Λόγος λθ΄. Εἰς τὰ ἅγια Φῶτα.
Συγγραφέας:


1. Πάλιν Ἰησοῦς ὁ ἐμὸς, καὶ πάλιν μυστήριον μυστήριον οὐκ ἀπατηλὸν, οὐδ᾿ ἄκοσμον, οὐδὲ τῆς Ἑλληνικῆς πλάνης, καὶ μέθης (οὕτω γὰρ ἐγὼ καλῶ τὰ ἐκείνων σεμνὰ, οἶμαι δὲ, καὶ τῶν εὐφρονούντων ἕκαστο)ς, ἀλλὰ μυστήριον ὑψηλόν τε καὶ θεῖον, καὶ τῆς ἄνω λαμπρότητος πρόξενον. Ἡ γὰρ ἁγία τῶν Φώτων ἡμέρα, εἰς ἣν ἀφίγμεθα, καὶ ἣν ἑορτάζειν ἠξιώμεθα σήμερον, ἀρχὴν μὲν τὸ τοῦ ἐμοῦ Χριστοῦ βάπτισμα λαμβάνει, τοῦ ἀληθινοῦ φωτὸς, τοῦ φωτίζοντος πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον· ἐνεργεῖ δὲ τὴν ἐμὴν κάθαρσιν, καὶ βοηθεῖ τῷ φωτὶ, ὃ παρ᾿ αὐτοῦ λαβόντες ἄνωθεν ἀπ᾿ ἀρχῆς, ἐκ τῆς ἁμαρτίας ἐζοφώσαμέν τε καὶ συνεχέαμεν.

2. Τοιγαροῦν ἀκούσατε θείας φωνῆς, ἐμοὶ μὲν καὶ λίαν σφοδρῶς ἐνηχούσης, τῷ μύστῃ καὶ μυσταγωγῷ τῶν τοιούτων, εἴη δὲ καὶ ὑμῖν· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. Καὶ διὰ τοῦτο, Προσέλθετε πρὸς αὐτὸν, καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ, τῷ ἀληθινῷ φωτὶ σημειούμενα. Καιρὸς ἀναγεννήσεως γεννηθῶμεν ἄνωθεν. Καιρὸς ἀναπλάσεως· τὸν πρῶτον Ἀδὰμ ἀναλάβωμεν. Μὴ μείνωμεν ὅπερ ἐσμὲν, ἀλλ᾿ ὅπερ ἦμεν γενώμεθα. Τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, τῷ βίῳ τούτῳ, καὶ τῷ σαρκίῳ καὶ ὑπὸ τῆς σκοτίας διώκεται μὲν, οὐ καταλαμβάνεται δὲ, τῆς ἀντικειμένης λέγω δυνάμεως, τῷ φαινομένῳ μὲν Ἀδὰμ προσπηδώσης ἐξ ἀναιδείας, τῷ Θεῷ δὲ περιπιπτούσης καὶ ἡττωμένης ἵν᾿ ἡμεῖς τὸ σκότος ἀποθέμενοι, τῷ φωτὶ πλησιάζωμεν, εἶτα καὶ φῶς γενώμεθα τέλειον, τελείου φωτὸς γεννήματα. Ὁρᾶτε τῆς ἡμέρας τὴν χάριν; ὁρᾶτε τοῦ μυστηρίου τὴν δύναμιν; οὐκ ἀπὸ γῆς ἤρθητε; οὐκ ἄνω τέθεισθε σαφῶς ὑψωθέντες ὑπὸ τῆς ἡμετέρας φωνῆς καὶ ἀναγωγῆς; Καὶ ἔτι μᾶλλον τεθήσεσθε, ἐπειδὰν εὐοδώσῃ τὸν λόγον ὁ Λόγος.

3. Μή τις τοιαύτη κάθαρσις νομικὴ καὶ σκιώδης, προσκαίροις ῥαντίσμασιν ὠφελοῦσα, καὶ σποδῷ δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους; μή τι τοιοῦτο μυσταγωγοῦσιν Ἕλληνες; ὧν λῆρος ἐμοὶ πᾶσα τελετὴ καὶ μυστήριον, δαιμόνων εὕρημα σκοτεινὸν, καὶ διανοίας ἀνάπλασμα κακοδαίμονος, χρόνῳ βοηθούμενον, καὶ μύθῳ κλεπτόμενον. Ἃ γὰρ ὡς ἀληθῆ προσκυνοῦσιν, ὡς μυθικὰ συγκαλύπτουσιν· δέον, εἰ μὲν ἀληθῆ, μὴ μύθους ὀνομάζεσθαι, ἀλλ᾿ ὅτι μὴ αἰσχρὰ δείκνυσθαι· εἰ δὲ ψευδῆ, μὴ θαυμάζεσθαι, μηδ᾿ οὕτως ἰταμῶς ἐναντιωτάτας ἔχειν δόξας περὶ τοῦ αὐτοῦ πράγματος· ὥσπερ ἐν ἀγορᾷ μειρακίων παίζοντας, ἢ ἀνδρῶν κακοδαιμόνων ὡς ἀληθῶς, ἀλλ᾿ οὐκ ἀνδράσι διαλεγομένους νοῦν ἔχουσι, καὶ Λόγου προσκυνηταῖς· κἂν τὴν ἔντεχνον ταύτην, καὶ ῥυπαρὰν πιθανότητα διαπτύωσιν.

4. Οὐ Διὸς ταῦτα γοναὶ καὶ κλοπαὶ, τοῦ Κρητῶν τυράννου, κἂν Ἕλληνες ἀπαρέσκωνται· οὐδὲ Κουρήτων ἦχοι, καὶ κρότοι, καὶ ὀρχήσεις ἔνοπλοι, Θεοῦ κλαίοντος ἠχὴν συγκαλύπτουσαι, ἵνα πατέρα λάθῃ μισότεκνον· δεινὸν γὰρ ἦν ὡς παιδίον κλαυθμυρίζεσθαι, τὸν ὡς λίθον καταποθέντα· οὐδὲ Φρυγῶν ἐκτομαὶ, καὶ αὐλοὶ, καὶ Κορύβαντες, καὶ ὅσα περὶ τὴν Ῥέαν ἄνθρωποι μαίνονται, τελοῦντες τῇ μητρὶ τῶν Θεῶν, καὶ τελούμενοι, ὅσα τῇ μητρὶ τῶν τοιούτων εἰκός· οὐδὲ κόρη τις ἡμῖν ἁρπάζεται, καὶ Δημήτηρ πλανᾶται, καὶ Κελεούς τινας ἐπεισάγει, καὶ Τριπτολέμους, καὶ δράκοντας, καὶ τὰ μὲν ποιεῖ, τὰ δὲ πάσχει. Αἰσχύνομαι γὰρ ἡμέρᾳ δοῦναι τὴν νυκτὸς τελετὴν, καὶ ποιεῖν τὴν ἀσχημοσύνην μυστήριον. Οἶδεν Ἐλευσὶς ταῦτα, καὶ οἱ τῶν σιωπωμένων, καὶ σιωπῆς ὄντως ἀξίων ἐπόπται. Οὐδὲ Διόνυσος ταῦτα, καὶ μηρὸς, ὠδίνων ἀτελὲς κύημα, ὥσπερ ἄλλο τι κεφαλὴ πρότερον· καὶ Θεὸς ἀνδρόγυνος, καὶ χορὸς μεθυόντων, καὶ στρατὸς ἔκλυτος, καὶ Θηβαίων ἄνοια τοῦτον τιμῶσα, καὶ Σεμέλης κεραυνὸς προσκυνούμενος. Οὐδὲ Ἀφροδίτης πορνικὰ μυστήρια, τῆς αἰσχρῶς, ὡς αὐτοὶ λέγουσι, καὶ γεννωμένης καὶ τιμωμένης. Οὐδὲ Φαλλοί τινες καὶ Ἰθύφαλλοι, αἰσχροὶ καὶ τοῖς σχήμασι καὶ τοῖς πράγμασιν· οὐδὲ Ταύρων ξενοκτονίαι, καὶ Λακωνικῶν ἐφήβων ἐπιβώμιον αἷμα, ξαινομένων ταῖς μάστιξι, καὶ τοῦτο μόνον κακῶς ἀνδριζομένων οἷς τιμᾶται θεὰ, καὶ ταῦτα παρθένος. Οἱ γὰρ αὐτοὶ, καὶ μαλακίαν ἐτίμησαν, καὶ θρασύτητα ἐσεβάσθησαν.

