ι. Πύρρος ἢ Μύσοι
Συγγραφέας:
Εἰκόνες Β΄
Flavii Philostrati Opera, Vol 2. Philostratus Minor. Carl Ludwig Kayser. in aedibus B. G. Teubneri. Lipsiae. 1871.


ΠΥΡΡΟΣ Η ΜΥΣΟΙ

ι. τὰ Εὐρυπύλου καὶ Νεοπτολέμου ὁ ποιητῶν ὑμνεῖ χορὸς πατρῴζειν τε αὐτοὺς ἄμφω καὶ τὴν χεῖρα εὐδοκίμους κατ᾽ ἰσχὺν εἶναι, φησὶ δὲ καὶ ἡ γραφὴ ταῦτα· ἡ τύχη γὰρ τὴν ἐξ ἁπάσης γῆς ἀρετὴν ἐς μίαν πόλιν συνενεγκοῦσα οἱ μὲν οὐκ ἀκλεεῖς οἴχονται, ἀλλ᾽ οἷοι πρὸς πολλοὺς δυστήνων δέ τε παῖδες, εἰπεῖν οἳ ἐμῷ μένει ἀντιόωσιν, οἱ δὲ γενναῖοι γενναίων κρατοῦσι. τὰ μὲν δὴ περὶ τῶν ἐν τῷ νικᾶν ἕτερα, νυνὶ δὲ περὶ τοὺς ξυνεστῶτας ἡ θέα. πόλις μὲν αὕτη Ἴλιος ὀφρυόεσσα, καθ᾽ Ὅμηρον, περιθεῖ δὲ αὐτὴν τεῖχος οἷον καὶ θεοὺς μὴ ἀπαξιῶσαι τῆς ἑαυτῶν χειρός, ναύσταθμόν τε ἐπὶ θάτερα, καὶ στενὸς Ἑλλησπόντου διάρρους [p. 405] Ἀσίαν Εὐρώπης διείργων. τοὐν μέσῳ δὲ πεδίον ποταμῷ διαιρεῖται Ξάνθῳ, γέγραπται δὲ οὐ μορμύρων ἀφρῷ, οὐδ᾽ οἷος ἐπὶ τὸν τοῦ Πηλέως ἐπλήμμυρεν, ἀλλ᾽ εὐνὴ μὲν αὐτῷ λωτὸς καὶ θρύον καὶ ἁπαλοῦ δόνακος κόμαι, κατάκειται δὲ μᾶλλον ἢ ἀνέστηκε καὶ τὸν πόδα ἐπέχει ταῖς πηγαῖς ὑπὲρ ξυμμετρίας νῦν, διυγραίνων αὐτὸν νάματος. τὸ ῥεῦμα μέτρον στρατιά τε ἑκατέρωθεν Μυσῶν τε ξὺν Τρωσὶ καὶ Ἑλλήνων ἐκ θατέρου οἱ μὲν κεκμηκότες ἤδη οἱ Τρῶες, οἱ δὲ ἀκμῆτες οἱ ξὺν Εὐρυπύλῳ. ὁρᾷς δὲ αὐτῶν, ὡς οἱ μὲν ἐν τοῖς ὅπλοις κάθηνται τάχα που τοῦτο Εὐρυπύλου αἰτήσαντος, καὶ χαίρουσι τῇ ἀνακωχῇ, οἱ δὲ ἔκθυμοί τε καὶ ἐξορμῶντες οἱ Μυσοὶ ἵενται τό τε τῶν Ἑλλήνων ἐν ὁμοίᾳ καταστάσει τοῖς Τρωσὶν ὄντων πλὴν Μυρμιδόνων, ἐνεργοὶ γὰρ καὶ περὶ τὸν Πύρρον ἕτοιμοι. τὼ νεανία δὲ κάλλους μὲν ἕνεκεν ἐφερμηνεύοι ἂν οὐδέν, ἐπειδὴ ἐν ὅπλοις τανῦν, μεγάλοι γε μὴν καὶ ὑπὲρ τοὺς ἄλλους ἡλικία τε ἀμφοῖν ἴση τάς τε τῶν ὀφθαλμῶν βολὰς ἐνεργοὶ καὶ οὐ μέλλοντες. γοργὸν