[1]
[1.1] Κάτωνι δὲ τὸ μὲν γένος ἀρχὴν ἐπιφανείας ἔλαβε καὶ δόξης ἀπὸ τοῦ προπάππου Κάτωνος, ἀνδρὸς ἐν δόξῃ καὶ δυνάμει μάλιστα Ῥωμαίων γενομένου δι' ἀρετήν, ὡς ἐν τοῖς περὶ ἐκείνου γέγραπται. κατελείφθη δὲ γονέων ὀρφανὸς μετ' ἀδελφοῦ Καιπίωνος καὶ Πορ[1.2]κίας ἀδελφῆς· ἦν δὲ καὶ Σερβιλία Κάτωνος ὁμομήτριος ἀδελφή. καὶ πάντες οὗτοι παρὰ Λιβίῳ Δρούσῳ τροφὴν καὶ δίαιταν εἶχον, θείῳ μὲν ὄντι τῆς μητρός, ἄγοντι δὲ τὴν πολιτείαν τότε· καὶ γὰρ εἰπεῖν δεινότατος ἦν, καὶ τἆλλα σώφρων ἀνὴρ ἐν τοῖς μάλιστα, καὶ φρονήματος οὐδενὶ Ῥωμαίων ὑφιέμενος. [1.3] Λέγεται δὲ Κάτων εὐθὺς ἐκ παιδίου τῇ τε φωνῇ καὶ τῷ προσώπῳ καὶ ταῖς περὶ τὰς παιδιὰς διατριβαῖς ἦθος ὑποφαίνειν ἄτρεπτον καὶ ἀπαθὲς [1.4] καὶ βέβαιον ἐν πᾶσιν. ἰσχύν τε γὰρ εἶχον αὐτοῦ παρ' ἡλικίαν τελεσιουργὸν αἱ ὁρμαί, καὶ τοῖς κολακεύουσι τραχὺς ὢν καὶ προσάντης, ἔτι μᾶλλον [1.5] ἐκράτει τῶν ἐκφοβούντων. ἦν δὲ καὶ πρὸς γέλωτα κομιδῇ δυσκίνητος, ἄχρι μειδιάματος σπανίως τῷ προσώπῳ διαχεόμενος, καὶ πρὸς ὀργὴν οὐ ταχὺς [1.6] οὐδ' ὀλισθηρός, ὀργισθεὶς δὲ δυσπαραίτητος. ὡς οὖν εἰς τὸ μανθάνειν ἧκε, νωθρὸς ἦν ἀναλαβεῖν καὶ βραδύς, ἀναλαβὼν δὲ κάτοχος καὶ μνημονι[1.7]κός. ὃ δὴ καὶ πέφυκεν ἄλλως, τοὺς μὲν εὐφυεῖς ἀναμνηστικοὺς μᾶλλον εἶναι, μνημονικοὺς δὲ τοὺς μετὰ πόνου καὶ πραγματείας παραδεχομένους· [1.8] γίνεται γὰρ οἷον ἔγκαυμα τῆς ψυχῆς τῶν μαθημάτων ἕκαστον. ἔοικε δὲ καὶ τὸ δύσπειστον τῷ Κάτωνι ποιεῖν ἐργωδεστέραν τὴν μάθησιν· πάσχειν γάρ τι τὸ μανθάνειν ἀτεχνῶς ἐστι, καὶ τὸ πείθεσθαι ταχὺ τοῖς ἧττον [1.9] ἀντέχειν δυναμένοις συμβέβηκε. διὸ πείθονται μᾶλλον νέοι γερόντων, καὶ νοσοῦντες ὑγιαινόντων, καὶ ὅλως ἐν οἷς τὸ ἀποροῦν ἀσθενέστατόν ἐστι, [1.10] ῥᾷστον τὸ προστιθέμενον. τῷ μέντοι παιδαγωγῷ τὸν Κάτωνα πείθεσθαι μὲν λέγουσι καὶ ποιεῖν ἅπαν τὸ προσταττόμενον, ἑκάστου δὲ τὴν αἰτίαν ἀπαιτεῖν, καὶ τὸ διὰ τί πυνθάνεσθαι· καὶ γὰρ ἦν χαρίεις ὁ παιδαγωγὸς αὐτοῦ, καὶ λόγον ἔχων τοῦ κονδύλου προχειρότερον, ὄνομα Σαρπηδών.