5. Ποῦ δὲ θήσεις τὴν Πέλοπος κρεουργίαν, πεινῶντας θεοὺς ἑστιῶσαν, καὶ φιλοξενίαν πικρὰν καὶ ἀπάνθρωπον; ποῦ δὲ Ἑκάτης τὰ φοβερὰ καὶ σκοτεινὰ φάσματα, καὶ Τροφωνίου κατὰ γῆς παίγνια καὶ μαντεύματα, ἢ Δωδωναίας δρυὸς ληρήματα, ἢ τρίποδος Δελφικοῦ σοφίσματα, ἢ Κασταλίας μαντικὸν πόμα; Τοῦτο μόνον οὐ μαντευσάμενα, τὴν ἑαυτῶν σιωπήν. Οὐδὲ Μάγων θυτικὴ, καὶ πρόγνωσις ἔντομος· καὶ Χαλδαίων ἀστρονομία καὶ γενεθλιαλογία, τῇ τῶν οὐρανίων κινήσει συμφέρουσα τὰ ἡμέτερα, τῶν μηδὲ ἑαυτοὺς ὅ τί ποτε εἰσὶν, ἢ ἔσονται, γνῶναι δυναμένων· οὐδὲ Θρᾳκῶν ὄργια ταῦτα, παρ᾿ ὧν καὶ τὸ θρησκεύειν, ὡς λόγος· οὐδὲ Ὀρφέως τελεταὶ καὶ μυστήρια, ὃν τοσοῦτον Ἕλληνες ἐπὶ σοφίᾳ ἐθαύμασαν, ὥστε καὶ λύραν αὐτῷ ποιοῦσι, πάντα τοῖς κρούμασιν ἔλκουσαν· οὐδὲ Μίθρου κόλασις ἔνδικος. κατὰ τῶν μυεῖσθαι τὰ τοιαῦτα ἀνεχομένων· οὐδὲ Ὀσίριδος σπαραγμοὶ, ἄλλη συμφορὰ τιμωμένη παρ᾿ Αἰγυπτίοις· οὐδὲ Ἴσιδος ἀτυχήματα, καὶ τράγοι Μενδησίων αἰδεσιμώτεροι, καὶ Ἄπιδος φάτνη, μόσχου κατατρυφῶντος τῆς Μεμφιτῶν εὐηθείας· οὐδ᾿ ὅσα τὸν Νεῖλον ταῖς τιμαῖς καθυβρίζουσι, τὸν καρποδότην, ὡς ἀνυμνοῦσιν αὐτοὶ, καὶ εὔσταχυν, καὶ μετροῦντα τὴν εὐδαιμονίαν τοῖς πήχεσιν.

6. Ἐῶ γὰρ λέγειν ἑρπετῶν καὶ κνωδάλων τιμὰς καὶ τὸ τῆς ἀσχημοσύνης φιλότιμον· ὧν καθ᾿ ἕκαστον ἰδία τις τελετὴ καὶ πανήγυρις, καὶ κοινὸν τὸ τῆς κακοδαιμονίας ἐφ᾿ ἅπασιν· ὡς εἴπερ ἀσεβεῖν αὐτοὺς ἔδει πάντως, καὶ τῆς τοῦ Θεοῦ δόξης ἀποπεσεῖν, εἰς εἴδωλα κατενεχθέντας καὶ τέχνης ἔργα, καὶ χειρῶν πλάσματα, μὴ ἂν ἄλλο τι κατ᾿ αὐτῶν εὔξασθαι τούς γε νοῦν ἔχοντας, ἢ τοιαῦτα σεβασθῆναι, καὶ οὕτω τιμῆσαι, ἵνα τὴν ἀντιμισθίαν, ἣν ἔδει τῆς πλάνης, ὥς φησι Παῦλος, ἀπολαμβάνωσιν, ἐν οἷς σέβονται· οὐ μᾶλλον τιμῶντες, ἢ δι᾿ ἐκείνων ἀτιμαζόμενοι. Βδελυκτοὶ τῆς πλάνης, βδελυκτότεροι τῆς εὐτελείας τῶν προσκυνουμένων καὶ σεβομένων, ἵνα καὶ αὐτῶν τῶν τιμωμένων ὦσιν ἀναισθητότεροι, τοσοῦτον ὑπερβάλλοντες ἀνοίᾳ, ὅσον εὐτελείᾳ τὰ προσκυνούμενα.

