Επιγράμματα Σαπφούς
Συγγραφέας:
Επιγράμματα της Σαφούς που σώζονται στην Παλατινή Ανθολογία




VI 269 Σαπφούς Επεξεργασία

Παῖδες, ἄφωνος ἐοῖσα τότ' ἐννέπω, αἴ τις ἔρηται, φωνὰν ἀκαμάταν κατθεμένα πρὸ ποδῶν·
"Αἰθοπίᾳ με κόρᾳ Λατοῦς ἀνέθηκεν Ἀρίστα Ἑρμοκλειδαία τῶ Σαυναιάδα,
σὰ πρόπολος, δέσποινα γυναικῶν· ᾇ σὺ χαρεῖσα πρόφρων ἁμετέραν εὐκλέισον γενεάν."

VII 489 Σαπφούς Επεξεργασία

Τιμάδος ἅδε κόνις, τὰν δὴ πρὸ γάμοιο θανοῦσαν δέξατο Φερσεφόνας κυάνεος θάλαμος,
ἇς καὶ ἀποφθιμένας πᾶσαι νεοθᾶγι σιδάρῳ ἅλικες ἱμερτὰν κρατὸς ἔθεντο κόμαν.

VII 505 Σαπφούς Επεξεργασία

Τῷ γριπεῖ Πελάγωνι πατὴρ ἐπέθηκε Μενίσκος κύρτον καὶ κώπαν, μνᾶμα κακοζοίας.