Εις τους μάρτυρας, και κατά Αρειανών

Λόγος λε΄. Πρὸς Ἀρειανοὺς, καὶ εἰς ἑαυτόν.
Συγγραφέας:


1. Τί τοσοῦτον ἔστιν εἰπεῖν, ὅσον τοῖς ὀφθαλμοῖς πάρεστι βλέπειν; Τίς δὲ λόγος τῶν φαινομένων ἀγαθῶν ἰσοστάσιος; Ἰδοὺ πρόκειται τοῖς ὀφθαλμοῖς ἡμῶν τὸ ἀπιστούμενον θέαμα, ὃ καὶ ἰδεῖν μὲν πολλάκις ηὐξάμεθα, κρεῖττον δὲ ἦν ἢ κατ᾿ εὐχὴν τὸ ποθούμενον. Πάλιν ἐνταῦθα μαρτύρων τιμαὶ, πολὺν ἤδη τὸν πρὸ τούτου χρόνον ἀμεληθεῖσαι· πάλιν ἱερέων Θεοῦ συνδρομαί· πάλιν χοροστασίαι καὶ πανηγύρεις πνευματικαί. Ὁ σύλλογος πολυάνθρωπος ἑορτάζειν, οὐχ ὁπλομαχεῖν προθυμούμενος. Ὢ τοῦ θαύματος· ἔῤῥιπται τῶν χειρῶν τὰ ὅπλα, λέλυται ἡ παράταξις, ἀμελεῖται ὁ πόλεμος. Οὐκ ἔτι αἱ φωναὶ τῶν ἀλαλαζόντων ἀκούονται· ἀντὶ δὲ τούτων ἑορταὶ, καὶ εὐφροσύναι, καὶ εἰρηνικαὶ θυμηδίαι τὴν πόλιν πᾶσαν περιχορεύουσι· τὴν πάλαι μὲν οὖσαν τῶν μαρτύρων μητέρα, πολὺν δὲ τὸν ἐν τῷ μέσῳ χρόνον, ἄμοιρον γενομένην τῆς ἐπὶ τοῖς τέκνοις τιμῆς. Ἀλλὰ νῦν ἀπέχει πάντα καὶ περισσεύει, καθώς φησιν ὁ Ἀπόστολος. Εὖγε, ὦ μάρτυρες· ὑμέτερος καὶ οὗτος ὁ ἆθλος· ὑμεῖς νενικήκατε τὸν πολὺν πόλεμον, εὖ οἶδα. Μόνα καὶ ταῦτα τῶν ὑμετέρων ἱδρώτων τὰ κατορθώματα. Ὑμεῖς ἠγείρατε τῇ εἰρήνῃ τὸ τρόπαιον. Ὑμεῖς τοὺς ἱερέας τοῦ Θεοῦ ἐφ᾿ ἑαυτοὺς ἐφειλκύσασθε. Ὑμεῖς τοὺς χορευτὰς τοῦ ἁγίου Πνεύματος τῷ συλλόγῳ τούτῳ προεστήσασθε. Ὢ πόσην πεπόνθασι τὴν ζημίαν, οἷς ὁ χρόνος τῆς ζωῆς μέχρι τοῦ νῦν οὐ διήρκεσε θεάματος, ἵνα τῶν σκυθρωπῶν εἰς κόρον ἐλθόντες, τῶν ἀγαθῶν τῆς εἰρήνης ἀπελαύσειεν!

