Επιστολή παραμυθητική προς την ομόζυγον Αρινθαίου

Επιστολή παραμυθητική προς την ομόζυγον Αρινθαίου
Συγγραφέας:


Τὸ μὲν ἀκόλουθον ἦν καὶ ὀφειλόμενόν σου τῇ διαθέσει αὐτοὺς ἡμᾶς παρεῖναι καὶ συμμετέχειν τῶν γινομένων. Οὕτω γὰρ ἂν ἑαυτῶν τε τὴν λύπην κατεπραΰναμεν καὶ τῇ σῇ σεμνότητι τὸ τῆς παρακλήσεως εἰκὸς ἀπεπληρώσαμεν. Ἐπεὶ δὲ οὐκέτι μου φέρει τὸ σῶμα τὰς μακροτέρας κινήσεις, ἐπὶ τὴν διὰ τοῦ γράμματος ἦλθον ὁμιλίαν, ὡς ἂν μὴ παντάπασι δόξαιμεν ἀλλοτρίως ἔχειν πρὸς τὰ συμβάντα.

Τίς μὲν οὖν τὸν ἄνδρα ἐκεῖνον οὐκ ἐστέναξε; Τίς δὲ οὕτω λίθινος τὴν καρδίαν ὡς μὴ θερμὸν ἐπ᾿ αὐτῷ ἀφεῖναι δάκρυον; Ἐμὲ δὲ καὶ διαφερόντως κατηφείας ἐπλήρωσε τάς τε ἰδίας περὶ ἐμὲ τιμὰς τοῦ ἀνδρὸς λογιζόμενον καὶ τὴν κοινὴν τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ προστασίαν. Ἀλλ᾿ ὅμως ἐλογισάμεθα ὅτι ἄνθρωπος ὢν καὶ λειτουργήσας τῷ βίῳ τούτῳ τὰ ἐπιβάλλοντα τοῖς καθήκουσι χρόνοις πάλιν ὑπὸ τοῦ οἰκονομοῦντος τὰ ἡμέτερα Θεοῦ προσελήφθη. Ἃ καὶ τὴν σὴν φρόνησιν ἐνθυμουμένην πράως ἔχειν τὸ συμβὰν παρακαλοῦμεν καί, ὡς οἷόντε, μετρίως φέρειν τὴν συμφοράν. Ἱκανὸς μὲν οὖν καὶ ὁ χρόνος μαλάξαι τὴν καρδίαν καὶ τὴν πάροδον δοῦναι τοῖς λογισμοῖς· ἀλλ᾿ ὅμως ὕποπτον ἡμῖν ἐστι τὸ ἄγαν σου φίλανδρον καὶ περὶ πάντας χρηστόν, μή ποτε ἔκδοτον δῷς σεαυτὴν τῷ πάθει δι᾿ ἁπαλότητα ἠθῶν βαθεῖαν τὴν πληγὴν δεξαμένη τῆς λύπης.

Πάντοτε μὲν οὖν χρήσιμον τὸ τῶν Γραφῶν διδασκάλιον, μάλιστα δὲ ἐπὶ τῶν τοιούτων καιρῶν. Μνήσθητι τοίνυν τῆς τοῦ κτίσαντος ἡμᾶς ἀποφάσεως δι᾿ ἣν πάντες ἐκ τῆς γῆς φύντες πάλιν εἰς γῆν ὑποστρέφομεν, καὶ οὐδεὶς οὕτω μέγας ὥστε βελτίων φανῆναι τῆς διαλύσεως.