7. Ταῦτα μὲν οὖν παιζέτωσαν Ἑλλήνων παῖδες, καὶ δαίμονες, παρ᾿ ὧν ἐκείνοις ἡ ἄνοια, τὴν τοῦ Θεοῦ τιμὴν εἰς ἑαυτοὺς μεθελκόντων, καὶ ἄλλους ἄλλως κατατεμνόντων εἰς αἰσχρὰς δόξας καὶ φαντασίας, ἀφ᾿ οὗ τοῦ ξύλου τῆς ζωῆς ἐκβαλόντες ἡμᾶς, τῷ ξύλῳ τῆς γνώσεως οὐ κατὰ καιρὸν, οὐδ᾿ ἐπιτηδείως μεταληφθείσης, ὡς ἀσθενεστέρους ἤδη κατέδραμον, τὸν ἡγεμόνα νοῦν συναρπάσαντες, καὶ τοῖς πάθεσι θύραν ἀνοίξαντες. Οὐ γὰρ ἔφερον, φύσις ὄντες φθονερὰ καὶ μισάνθρωπος, μᾶλλον δὲ διὰ τὴν ἑαυτῶν κακίαν γενόμενοι, τοὺς κάτω τῶν ἄνω τυχεῖν, αὐτοὶ πεσόντες ἐπὶ γῆς ἄνωθεν, οὐδὲ τοσαύτην μετάστασιν γενέσθαι τῆς δόξης, καὶ τῶν πρώτων φύσεων. Τοῦτό ἐστιν ὁ διωγμὸς τοῦ πλάσματος· διὰ τοῦτο ἡ εἰκὼν τοῦ Θεοῦ καθυβρίσθη· καὶ καθὼς οὐκ ἐδοκιμάσαμεν φυλάξαι τὴν ἐντολὴν, παρεδόθημεν τῇ αὐτονομίᾳ τῆς πλάνης· καὶ καθὼς ἐπλανήθημεν, ἠτιμάσθημεν ἐν οἷς ἐσεβάσθημεν. Οὐ γὰρ τοῦτο μόνον δεινὸν, τὸ πεποιημένους ἐπ᾿ ἀγαθοῖς ἔργοις, εἰς δόξαν καὶ ἔπαινον τοῦ πεποιηκότος, καὶ Θεοῦ μίμησιν, ὅσον ἐφικτὸν, ὁρμητήριον γενέσθαι παντοίων παθῶν, βοσκομένων κακῶς καὶ δαπανώντων τὸν ἐντὸς ἄνθρωπον· ἀλλὰ τὸ καὶ θεοὺς στήσασθαι συνηγόρους τοῖς πάθεσιν, ἵνα μὴ μόνον ἀνεύθυνον τὸ ἁμαρτάνειν, ἀλλὰ καὶ θεῖον νομίζηται, εἰς τοιαύτην καταφεῦγον ἀπολογίαν, τὰ προσκυνούμενα.

8. Ἡμῖν δὲ ὥσπερ ἐχαρίσθη τὸ φυγοῦσι τὴν δεισιδαίμονα πλάνην, μετὰ τῆς ἁληθείας γενέσθαι, καὶ δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ, καὶ τὴν κτίσιν ὑπεραναβῆναι, πάντα περάσασιν, ὅσα ὑπὸ χρόνον καὶ πρώτην κίνησιν· οὕτω καὶ εἴδωμεν, καὶ φιλοσοφήσωμεν τὰ περὶ Θεοῦ καὶ τὰ θεῖα. Φιλοσοφήσωμεν δὲ, ἀρχόμενοι, ὅθεν ἄρχεσθαι ἄμεινον· ἄμεινον δὲ, ὅθεν Σολομὼν ἡμῖν ἐνομοθέτησεν· Ἀρχὴ σοφίας, φησὶ, κτῆσαι σοφίαν· τί τοῦτο λέγων ἀρχὴν σοφίας; Τὸν φόβον. Οὐ γὰρ ἀπὸ θεωρίας ἀρξαμένους. εἰς φόβον χρὴ καταλήγειν (θεωρία γὰρ ἀχαλίνωτος τάχα ἂν καὶ κατὰ κρημνῶν ὤσειεν)· ἀλλὰ φόβῳ στοιχειουμένους, καὶ καθαιρομένους, καὶ, ἵν᾿ οὕτως εἴπω, λεπτυνομένους, εἰς ὕψος αἴρεσθαι. Οὗ γὰρ φόβος, ἐντολῶν τήρησις· οὗ δὲ ἐντολῶν τήρησις, σαρκὸς κάθαρσις, τοῦ ἐπιπροσθοῦντος τῇ ψυχῇ νέφους, καὶ οὐκ ἐῶντος καθαρῶς ἰδεῖν τὴν θείαν ἀκτῖνα· οὗ δὲ κάθαρσις, ἔλλαμψις· ἔλλαμψις δὲ, πόθου πλήρωσις, τοῖς τῶν μεγίστων, ἢ τοῦ μεγίστου, ἢ ὑπὲρ τὸ μέγα ἐφιεμένοις.

9. Διὰ τοῦτο καθαρτέον ἑαυτὸν πρῶτον, εἶτα τῷ καθαρῷ προσομιλητέον· εἴπερ μὴ μέλλοιμεν τὸ τοῦ Ἰσραὴλ πείσεσθαι, μὴ φέροντος τὴν δόξαν τοῦ προσώπου Μωσέως, καὶ διὰ τοῦτο δεομένου καλύμματος· ἢ τὸ τοῦ Μανωὲ, καὶ πείσεσθαι, καὶ λέξειν· Ἀπολώλαμεν, ὦ γῦναι. Θεὸν ἑωράκαμεν, ἐν φαντασίᾳ Θεοῦ γενομένου· ἢ, ὡς Πέτρος, τοῦ πλοίου τὸν Ἰησοῦν ἀποπέμψασθαι, ὡς οὐκ ἄξιοι τοιαύτης ἐπιδημίας. Πέτρον δὲ ὅταν εἴπω, τίνα λέγω; Τὸν κατὰ κυμάτων πεζεύσαντα. Ἢ, ὡς Παῦλος, τὴν ὄψιν πληγήσεσθαι, πρὶν καθαρθῆναι τῶν διωγμῶν, τῷ διωκομένῳ προσομιλήσας, μᾶλλον δὲ βραχείᾳ τοῦ μεγάλου φωτὸς λαμπηδόνι· ἢ, ὡς ὁ ἐκατόνταρχος, τὴν μὲν θεραπείαν ἐπιζητήσειν, τῇ οἰκίᾳ δὲ τὸν θεραπευτὴν οὐκ εἰσδέξασθαι διὰ δειλίαν ἐπαινουμένην. Λεγέτω τις καὶ ἡμῶν, ἕως οὔπω καθαίρεται, ἀλλ᾿ ἔστιν ἑκατόνταρχος ἔτι, πλειόνων ἐν κακίᾳ κρατῶν, καὶ στρατεύεται Καίσαρι, τῷ κοσμοκράτορι τῶν κάτω συρομένων· Οὐκ εἰμὶ ἰκανὸς, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς. Ὅταν δὲ Ἰησοῦν θεάσηται, καίτοι μικρὸς ὢν τὴν πνευματικὴν ἡλικίαν, ὡς ὁ Ζακχαῖος ἐκεῖνος, καὶ ὑπὲρ τὴν συκομωραίαν ἀρθῇ, νεκρώσας τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, καὶ ὑπεραναβὰς τὸ σῶμα τῆς ταπεινώσεως, τότε καὶ εἰσδεχέσθω τὸν Λόγον, καὶ ἀκουέτω· Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ, καὶ λαμβανέτω τὴν σωτηρίαν, καὶ καρποφορείτω τὰ τελεώτερα, σκορπίζων καὶ διαχέων καλῶς, ἃ κακῶς ἐτελώνησεν.

