Εις τον πατέρα εαυτού, ηνίκ᾿ επέτρεψεν αυτόν φροντίζειν της Ναζιανζού Εκκλησίας
Λόγος ιβ΄. Εἰς τὸν πατέρα ἑαυτοῦ, ἡνίκ᾿ ἐπέτρεψεν αὐτὸν φροντίζειν τῆς Ναζιανζοῦ Ἐκκλησίας. Συγγραφέας: |
1. Τὸ στόμα μου ἤνοιξα, καὶ εἵλκυσα Πνεῦμα, καὶ δίδωμι τὰ ἐμαυτοῦ πάντα, καὶ ἐμαυτὸν τῷ Πνεύματι, καὶ πρᾶξιν, καὶ λόγον, καὶ ἀπραξίαν, καὶ σιωπήν· μόνον ἐχέτω με, καὶ ἀγέτω, καὶ κινείτω καὶ χεῖρα, καὶ νοῦν, καὶ γλῶσσαν, ἐφ᾿ ἃ δεῖ καὶ βούλεται· καὶ ἀπαγέτω πάλιν ἀφ᾿ ὧν δεῖ, καὶ ὧν ἄμεινον. Ὄργανόν εἰμι θεῖον, ὄργανον λογικὸν, ὄργανον καλῷ τεχνίτῃ τῷ Πνεύματι ἁρμοζόμενον καὶ κρουόμενον. Χθὲς ἐνήργει τὴν σιωπήν; τὸ μὴ λέγειν ἐφιλοσόφουν. Σήμερον κρούει τὸν νοῦν; ἠχήσω τὸν λόγον, καὶ φιλοσοφήσω τὸ φθέγγεσθαι. Καὶ οὔτε λάλος οὕτως εἰμὶ, ὡς λέγειν ἐπιθυμεῖν, τὸ σιωπᾷν ἐνεργούμενος· οὔτε σιωπηλὸς οὕτω καὶ ἀμαθὴς, ὡς ἐν καιρῷ λόγου τιθέναι φυλακὴν τοῖς χείλεσιν· ἀλλὰ καὶ κλείω καὶ ἀνοίγω τὴν ἐμὴν θύραν Νῷ, καὶ Λόγῳ, καὶ Πνεύματι, τῇ μιᾷ συμφυΐᾳ τε καὶ θεότητι.
2. Φθέγξομαι μὲν οὖν, ἐπειδὴ τοῦτο κελεύομαι, φθέγξομαι δὲ πρός τε τὸν ἀγαθὸν τοῦτον ποιμένα, καὶ τὴν ἱερὰν ποίμνην ὑμᾶς, ἅ μοι δοκεῖ βέλτιον εἶναι, ἐμέ τε εἰπεῖν, καὶ ὑμᾶς ἀκοῦσαι σήμερον. Τί ὅτι τοῦ συμποιμαίνοντος ἐδεήθης; Ἀπὸ σοῦ γὰρ ὁ λόγος ἄρξεται, ὦ φίλη καὶ τιμία μοι κεφαλὴ, καὶ τῆς Ἀαρὼν ἐκείνης ἀξία, καθ᾿ ἧς στάζει τὸ πνευματικόν τε καὶ ἱερατικὸν ἐκεῖνο μύρον ἄχρι πώγωνος καὶ ἐνδύματος. Τί ὅτι, πολλοὺς στηρίζειν ἔτι καὶ χειραγωγεῖν δυνάμενος, καὶ μέντοι καὶ χειραγωγῶν ἐν τῇ ἰσχύι τοῦ Πνεύματος, βακτηρίαν ὑποβάλλῃ τοῖς πνευματικοῖς ἔργοις καὶ ἔρεισμα; Ἢ τοῦτο εἰδὼς καὶ ἀκούων, ὅτι καὶ μετὰ Ἀαρὼν ἐκείνου τοῦ πάνυ ἐχρίσθησαν Ἐλεάζαρ καὶ Ἰθάμαρ οἱ υἱοὶ Ἀαρών; τὸν γὰρ Ναδὰβ καὶ Ἀβιοὺδ ἐκὼν ὑπερβήσομαι, δέει τῆς βλασφημίας· καὶ Μωϋσῆς ἀνθ᾿ ἑαυτοῦ τὸν Ἰησοῦν ἀναδείκνυσιν ἔτι ζῶν ἀντὶ νομοθέτου καὶ στρατηγοῦ, τοῖς ἐπὶ τὴν γῆν τῆς ἐπαγγελίας ἐπειγομένοις; Καὶ τὸ μὲν γὰρ τοῦ Ἀαρὼν καὶ τοῦ Ὢρ ὑποστηριζόντων τὰς χεῖρας Μωϋσέως ἐπὶ τοῦ ὄρους, ἵν᾿ ὁ Ἀμαλὴκ καταπολεμηθῇ τῷ σταυρῷ, πόῤῥωθεν σκιαγραφουμένῳ καὶ τυπουμένῳ, δοκῶ μοι παρήσειν ἑκὼν, ὡς οὐ σφόδρα οἰκεῖον ἡμῖν καὶ πρόσφορον· οὐ γὰρ συννομοθέτας ᾑρεῖτο τούτους Μωϋσῆς, ἀλλ᾿ εὐχῆς βοηθοὺς, καὶ καμάτου χειρῶν ἐρείσματα.