[2]
[2.1] Ἔτι δὲ παιδὸς τοῦ Κάτωνος ὄντος, ἔπραττον οἱ σύμμαχοι τῶν [2.2] Ῥωμαίων ὅπως μεθέξουσι τῆς ἐν Ῥώμῃ πολιτείας· καί τις Πομπαίδιος Σίλλων, ἀνὴρ πολεμικὸς καὶ μέγιστον ἔχων ἀξίωμα, τοῦ δὲ Δρούσου φίλος, κατέλυσε παρ' αὐτῷ πλείονας ἡμέρας, ἐν αἷς γεγονὼς τοῖς παιδίοις συνήθης, "ἄγ'" εἶπεν "ὅπως ὑπὲρ ἡμῶν δεήσεσθε τοῦ θείου συναγωνίσα[2.3]σθαι περὶ τῆς πολιτείας." ὁ μὲν οὖν Καιπίων διαμειδιάσας ἐπένευσε, τοῦ δὲ Κάτωνος οὐδὲν ἀποκριναμένου καὶ βλέποντος εἰς τοὺς ξένους ἀτενὲς καὶ βλοσυρόν, ὁ Πομπαίδιος "σὺ δ'" εἶπεν "ἡμῖν ὦ νεανία τί λέγεις; οὐχ [2.4] οἷος εἶ τοῖς ξένοις συλλαμβάνεσθαι πρὸς τὸν θεῖον ὥσπερ ὁ ἀδελφός;" μὴ φθεγγομένου δὲ τοῦ Κάτωνος, ἀλλὰ τῇ σιωπῇ καὶ τῷ προσώπῳ δοκοῦντος ἀπολέγεσθαι τὴν δέησιν, ἀράμενος αὐτὸν ὁ Πομπαίδιος ὑπὲρ θυρίδος ὡς ἀφήσων, ὁμολογεῖν ἐκέλευεν, ἢ ῥίψειν ἔφασκεν, ἅμα τῇ τε φωνῇ τραχυτέρᾳ χρώμενος, καὶ ταῖς χερσὶν ἀπηρτημένον τὸ σῶμα πολλάκις ὑπὲρ τῆς [2.5] θυρίδος κραδαίνων. ἐπεὶ δὲ πολὺν χρόνον οὕτω διεκαρτέρησεν ὁ Κάτων ἀνέκπληκτος καὶ ἀδεής, καταθέμενος αὐτὸν ὁ Πομπαίδιος ἡσυχῇ πρὸς τοὺς φίλους εἶπεν· "οἷον εὐτύχημα τῆς Ἰταλίας ὅ<τι> παῖς οὗτός ἐστιν· εἰ δ' ἀνὴρ ἦν, μίαν οὐκ ἂν οἶμαι ψῆφον ἡμῖν ἐν τῷ δήμῳ γενέσθαι." [2.6] Πάλιν δὲ συγγενοῦς τινος ἐν γενεθλίοις καλέσαντος ἐπὶ δεῖπνον ἄλλους τε παῖδας καὶ τοὺς περὶ Κάτωνα, σχολὴν ἄγοντες ἔν τινι μέρει τῆς οἰκίας ἔπαιζον αὐτοὶ καθ' ἑαυτοὺς ἀναμεμειγμένοι νεώτεροι καὶ πρεσβύτεροι, τὸ δὲ παιζόμενον ἦν δίκαι καὶ κατηγορίαι καὶ ἀγωγαὶ τῶν ἁλισκομένων. [2.7] εἷς οὖν τῶν ἑαλωκότων παίδων εὐπρεπὴς τὴν ὄψιν ὑπὸ πρεσβυτέρου παιδὸς ἀχθεὶς εἴς τι δωμάτιον καὶ εἱρχθείς, ἐπεκαλεῖτο τὸν Κάτωνα. [2.8] ταχὺ δὴ τὸ γινόμενον συνεὶς ἧκεν ἐπὶ τὰς θύρας ὁ Κάτων, καὶ διωσάμενος τοὺς προεστῶτας καὶ διακωλύοντας, ἐξήγαγε τὸν παῖδα, καὶ μετ' ὀργῆς ἔχων ἀπῆλθεν οἴκαδε, καὶ παῖδες ἕτεροι συνηκολούθησαν.