10. Ὁ γὰρ αὐτὸς Λόγος, καὶ φοβερὸς τοῖς οὐκ ἀξίοις διὰ τὴν φύσιν, καὶ χωρητὸς διὰ φιλανθρωπίαν τοῖς οὕτως ηὐτρεπισμένοις· ὅσοι τὸ ἀκάθαρτον καὶ ὑλικὸν πνεῦμα τῶν ψυχῶν ἀπελάσαντες, καὶ τὰς ἑαυτῶν ψυχὰς τῇ ἐπιγνώσει σαρώσαντες καὶ κοσμήσαντες, μηδὲ ἀργὴν, μηδὲ ἄπρακτον εἴασαν, ὥστε μετὰ πλείονος τῆς παρασκευῆς, αὖθις καταληφθῆναι ὑπὸ τῶν ἑπτὰ τῆς κακίας πνευμάτων, ὅσα καὶ τῆς ἀρετῆς ἀπηρίθμηται (τὸ γὰρ δυσμαχώτερον, περισπουδαστότερον)· ἀλλὰ πρὸς τῷ φεύγειν τὴν κακίαν, καὶ τὴν ἀρετὴν ἐργάζονται, ὅλον τὸν Χριστὸν, ἢ ὅτι μάλιστα, ἑαυτοῖς εἰσοικίσαντες, ὥστε μηδενὶ κενῷ τὴν πονηρὰν δύναμιν ὁμιλήσασαν, ἑαυτῆς πάλιν πληρῶσαι, καὶ γενέσθαι τὰ ἔσχατα χείρονα τῶν πρώτων, διὰ τὸ τῆς καταδρομῆς σφοδρότερον, καὶ τὸ τῆς φρουρᾶς ἀσφαλέστερον καὶ δυςαλωτότερον. Ὅταν δὲ πάσῃ φυλακῇ τηρήσαντες τὴν ἑαυτῶν ψυχὴν, καὶ ἀναβάσεις ἐν τῇ καρδίᾳ διαθέμενοι, καὶ νεώσαντες ἑαυτοῖς νεώματα, καὶ σπείραντες εἰς δικαιοσύνην, ὡς Σολομῶντι, καὶ Δαβὶδ, καὶ Ἱερεμίᾳ δοκεῖ, φωτίσωμεν ἑαυτοῖς φῶς γνώσεως· τηνικαῦτα λαλῶμεν Θεοῦ σοφίαν ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην, καὶ τοῖς ἄλλοις ἐκλάμπωμεν. Τέως δὲ καθαιρώμεθα καὶ προτελώμεθα τῷ Λόγῳ, ἵν᾿ ὅτι μάλιστα αὐτοὺς ἡμᾶς εὐεργετῶμεν, θεοειδεῖς ἐργαζόμενοι, καὶ ἥκοντα τὸν Λόγον ὑποδεχόμενοι· οὐ μόνον δὲ, ἀλλὰ καὶ κρατοῦντες, καὶ τοῖς ἄλλοις προφαίνοντες.

11. Ἐπεὶ δὲ ἀνεκαθήραμεν τῷ λόγῳ τὸ θέατρον, φέρε τι περὶ τῆς ἑορτῆς ἤδη φιλοσοφήσωμεν, καὶ συνεορτάσωμεν ταῖς φιλεόρτοις καὶ φιλοθέοις ψυχαῖς. Ἐπεὶ δὲ κεφάλαιον ἑορτῆς μνήμη Θεοῦ, Θεοῦ μνημονεύσωμεν. Καὶ γὰρ τὸν ἐκεῖθεν τῶν ἑορταζόντων ἦχον, ἔνθα εὐφραινομένων πάντων ἡ κατοικία, οὐκ ἄλλο τι ἢ τοῦτο εἶναι νομίζω, Θεὸν ὑμνούμενόν τε καὶ δοξαζόμενον τοῖς τῆς ἐκεῖσε πολιτείας ἠξιωμένοις. Εἰ δέ τι τῶν ἤδη προειρημένων ὁ νῦν ἕξει λόγος, θαυμαζέτω μηδείς. Οὐ γὰρ τὰ αὐτὰ καὶ φθέγξομαι μόνον, ἀλλὰ καὶ περὶ τῶν αὐτῶν, φρίττων καὶ γλῶσσαν, καὶ νοῦν, καὶ διάνοιαν, ὅταν περὶ Θεοῦ φθέγγωμαι καὶ ὑμῖν ταυτὸ τοῦτο συνευχόμενος τὸ ἐπαινετὸν πάθος καὶ μακάριον. Θεοῦ δὲ ὅταν εἴπω, ἑνὶ φωτὶ περιαστράφθητε καὶ τρισί· τρισὶ μὲν, κατὰ τὰς ἰδιότητας, εἴτουν ὑποστάσεις, εἴ τινι φίλον καλεῖν, εἴτε πρόσωπα (οὐδὲν γὰρ περὶ τῶν ὀνομάτων ζυγομαχήσομεν, ἕως ἂν πρὸς τὴν αὐτὴν ἔννοιαν αἱ συλλαβαὶ φέρωσιν)· ἑνὶ δὲ, κατὰ τὸν τῆς οὐσίας λόγον, εἴτουν θεότητος. Διαιρεῖται γὰρ ἀδιαιρέτως, ἵν᾿ οὕτως εἴπω, καὶ συνάπτεται διῃρημένως. Ἓν γὰρ ἐν τρισὶν ἡ θεότης, καὶ τὰ τρία ἕν. τὰ ἐν οἷς ἡ θεότης, ἢ, τό γε ἀκριβέστερον εἰπεῖν, ἂ ἡ θεότης. Τὰς δὲ ὑπερβολὰς καὶ ἐλλείψεις ἐλλείψωμεν· οὔτε τὴν ἕνωσιν σύγχυσιν ἐργαζόμενοι, οὔτε τὴν διαίρεσιν, ἀλλοτρίωσιν· Ἀπέστω γὰρ ἡμῶν ἐξ ἴσου, καὶ ἡ Σαβελλίου συναίρεσις, καὶ ἡ Ἀρείου διαίρεσις, τὰ ἐκ διαμέτρου κακὰ, καὶ ὁμότιμα τὴν ἀσέβειαν· τί γὰρ δεῖ Θεὸν, ἢ συναλείφειν κακῶς, ἢ κατατέμνειν εἰς ἀνισότητα;