γὰρ τὸ ὄμμα ὑπὸ τῆς κόρυθος ἑκάστῳ καὶ συναπονεύοντες ταῖς τῶν λόφων κινήσεσι καὶ ὁ θυμὸς ἐπιπρέπει σφίσι σιγῇ τε μένεα πνείουσιν ἐοίκασι, καὶ τὰ ὅπλα δὲ ἀμφοῖν πατρῷα, ἀλλ᾽ ὁ μὲν Εὐρύπυλος ἀσήμοις ἔσταλται καὶ παραλ λάττουσι τὴν αὐγὴν ὅπη τε καὶ ὅπως κινοῖτο, ὡς ἡ ἶρις, τῷ Πύρρῳ δὲ τὰ ἐξ Ἡφαίστου πάρεστιν ἐκστάς ποτ᾽ αὐτῶν Ὀδυσσεὺς καὶ ἀπευξάμενος τὴν ἑαυτοῦ νίκην. θεωρῶν δέ τις τὰ ὅπλα λεῖπον εὑρήσει τῶν Ὁμήρου ἐκτυπωμάτων οὐδέν, ἀλλ᾽ ἀκριβῶς ἡ τέχνη δείκνυσι τἀκεῖθεν πάντα. τὸ μὲν γὰρ γῆς τε καὶ θαλάττης καὶ οὐρανοῦ σχῆμα οὐδὲ φράζοντος, οἶμαι, δεήσει τινός, ἡ μὲν γὰρ αὐτόθεν ἰδόντι δήλη [p. 406] τὴν ἑαυτῆς χρόαν ὑπὸ τοῦ δημιουργοῦ λαβοῦσα, τὴν δ᾽ αἱ πόλεις καὶ τὰ ἐν αὐτῇ γῆν γράφουσι καὶ μικρόν γε ὕστερον πεύσῃ περὶ ἑκάστων, οὐρανὸς δὲ ὅδε. ὁρᾷς που τόν τε τοῦ ἡλίου κύκλον, ὡς ἀκάμας ἐν αὐτῷ καὶ τὸ τῆς πανσελήνου φαιδρόν. ἀλλά μοι δοκεῖς περὶ τῶν καθ᾽ ἕκαστον ἄστρων ποθεῖν ἀκοῦσαι· τὸ γὰρ διαλλάττον αὐτῶν τὴν αἰτίαν σοι παρέχει τῆς πεύσεως· αἱδὶ μὲν σοι Πληιάδες σπόρου τε καὶ ἀμητοῦ ξύμβολα δυόμεναι ἢ αὖ πάλιν ἐκφανῶς ἔχουσαι, ὡς ἂν καὶ τὰ τῆς ὥρας αὐτὰς ἄγῃ, Ὑάδες δ᾽ ἐπὶ θάτερα. ὁρᾷς καὶ τὸν Ὠρίωνα, τὸν δὲ ἐπ᾽ αὐτῷ μῦθον καὶ τὴν ἐν ἄστροις δίαιταν ἐς ἕτερον ἀναβαλώμεθα, ὦ παῖ, καιρόν, ὡς ἂν μὴ ἀπάγοιμέν σε τῶν νῦν ἐν πόθῳ. οἱ δ᾽ ἐπ᾽ αὐτῷ ἀστέρες ἄρκτος ἢ εἰ ἅμαξαν καλεῖν βούλοιο. φασὶ δὲ αὐτὴν καὶ μόνην οὐ λούεσθαι ἐν Ὠκεανῷ, ἀλλ᾽ αὐτὴν περὶ αὑτὴν στρέφεσθαι οἷον φύλακα τοῦ Ὠρίωνος. ἴωμεν δὴ λοιπὸν διὰ γῆς ἀφέμενοι τῶν ἄνω, καὶ τῶν γε ἐν γῇ κάλλιστον θεώμεθα τὰς πόλεις. ὁρᾷς μὲν δή, ὡς διτταί τινες αὗται· ποτέραν οὖν προτέραν ἀφερμηνευθῆναι σοι βούλει; ἢ τὸ τῶν λαμπάδων φῶς καὶ τὸ τοῦ ὑμεναίου μέλος καὶ ὁ τῶν αὐλῶν ἦχος καὶ ἡ τῆς κιθάρας κροῦσις καὶ ὁ τῶν ὀρχουμένων