2. Οἴχεται μὲν, καὶ ἠφάνισται ἡ τῆς αἱρέσεως ἀπάτη, οἷόν τις ὁμίχλη, ὑπὸ τοῦ ἁγίου Πνεύματος σκεδασθεῖσα· καθαρὰ δὲ διέλαμψεν ἡ τῆς εἰρήνης αἰθρία, καὶ διαφαίνονται κατ᾿ αὐτὴν οἱ τοῦ ἄστεως ἐν λαμπρῷ τῆς ἀληθείας φωτὶ μαρμαρύσσοντες ἀστέρες, οὐχὶ νυκτὶ ἀποκεκληρωμένοι καὶ σκότῳ, ἀλλ᾿ ἡμεροφανεῖς οἱ πάντες, τῷ ἀληθινῷ φωτὶ τῆς δικαιοσύνης ἀναλάμψαντες. Καὶ ἐπειδὴ, καθά φησιν ὁ Ἀπόστολος, ἡ νὺξ προέκοψε, μᾶλλον δὲ, τὸ παράπαν ἠφάνισται, τῷ δὲ φωτὶ τῆς ἡμέρας ἅπαν καταφαιδρύνεται, φεύγει μὲν τὰ νυκτονόμα τῶν θηρίων, καὶ συνελαύνονται πρὸς τοὺς δρυμοὺς καὶ τὰς σπήλυγγας· φεύγουσι δὲ νυκτερίδες αἱρετικαὶ τρύζουσαι, καὶ πρὸς τὸ τῆς ἀληθείας φῶς ἀμβλυώπτουσαι, καὶ εἰς τὰς τρώγλας τῶν πετρῶν καταδύονται, ἐπὶ κεφαλὴν ἀλλήλων ἐχόμεναι. Πέπαυται διὰ τῆς ἡμέρας ταύτης τὰ τῶν κωμαστῶν καὶ τῶν μεθυόντων συντάγματα. Λωποδύται, καὶ τοιχωρύχοι, καὶ κλέπται, καὶ εἴ τι ἄλλο τῆς νυκτὸς ἔργον ἐστὶ, τοῦ φωτὸς τῆς εἰρήνης ἐπανατείλαντος, κέκρυπται. Ἕως δὲ ἦν ἡ νὺξ ἐκείνη τῷ τῆς ἀπάτης γνόφῳ τὰ πάντα κατασκοτίζουσα, οἷα ἦν τὰ πραττόμενα; Λήθης ἄξια καὶ βαθείας σιγῆς, ὡς ἂν μὴ μνήμῃ τῶν ἀηδεστέρων, ἡ παροῦσα χάρις καταμολύνοιτο. Πῶς γὰρ ἄν τις εἴποι τὰ κατ᾿ αὐτῆς κακά; πῶς δὲ ἄν τις καὶ σιωπήσειε· τί πάθος ἐκ τραγῳδίας τοιοῦτον; τίς μῦθος συμφορὰς ἀναπλάσσων; τίς ποιητὴς δραμάτων τοιοῦτον ἐπὶ σκηνῆς πάθος ἐβόησεν; Ὑπὲρ λόγον ἡ συμφορά· ὑπὲρ τὴν δύναμιν τῶν διηγουμένων τὰ πάθη.

3. Ὁρμητήριον ἦν τοῦ διαβόλου ὁ χορός. Ἐνταῦθα τὸ στρατόπεδον ἑαυτῷ κατεστήσατο, καὶ τοὺς ἰδίους ὑπασπιστὰς ἐν αὐτῷ καθιδρύσατο. Ἐνταῦθα ὁ στρατὸς τοῦ ψεύδους, οἱ τῆς ἀπάτης πρόμαχοι, ἡ τῶν δαιμόνων ἐκστρατεία, αἱ λεγεῶνες τῶν ἀκαθάρτων πνευμάτων· εἰ δὲ χρὴ καὶ τῶν ἔξωθεν ὀνομάτων εἰπεῖν, ἐντεῦθεν ὁ πονηρὸς τῶν δαιμόνων ἐριννύων στρατὸς κατὰ τῆς Ἐκκλησίας ἐκώμασεν. Οὕτω γὰρ ὀνομάζειν τὰς γυναῖκας προάγομαι, αἳ ὑπὲρ τὴν φύσιν εἰς τὸ κακὸν ἠνδρίζοντο. Μία ἦν ἐν ταῖς ἡμέραις Ἠλιοῦ ἡ Ἰεζάβελ, κατὰ τῶν προφητῶν τοῦ Κυρίου φονῶσα, καὶ στηλιτεύει αὐτὴν ἡ θεόπνευστος ἱστορία, ὡς ἂν οἶμαι, τῇ μνήμῃ τοῦ ἀκολάστου γυναίου, πᾶς ὁ μετὰ ταῦτα βίος παιδεύοιτο. Τοσαῦται τοίνυν κατὰ τὴν Ἰεζάβελ ἐκείνην, ὥσπερ τι κώνειον, ἐκ τῆς χώρας ἀθρόως ἐβλάστησαν, νικῶσαι τὴν μνημονευθεῖσαν τῇ τῆς πικρίας ὑπερβολῇ. Εἰ δὲ ἀπιστεῖς τῷ λόγῳ, τὴν ἱστορίαν ἐπίσκεψαι. Ἐκείνη τὴν ἄμπελον του Ναβουθαὶ τῷ ἐκλύτῳ Ἀχαὰβ ἐχαρίζετο, ἵνα ποιήσῃ κῆπον τὴν ἄμπελον, τρυφῆς ἐγκαλλώπισμα, γυναικείαν χλιδήν· αὗται τὴν ζῶσαν τοῦ Θεοῦ ἄμπελον, τὴν Ἐκκλησίαν λέγω, εἰς παντελῆ ἀφανισμὸν μετενεγκεῖν ἐβιάσαντο, αὗται δι᾿ ἑαυτῶν τὸ κακὸν ἐνεργοῦσαι. Ποῖον εὕρω τοῦ λόγου παράδειγμα; τίνα τῆς κακίας ταύτης ἐπινοήσω εἰκόνα; Εἶδον ἐπὶ κονιάματος τοίχου τοιαύτην γραφήν· καί μου βαστάσατε τὴν καρδίαν τῇ τῶν κακῶν μνήμῃ περιοιδαίνουσαν· μᾶλλον δὲ, τῷ πόνῳ καὶ ὑμεῖς συναλγήσατε· ἡμέτερα γὰρ, καὶ οὐκ ἀλλότρια διηγούμεθα πάθη· τίς τοίνυν ἡ γραφὴ, ἣν προσεικάζω τοῖς πράγμασι; χορεία τις ἦν γυναικῶν ἀσχημονοῦσα, ἄλλης κατ᾿ ἄλλο τι σχῆμα ὀρχηστικὸν ἑαυτὴν διαστρεβλούσης. Μαινάδας οἱ μῦθοι τὰς τοιαύτας γυναῖκας καλοῦσιν. Κόμαι ταῖς αὔραις ἀνασοβούμεναι, βλέμμα μανίας πάροδον, πυρσοὶ διὰ χειρῶν φερόμενοι, καὶ φλόγες ἐκ τούτων τῇ περιστροφῇ τῶν σωμάτων ἐνειλισσόμεναι· αὖρα ἐν κόλποις τὴν εὐσχημοσύνην τῶν πέπλων λυμαινομένη· πόδες ἀκροβατοῦντες καὶ ὑφαλλόμενοι· αἰδὼς εὐσχήμων οὐδενὸς τῶν γινομένων ἐφαπτομένη.

