Ομηρικοί Ύμνοι/IX. Εις Άρτεμιν

(Ανακατεύθυνση από Εις Άρτεμιν (1))
Ὁμηρικοὶ ὕμνοι
Εἰς Ἄρτεμιν
Ακούστε το κείμενο (βοήθεια | πληροφορίες)


Ἄρτεμιν ὕμνει Μοῦσα κασιγνήτην Ἑκάτοιο,
παρθένον ἰοχέαιραν, ὁμότροφον Ἀπόλλωνος,
ἥθ’ ἵππους ἄρσασα βαθυσχοίνοιο Μέλητος
ῥίμφα διὰ Σμύρνης παγχρύσεον ἅρμα διώκει
ἐς Κλάρον ἀμπελόεσσαν, ὅθ’ ἀργυρότοξος Ἀπόλλων 5
ἧσται μιμνάζων ἑκατηβόλον ἰοχέαιραν.
Καὶ σὺ μὲν οὕτω χαῖρε θεαί θ’ ἅμα πᾶσαι ἀοιδῇ·
αὐτὰρ ἐγώ σε πρῶτα καὶ ἐκ σέθεν ἄρχομ’ ἀείδειν,
σεῦ δ’ ἐγὼ ἀρξάμενος μεταβήσομαι ἄλλον ἐς ὕμνον.