Καλὸς μὲν οὖν καὶ μέγας ὁ θαυμάσιος ἐκεῖνος καὶ ἐφάμιλλος τῇ ῥώμῃ τοῦ σώματος τὴν τῆς ψυχῆς ἀρετήν, φημὶ κἀγώ, οὐμενοῦν ἔχων ὑπερβολὴν εἰς ἑκάτερον, ἀλλ᾿ ὅμως ἄνθρωπος καὶ τέθνηκεν ὡς Ἀδάμ, ὡς Ἄβελ, ὡς Νῶε, ὡς Ἀβραάμ, ὡς Μωσῆς, ὡς ὅν τινα ἂν εἴποις τῶν τῆς αὐτῆς φύσεως μετεχόντων. Μὴ οὖν, ἐπειδὴ ἀφῃρέθημεν αὐτόν, ἀγανακτῶμεν, ἀλλ', ὅτι τὴν ἀρχὴν συνῳκήσαμεν, χάριν ἔχωμεν τῷ συζεύξαντι. Τὸ μὲν γὰρ στερηθῆναι ἀνδρὸς κοινόν σοι πρὸς τὰς ἄλλας γυναῖκας, ἐπὶ δὲ τοιαύτῃ συνοικήσει οὐκ οἶμαι ἄλλην γυναικῶν τὰ ἴσα ἔχειν σεμνύνεσθαι.

Ἓν γὰρ τῷ ὄντι ὑπόδειγμα τῆς ἀνθρωπείας φύσεως τὸν ἄνδρα ἐκεῖνον ὁ δημιουργήσας ἡμᾶς ἔκτισεν, ὥστε πάντες μὲν ὀφθαλμοὶ πρὸς αὐτὸν ἐφέροντο, πᾶσα δὲ γλῶσσα τὰ κατ᾿ αὐτὸν διεξῄει, γραφεῖς δὲ καὶ πλάσται τῆς ἀξίας ἀπελιμπάνοντο, ἱστορικοὶ δὲ ἄνδρες τὰ κατὰ τοὺς πολέμους ἀνδραγαθήματα διηγούμενοι πρὸς τὴν τῶν μύθων ἐκπίπτουσιν ἀπιστίαν. Ὅθεν οὐδὲ πιστεύειν ἠνείχοντο οἱ πολλοὶ τῇ φήμῃ τὴν σκυθρωπὴν ἐκείνην ἀγγελίαν περιαγούσῃ οὐδὲ καταδέχεσθαι ὅλως ὅτι τέθνηκεν Ἀρινθαῖος. Ἀλλ᾿ ὅμως πέπονθεν ἃ καὶ οὐρανῷ καὶ γῇ καὶ ἡλίῳ συμβήσεται.

Οἴχεται καταλύσας λαμπρῶς μὴ ὑπὸ γήρως καμφθείς, μὴ καθυφείς τι τῆς περιφανείας· μέγας μὲν ἐν τῷ παρόντι βίῳ, μέγας δὲ ἐν τῷ μέλλοντι, μηδὲν ἐκ τῆς παρούσης λαμπρότητος πρὸς τὴν ἐλπιζομένην δόξαν ζημιωθεὶς διὰ τὸ πᾶσαν κηλῖδα τῆς ψυχῆς πρὸς αὐταῖς ταῖς ἐξόδοις τοῦ βίου τῷ λουτρῷ τῆς παλιγγενεσίας ἀποκαθήρασθαι.

Ὧν αὐτὴ πρόξενος αὐτῷ καὶ συνεργὸς γενομένη μεγίστην ἔχε τὴν παραμυθίαν, καὶ μετάθες τὴν ψυχὴν ἀπὸ τῶν παρόντων ἐπὶ τὴν τῶν μελλόντων μέριμναν, ὥστε καταξιωθῆναι δι᾿ ἔργων ἀγαθῶν τὸν ὅμοιον αὐτῷ τῆς ἀναπαύσεως τόπον καταλαβεῖν. Φείδου μητρὸς γηραιᾶς, φείδου θυγατρὸς νεαρᾶς, αἷς μόνη πρὸς παραμυθίαν λέλειψαι. Γενοῦ ὑπόδειγμα ἀνδρείας ταῖς λοιπαῖς γυναιξὶ καὶ οὕτω τὸ πάθος μέτρησον ὡς μήτε ἐκβαλεῖν τῆς καρδίας μήτε καταποθῆναι ὑπὸ τῆς λύπης.

Ἐπὶ πᾶσι πρὸς τὸν μέγαν τῆς ὑπομονῆς μισθὸν ἀπόβλεψον, τὸν παρὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν τῇ ἀνταποδόσει τῶν βεβιωμένων ἡμῖν ἐπηγγελμένον.