AG XVI 244 Αὐτομάτως, Σατυρίσκε, δόναξ τεὸς ἦχον ἰάλλει
Συγγραφέας:
Ελληνική Ανθολογία, XVI (βιβλίο 16ο, Πλανούδειο Παράρτημα)
Αὐτομάτως, Σατυρίσκε, δόναξ τεὸς ἦχον ἰάλλει, Αγαθία του Σχολαστικού, Ελληνική Ανθολογία, Βιβλίο 16o, επίγραμμα 244 (AG XVI 244)


XVI 244 ΑγαθίαΕπεξεργασία

«Αὐτομάτως, Σατυρίσκε, δόναξ τεὸς ἦχον ἰάλλει· ἢ τί παρακλίνας οὖας ἄγεις καλάμωι;»
ὃς δὲ γελῶν σίγησεν· ἴσως δ' ἂν φθέγξατο μῦθον, ἀλλ' ὑπὸ τερπωλῆς εἴχετο ληθεδόνι.
οὐ γὰρ κηρὸς ἔρυκεν· ἑκὼν δ' ἠσπάζετο σιγήν, θυμὸν ὅλον τρέψας πηκτίδος ἀσχολίηι.