AG XVI 26 Δίρφυος ἐδμήθημεν ὑπὸ πτυχί· σῆμα δ' ἐφ' ἡμῖν
Συγγραφέας:
Ελληνική Ανθολογία, XVI (βιβλίο 16ο, Πλανούδειο Παράρτημα)
Δίρφυος ἐδμήθημεν ὑπὸ πτυχί· σῆμα δ' ἐφ' ἡμῖν, Σιμωνίδου, Ελληνική Ανθολογία, Βιβλίο 16o, επίγραμμα 26 (AG XVI 26)


XVI 26 ΣιμωνίδουΕπεξεργασία

Δίρφυος ἐδμήθημεν ὑπὸ πτυχί· σῆμα δ' ἐφ' ἡμῖν ἐγγύθεν Εὐρίπου δημοσίᾳ κέχυται,
οὐκ ἀδίκως· ἐρατὴν γὰρ ἀπωλέσαμεν νεότητα τρηχεῖαν πολέμου δεξάμενοι νεφέλην.