Εις τους εξωνηθέντας βόλους του δικτύου παρ᾿ αυτού

Εἰς τοὺς ἐξωνηθέντας βόλους τοῦ δικτύου παρ᾿ αὐτοῦ
Συγγραφέας:


Ἀναπλέων χθὲς πρωῒ τὴν Προποντίδα
ἄνδρας κατεῖδον ἓξ ἀγρευτὰς ἰχθύων
βάλλοντας ἀμφίβληστρον ἐν βυθῷ μέσῳ·
καὶ δὴ παρασχὼν χρύσινον τούτοις ἕνα
ὠνησάμην τρεῖς δικτύου χαίρων βόλους,
ἕξειν δοκῶν τι καὶ πλέον τοῦ χρυσίνου.
βάλλουσι τοίνυν· καὶ τὸ μὲν πρῶτον λίθους,
τὸ δεύτερον δὲ ψάμμον εἷλκον ἐκ βάθους·
ὡς δ᾿ ἐγκαθῆκαν τὴν σαγήνην τὸ τρίτον,
ἀνεῖλκον οὐδὲν ἄλλο πλὴν ὕδωρ μόνον.
εἰ γοῦν τινές μοι τῶν φιλούντων τοὺς μύθους
τεκμήριον λέγουσι ταῦτα τῆς τύχης,
ὡς εὐτυχὴς ἔγωγε· τί πλέον θέλω,
εἴ μοι χορηγεῖ ταῦτα μᾶλλον ἡ τύχη,
ἃ κόσμος αὐτὸς ἀφθονώτατα τρέφει,
ὕδωρ, λίθους καὶ ψάμμον; ὢ χρηστῆς τύχης.