12. Ἡμῖν δὲ, εἰς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι᾿ οὗ τὰ πάντα, καὶ ἑν Πνεῦμα ἅγιον, ἐν ᾧ τὰ πάντα· τοῦ ἐξ οὗ, καὶ δι᾿ οὗ, καὶ ἐν ᾧ, μὴ φύσεις τεμνόντων (οὐδὲ γὰρ ἂν μετέπιπτον αἱ προθέσεις, ἢ αἱ τάξεις τῶν ὀνομάτων), ἀλλὰ χαρακτηριζόντων μιᾶς καὶ ἀσυχύτου φύσεως ἰδιότητας. Καὶ τοῦτο δῆλον, ἐξ ὧν εἰς ἒν συνάγονται πάλιν, εἴ τῳ μὴ παρέργως ἐκεῖνο ἀναγινώσκεται παρὰ τῷ αὐτῷ ἀποστόλῳ, τὸ, Ἐξ αὐτοῦ, καὶ δι᾿ αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Πατὴρ ὁ πατὴρ, καὶ ἄναρχος· οὐ γὰρ ἔκ τινος. Υἱὸς ὁ υἱὸς, καὶ οὐκ ἄναρχος· ἐκ τοῦ Πατρὸς γάρ. Εἰ δὲ τὴν ἀπὸ χρόνου λαμβάνοις ἀρχὴν, καὶ ἄναρχος· ποιητὴς γὰρ χρόνων, οὐχ ὑπὸ χρόνον. Πνεῦμα ἅγιον ἀληθῶς τὸ πνεῦμα, προιὸν μὲν ἐκ τοῦ Πατρὸς, οὐχ ὑικῶς δὲ, οὐδὲ γὰρ γεννητῶς, ἀλλ᾿ ἐκπορευτῶς· εἰ δεῖ τι καὶ καινοτομῆσαι περὶ τὰ ὀνόματα σαφηνείας ἕνεκεν. Οὔτε τοῦ Πατρὸς ἐκστάντος τῆς ἀγεννησίας, διότι γεγέννηκεν· οὔτε τοῦ Υἱοῦ τῆς γεννήσεως, ὅτι ἐκ τοῦ ἀγεννήτου. Πῶς γάρ; οὔτε τοῦ Πνεύματος, ἢ εἰς Πατέρα μεταπίπτοντος, ἢ εἰς Υἱὸν, ὅτι ἐκπεπόρευται, καὶ ὅτι Θεὸς, κἂν μὴ δοκῇ τοῖς ἀθέοις· ἡ γὰρ ἰδιότης ἀκίνητος. Ἢ πῶς ἂν ἰδιότης μένοι, κινουμένη καὶ μεταπίπτουσα; Οἱ δὲ τὴν ἀγεννησίαν, καὶ τὴν γέννησιν φύσεις Θεῶν ὁμωνύμων τιθέμενοι, τάχα ἂν καὶ τὸν Ἀδὰμ, καὶ τὸν Σὴθ ὅτι ὁ μὲν οὐκ ἀπὸ σαρκός· πλάσμα γάρ· ὁ δὲ ἀπὸ τοῦ Ἀδὰμ καὶ τῆς Εὔα)ς ἀλλήλων κατὰ τὴν φύσιν ἀλλοτριώσουσιν. Εἷς οὖν Θεὸς ἐν τρισὶ, καὶ τὰ τρία ἑν, ὥσπερ ἔφαμεν.

13. Ἐπεὶ δὲ οὕτω ταῦτα, ἢ τοῦτο, ἔδει δὲ μὴ τοῖς ἄνω μόνον τὴν προσκύνησιν περιγράφεσθαι, ἀλλ᾿ εἶναί τινας καὶ κάτω προσκυνητὰς, ἵνα πληρωθῇ τὰ πάντα δόξης Θεοῦ, ἐπεὶ καὶ Θεοῦ· καὶ διὰ τοῦτο κτίζεται ἄνθρωπος, χειρὶ Θεοῦ τιμηθεὶς καὶ εἰκόνι. Τοῦτον δὲ φθόνῳ διαβόλου, καὶ πικρᾷ γεύσει τῆς ἁμαρτίας, Θεοῦ τοῦ πεποιηκότος ἐλεεινῶς χωριζόμενον παριδεῖν, οὐ Θεοῦ. Τί γίνεται; καὶ τί τὸ μέγα περὶ ἡμᾶς μυστήριον; Καινοτομοῦνται φύσεις, καὶ Θεὸς ἄνθρωπος γίνεται· καὶ ὁ ἐπιβεβηκὼς ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολὰς τῆς ἰδίας δόξης τε καὶ λαμπρότητος, ἐπὶ δυσμῶν δοξάζεται τῆς ἡμετέρας εὐτελείας καὶ ταπεινότητος, καὶ ὁ Υἱὸς τοῦ Θεοῦ δέχεται καὶ υἱὸς ἀνθρώπου γενέσθαι τε καὶ κληθῆναι· οὐχ ὃ ἦν μεταβαλὼν (ἄτρεπτον γὰ)ρ, ἀλλ᾿ ὃ οὐκ ἦν προσλαβὼν (φιλάνθρωπος γὰ)ρ, ἵνα χωρηθῇ ὁ ἀχώρητος, διὰ μέσης σαρκὸς, ὁμιλήσας ἡμῖν, ὡς παραπετάσματος· ἐπειδὴ καθαρὰν αὐτοῦ τὴν θεότητα φέρειν, οὐ τῆς ἐν γενέσει καὶ φθορᾷ φύσεως. Διὰ τοῦτο τὰ ἄμικτα μίγνυται· οὐ γενέσει μόνον Θεὸς, οὐδὲ σαρκὶ νοῦς, οὐδὲ χρόνῳ τὸ ἄχρονον, οὐδὲ μέτρῳ τὸ ἀπερίγραπτον· ἀλλὰ καὶ παρθενίᾳ γέννησις, καὶ ἀτιμίᾳ τῷ καὶ τιμῆς ἁπάσης ὑψηλοτέρῳ, καὶ πάθει τὸ ἀπαθὲς, καὶ τῷ φθαρτῷ τὸ ἀθάνατον. Ἐπειδὴ γὰρ ᾤετο ἀήττητος εἶναι τῆς κακίας ὁ σοφιστὴς, θεότητος ἐλπίδι δελεάσας ἡμᾶς, σαρκὸς προβλήματι δελεάζεται· ἵν᾿ ὡς τῷ Ἀδὰμ προσβαλὼν, τῷ Θεῷ περιπέσῃ, καὶ οὕτως ὁ νέος Ἀδὰμ τὸν παλαιὸν ἀνασώσηται, καὶ λυθῇ τὸ κατάκριμα τῆς σαρκὸς, σαρκὶ τοῦ θανάτου θανατωθέντος.