3. Σοὶ δὲ τί πάσχει; τί κάμνει; Τὸ σῶμα; Ὑποστηρίζειν ἕτοιμος· ἀλλὰ καὶ ὑπεστήριξα, καὶ ἐστηρίχθην, ὡς ὁ Ἰακὼβ ἐκεῖνος, πατρικαῖς εὐλογίαις. Ἀλλὰ τὸ πνεῦμα; Τίς ἰσχυρότερος, καὶ θερμότερος, καὶ νῦν μάλιστα, ὅσῳ τὰ τῆς σαρκὸς ὑποβαίνει καὶ ὑπεξίσταται, ὥσπερ φωτὶ, τὸ ἀντιφράττον καὶ ἀντικείμενον, καὶ κωλύον τὴν λαμπηδόνα; Φιλεῖ γὰρ ὡς τὰ πολλὰ ἀντιπολεμεῖν ταῦτα ἀλλήλοις καὶ ἀντικαθέζεσθαι· καὶ σῶμα μὲν εὐεκτεῖν, καμνούσης ψυχῆς, ψυχὴν δὲ θάλλειν καὶ ἄνω βλέπειν, τῶν ἡδονῶν ὑποβαινουσῶν καὶ συναπομαραινομένων τῷ σώματι. Σοῦ δὲ καὶ ἄλλως ἐθαύμασα τὸ ἀρχαικὸν καὶ γενναῖον, πῶς οὐδὲ τοῦτο ἔδεισας, σφόδρα τῶν νῦν ὑπάρχον καιρῶν, μή σοι τὸ πνεῦμα πρόφασις νομισθῇ, καὶ σαρκικῶς ταῦτα λαμβάνειν δοκῶμεν τοῖς πολλοῖς, πνευματικῶς προσποιούμενοι. Ἐπειδὴ μέγα τὸ πρᾶγμα καὶ τυραννικὸν, καὶ θαυμασίαν οἵαν ἔχον ἀπόλαυσιν, οἱ πολλοὶ νομίζεσθαι πεποιήκασιν· κἂν ἔτι στενοτέρας τις ἢ κατὰ ταύτην προστατῇ καὶ ἐξηγῆται ποίμνης, καὶ πλέον φερούσης τῶν ἡδέων τὰ μοχθηρά. Τοῦτο μὲν δὴ τῆς σῆς εἴτε ἁπλότητος εἴτε φιλοτεκνίας, ὑφ᾿ ἧς οὔτε τι τῶν πονηρῶν, οὔτε αὐτὸς παραδέχῃ, οὔτε περὶ τῶν ἄλλων ῥᾳδίως ὑπολαμβάνεις· (βραδὺ γὰρ εἰς ὑπόνοιαν κακοῦ τὸ πρὸς κακίαν δυσκίνητον·) ἐμοὶ δὲ καὶ δεύτερον πρὸς τὸν εἴτε σὸν εἴτε καὶ ἐμὸν λαὸν τοῦτον βραχέα διαλεχθῆναι.