4. Διὰ μέσου δὲ τῆς τοιαύτης χορείας, ἀνδρὸς εἴδωλον τοιοῦτον· μιξόθηλύ τις, καὶ τὴν φύσιν ἀμφίβολος, καὶ θηλυδρίας τὸ εἶδος, ἐν μεθορίῳ τῆς φύσεως κείμενος, λελυμένος τῷ σχήματι, οἷόν τινι κώματι καὶ μέθῃ παράφορος. Οὗτος ἐπί τινος ἀπήνης ἐξυπτιάζων, διὰ τοῦ χοροῦ τῶν Μαινάδων ὑπὸ θηρῶν ἐκομίζετο. Πολὺς δὲ περὶ αὐτὸν ἐκ κρατῆρος ὁ ἄκρατος, καί τινες λάλοι, τὴν φύσιν ἀλλόκοτοι, περὶ τὸ εἴδωλον ἦσαν, τὰ πρόσωπα λάσιοι, ἐπὶ σκελῶν τραγείων περισκιρτῶντες τὸ εἴδωλον. Τοιαῦτα τῆς νυκτὸς ἐκείνης τὰ διηγήματα. Γυναῖκες ἐπ᾿ ἀτιμίᾳ γνωρισθεῖσαι τοῦ γένους, κοινῇ κατηγορίᾳ τῆς φύσεως τὴν νενομισμένην ἐν γυναιξὶν εὐκοσμίαν ἐξορχησάμεναι, πομπὴν ἦγον διὰ μέσης τῆς πόλεως, θεατρίζουσαι δι᾿ ἐαυτῶν ἀσχημονοῦσαν τὴν φύσιν, λίθοις τὰς χεῖρας ἀντὶ θυρεῶν ὁπλίσασαι, φόνιον βλέπουσαι, ἀναιδεῖ τῇ τῶν ὀμμάτων βολῇ, ἐντὸς τῶν θείων περιβόλων γενόμεναι, ἐπὶ τῆς ἱερᾶς καθέδρας ἀνέθηκαν ἑαυτῶν τὸν Κορύβαντα. Εἶτα μέθη, καὶ ἄκρατος, καὶ οἱ ἐκ τῶν ἀσκητηρίων Πᾶνες, καὶ νὺξ, καὶ διαγωγὴ συμμιγὴς, καὶ πάντα ὅσα κωλύει ὁ Ἀπόστολος λέγειν, εἰπὼν, ὅτι Τὰ κρυφῇ ὑπ᾿ αὐτῶν γενόμενα, αἰσχρόν ἐστι καὶ λέγειν. Τίς γὰρ ἂν μετὰ ἀκριβείας διεξέλθοι τῷ λόγῳ τὸ πῦρ, τοὺς λίθους, τὰς σφαγὰς, τὰ τραύματα; Ὅπως ἐκ βάθρων ἀνατρέψαι τοὺς τῶν ἱερῶν οἴκων θεραπευτὰς ἐφιλονείκησαν; Ὡς διὰ μέσης τῆς πόλεως ζηλωτήν τινα τῆς ἀληθείας ῥοπάλοις διεχειρίσαντο, καὶ τὸν ἀληθῆ φόνον ὁ ὑπονοηθεὶς φόνος ἐκώλυσεν; Ἀλλὰ γὰρ οὐκ οἶδα, πῶς τῆς πρεπούσης ἡδονῆς ἀπεῤῥύη ὁ λόγος, ἐμφιλοχωρήσας τοῖς γηΐνοις διηγήμασιν. Οὐκοῦν ἐπανιτέον ὅθεν ἐξέβημεν, ὥστε γλυκεῖ καὶ ποτίμῳ τῷ λόγῳ τὴν ἁλμυρὰν ἐκείνην ἀκοὴν ἀποκλύσασθαι. Ἐν γὰρ ἡμέρᾳ, φησὶν, εὐφροσύνης ἀμνηστία κακῶν· πάλιν τοίνυν ἐπὶ τὸν αὐτὸν ἐπανέρχομαι λόγον, ὅτι ἡ νὺξ ἐκείνη καὶ ὁ γνόφος ἠφάνισται, αἱ δὲ τῆς εἰρήνης ἀκτῖνες διὰ καθαρᾶς τῆς αἰθρίας τῷ τῆς ἀληθείας φωτὶ περιλάμπουσιν. Διὰ τοῦτο ἐκβέβληται μὲν τῶν θείων περιβόλων πᾶν ὅ τι δυσῶδες καὶ βέβηλον· ἀντειςῆκται δὲ πάσης εὐφροσύνης τῶν εὐσεβούντων οἱ οἶκοι, καὶ λείπει πρὸς εὐφροσύνην οὐδέν· οἱ δαιτυμόνες, οἱ ἑστιάτορες, ἡ τοῖς ἀγαθοῖς ἐδωδίμοις πλήθουσα τράπεζα.