14. Τῇ μὲν οὖν γεννήσει τὰ εἰκότα προεορτάσαμεν, ἐγώ τε ὁ τῆς ἑορτῆς ἔξαρχος, καὶ ὑμεῖς, καὶ πᾶν ὅσον ἐγκόσμιον τε καὶ ὑπερκόσμιον. Μετὰ ἀστέρος ἐδράμομεν, καὶ μετὰ Μάγων προσεκυνήσαμεν, μετὰ ποιμένων περιελλάμφθημεν, καὶ μετὰ ἀγγέλων ἐδοξάσαμεν, μετὰ Συμεὼν ἐνηγκαλισάμεθα, καὶ μετὰ Ἄννης ἀνθωμολογησάμεθα, τῆς γεραιᾶς καὶ σώφρονος· καὶ χάρις τῷ εἰς τὰ ἴδια ἐλθόντι ἀλλοτρίως, ὅτι τὸν ξένον ἐδόξασεν. Νυνὶ δὲ πρᾶξις ἄλλη Χριστοῦ, καὶ ἄλλο μυστήριον. Οὐ δύναμαι κατέχειν τὴν ἡδονὴν, ἔνθεος γίνομαι, μικροῦ καὶ, ὡς Ἰωάννης, εὐαγγελίζομαι, εἰ καὶ μὴ πρόδρομος, ἀλλ᾿ ἀπὸ τῆς ἐρημίας. Χριστὸς φωτίζεται, συναναστράψωμεν· Χριστὸς βαπτίζεται, συγκατέλθωμεν, ἵνα καὶ συνανέλθωμεν. Βαπτίζεται Ἰησοῦς· τοῦτο μόνον; ἢ καὶ τὰ ἄλλα τηρεῖν ἐπιμελῶς ἀναγκαῖον; Τίς ὤν; καὶ παρὰ τίνος; καὶ κατὰ πηνίκα; Ὁ καθαρὸς, καὶ παρὰ Ἰωάννου, καὶ τῶν σημείων ἀρχόμενος; Ἵνα τί μάθωμεν, καὶ τί παιδευθῶμεν; Προκαθαίρεσθαι, καὶ ταπεινοφρονεῖν, καὶ κηρύσσειν ἐν τελειότητι, καὶ τῆς πνευματικῆς, καὶ τῆς σωματικῆς ἡλικίας. Ἐκεῖνο πρὸς τοὺς τὸ βάπτισμα σχεδιάζοντας, καὶ μὴ προευτρεπιζομένους, μηδὲ τὸ ἀσφαλὲς τῇ λυτρώσει χαριζομένους, διὰ τῆς εἰς τὸ καλὸν ἕξεως. Καὶ γὰρ εἰ ἄφεσιν ἔχει τῶν παρελθόντων τὸ χάρισμα (χάρισμα γὰ)ρ, ἀλλὰ τότε μᾶλλον εὐλαβείας ἄξιον, μὴ πρὸς τὸν αὐτὸν ἔμετον ἐπανέλθωμεν. Τοῦτο πρὸς τοὺς ἐπαιρομένους κατὰ τῶν οἰκονόμων τοῦ μυστηρίου, ἂν ἀξίᾳ τινὶ προέχωσιν. Τὸ τρίτον πρὸς τοὺς θαῤῥοῦντας νεότητι, καὶ πάντα καιρὸν οἰομένους εἶναι διδασκαλίας, ἢ προεδρίας. Ἰησοῦς καθαίρεται· καὶ σὺ καταφρονεῖς τῆς καθάρσεως; Ὑπὸ Ἰωάννου· καὶ σὺ κατεξανίστασαι τοῦ σοῦ κήρυκος; Τριακονταέτης ὤν· καὶ σὺ πρὸ τῆς γενειάδος διδάσκεις τοὺς γέροντας, ἢ τὸ διδάσκειν πιστεύεις, οὔτε παρὰ τῆς ἡλικίας, οὔτε παρὰ τοῦ τρόπου τυχὸν ἔχων τὸ αἰδέσιμον; Εἶτα ὁ Δανιὴλ ἐνταῦθα, καὶ ὁ δεῖνα, νέοι κριταὶ, καὶ τὰ παραδείγματα ἐπὶ γλώσσης. Πᾶς γὰρ ἀδικῶν εἰς ἀπολογίαν ἕτοιμος. Ἀλλ᾿ οὐ νόμος Ἐκκλησίας, τὸ σπάνιον· εἴπερ μηδὲ μία χελιδὼν ἔαρ ποιεῖ, μηδὲ γραμμὴ μία τὸν γεωμέτρην, ἢ πλοῦς εἷς τὸν θαλάττιον.

15. Πλὴν Ἰωάννης βαπτίζει, πρόσεισιν Ἰησοῦς· ἁγιάσων τυχὸν μὲν καὶ τὸν βαπτιστήν· τὸ δὲ πρόδηλον, πάντα τὸν παλαιὸν Ἀδὰμ, ἵν᾿ ἐνθάψῃ τῷ ὕδατι· πρὸ δὲ τούτων καὶ διὰ τούτους, τὸν Ἰορδάνην· ὥσπερ ἦν πνεῦμα καὶ σὰρξ, οὕτω Πνεύματι τελειῶν καὶ ὕδατι. Οὐ δέχεται ὁ Βαπτιστής· ὁ Ἰησοῦς ἀγωνίζεται· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, ὁ λύχνος τῷ Ἡλίῳ φησὶν, ἡ φωνὴ τῷ Λόγῳ, ὁ φίλος τῷ Νυμφίῳ, ὁ ἐν γεννητοῖς γυναικῶν ὑπὲρ ἅπαντας, τῷ Πρωτοτόκῳ πάσης κτίσεως, ὁ προσκιρτήσας ἀπὸ γαστρὸς, τῷ ἐν γαστρὶ προσκυνηθέντι, ὁ προδραμὼν καὶ προδραμούμενος, τῷ φανέντι καὶ φανησομένῳ. Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι· πρόσθες καὶ τὸ, ὑπὲρ σοῦ. Ἤ,δει γὰρ τῷ μαρτυρίῳ βαπτισθησόμενος· ἢ, ὡς Πέτρος, μὴ τοὺς πόδας μόνον καθαρθησόμενος. Καὶ σὺ ἔρχῃ πρὸς μέ; Καὶ τοῦτο προφητικόν. Ἤ,δει γὰρ ὡς μετὰ Ἡρώδην, Πιλᾶτον μανησόμενον, οὕτως αὐτῷ προαπελθόντι Χριστὸν ἑψόμενον. Τί δὲ Ἰησοῦς; Ἄφες ἄρτι· τοῦτο γὰρ ἡ οἰκονομία. Ἤ,δει γὰρ μετ᾿ ὀλίγον, αὐτὸς βαπτίσων τὸν Βαπτιστήν. Τί δὲ τὸ πτύον; Ἡ κάθαρσις. Τί δὲ τὸ πῦρ; Ἡ τοῦ κούφου δαπάνη, καὶ ἡ ζέσις τοῦ Πνεύματος. Τί δὲ ἡ ἀξίνη; Τῆς ἀθεραπεύτου ψυχῆς ἡ ἐκτομὴ, καὶ μετὰ τὴν κόπρον. Τί δὲ ἡ μάχαιρα; Ἡ τομὴ τοῦ Λόγου, ἡ διαιροῦσα τὸ χεῖρον ἀπὸ τοῦ κρείττονος, καὶ διχοτομοῦσα τὸν πιστὸν καὶ τὸν ἄπιστον, καὶ ἐπεγείρουσα τὸν υἱὸν, καὶ τὴν θυγατέρα, καὶ τὴν νύμφην, τῷ πατρὶ, καὶ τῇ μητρὶ, καὶ τῇ πενθερᾷ, τὰ νέα καὶ πρόσφατα. τοῖς παλαιοῖς καὶ σκιώδεσι. Τί δὲ ὁ σφαιρωτὴρ τοῦ ὑποδήματος, ὃν οὐ λύεις ὁ βαπτίζων Ἰησοῦν, ὁ τῆς ἐρημίας καὶ ἄτροφος, ὁ νέος Ἡλίας, ὁ προφήτου περισσότερος, ὅσῳ καὶ τὸν προφητευόμενον εἶδες, ὁ Παλαιᾶς καὶ Νέας μεσίτης; Τί τοῦτο; Τυχὸν ὁ τῆς ἐπιδημίας λόγος, καὶ τῆς σαρκὸς, οὗ μηδὲ τὸ ἀκρότατον εὐδιάλυτον, μὴ ὅτι τοῖς σαρκικοῖς ἔτι, καὶ νηπίοις ἐν Χριστῷ, ἀλλ᾿ οὐδὲ τοῖς κατὰ Ἰωάννην τῷ Πνεύματι.