ῥυθμὸς ἐς αὑτά σε ἄγει; ὁρᾷς δὲ καὶ τὰ γύναια τῶν προθύρων ὡς διαφαίνονται θαυμάζοντα καὶ μόνον οὐκ ἐκβοῶντα ὑπὸ χαρμονῆς. γάμοι ταῦτα, ὦ παῖ, καὶ πρώτη ξύνοδος νυμφίων καὶ ἄγονται τὰς νύμφας οἱ γαμβροί. τὸ δὲ τῆς αἰδοῦς καὶ τοῦ ἱμέρου, ὡς ἐπιπρέπει ἑκάστῳ, παρίημι λέγειν, σοφώτερον αὐτὰ τοῦ δημιουργοῦ αἰνιξαμένου. ἀλλ᾽ ἰδοὺ καὶ δικαστήριόν τι καὶ ξυνέδρα κοινὴ καὶ γέροντες σεμνοὶ σεμνῶς προκαθήμενοι τοῦ [p. 407] ὁμίλου. τὸ δὲ ἐν μέσῳ χρυσίον τάλαντα μὲν δύο ταῦτ᾽ οὐκ οἶδ᾽ ἐφ᾽ ὅτῳ· ἤ, νὴ Δί᾽, εἰκάσαι χρή, ὡς μισθὸς τῷ ὀρθῶς ἐκδικάσοντι, ὡς ἂν μὴ πρὸς δῶρά τις ῾παρἂ τὴν εὐθεῖαν φέροι. τίς δ᾽ ἡ δίκη; διττοὶ μὲν ἐν μέσῳ τινὲς οὗτοι, δοκεῖν ἐμοί, φονικὸν ἔγκλημα ὁ μὲν ἐπάγων θατέρῳ, τὸν δ᾽ ὁρᾷς, ὡς ἔξαρνός ἐστιν. οὐ γὰρ αἰτίαν ἔχειν ὧνπερ αὐτῷ προφέρει ὁ κατήγορος, καταθεὶς δὲ τὰ ὑποφόνια καθαρὸς ἥκειν. ὁρᾷς καὶ τοὺς ἐπιβοηθοῦντας ἑκατέρῳ διχῆ καὶ νέμοντας τὴν βοήν, ὅτῳ φίλον· ἀλλ᾽ ἥ γε τῶν κηρύκων παρουσία καθίστησιν αὐτοὺς καὶ ἐς τὸ ἡσυχαῖον ἄγει. ταυτὶ μὲν οὖν σοι μέση τις πολέμου καὶ εἰρήνης ἐν οὐ πολεμουμένῃ πόλει κατάστασις. ἑτέραν δὲ ὁρᾷς, ὡς τειχήρης, καὶ τό γε τεῖχος ὡς οἱ δι᾽ ἡλικίαν ἀπόμαχοι φρουροῦσι διαλαβόντες, γύναιά τε γάρ ἐστιν οὗ τῶν ἐπάλξεων καὶ γέροντες οὗτοι καὶ κομιδῇ παιδία. ποῖ δὴ τὸ μάχιμον αὐτοῖς; ἐνταῦθα εὕροις ἂν τούτους, οἳ δὴ Ἄρει τε καὶ Ἀθηνᾷ ἕπονται. τουτὶ γάρ, μοι δοκεῖν, ἡ τέχνη φησὶ τοὺς μὲν χρυσῷ τε καὶ μεγέθει δηλώσασα θεοὺς εἶναι, τοῖς δὲ τὸ ὑποδεέστερον δι᾽ αὑτῆς δοῦσα. ἐξίασι δὲ τὴν τῶν ἐναντίων οὐ δεξάμενοι πρόκλησιν νέμεσθαι γὰρ τὸν ἐν τῇ πόλει πλοῦτον ἢ μὴ νεμομένου ἐν τοῖς ὅπλοις εἶναι. λόχον δὴ διατάττουσιν ἐντεῦθεν. τουτὶ γάρ, μοι δοκεῖν, ἡ πρὸς ταῖς ὄχθαις αἰνίττεται λόχμη, οὗ δὴ καθωπλισμένους αὐτοὺς ὁρᾷς. ἀλλ᾽ οὐκ ἂν ἐγγένοιτ᾽ αὐτοῖς χρήσασθαι τῷ λόχῳ· ὁ γάρ τοι ἔπηλυς στρατὸς σκοπούς τινας καθίσας λείαν ἐλάσασθαι περινοεῖ, καὶ δὴ οἱ μὲν ἄγουσι νομεῖς τὰ θρέμματα ὑπὸ συρίγγων. ἢ οὐ προσβάλλει σε τὸ λιτὸν καὶ αὐτοφυὲς τῆς μούσης καὶ ἀτεχνῶς ὄρειον; [p. 408] ὕστατα δὲ χρησάμενοι τῇ μουσικῇ δι᾽ ἄγνοιαν τοῦ ἐπ᾽ αὐτοῖς δόλου τεθνᾶσιν, ὡς ὁρᾷς, τῶν πολεμίων ἐπελθόντων καὶ ἀπελαύνεταί τις λεία πρὸς αὐτῶν. φήμη δὴ τῶν πραχθέντων ἐς τοὺς λοχῶντας ἐλθοῦσα ἀνίστανται οὗτοι καὶ ἐφ᾽ ἵππων ἐς τὸν πόλεμον χωροῦσι καὶ τὰς ὄχθας ἔστιν ἰδεῖν πλήρεις τῶν μαχομένων καὶ βαλλόντων ἐς αὐτούς. τοὺς δὲ ἐν αὐτοῖς ἀναστρεφομένους καὶ τὴν πεφοινιγμένην λύθρῳ δαίμονα αὐτήν τε καὶ τὴν ἐσθῆτα τί ἐροῦμεν; ἔρις καὶ Κυδοιμὸς ταῦτα καὶ Κήρ, ὑφ᾽ ᾗ τὰ πολέμου πάντα. ὁρᾷς γάρ τοι, ὡς οὐ μίαν ὁδὸν χωρεῖ, ἀλλ᾽ ὃν μὲν ἄτρωτον ἐς τὰ ξίφη προβάλλει, ὃς δ᾽ ὑφέλκεται ὑπ᾽ αὐτῆς νεκρός, ὃν δὲ καὶ νεότρωτον ἐπισπέρχει. οἱ δ᾽ ἄνδρες φοβεροὶ τῆς ὁρμῆς καὶ τοῦ βλέμματος ὡς οὐδὲν διαλλάττειν ἐμοὶ ζώντων ἐν ταῖς ὁρμαῖς δοκοῦσιν. ἀλλ᾽ ἰδοὺ πάλιν εἰρήνης ἔργα· νειὸς γὰρ αὕτη διαφαίνεται τρίπολος, οἶμαί, τις, εἴ τι χρὴ τῷ τῶν ἀροτήρων ξυμβάλλεσθαι πλήθει — καὶ τά γε ζεύγη τῶν βοῶν θαμὰ ἀναστρέφει ἐν ταύτῃ κύλικός τινος ἐκδεχομένης τὸν ἀρότην ἐπὶ τῷ τῆς αὔλακος τέλει — μελαίνεσθαί τε ῾δοκεἶ τὸν χρυσὸν περισχίζουσα. ἑξῆς ὁρᾷς τέμενος βασιλέως, οἶμαι, τινὸς τεκμήρασθαι, ὃς τὸ γεγηθὸς ἐλέγχεται τῆς ψυχῆς τῇ ἐν ὄψει φαιδρότητι. καὶ τήν γε αἰτίαν τῆς χαρᾶς οὐδὲ ζητεῖν χρή, τὸ γάρ τοι λήιον πολλῷ τῷ μέτρῳ τὴν σπορὰν ὑπερβαλεῖσθαι διελέγχουσι οἵ τε διὰ σπουδῆς ἀμῶντες καὶ οἱ ταῖς ἀμάλαις τὰ κειρόμενα τῶν δραγμάτων δέοντες, οἷς ἕτεροι προσάγουσι καὶ μάλα συντόνως. ἡ δὲ δρῦς οὐκ ἀκαίρως ἐνταῦθα, οὐδ᾽ ἔξω λόγου· σκιά τε γὰρ ἀμφιλαφὴς ὑπ᾽ αὐτῇ ψυχάσαι τοῖς ἐν