Συγγραφέας:Μακηδόνιος υπατικός

Συγγραφείς: Μακηδόνιος υπατικός
Δείτε επίσης βιογραφία.


Επιγράμματα από την Παλατινή Ανθολογία


V 224 Μακηδονίου του υπατικού Επεξεργασία

Λῆξον, Ἔρως, κραδίης τε καὶ ἥπατος· εἰ δ’ ἐπιθυμεῖς βάλλειν, ἄλλο τί μου τῶν μελέων μετάβα.

V 233 Μακηδονίου του υπατικού Επεξεργασία

«Αὔριον ἀθρήσκω σε». Το δ’ οὔποτε γίνεται ἡμῖν, ἠθάδος ἀμφιβολίης αἰὲν ἀεξομένης.
Ταῦτά μοι ἱμείροντι χαρίζεαι˙ ἄλλα δ’ ἐς ἄλλους δῶρα φέρεις, ἐμέθεν πίστιν ἀπειπαμένη.
«ὅψομε ἑσπερίη σε». τί δ’ ἕσπερός ἐστι γυναικῶν; γῆρας ἀμετρήτῳ πληθόμενων ῥυτίδι.

V 245 Μακηδονίου του υπατικού Επεξεργασία

Κιχλίζεις, χρεμέτισμα γάμου προκέλευθον ἱεῖσα, ἥσυχά μοι νεύεις˙ πάντα μάτην ἐρέθεις.
ὤμοσα τὴν δυςέρωτα κόρην, τριςὶν ὤμοσα πέτραις, μήποτε μειλιχίοις ὄμμασιν είσιδέειν.
παῖζε μόνη τὸ φίλημα˙μάτην πόππυζε σεαυτῇ χείλεσιν γυμνοτάτοις, οὔ τινι μισγομένοις.
αὐτὰρ ἐγὼν ἑτέρην ὁδὸν ἔρχομαι˙ εἰσὶ γὰρ ἄλλαι κρέσσονες εὐλέκτρον Κυπρίδος ἐργάτιδες.

VI 30 Μακηδονίου του υπατικού Επεξεργασία

Δίκτυον ἀκρομόλυβδον Ἀμύντιχος ἀμφὶ τριαίνῃ δῆσε γέρων, ἁλίων παυςάμενος καμάτων.
ἐς δὲ Ποσειδάωνα καὶ ἁλμυρὸν οἶδμα θαλάσσης εἶπεν ἀποσπένδων δάκρυον ἐκ βλεφάρων˙
«Οἶσθα, μάκαρ, κέκμηκα˙ κακοῦ δ’ ἐπὶ γήραος ἡμῖν ἄλλυτος ἡβάσκει γυιοτάκης πενίῃ.
Θρέψον ἔτι σπαῖρον τὸ γερόντιον, ἀλλ’ ἀπὸ γαίης, ὡς ἐθέλεις μεδέων καὶ χθονὶ καὶ πελάγει».
(→ μετάφραση του Σίμου Μενάρδου)

VII 566 Μακηδονίου του υπατικού Επεξεργασία

Γαῖα καὶ Εἰλήθυια, σὺ μὲν τέκες, ἡ δὲ καλύπτεις˙ χαίρετον˙ ἀμφοτέραις ἤνυσα τὸ στάδιον.
εἶμι δὲ μή νοέων, πόθι νίσομαι˙ οὐδὲ γὰρ ὑμέας ἢ τίνος ἢ τίς ἐὼν οἶδα πόθεν μετέβην.

IX 648 Μακηδονίου του υπατικού Επεξεργασία

Ἀστὸς ἐμοὶ καὶ ξεῖνος ἀεὶ φίλος˙ οὐ γὰρ ἐρευνᾶν «Τίς, πόθεν ἠὲ τίνων», ἐσὶ φιλοξενίης.
Είμαι ένας αστός και ο ξένος λένε, είναι πάντα φίλος, μην ερευνάς λοιπόν ποιος είμαι, από που και ποιών είμαι, εσύ φιλοξενείς

X 67 Μακηδονίου του υπατικού Επεξεργασία

Μνήμη καὶ Λήθη, μέγα χαίρετον˙ ἡ μὲν ἐπ’ ἔργοις μνήμη τοῖς ἀγαθοῖς, ἡ δ’ ἐπὶ λευγαλέοις.