16. Ἀλλὰ καὶ ἄνεισιν Ἰησοῦς ἐκ τοῦ ὕδατος. Συναναφέρει γὰρ ἑαυτῷ τὸν κόσμον, καὶ ὁρᾷ σχιζομένους τοὺς οὐρανοὺς, οὓς ὁ Ἀδὰμ ἔκλεισεν ἑαυτῷ τε καὶ τοῖς μετ᾿ αὐτὸν, ὥσπερ καὶ τῇ φλογίνῃ ῥομφαίᾳ τὸν παράδεισον. Καὶ τὸ Πνεῦμα μαρτυρεῖ τὴν θεότητα· τῷ γὰρ ὁμοίῳ προστρέχει· καὶ ἡ ἐξ οὐρανῶν φωνή· ἐκεῖθεν γὰρ ὁ μαρτυρούμενος· καὶ ὡς περιστερὰ, τιμᾷ γὰρ τὸ σῶμα, ἐπεὶ καὶ τοῦτο τῇ θεώσει Θεὸς, σωματικῶς ὁρωμένη. Καὶ ἅμα πόῤῥωθεν εἴθισται περιστερὰ κατακλυσμοῦ λύσιν εὐαγγελίζεσθαι. Εἰ δὲ ὄγκοις καὶ σταθμοῖς κρίνεις θεότητα, καὶ διὰ τοῦτο μικρόν σοι τὸ Πνεῦμα, ὅτι ἐν εἴδει περιστερᾶς, ὦ μικρόλογε περὶ τὰ μέγιστα, ὥρα σοι καὶ βασιλείαν οὐρανῶν ἀτιμάζειν, ὅτι κόκκῳ σινάπεως ἀπεικάζεται· καὶ τῆς Ἰησοῦ μεγαλειότητος ὑπεραίρειν τὸν ἀντικείμενον, ὅτι ὁ μὲν ὄρος μέγα καλεῖται, καὶ λευιαθὰν, καὶ βασιλεὺς τῶν ἐν τοῖς ὕδασιν· ὁ δὲ ἀμνὸς, καὶ μαργαρίτης, καὶ σταγὼν, καὶ τὰ τοιαῦτα προσαγορεύεται.

17. Ἐπεὶ δὲ βαπτίσματος ἡ πανήγυρις, καὶ δεῖ μικρόν τι προσκακοπαθῆσαι τῷ δι᾿ ἡμᾶς μορφωθέντι, καὶ βαπτισθέντι, καὶ σταυρωθέντι, φέρε, τὶ περὶ διαφορᾶς βαπτισμάτων φιλοσοφήσωμεν, ἵν᾿ ἀπέλθωμεν ἐντεῦθεν κεκαθαρμένοι. Ἐβάπτισε Μωϋσῆς, ἀλλ᾿ ἐν ὕδατι· καὶ πρὸ τούτου, ἐν νεφέλῃ καὶ ἐν θαλάσσῃ. Τυπικῶς δὲ τοῦτο ἦν, ὡς καὶ Παύλῳ δοκεῖ· ἡ θάλασσα, τοῦ ὕδατος· ἡ νεφέλη, τοῦ Πνεύματος· τὸ μάννα, τοῦ τῆς ζωῆς ἄρτου· τὸ πόμα, τοῦ θείου πόματος. Ἐβάπτισε καὶ Ἰωάννης, οὐκ ἔτι μὲν Ἰουδαικῶς· οὐ γὰρ ἐν ὕδατι μόνον, ἀλλὰ καὶ εἰς μετάνοιαν· οὔπω δὲ ὅλον πνευματικῶς· οὐ γὰρ προστίθησι τὸ, ἐν Πνεύματι. Βαπτίζει καὶ Ἰησοῦς, ἀλλ᾿ ἐν Πνεύματι. Τοῦτο ἡ τελειότης. Καὶ πῶς οὐ Θεὸς, ἵνα τι παραθαῤῥήσω μικρὸν, ἐξ οὗ καὶ σὺ γίνῃ Θεός; Οἶδα καὶ τέταρτον βάπτισμα, τὸ διὰ μαρτυρίου καὶ αἵματος, ὃ καὶ αὐτὸς Χριστὸς ἐβαπτίσατο, καὶ πολύ γε τῶν ἄλλων αἰδεσιμώτερον, ὅσῳ δευτέροις ῥύποις οὐ μολύνεται. Οἶδα καὶ πέμπτον ἔτι, τὸ τῶν δακρύων· ἀλλ᾿ ἐπιπονώτερον, ὡς ὁ λούων καθ᾿ ἑκάστην νύκτα τὴν κλίνην αὐτοῦ καὶ τὴν στρωμνὴν τοῖς δάκρυσιν, ᾧ τῆς κακίας προσώζεσαν καὶ οἱ μώλωπες· ὃς πενθῶν καὶ σκυθρωπάζων πορεύεται, καὶ ὃς μιμεῖται τὴν ἐπιστροφὴν Μανασσῆ, καὶ τὴν τῶν Νινευιτῶν ἠλεημένην ταπείνωσιν· ὃς φθέγγεται τὰς τοῦ τελώνου φωνὰς ἐν τῷ ἱερῷ, καὶ δικαιοῦται παρὰ τὸν μεγάλαυχον Φαρισαῖον· ὃς συγκύπτει κατὰ τὴν Χαναναίαν, καὶ ζητεῖ φιλανθρωπίαν, καὶ ψίχας, κυνὸς τροφὴν ἄγαν λιμώττοντος.

