Εις τον Βόνον πατρίκιον και τοποτηρητήν του βασιλέως



Εἰς Βόνον πατρίκιον καὶ τοποτηρητὴν τοῦ βασιλέως




Πάλαι μὲν εἶχεν Ἡρακλῆς Εὐρυσθέα μικρῶν ἀγώνων, ὡς δοκεῖ μοι,
προστάτην· τί γὰρ τὸ κοινὸν ὠφέλησε τοῦ βίου κάπρος φονευθεὶς ἢ λέων
πεπνιγμένος; ἀντεισφορᾷ δὲ σήμερον τῶν κρειττόνων σοί, τῷ συνόπλῳ, κοσμικὴν
ἀγωνίαν ὁ κοσμορύστης Ἡρακλῆς ἐπιτρέπει· οὐκ εἰς φόνους γὰρ τεχνικόν σε
τοξότην, ἀλλ' εἰς τὸ σῴζειν οἶδε τεχνίτην μέγαν. ἐντεῦθεν ὑμᾶς τοὺς ἀγῶνας
εἰκότως τοὺς ἀντὶ πάντων ἐκτελεῖν ψηφίζεται, οὐκ ἐξ ἀνάγκης· πῶς γὰρ ἂν πάθοι
βίαν ψυχὴ πόθῳ τρώσασα καὶ τετρωμένη; ἀλλ' ἔνθα μᾶλλον συντρέχουσιν οἱ πόνοι
εἰς ταὐτὸ συννεύοντες, ἐνταῦθα πλέον ἡ τῶν ποθούντων θερμότης ἀνάπτεται, καὶ
πίστιν αὐτοῖς ἀσφαλεστέρου πόθου ἡ τῶν ἀναγκῶν εἰσάγει περίστασις, καὶ
λανθάνουσι τοὺς φιλοῦντας οἱ πόνοι ἐν τῇ σχέσει κλέψαντες ἢ κεκλεμμένοι· εἰ
σωμάτων γὰρ ὑλικὴ συνουσία τὴν σάρκα ποιεῖ τὴν διεστῶσαν μίαν, τὴν ψυχικήν τις
πῶς ἕνωσιν ἐκφράσοι, ὅπου τὸ πνεῦμα συντρέχει τῷ πνεύματι καὶ τῶν ἀΰλων
συντεθέντων ὀργάνων ἐκ τῆς νοητῆς εὐγενοῦς συνουσίας ψυχὴ μία πρόσεστι
σώμασιν δύο; οὐ γὰρ τοσοῦτον τοὺς ὑπαιτίους πόθους κρατοῦντας ἴσμεν, ἀλλ'
ἐνυπνίου δίκην· εἰ καί τις αὐτοὺς ἐξανάψει πυρφόρος, ἀπῃθάλωσεν ἐν βραχεῖ τὴν
λαμπάδα· εἰ καὶ ταχύς τε καὶ πτερωτὸς εἰσβάλοι, ὡς πτηνὸς ἀρθεὶς ὀξέως ἀφίπταται
πρὸς ἡδονὴν δὲ τόξον ἕλκων, ὡς λόγος, πληγὴν ἀφῆκε τῷ τετρωμένῳ μόνον· ὁ δ' αὖ
βεβηκὼς καὶ φρενοκρατὴς ἔρως, συνουσιώσας τὴν φιλάλληλον σχέσιν, οὐκ οἶδεν
ὄκνον, οὐ προβάλλεται φόβον, οὐ τὰς ἀδήλους ἐννοεῖ περιστάσεις, οὐκ εὐλαβεῖται
τὴν ἐπὶ σφαίρας τύχην, ἀλλ' ὥσπερ ἔνδον συντεθεὶς τῇ καρδίᾳ καὶ συμπεριπλεῖ καὶ
συνοδεύει πολλάκις, καὶ πᾶν τὸ μακρὰν πλησίον λογίζεται, καὶ τοῖς ἀποῦσι
συμπαρὼν λογίζεται, καὶ πανταχοῦ δείκνυσι τὴν κοινὴν σχέσιν· οὐ σχίζεται γάρ,
οὔτε μὴν μερίζεται, ἀλλ' ἔστιν ἐκτὸς ἔνδον, ὡς ὁ δεσπότης ἔνεστιν ἐν σοί, κἂν δοκῇ
διεστάναι. ἀλλ' ὦ διαυγὲς ὄμμα τῆς οἰκουμένης, τὸν νοῦν ἔχων ὄχημα φωτὸς
ἐμφύτου, εἰ καὶ διέστης πρὸς τὸ Περσικὸν νέφος καὶ τῇ χαλάζῃ συμπλέκῃ τῇ
βαρβάρῳ, γενοῦ πρὸς ἡμᾶς, καὶ βλέπει τὸν ἥλιον Ῥώμης ὁ κόσμος, καινοτομῶν δὲ
τὸν χρόνον χειμῶνι λάμψον, καὶ κατευθύνεις ἔαρ. οἴκτειρον ἡμᾶς, οὓς ἐλυτρώσω
πάλαι, δι' οὓς τοσούτους ἔσχες ὠδίνων πόνους, τὸν ἐκ τυράννου κόσμον
ἠτεκνωμένον ξένῳ θελήσας τεκνοποιῆσαι σπόρῳ, οἴκτειρον ἡμᾶς, ὡς ἀνέγκλητα
