Ελληνική Ανθολογία/XVI/242 Ερυκίου

AG XVI 242 Ὡς βαρὺ τοῦτο, Πρίηπε, καὶ εὖ τετυλωμένον ὅπλον
Συγγραφέας:
Ελληνική Ανθολογία, XVI (βιβλίο 16ο, Πλανούδειο Παράρτημα)
Ὡς βαρὺ τοῦτο, Πρίηπε, καὶ εὖ τετυλωμένον ὅπλον, Ερύκιος ο Κυζικηνός, Ελληνική Ανθολογία, Βιβλίο 16o, επίγραμμα 242 (AG XVI 242)


XVI 242 Ερυκίου

Επεξεργασία
Ὡς βαρὺ τοῦτο, Πρίηπε, καὶ εὖ τετυλωμένον ὅπλον πᾶν ἀπὸ βουβώνων ἀθρόον ἐκκέχυκας
εἰς γάμον οὐκ ἀνέτοιμον· ἔχει δέ σε δίψα γυναικῶν, ὠγαθέ, καὶ σπαργᾶις θυμὸν ἅπαντα πόθοις.
ἀλλὰ καταπρήυνε τὸν ἐξωιδηκότα φαλλόν τόνδε καὶ ἀνθηρῆι κρύψον ὑπὸ χλαμύδι•
οὐ γὰρ ἐρημαῖον ναίεις ὄρος, ἀλλὰ παρ' Ἕλλης ἠιόνα τὴν ἱερὴν Λάμψακον ἀμφιπολεῖς.