18. Ἐγὼ μὲν οὖν (ἄνθρωπος εἶναι γὰρ ὁμολογῶ, ζῶον τρεπτὸν καὶ ῥευστῆς φύσεω)ς, καὶ δέχομαι τοῦτο προθύμως, καὶ προσκυνῶ τὸν δεδωκότα, καὶ τοῖς ἄλλοις μεταδίδωμι, καὶ προεισφέρω τοῦ ἐλέου τὸν ἔλεον. Οἶδα γὰρ καὶ αὐτὸς ἀσθένειαν περικείμενος, καὶ ὡς ἂν μετρήσω, μετρηθησόμενος. Σὺ δὲ τί λέγεις, τί νομοθετεῖς, ὦ νέε Φαρισαῖε, καὶ καθαρὲ τὴν προσηγορίαν, οὐ τὴν προαίρεσιν, καὶ φυσῶν ἡμῖν τὰ Ναυάτου μετὰ τῆς αὐτῆς ἀσθενείας; Οὐ δέχῃ μετάνοιαν; οὐ δίδως ὀδυρμοῖς χώραν; οὐ δακρύεις δάκρυον; Μὴ σύ γε τοιούτου κριτοῦ τύχοις. Οὐκ αἰδῇ τὸ Ἰησοῦ φιλάνθρωπον, τοῦ τὰς ἀσθενείας ἡμῶν λαβόντος, καὶ τὰς νόσους βαστάσαντος, τοῦ μὴ δικαίοις ἐλθόντος, ἀλλ᾿ ἁμαρτωλοῖς εἰς μετάνοιαν, τοῦ ἔλεον θέλοντος μᾶλλον ἢ θυσίαν, τοῦ ἑβδομηκοντάκις ἑπτὰ συγχωροῦντος τὰ ἁμαρτήματα; Ὡς μακάριόν σου τὸ ὑψηλὸν, εἰ καθαρότης ἦν, ἀλλὰ μὴ τῦφος, νομοθετῶν ὑπὲρ ἄνθρωπον, καὶ λύων τῇ ἀπογνώσει τὴν ἐπανόρθωσιν. Ὁμοίως γάρ ἐστι κακὸν, καὶ ἄνεσις ἀσωφρόνιστος, καὶ κατάγνωσις ἀσυγχώρητος· ἡ μὲν ὅλην ἐφιεῖσα τὴν ἡνίαν, ἡ δὲ τῷ σφοδρῷ κατάγχουσα. Δεῖξόν μοι τὴν καθαρότητα, καὶ δέχομαί σου τὴν θρασύτητα. Νῦν δὲ δέδοικα, μὴ βρύων ἕλκεσιν, εἰσάγῃς τὸ ἀνιάτρευτον. Οὐδὲ τὸν Δαβὶδ δέχῃ μετανοοῦντα, ᾧ καὶ τὸ προφητικὸν χάρισμα ἡ μετάνοια συνετήρησεν; Οὐδὲ Πέτρον τὸν μέγαν παθόντα τι ἀνθρώπινον περὶ τὸ σωτήριον πάθος; Ἰησοῦς δὲ ἐδέξατο, καὶ τῷ τρισσῷ τῆς ἐρωτήσεως καὶ τῆς ὁμολογίας, τὸ τρισσὸν τῆς ἀρνήσεως ἐθεράπευσεν. Ἢ οὐδὲ τελειωθέντα δέχῃ δι᾿ αἵματος; Ἔστι γὰρ καὶ τοῦτο τῆς σῆς ἀπονοίας. Οὐδὲ τὸν ἐν Κορίνθῳ παρανομήσαντα; Παῦλος δὲ καὶ ἀγάπην ἐκύρωσεν, ἐπειδὴ τὴν διόρθωσιν εἶδε· καὶ τὸ αἴτιον· Ἵνα μὴ τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος, βαρηθεὶς τῇ ἀμετρίᾳ τῆς ἐπιπλήξεως. Οὐδὲ τὰς νέας γαμίζεις χήρας, διὰ τὸ τῆς ἡλικίας εὐάλωτον; Παῦλος δὲ τοῦτο ἐτόλμησεν, οὗ σὺ δηλαδὴ διδάσκαλος, ὡς ἐπὶ τέταρτον οὐρανὸν φθάσας, καὶ ἄλλον παράδεισον, καὶ ἀποῤῥητοτέρων ἀκούσας ῥημάτων, καὶ μείζονα κύκλον τῷ Εὐαγγελίῳ περιλαβών.

19. Ἀλλ᾿ οὐ μετὰ τὸ βάπτισμα ταῦτα. Τίς ἡ ἀπόδειξις; ἢ δεῖξον, ἢ μὴ κατάκρινε. Εἰ δὲ ἀμφίβολον, νικάτω τὸ φιλάνθρωπον. Ἀλλὰ Ναυάτος, φησὶν, οὐκ ἐδέξατο τοὺς ἐν τῷ διωγμῷ παραπεσόντας. Τί τοῦτο; Εἰ μὲν οὐ μεταγνόντας, δικαίως· οὐδὲ ἐγὼ δέχομαι τοὺς, ἢ μὴ καμπτομένους, ἢ μὴ ἀξίως, μηδὲ ἀντισηκοῦντας τῷ κακῷ τὴν διόρθωσιν· καὶ ὅταν δέξωμαι, τὴν προσήκουσαν αὐτοῖς ἀπονέμω χώραν. Εἰ δὲ τοὺς ἐκτακέντας τοῖς δάκρυσιν, οὐ μιμήσομαι. Καὶ τίς μοι νόμος ἡ Ναυάτου μισανθρωπία, ὃς πλεονεξίαν μὲν οὐκ ἐκόλασε, τὴν δευτέραν εἰδωλολατρείαν· πορνείαν δὲ οὕτω πικρῶς κατεδίκασεν, ὡς ἄσαρκος καὶ ἀσώματος; Τί φατε; Πείθομεν ὑμᾶς τοῖς λόγοις τούτοις; Δεῦρο, στῆτε μεθ᾿ ἡμῶν τῶν ἀνθρώπων. Μεγαλύνωμεν ἅμα τὸν Κύριον. Μή τις ὑμῶν εἰπεῖν τολμήσῃ, μηδὲ εἰ λίαν ἑαυτῷ τεθάῤῥηκε· Μή μου ἅπτου, καθαρὸς γάρ εἰμι, καὶ τίς οὕτως ὥσπερ ἐγώ; μετάδοτε καὶ ἡμῖν τῆς λαμπρότητος. Ἀλλ᾿ οὐ πείθομεν; καὶ ὑπὲρ ὑμῶν δακρύσομεν. Οὗτοι μὲν οὖν, εἰ μὲν βούλοιντο, τὴν ἡμετέραν ὁδὸν καὶ Χριστοῦ, εἰ δὲ μὴ, τὴν ἑαυτῶν πορευέσθωσαν. Τυχὸν ἐκεῖ τῷ πυρὶ βαπτισθήσονται, τῷ τελευταίῳ βαπτίσματι, τῷ ἐπιπονωτέρῳ τε καὶ μακροτέρῳ, ὃ ἐσθίει ὡς χόρτον τὴν ὕλην, καὶ δαπανᾷ πάσης κακίας κουφότητα.

20. Ἡμεῖς δὲ τιμήσωμεν τὸ Χριστοῦ βάπτισμα σήμερον, καὶ καλῶς ἑορτάσωμεν, μὴ γαστρὶ τρυφῶντες, ἀλλὰ πνευματικῶς εὐφραινόμενοι. Τρυφήσωμεν δὲ πῶς; Λούσασθε, καθαροὶ γίνεσθε. Εἰ μὲν φοινικικοὶ τὴν ἁμαρτίαν ἐστὲ, καὶ ἧττον αἱματώδεις, λευκάνθητε ὡς χιών· εἰ δὲ κόκκινοι καὶ ἄνδρες αἱμάτων τέλειοι, κἂν εἰς ἐρίου λευκότητα φθάσατε. Πάντως δὲ καθάρθητε καὶ καθαίρεσθε. Ὡς οὐδενὶ τοσοῦτον χαίρει Θεὸς, ὅσον ἀνθρώπου διορθώσει καὶ σωτηρίᾳ, ὑπὲρ οὗ λόγος ἅπας καὶ ἅπαν μυςτήριον· ἵνα γένησθε ὡς φωστῆρες ἐν κόσμῳ, ζωτικὴ τοῖς ἄλλοις ἀνθρώποις δύναμις, ἵνα φῶτα τέλεια τῷ μεγάλῳ φωτὶ παραστάντες, καὶ τὴν ἐκεῖσε μυηθῆτε φωταγωγίαν, ἐλλαμπόμενοι τῇ Τριάδι καθαρώτερον καὶ τρανότερον, ἧς νῦν μετρίως ὑποδέδεχθε τὴν μίαν αὐγὴν ἐκ μιᾶς τῆς θεότητος, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα, καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.