4. Τετυραννήμεθα, ὦ φίλοι καὶ ἀδελφοί· ὑμᾶς γὰρ, εἰ καὶ μὴ τότε, ἀλλὰ νῦν ἐπιβοησόμεθα· τετυραννήμεθα γήρᾳ πατρὸς καὶ φίλου, ἵνα μετρίως εἴπω, χρηστότητι. Καί μοι βοηθεῖτε, ὅστις ἂν οἷός τε ᾖ, καὶ δότε χεῖρα πιεζομένῳ, καὶ διελκομένῳ ὑπὸ πόθου καὶ πνεύματος· ὁ μὲν εἰσηγεῖται δρασμοὺς, καὶ ὄρη, καὶ ἐρημίας, καὶ ἡσυχίαν ψυχῆς καὶ σώματος, καὶ τὸν νοῦν εἰς ἑαυτὸν ἀναχωρῆσαι, καὶ συστραφῆναι ἀπὸ τῶν αἰσθήσεων, ὥστε ὁμιλεῖν ἀκηλιδώτως Θεῷ, καὶ ταῖς τοῦ Πνεύματος αὐγαῖς καθαρῶς ἐναστράπτεσθαι, μηδενὸς ἐπιμιγνυμένου τῶν κάτω καὶ θολερῶν, μηδὲ τῷ θείῳ φωτὶ παρεμπίπτοντος, ἕως ἂν ἐπὶ τὴν πηγὴν ἔλθωμεν τῶν τῇδε ἀπαυγασμάτων, καὶ στῶμεν τοῦ πόθου καὶ τῆς ἐφέσεως, λυθέντων τῶν ἐσόπτρων τῇ ἀληθείᾳ. Βούλεται τὸ δὲ εἰς μέσον ἄγειν, καὶ καρποφορεῖν τῷ κοινῷ βούλεται, καὶ τοῦτο ὠφελεῖσθαι, τὸ ὠφελεῖν ἀλλήλους, καὶ δημοσιεύειν τὴν ἔλλαμψιν, καὶ προσάγειν Θεῷ λαὸν περιούσιον, ἔθνος ἅγιον, βασίλειον ἱεράτευμα, ἐν πλείοσι εἰκόνα κεκαθαρμένην. Κρεῖσσον γὰρ εἶναι καὶ πλεῖον, ὥσπερ φυτοῦ παράδεισον, καὶ ἀστέρος ἑνὸς οὐρανὸν ὅλον σὺν τοῖς ἑαυτοῦ κάλλεσι, καὶ μέλους σῶμα, οὕτω καὶ Θεῷ κατορθοῦντος ἑνὸς ὅλην Ἐκκλησίαν κατηρτισμένην· καὶ χρῆναι μὴ τὸ ἑαυτοῦ μόνον σκοπεῖν, ἀλλὰ καὶ τὸ τῶν ἄλλων. Ἐπεὶ καὶ Χριστὸς οὕτως, ᾧ μένειν ἐξὸν ἐπὶ τῆς ἰδίας τιμῆς καὶ θεότητος, οὐ μόνον ἐκένωσεν ἑαυτὸν μέχρι τῆς τοῦ δούλου μορφῆς, ἀλλὰ καὶ σταυρὸν ὑπέμεινεν αἰσχύνης καταφρονήσας, ἵν᾿ ἐν τοῖς ἑαυτοῦ πάθεσιν ἀναλώσῃ τὴν ἁμαρτίαν, καὶ ἀποκτείνῃ τῷ θανάτῳ τὸν θάνατον. Ἐκεῖνα μὲν δὴ τῆς ἐπιθυμίας τὰ πλάσματα, ταῦτα δὲ τοῦ Πνεύματος τὰ διδάγματα. Μέσος δὲ ὢν πόθου καὶ πνεύματος, καὶ οὐκ ἔχων τίνι τὸ πλέον χαρίσομαι, ὅ μοι δοκῶ κάλλιστον εὑρηκέναι καὶ ἀσφαλέστατον, κοινώσομαι καὶ ὑμῖν, ἵνα μοι συνδοκιμάσητε καὶ συλλάβησθε τοῦ βουλεύματος.