[3]
[3.1] Οὕτω δ' ἦν περιβόητος ὥστ', ἐπεὶ Σύλλας τὴν παιδικὴν καὶ ἱερὰν ἱπποδρομίαν ἣν καλοῦσι Τροίαν ἐπὶ θέᾳ διδάσκων, καὶ συναγαγὼν τοὺς εὐγενεῖς παῖδας, ἀπέδειξεν ἡγεμόνας δύο, τὸν μὲν ἕτερον οἱ παῖδες ἐδέξαντο [3.2] διὰ τὴν μητέρα, Μετέλλης γὰρ ἦν υἱὸς τῆς Σύλλα γυναικός, τὸν δ' ἕτερον, ἀδελφιδοῦν ὄντα Πομπηΐου, Σέξτον, οὐκ εἴων οὐδ' ἐβούλοντο μελετᾶν οὐδ' ἕπεσθαι, πυνθανομένου δὲ τοῦ Σύλλα τίνα βούλοιντο πάντες ἐβόησαν "Κάτωνα," [καὶ] ὅ τε Σέξτος αὐτὸς εἴξας παρῆκεν ὡς κρείττονι τὴν φιλοτιμίαν. [3.3] Ἔτυχε δὲ καὶ φίλος ὢν ὁ Σύλλας πατρικὸς αὐτοῖς, καί ποτε προσηγάγετο καὶ προσωμίλησεν, ὀλίγοις πάνυ νέμων τὴν τοιαύτην φιλοφροσύνην [3.4] διὰ βάρος καὶ ὄγκον ἧς εἶχεν ἀρχῆς καὶ δυνάμεως. μέγα δὴ ποιούμενος ὁ Σαρπηδὼν τοῦτο πρὸς τιμὴν ἅμα καὶ ἀσφάλειαν, ἦγεν ἀσπασόμενον τὸν Κάτωνα συνεχῶς εἰς τὴν οἰκίαν τοῦ Σύλλα, μηδὲν τότε προσιδεῖν ἀσεβῶν [3.5] χώρου διαφέρουσαν ὑπὸ πλήθους τῶν ἀγομένων καὶ στρεβλουμένων. ἦν μὲν οὖν ἔτος ἐκεῖνο τῷ Κάτωνι τεσσαρεσκαιδέκατον· ἰδὼν δὲ κεφαλὰς ἀνδρῶν ἐπιφανῶν λεγομένων ἐκκομιζομένας, καὶ κρύφα τοὺς παρόντας ἐπιστένοντας, ἠρώτησε τὸν παιδαγωγόν, ὅ τι δὴ τοῦτον τὸν ἄνθρωπον οὐ[3.6]δεὶς ἀποκτίννυσιν. εἰπόντος δ' ἐκείνου "φοβοῦνται γὰρ αὐτὸν ὦ παῖ μᾶλλον ἢ μισοῦσι," "τί οὖν" εἶπεν "οὐκ ἐμοὶ ξίφος ἔδωκας, ἵν' αὐτὸν [3.7] ἀνελὼν ἀπήλλαξα δουλείας τὴν πατρίδα;" τοῦτον τὸν λόγον ἀκούσας ὁ Σαρπηδών, ἅμα δὲ καὶ τὸ βλέμμα καὶ τὸ πρόσωπον αὐτοῦ πιμπλάμενον ὀργῆς καὶ μένους κατιδών, οὕτως ἔδεισεν, ὥστε τὸ λοιπὸν ἤδη προσέχειν ἀκριβῶς καὶ παραφυλάττειν, μή τι τολμήσῃ παραβολώτερον. [3.8] Ἔτι μὲν οὖν παιδάριον ὢν μικρόν, ἀπεκρίνατο τοῖς ἐρωτῶσι τίνα φιλεῖ μάλιστα, τὸν ἀδελφόν· τίνα δεύτερον, ὁμοίως τὸν ἀδελφόν, καὶ τρίτον, [3.9] ἄχρι οὗ πολλάκις λέγοντος ἀπεῖπεν ὁ ἐρωτῶν. γενόμενος δ' ἐν ἡλικίᾳ, μᾶλλον ἐβεβαίου τὴν πρὸς τὸν ἀδελφὸν εὔνοιαν. ἔτη γὰρ εἴκοσι γεγονώς, χωρὶς Καιπίωνος οὐκ ἐδείπνησεν, οὐκ ἀπεδήμησεν, εἰς ἀγορὰν οὐ προῆλθε. μύρον δ' ἐκείνου λαμβάνοντος, αὐτὸς παρῃτεῖτο, καὶ τἆλλα τὰ περὶ τὴν [3.10] δίαιταν ἦν ἀκριβὴς καὶ σύντονος. ὁ γοῦν Καιπίων ἐπὶ σωφροσύνῃ καὶ μετριότητι θαυμαζόμενος, ὡμολόγει τοιοῦτος εἶναι πρὸς τοὺς ἄλλους ἐξεταζόμενος, "ἀλλ' ὅταν" ἔφη "παρὰ τὸν Κάτωνος βίον παραβάλλω τὸν ἐμόν, οὐδὲν ἐμαυτῷ φαίνομαι Σιττίου διαφέρειν," τῶν ἐπὶ τρυφῇ τινα καὶ μαλακίᾳ περιβοήτων ὀνομάσας.

