Εις Μαρίαν Μαγδαληνήν
- Κύριε, ἡ ἐν πολλαῖς ἁμαρτίαις περιπεσοῦσα γυνή,
- τὴν σὴν αἰσθομένη θεότητα,
- μυροφόρου ἀναλαβοῦσα τάξιν,
- ὀδυρομένη μύρον σοι πρὸ τοῦ ἐνταφιασμοῦ κομίζει·
- 5 :«οἴμοι! λέγουσα, ὅτι νύξ μοι ὑπάρχει,
- οἶστρος ἀκολασίαςζοφώδης τε καὶ ἀσέληνος,
- ἔρως τῆς ἁμαρτίας·
- δέξαι μου τὰς πηγὰς τῶν δακρύων
- ὁ νεφέλαις διεξάγων τῆς θαλάσσης τὸ ὕδωρ·
- 10 :κάμφθητί μοι πρὸς τοὺς στεναγμοὺς τῆς καρδίας
- ὁ κλίνας τοὺς οὐρανοὺς τῆι ἀφράστωι σου κενώσει·
- καταφιλήσω τοὺς ἀχράντους σου πόδας,
- ἀποσμήξω τούτους δὲ πάλιν
- τοῖς τῆς κεφαλῆς μου βοστρύχοις·
- 15 :ὧν ἐν τῶι παραδείσωι Εὔα τὸ δειλινὸν
- κρότον τοῖς ὠσὶν ἠχηθεῖσα τῶι φόβωι ἐκρύβη·
- ἁμαρτιῶν μου τὰ πλήθη καὶ κριμάτων σου ἀβύσσους
- τίς ἐξιχνιάσει, ψυχοσῶστα σωτήρ μου;
- Μή με τὴν σὴν δούλην παρίδηις
- 20 :ὁ ἀμέτρητον ἔχων τὸ ἔλεος.»