοκράτει μάλιστα ἔοικε· καθαρά τε γὰρ ἡ λέξις καὶ κοινὴ καὶ σαφής, ὑψηλή τε καὶ μεγαλοπρεπὴς καὶ τὸ πομπικὸν ἔχουσα πολύ, συγκειμένη τε κατὰ τὴν μέσην ἁρμονίαν, ἡδέως καὶ μαλακῶς ῥέουσα. διαλλάττει δὲ τῆς Ἰσοκρατείου κατὰ τὴν πικρότητα καὶ τὸν τόνον ἐπ´ ἐνίων, ὅταν ἐπιτρέψῃ τοῖς πάθεσι, μάλιστα δ´ ὅταν ὀνειδίζῃ πόλεσιν ἢ στρατηγοῖς πονηρὰ βουλεύματα καὶ πράξεις ἀδίκους (πολὺς γὰρ ἐν τούτοις), καὶ τῆς Δημοσθένους δεινότητος οὐδὲ κατὰ μικρὸν διαφέρει, ὡς ἐξ ἄλλων πολλῶν ἄν τις ἴδοι κἀκ τῶν Χιακῶν ἐπιστολῶν, ἃς τῷ συμφύτῳ πνεύματι ἐπιτρέψας γέγραφεν. εἰ δ´ ὑπερεῖδεν ἐν τούτοις ἐφ´ οἷς μάλιστα δὴ ἐσπούδακε τῆς τε συμπλοκῆς τῶν φωνηέντων γραμμάτων καὶ τῆς κυκλικῆς εὐρυθμίας τῶν περιόδων καὶ τῆς ὁμοειδείας τῶν σχηματισμῶν, πολὺ ἀμείνων ἂν ἦν αὐτὸς ἑαυτοῦ κατὰ τὴν φράσιν. ἔστι δὲ ἃ καὶ κατὰ τὸν πραγματικὸν τόπον ἁμαρτάνει, καὶ μάλιστα κατὰ τὰς παρεμβολάς· οὔτε γὰρ ἀναγκαῖαί τινες αὐτῶν οὔτ´ ἐν καιρῷ γενόμεναι, πολὺ δὲ τὸ παιδιῶδες ἐμφαίνουσαι· ἐν αἷς ἐστι καὶ τὰ περὶ Σιληνοῦ τοῦ φανέντος ἐν Μακεδονίᾳ καὶ τὰ περὶ τοῦ δράκοντος τοῦ διαναυμαχήσαντος πρὸς τὴν τριήρη καὶ ἄλλα τούτοις οὐκ ὀλίγα ὅμοια.

Οὗτοι παραληφθέντες οἱ συγγραφεῖς ἀρκέσουσι τοῖς ἀσκοῦσι τὸν πολιτικὸν λόγον ἀφορμὰς ἐπιτηδείους παραδειγμάτων παρασχεῖν εἰς ἅπασαν ἰδέαν.