βρέφη· θρασύνεται γὰρ πολλάκις καὶ νήπια ἐν ἁπλότητι παιδικῶν ψελλισμάτων·
ὅμως τὸ λυποῦν ἡ σχέσις βιάζεται· ἡ γὰρ φύσις νυγεῖσα συγγνώμην ἔχει, εἰ καί τι
δράσει νηπιῶδες τὸ βρέφος· ῥαπίζεται γὰρ ἡ τεκοῦσα πολλάκις, καὶ πρὸς τὸ τέκνον
εὐμενῶς ἐπιστρέφει, καὶ τῶν πρίν, ὡς ἔοικεν, ὠδίνων πάλιν μνησθεῖσα πάντα
συγκαλύπτει καὶ στέγει, καὶ παιδικὴν μὲν οὐδαμῶς λύπην ἔχει, τῷ δὲ προσώπῳ
σχηματίζει τὸν φόβον πλάττουσα θυμὸν εἰς ἐπιστήμην μόνον· ἀνέξεται δὲ καὶ πατὴρ
ῥαπισμάτων, καὶ ταῦτα μᾶλλον ἡδέως ἀσπάζεται, εἴπερ τὰ τέκνα στυγνιῶντα
προσβλέπει. πλὴν οὐχ ὅμοια ταῦτα πρὸς τὸ σὸν κράτος, ὃς οὐδὲ μέχρι τοῦ δοκοῦντος
ὀργίλου τὸν σὸν καθ' ἡμῶν ἐξανέστησας φόβον, ἀλλ' εἰς τοσοῦτον ἐκπυροῖς τὰ τοῦ
πόθου, ὡς ἐν βραχεῖ δραμεῖν σε τὴν οἰκουμένην, καὶ πρὸς τοσούτων βαρβάρων
ἀνενδότως χειμῶνα κάμνειν καὶ δοκεῖν θυμηδίαν ἔχειν ἐκείνην τὴν μακρὰν
ἀθυμίαν· τόπον γὰρ ἀργὸν τῆς ἀφ' ἡμῶν φροντίδος οὐκ ἔστιν εὑρεῖν, ἀλλ' ἐπιτρέχεις
ὅλους ὡς ἐν περιόδῳ κοσμικῆς ἀρρωστίας, καὶ πρὸς τὰ κοινὰ τῶν νοσούντων
τραύματα χειρουργὸς αὐτὸς πανταχοῦ κατεστάθης, θλίβων σεαυτὸν συμφοραῖς
ἀλλοτρίαις ὁ τῶν πονούντων τοὺς πόνους ἔχων πλέον· ἀεὶ γὰρ ἡμῖν οὐσιώθης τοῖς
πόνοις τὰς ἀντὶ πάντων ἀσθενείας βαστάσας, ἐκ βαρβάρων κίνδυνον, ἐξ ἐχθρῶν
φόβον, ἔξωθεν ἔχθρας, ἔνδοθεν τὰς φροντίδας, ἱδρῶτας εἰς γῆν, ἐν θαλάττῃ
συγχύσεις, μάχας τυράννων, προσβολὰς ὑπηκόων, χειμῶνα καὶ καύσωνα καὶ τὰς ἐν
μέσῳ παρεμπεσούσας φορτικὰς ἀγρυπνίας· ἁπλῶς τὸ σῶμα, τὰς φρένας, τὴν
καρδίαν, ὅλον σεαυτὸν προσκαθήλωσας πόνοις, ὅπως τὸ κοινὸν σῶμα μὴ φέρῃ
πόνους· καὶ πολλὰ κάμνεις καὶ μάχῃ πρὸς τὴν νόσον, κλέπτων, ὑφέλκων τῶν
φθορῶν τὴν αἰτίαν· καὶ τῶν νοσουργῶν οὐκ ἐφείσω χωρίων, πῇ μὲν φλογίζων, πῇ
δὲ τέμνων τῷ ξίφει· τὴν ζωτικὴν δὲ συμφυλάττεις καρδίαν ποιῶν καθάρσεις ἐξ
ἀδήλων τῶν πόρων καὶ τὴν ἀνάγκην μετοχετεύων τῆς νόσου καὶ πρὸς τὸ νύγμα τῶν
ἀκινδύνων τόπων τὴν τοῦ πάθους σύρροιαν ἑλκύσαι θέλων. ὅμως βοηθὸς νῦν
γενοῦ τοῦ καιρίου καὶ τὴν διαυγῆ τῆς ὅλης οἰκουμένης κόρην φύλαξον, τὴν
περίβλεπτον Πόλιν. διττοῦ γὰρ εἰσφρήσαντος, ὥς φασιν, πόνου τὸν ἄλλον
ἠμαύρωσεν ὁ σφοδρὸς πόνος. πείσουσιν ὑμᾶς οἱ κλάδοι σου, δέσποτα, οἱ ψυχαγωγοὶ
μαργαρῖται τοῦ βίου ὡς μαργαρίτας ἐκχέοντες δάκρυα· ὄντες γάρ, ὥσπερ ἐσπάρησαν,
ἔμφρονες παραψυχὴν ἔχουσιν ἐλπίδος μίαν τὴν σύντομόν σου σὺν Θεῷ παρουσίαν.