5. Ἔδοξέ μοι κράτιστον εἶναι καὶ ἀκινδυνότατον, μέσην τινὰ τραπέσθαι τοῦ πόθου καὶ τῆς δειλίας, καὶ τὸ μὲν τῇ ἐπιθυμίᾳ δοῦναι, τὸ δὲ τῷ πνεύματι· τοῦτο δὲ ἂν γενέσθαι, μήτε πάντῃ φυγόντος τὴν λειτουργίαν, ὥστε ἀθετῆσαι τὴν χάριν, ἐπισφαλὲς γὰρ, μήτε μεῖζον ἢ κατ᾿ ἐμαυτὸν ἀραμένου φορτίον, βαρὺ γάρ· καὶ τὸ μὲν κεφαλῆς ἄλλου, τὸ δὲ δυνάμεως· μᾶλλον δὲ ἀπονοίας ἀμφότερα. Εὐσεβείας δὲ εἶναι ἅμα καὶ ἀσφαλείας μετρῆσαι τῇ δυνάμει τὴν λειτουργίαν· καὶ ὥσπερ τροφῆς τὴν μὲν κατὰ δύναμιν προσίεσθαι, τὴν δὲ ὑπὲρ δύναμιν ἀποπέμψασθαι· οὕτω γὰρ σώματι μὲν εὐεξίαν παραγίνεσθαι, ψυχῇ δὲ ἀσφάλειαν τῷ μετριάζειν ἐν ἀμφοτέροις. Διὰ τοῦτο νῦν μὲν δέχομαι τῷ καλῷ πατρὶ συνδιαφέρειν τὴν ἐπιμέλειαν, ὥσπερ ἀετῷ μεγάλῳ καὶ ὑψιπέτῃ νεοσσὸς οὐκ ἄχρηστος ἐγγύθεν συμπαριπτάμενος· μετὰ δὲ τοῦτο δώσω τῷ Πνεύματι τὴν ἐμὴν πτέρυγα φέρειν ᾗ βούλεται, καὶ ὡς βούλεται· καὶ οὐδεὶς ὁ βιασόμενος, οὐδὲ ἀπάξων ἑτέρωθι, μετὰ τούτου βουλευόμενον. Ἡδὺ μὲν γὰρ πατρὸς πόνοι κληρονομούμενοι, καὶ τὸ συνηθέστερον ποίμνιον τοῦ ξένου καὶ ἀλλοτρίου· προσθείην δ᾿ ἂν, ὅτι καὶ Θεῷ τιμιώτερον, εἰ μή με ἀπατᾷ τὸ φίλτρον, καὶ κλέπτει τὴν αἴσθησιν ἡ συνήθεια· οὔπω δὲ χρησιμώτερον τοῦ ἑκόντας ἑκόντων ἄρχειν, οὐδὲ ἀσφαλέστερον· ἐπειδὴ μὴ πρὸς βίαν ἄγειν τοῦ ἡμετέρου νόμου, μηδὲ ἀναγκαστῶς, ἀλλ᾿ ἑκουσίως. Τοῦτο μὲν γὰρ οὐδ᾿ ἂν ἄλλην ἀρχὴν συστήσειεν, ἐπειδὴ φιλεῖ τὸ βίᾳ κρατούμενον ἐλευθεριάζειν ποτὲ καιροῦ λαβόμενον· τὴν δὲ ἡμετέραν οὐκ ἀρχὴν, ἀλλὰ παιδαγωγίαν, καὶ πάντων μάλιστα συντηρεῖ τὸ ἑκούσιον. Βουλομένων γὰρ, οὐ τυραννουμένων, τὸ τῆς εὐσεβείας μυστήριον.
6. Οὗτος ὁ παρ᾿ ἐμοῦ λόγος ὑμῖν, ὦ ἄνδρες, ἁπλῶς τε καὶ μετὰ πάσης εὐνοίας εἰρημένος, καὶ τοῦτο τὸ τῆς ἐμῆς διανοίας μυστήριον. Νικώῃ δὲ ὅ τι ἂν καὶ ὑμῖν καὶ ἡμῖν μέλλῃ συνοίσειν, τοῦ Πνεύματος ἄγοντος τὰ ἡμέτερα (πάλιν γὰρ εἰς ταυτὸν ὁ λόγος ἀνέρχετα)ι, ᾧ δεδώκαμεν ἡμᾶς αὐτοὺς, καὶ τὴν χρισθεῖσαν κεφαλὴν τῷ ἐλαίῳ τῆς τελειώσεως ἐν Πατρὶ παντοκράτορι, καὶ τῷ μονογενεῖ Λόγῳ, καὶ τῷ ἁγίῳ Πνεύματι καὶ Θεῷ. Μέχρι γὰρ τίνος τῷ μοδίῳ τὸν λύχνον περικαλύψομεν, καὶ φθονήσομεν τοῖς ἄλλοις τῆς τελείας θειότητος, δέον ἐπὶ τὴν λυχνίαν ἤδη τιθέναι καὶ λάμπειν πάσαις Ἐκκλησίαις τε καὶ ψυχαῖς, καὶ παντὶ τῷ τῆς οἰκουμένης πληρώματι, μηκέτι εἰκαζόμενον, μηδὲ τῇ διανοίᾳ σκιαγραφούμενον, ἀλλὰ καὶ φανερῶς ἐκλαλούμενον; Ἥπερ δὴ τελεωτάτη τῆς θεολογίας ἀπόδειξις τοῖς ταύτης ἠξιωμένοις τῆς χάριτος ἐν αὐτῷ Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα, τιμὴ, κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.