ε. Ἡρακλῆς ἐν σπαργάνοις
Συγγραφέας:
Εἰκόνες Β΄
Flavii Philostrati Opera, Vol 2. Philostratus Minor. Carl Ludwig Kayser. in aedibus B. G. Teubneri. Lipsiae. 1871.


ΗΡΑΚΛΗΣ ΕΝ ΣΠΑΡΓΑΝΟΙΣ

ε. ἀθύρεις, Ἡράκλεις, ἀθύρεις καὶ γελᾷς ἤδη τὸν ἆθλον ἐν σπαργάνοις ὢν καὶ ταῦτα, καὶ τοὺς ἐξ Ἥρας δράκοντας ἑκάτερον ἑκατέρᾳ χειρὶ ἀπολαβὼν οὐδὲν ἐπιστρέφῃ τῆς μητρὸς ἔκφρονος παρεστώσης καὶ περιδεοῦς, ἀλλ᾽ οἱ μὲν ἤδη παρεῖνται μηκύναντες ἐς γῆν τοὺς ὁλκοὺς καὶ τὰς κεφαλὰς ἐπικλίναντες ταῖς τοῦ νηπίου χερσὶν ὑποφαινούσας τι καὶ τῶν ὀδόντων· κάρχαροι δὲ οὗτοι καὶ ἰώδεις λοφιαί τε αὐτοῖς ὑπὸ τοῦ θανάτου ἐς θάτερα ἐπικρεμεῖς καὶ τὰ ὄμματα οὐ δεδορκότα ἥ τε φολὶς οὐκ ἐξανθοῦσα χρυσῷ καὶ φοίνικι ἔτι, οὐδὲ πρὸς τὰς τῆς κινήσεως τροπὰς ὑπαυγάζουσα, ἀλλ᾽ ὕπωχρος καὶ ἐν τῷ δαφοινῷ πελιδνός. τὸ δὲ τῆς Ἀλκμήνης εἶδος ἀνασκοποῦντι ἀναφέρειν μὲν ἀπὸ τῆς πρώτης ἐκπλήξεως δοκεῖ, ἀπιστεῖ δὲ νῦν οἷς ἤδη ὁρᾷ, [p. 399] ἡ δ᾽ ἔκπληξις αὐτὴν οὐδὲ λεχὼ κεῖσθαι ξυνεχώρησεν· ὁρᾷς γάρ που, ὡς ἄβλαυτος καὶ μονοχίτων ἀναπηδήσασα τῆς εὐνῆς ξὺν ἀτάκτῳ τῇ κόμῃ τὰς χεῖρας ἐκπετάσασα βοᾷ, θεράπαιναί τε, ὅσαι παρῆσαν τικτούσῃ, ἐκπλαγεῖσαι ἄλλη ἄλλο τι προσδιαλέγονται τῇ πλησίον. οἱ δὲ ἐν ὅπλοις οὗτοι καὶ ὁ γυμνῷ τῷ ξίφει ἕτοιμος οἱ μὲν Θηβαίων ἔκκριτοι βοηθοῦντες Ἀμφιτρύωνι, ὁ δ᾽ ὑπὸ τὴν πρώτην ἀγγελίαν σπασάμενος τὸ ξίφος ἐς ἄμυναν ὁμοῦ ἐπέστη τοῖς δρωμένοις, καὶ οὐκ οἶδ᾽, εἴτε ἐκπέπληγεν, εἴτε χαίρει λοιπόν· ἡ μὲν γὰρ χεὶρ ἔτ᾽ ἐν τῷ ἑτοίμῳ, ἡ δὲ τῶν ὀφθαλμῶν ἔννοια χαλινὰ τῇ χειρὶ ἐφίστησιν, οὐδὲ ἔχοντος, ὅ τι καὶ ἀμύναιτο, καὶ χρησμοῦ προμηθείας δεόμενα τὰ παρόντα ὁρῶντος. ταῦτά τοι καὶ ὡδὶ πλησίον ὁ Τειρεσίας θεσπίζων, οἶμαι, ὁπόσος ὁ νῦν ἐν σπαργάνοις ἔσται, γέγραπται δὲ ἔνθεος καὶ μαντικὸν ἐπασθμαίνων. γέγραπται καὶ ἡ νὺξ ἐν εἴδει, ἐν ᾗ ταῦτα, λαμπαδίῳ καταλάμπουσα ἑαυτήν, ὡς μὴ ἀμάρτυρος τοῦ παιδὸς ὁ ἆθλος γένηται.