δέχου παρ' αὐτῶν τοὺς στεναγμοὺς ἐκ βάθους, πρέσβεις ἐπείκτας κοσμικῆς
σωτηρίας, πρέσβεις ἀπόντας, ἀλλὰ πείθοντας πλέον τῷ μὴ παρεῖναι καὶ ποθεῖσθαι
μειζόνως· τὴν γὰρ κατὰ πρόσωπον εἰς δέον τάχα ἔντευξιν αὐτῶν οὐκ ἐφῆκεν ὁ
χρόνος. δέος γὰρ εἶχεν, οἷα διττῶν ὀμμάτων ἡ κοινότης ἐρῶσα φωστήρων δύο, μὴ
τῇ στερήσει τοῦ διαυγοῦς ἡλίου καὶ τῆς σελήνης τῆς δι' αὐτοῦ φωσφόρου πάθοι
διπλῆν ἔκλειψιν εἰς μίαν Πόλις. ἀλλ' ὦ μεσουρανοῦντος ἡλίου δρόμον φθάνων,
προπηδῶν ἐκ διαλλαγῆς τάχος κἂν γὰρ πρόσωπον ζωγραφήσῃς ὀργίλον, φεύγεις τὸ
πλάσμα καὶ χρονίζειν οὐ θέλεις, ὁ πραότητος εἰς τοσοῦτον ἠρμένος, ὡς καὶ δοκεῖν
χαυνοῦν σε τὴν ἐξουσίαν, δὸς χεῖρα τοῖς κράζουσι καὶ πρὸ τοῦ χρόνου φθάσας
ἔγειρον τοὺς πεσεῖν ἠπειγμένους· ποίησον ἡμῶν τὰς ἐρημίας πόλεις ὅπου γὰρ ὀφθῇς,
πάντα γίνονται πόλεις, οἴκτειρον ἐν δέοντι μητρικὸν γάλα, ὁ νῦν δι' ἡμᾶς καὶ πρὸ
τοῦ χρόνου γέρων, καὶ νῦν μεταστὰς τῶν ἑωσφόρων τόπων ποίησον ὄρθρον εἰς τὸ
πρὸς δύσιν μέρος, καὶ σπεῦσον, εἰ χρή, προφθάσαι τὸν ἥλιον πρὸ τοῦ γενέσθαι τὴν
τροπὴν τῆς ἡμέρας, ὅπως σε φρίξῃ πᾶσα βάρβαρος τύχη, καὶ πᾶσα θαυμάσῃ σε χώρα
καὶ Πόλις, καὶ πᾶς ὁ κόσμος ἐξ ἀΰλων χρωμάτων ἀειφανεῖ σε ζωγραφήσωσιν τύπῳ,
στέφοντες ὑμᾶς ἐκ λόγων τὸ δεύτερον. καὶ ταῦτα μὲν δὴ τῆς ἀνάγκης ὁ χρόνος
φράσαι συνεῖδεν ἐμπόνως τὰ ῥήματα, ὁ τῷ λόγῳ δὲ πάντα μορφώσας Λόγος, ὁ
πάντα ποιῶν συμφερόντως, ὡς θέλει, τὰς σὰς τυπώσοι καὶ κατευθυνοῖ φρένας, ὡς
οἶδεν αὐτός, ὡς νομίζει συμφέρειν, τῶν σῶν δὲ δείξοι σφαλμάτων καθάρσιον ἣν
ἀνθ' ὅλων ἔσταξας ἱδρώτων χύσιν. ἀλλ' ὦ παρακμὴ τῶν παρελθουσῶν νόσων
μένοις ἅπαντας εἰς ἀνάκτησιν φέρων, καὶ τῷ σε γεννήσαντι τῷ κράτει κράτος.
ἐλθεῖν γένοιτο θᾶττον †εἰμηνοδρόμος† [...] τούτου χέοντος τὴν φορὰν τῶν δακρύων
[...] τοῦ δευτέραν σοι καὶ θεοπρεπεστέραν γέννησιν ἑλκύσαντος ἐκ πυρὸς δρόσου.