ιγ. Σοφοκλῆς
Συγγραφέας:
Εἰκόνες Β΄
Flavii Philostrati Opera, Vol 2. Philostratus Minor. Carl Ludwig Kayser. in aedibus B. G. Teubneri. Lipsiae. 1871.


ΣΟΦΟΚΛΗΣ

ιγ. τί δὴ μέλλεις, ὦ θεῖε Σοφόκλεις, τὰ τῆς Μελπομένης δέχεσθαι δῶρα; τί δ᾽ ἐς γῆν ὁρᾷς; ὡς ἔγωγ᾽ οὐκ οἶδα, εἴτε ἀθροίζων ἐννοίας ἤδη, εἴθ᾽ ὑπὸ τῆς πρὸς τὴν θεὸν ἐκπλήξεως. ἀλλὰ θάρσει, ὦ ᾿γαθέ, καὶ δέχου τὰ διδόμενα. ἀπόβλητα γὰρ οὐκ εἶναι τὰ θεῶν δῶρα οἶσθά που ἐξ ἑνὸς τῶν Καλλιόπης θιασωτῶν ἀκούσας. ὁρᾷς γὰρ καὶ τὰς μελίττας, ὡς ὑπερπέτονταί σου καὶ βομβοῦσιν ἡδύ τι καὶ θεῖον ἐπιλείβουσαι σταγόνας ἀπορρήτους τῆς οἰκείας δρόσου· τουτὶ γὰρ καὶ τῆς σῆς ποιήσεως διαφύσεται παντὸς μᾶλλον. ἦ πού τις καὶ ἀναφθέγξεται μικρὸν [p. 415] ὕστερον ἐπὶ σοὶ Μουσῶν εὐκόλων ἀνθρήνιον λέγων καὶ δεδοικέναι τῳ παρεγγυήσει, μή πη λάθῃ τις ἐκπτᾶσα τοῦ σοῦ στόματος μέλιττα καὶ τὸ κέντρον ἀφυλάκτως ἐγχρίσασα. ὁρᾷς δέ που καὶ τὴν θεὸν αὐτὴν τὸ μὲν ὑψήγορον καὶ ἐπηρμένον τῆς γνώμης ἀπόθετον ἔχουσαν ἐς σὲ νῦν καὶ μειδιάματι εὐμενεῖ τὸ δῶρον μετροῦσαν. Ἀσκηλπιὸς δέ, οἶμαι, οὗτος ἐγγὺς παιᾶνα που παρεγγυῶν γράφειν καὶ κλυτομήτης οὐκ ἀπαξιῶν παρὰ σοῦ ἀκοῦσαι βλέμμα τε αὐτοῦ πρὸς σὲ φαιδρότητι μεμιγμένον τὰς παρὰ μικρὸν ὕστερον ἐπιξενώσεις αἰνίττεται.