η. Ἀθύροντες
Συγγραφέας:
Εἰκόνες Β΄
Flavii Philostrati Opera, Vol 2. Philostratus Minor. Carl Ludwig Kayser. in aedibus B. G. Teubneri. Lipsiae. 1871.


ΑΘΥΡΟΝΤΕΣ

η. οἱ ἐν Διὸς αὐλῇ ἀθύροντες Ἔρως, οἶμαι, καὶ Γανυμήδης, εἴ τι χρὴ τὸν μὲν τῇ τιάρᾳ νοεῖν, [p. 402] τὸν δ᾽ ἀπὸ τοῦ τόξου καὶ τῶν πτερῶν ἐς ἐπίγνωσιν ἄγειν. ἀθύρουσι μὲν οὖν ἀστραγάλοις οὗτοι, γεγράφαται δὲ ὁ μὲν ὑβριστικῶς ἐπιτωθάζων ὁ Ἔρως καὶ πλήρη τῆς νίκης τὸν κόλπον ἀνασείων, ὁ δὲ δυεῖν ἀστραγάλοιν ἔτι τὸν μὲν καὶ αὐτὸν ἀπολωλεκώς, τὸν δ᾽ ἐφ᾽ ὁμοίᾳ προπέμπων ἐλπίδι. κατηφὴς δὲ αὐτῷ ἡ παρειὰ καὶ ἡ τοῦ ὄμματος ἀκτὶς καίτοι ἁβροῦ ὄντος βεβυθισμένον τὸ τῆς ἀνίας ἐπισημαίνει. θεαί τε τρεῖς αὗται ἐφεστῶσαί σφισιν, οἶμαι, οὐδ᾽ ἐφερμηνεύοντος δέονται, Ἀθηνᾶ τε γὰρ αὐτόθεν ἰδόντι δήλη τὴν ὁμόγνιον ποιηταί φασι πανοπλίαν ἀμπεχομένη καὶ γλαυκὸν ὑπὸ τῆς κόρυθος ὁρῶσα ξὺν ἀρρενωπῷ τε τῷ ἤθει τὴν παρειὰν ἐπιφοινίττουσα, ἡδὶ δὲ αὖ τὸ φιλομειδὲς ὑπὸ τῇ τοῦ κεστοῦ ἴυγγι κἀν τῷ γράμματι σημαίνει, Ἥραν δέ γε τὴν τρίτην εἶναι τὸ σεμνὸν καὶ βασιλικὸν τοῦ εἴδους φησί. τί δὴ βούλονται καὶ τίς ἡ τῆς ξυνουσίας αὐταῖς ἀνάγκη; ἄγουσα τοὺς πεντήκοντα ἡ Ἀργὼ ἐνώρμισται τῷ Φάσιδι Βόσπορόν τε καὶ Ξυμπληγάδας διεξελθοῦσα. ὁρᾷς δὲ καὶ τὸν ποταμὸν αὐτὸν ἐν βαθεῖ δόνακι κείμενον, ἐν βλοσυρῷ τῷ εἴδει, κόμη τε γὰρ ἀμφιλαφὴς αὐτῷ καὶ ἀνεστηκυῖα γενειάς τε ὑποφρίττουσα καὶ γλαυκιῶντες ὀφθαλμοί, τό τε ἀθρόον τοῦ ῥεύματος οὐκ ἀπὸ κάλπιδος ἐκχεόμενον, ᾗπερ οὖν εἴωθεν, ἀλλ᾽ ἀπὸ παντὸς ἐκπλημμῦρον ἐννοεῖν δίδωσιν ἡμῖν, ὁπόσος ἐπιχεῖται τῷ Πόντῳ. τὸν δὲ τῆς ναυτιλίας ἆθλον ἀκούεις, οἶμαι, καὶ ποιητῶν τὸ χρυσοῦν δέρας λεγόντων πασιμέλουσάν τε τὴν Ἀργὼ καὶ Ὁμήρου ᾠδαὶ φράζουσιν. ἀλλ᾽ οἱ μὲν τῆς Ἀργοῦς ναυβάται ἐν ἐπισκέψει τῶν κατειληφότων, αἱ θεαὶ δὲ ἐς ἱκεσίαν τοῦ Ἔρωτος ἥκουσιν αἰτοῦσαι ξυλλαβεῖν [p. 403] σφισιν ἐπὶ σωτηρίᾳ τῶν πλωτήρων τὴν Αἰήτου Μήδειαν μετελθόντα, μισθὸν δέ οἱ τῆς ὑπουργίας ἡ μήτηρ σφαῖραν προδείκνυσι Διὸς αὐτὴν ἄθυρμα γεγονέναι λέγουσα. ὁρᾷς καὶ τὴν τέχνην ἐν τῇ γραφῇ; χρυσοῦ μὲν αὕτη, ῥαφὴ δὲ αὐτῇ οἵα νοεῖσθαι μᾶλλον ἢ ὁρᾶσθαι, ἕλικάς τε κυανοῦ ἐφ᾽ ἑαυτῆς ἑλίττουσα καὶ ἀναρριφεῖσα τάχα που τὸ ἀποχωροῦν σέλας μαρμαρυγαῖς ἀστέρων εἰκάζειν αὐτῇ δώσει. ὁ δὲ τοὺς μὲν ἀστραγάλους οὐδὲ ὁρᾷ ἔτι, ῥίψας δὲ αὐτοὺς χαμᾶζε ἐξήρτηται τοῦ τῆς μητρὸς πέπλου ἐπαληθεῦσαι τὴν ὑπόσχεσιν αὐτῷ, οὐ γὰρ ἐλλείψειν τὸν ἆθλον.