τῷ ἔργῳ καμοῦσι, καὶ βοῦς οὑτοσὶ πίων καθιερωθεὶς ὑπὸ τῶν κηρύκων, [p. 409] οὓς ὁρᾷς, ὑπὸ τῇ δρυὶ δαὶς προτίθεται τοῖς περὶ τὴν συλλογὴν τοῦ πυροῦ κάμνουσι. τὰ δὲ γύναια τί φῄς; ἆρ᾽ οὐκ ἐπτοῆσθαί σοι δοκεῖ καὶ διακελεύεσθαι ἀλλήλοις συχνὰ μάττειν τῶν ἀλφίτων δεῖπνον εἶναι τοῖς ἐρίθοις; εἰ δὲ καὶ ὀπώρας δεήσῃ, πάρεστί σοι ἀλωὴ χρυσῆ μὲν τῶν ἀμπέλων, μέλαινα δὲ τοῦ καρποῦ. τὸ δὲ τῆς καπέτου κυανὸν ἐτεχνήθη, οἶμαι, τῷ δημιουργῷ πρὸς δήλωσιν τοῦ ἐν αὐτῇ βάθους· ἀρκεῖ γάρ σοι τὸ περὶ ταῖς ἡμερίσιν ἕρκος ἐν τῷ καττιτέρῳ νοεῖν. ὁ δ᾽ ἄργυρος ὁ ἐν τῷ ἀμπελῶνι, κάμακες ταῦτα, τοῦ μὴ χαμαὶ κλιθῆναι τὰ φυτὰ βρίσαντα τῷ καρπῷ. τί δ᾽ ἂν εἴποις περὶ τῶν τρυγώντων; οἳ διὰ τῆς στενῆς ταύτης ἐσόδου ἐσφρήσαντες ἑαυτοὺς ταλάροις ἐναποτίθενται τὸν καρπὸν μάλα ἡδεῖς καὶ πρόσφοροι τὴν ἡλικίαν τῷ ἔργῳ. παρθένοι τε γὰρ καὶ ἠίθεοι εὔιον καὶ βακχικὸν ἐν ῥυθμῷ βαίνουσιν ἐνδιδόντος αὐτοῖς τὸν ῥυθμὸν ἑτέρου, ὅν, οἶμαι, ξυνίης ἀπό τε τῆς κιθάρας καὶ τοῦ λεπτὸν προσᾴδειν δοκεῖν τοῖς φθόγγοις. εἰ δὲ καὶ τὴν ἀγέλην ἐννοήσειας τῶν βοῶν, αἳ δὴ πρὸς τὴν νομὴν ἵενται ἑπομένων αὐταῖς τῶν νομέων, τῆς μὲν χρόας οὐκ ἂν θαυμάσειας, εἰ καὶ χρυσοῦ καὶ καττιτέρου πᾶσα, τὸ δὲ καὶ μυκωμένων ὥσπερ ἀκούειν ἐν τῇ γραφῇ καὶ τὸν ποταμὸν κελάδοντα εἶναι δοκεῖν, παρ᾽ ὃν αἱ βόες, πῶς οὐκ ἐναργείας πρόσω; τοὺς δὲ λέοντας οὐδ᾽ ἂν ἀφερμηνεῦσαί μοί τις ἐπαξίως δοκεῖ καὶ τὸν ὑπ᾽ αὐτοῖς ταῦρον, ὁ μὲν γὰρ μεμυκέναι δοκῶν καὶ σπαίρειν σπαράττεται ἤδη πως ἐμπεφυκότων τοῖς ἐντοσθιδίοις τῶν λεόντων, οἱ δὲ κύνες, ἐννέα δ᾽, οἶμαι, οὗτοι ἕπονται τῇ ἀγέλῃ καὶ παρὰ τῶν ἰθυνόντων αὐτοὺς νομέων ἐγγὺς μὲν ἵενται τῶν λεόντων ὑλακῇ [p. 410] πτοεῖν ἐθέλοντες αὐτούς, προσμιγνύναι δ᾽ οὐ τολμῶσιν ἐπισπερχόντων αὐτοὺς καὶ ταῦτα τῶν νομέων. ὁρᾷς δὲ καὶ διασκιρτῶντα τοῦ ὄρους θρέμματα καὶ τοὺς σταθμοὺς καὶ τὰς σκηνὰς καὶ τοὺς σηκούς· οἶκον ποιμνίων νόει ταῦτα. λοιπός, οἶμαι, χορός τις οὑτοσὶ προσόμοιος τῷ Δαιδάλου, φασὶ δ᾽ αὐτὸν Ἀριάδνῃ τῇ Μίνω πρὸς αὐτοῦ δοθῆναι. τίς δ᾽ ἡ τέχνη; παρθένοις ηἴθεοι τὰς χεῖρας ἐπιπλέξαντες χορεύουσι. σὺ δ᾽, ὡς ἔοικεν, οὐκ ἀρκεσθήσῃ τούτῳ, εἰ μή σοι καὶ τὰ τῆς ἐσθῆτος ἐξακριβώσομαι τῷ λόγῳ· οὐκοῦν αἱδὶ μὲν ὀθόναις ἤσθηνται στεφάνας ἐπὶ ταῖς κεφαλαῖς χρυσᾶς φέρουσαι, τοῖς δ᾽ εὐήτριοι μὲν καὶ λεπτοὶ περίκεινται χιτῶνες, μαχαίρας δὲ τῶν μηρῶν ἐξήρτηνται χρυσᾶς ἀργυρῶν τελαμώνων ξυνεχόντων αὐτάς. ἀλλ᾽ ἐν κύκλῳ μὲν ἰόντων, τοῦτ᾽ ἐκεῖνο, τροχοῦ περιδίνησιν ὁρᾷς, ὡσεὶ κεραμέως ἔργον τινός, εἴ πη δυσκυλίστως μὴ τοῦ περιθεῖν ἔχοι, πειρῶντος. στοιχηδὸν δὲ ἰόντων αὖθις πολύ τι χρῆμα ἐπιρρεῖ, ὅπως ἔχουσι τέρψεως, ἐπιδηλούντων· καὶ γάρ τινες ἐν μέσοις οὗτοι κυβιστῶντες καὶ ἄλλοτε ἄλλην ὄρχησιν ἐπιδεικνύμενοι ἄγειν μοι σαφῶς αὐτοὺς ἐς τὸ θαῦμα δοκοῦσιν. ἡ δὲ δὴ ῾ἐν᾽ κύκλῳ τῆς ἄντυγος θαλάττης εἰκὼν οὐ θάλαττα, ὦ παῖ, Ὠκεανὸν δὲ νοεῖν χρὴ ὅρον εἶναι τεχνηθέντα τῆς ἐν τῷ σάκει γῆς. ἱκανῶς ἔχεις τῶν ἐκτυπωμάτων. ἄθρει δὴ καὶ τὰ περὶ τοὺς νεανίας, ξὺν ὁποτέρῳ αὐτῶν ἡ νίκη· ἰδοὺ γὰρ καὶ καθῄρηται ὁ Εὐρύπυλος κατὰ τῆς μασχάλης ὤσαντος αὐτῷ καιρίαν τοῦ Πύρρου καὶ κρουνηδὸν ἐκχεῖται τὸ αἷμα, κεῖταί τε ἀνοιμωκτὶ πολὺς κατὰ τῆς γῆς ἐκχυθείς, μόνον οὐ φθάσας τὴν πληγὴν τῷ πτώματι διὰ τὸ ἐς καιρὸν τοῦ τραύματος. ἔτ᾽ ἐν τῷ τῆς πληγῆς ὁ Πύρρος σχήματι [p. 411] ῥεόμενος τὴν χεῖρα τῷ λύθρῳ πολλῷ κατὰ τοῦ ξίφους ἐνεχθέντι, οἱ Μυσοί τε οὐκ ἀνασχετὰ ἡγούμενοι ταῦτα ἐπὶ τὸν νεανίαν χωροῦσιν. ὁ δ᾽ ἐς αὐτοὺς βλοσυρὸν ὁρῶν μειδιᾷ καὶ ὑφίσταται τὸ στῖφος καὶ τάχα που κρύψει τὸν Εὐρυπύλου νεκρὸν σωρηδὸν ἐπ᾽ αὐτῷ τοὺς νεκροὺς νήσας.