[4]
[4.1] Ὁ δὲ Κάτων ἐπειδὴ τὴν ἱερωσύνην ἔλαβε τοῦ Ἀπόλλωνος, μετοικήσας καὶ νειμάμενος μοῖραν τῶν πατρῴων, ἑκατὸν εἴκοσι ταλάντων γενομένην, [4.2] τὴν μὲν δίαιταν ἔτι μᾶλλον συνέστειλεν, Ἀντίπατρον δὲ Τύριον τῶν ἀπὸ τῆς στοᾶς φιλοσόφων προσεταιρισάμενος, τοῖς ἠθικοῖς μάλιστα καὶ πολιτικοῖς ἐνεφύετο δόγμασι, περὶ πᾶσαν μὲν ἀρετὴν ὥσπερ ἐπιπνοίᾳ τινὶ κατάσχετος γεγονώς, διαφόρως δὲ τοῦ καλοῦ τὸ περὶ τὴν δικαιοσύνην ἀτενὲς καὶ ἄκαμπτον εἰς ἐπιείκειαν ἢ χάριν ὑπερηγαπηκώς.

[4.3] Ἤσκει δὲ καὶ τὸν ὀργανικὸν εἰς πλήθη λόγον, ἀξιῶν ὥσπερ ἐν πόλει [4] μεγάλῃ τῇ πολιτικῇ φιλοσοφίᾳ καὶ μάχιμον εἶναί τι παρατρεφόμενον. οὐ μέντοι μεθ' ἑτέρων ἐποιεῖτο τὰς μελέτας, οὐδ' ἠκροάσατο λέγοντος οὐδείς, ἀλλὰ καὶ πρός τινα τῶν ἑταίρων εἰπόντα "μέμφονταί σου Κάτων οἱ ἄνθρωποι τὴν σιωπήν", "μόνον" ἔφη "μὴ τὸν βίον. ἄρξομαι δὲ λέγειν, ὅταν μὴ μέλλω λέγειν ἄξια σιωπῆς."

[5]
[5.1] Ἡ δὲ καλουμένη Πορκία βασιλικὴ τιμητικὸν ἦν ἀνάθημα τοῦ παλαιοῦ Κάτωνος. εἰωθότες οὖν ἐκεῖ χρηματίζειν οἱ δήμαρχοι, καὶ κίονος τοῖς δίφροις ἐμποδὼν εἶναι δοκοῦντος, ἔγνωσαν ὑφελεῖν αὐτὸν ἢ μεταστῆσαι. [5.2] τοῦτο Κάτωνα πρῶτον εἰς ἀγορὰν ἄκοντα προήγαγεν· ἀντέστη γὰρ αὐτοῖς, [5.3] καὶ πεῖραν ἅμα τοῦ λόγου καὶ τοῦ φρονήματος δούς, ἐθαυμάσθη. καὶ γὰρ ὁ λόγος νεαρὸν μὲν οὐδὲν οὐδὲ κομψὸν εἶχεν, ἀλλ' ἦν ὄρθιος καὶ περιπαθὴς καὶ τραχύς. οὐ μὴν ἀλλὰ καὶ χάρις ἀγωγὸς ἀκοῆς ἐπέτρεχε τῇ τραχύτητι τῶν νοημάτων, καὶ τὸ ἦθος αὐτοῦ καταμειγνύμενον ἡδονήν τινα καὶ μειδία[5.4]μα τῷ σεμνῷ παρεῖχεν οὐκ ἀπάνθρωπον. ἡ δὲ φωνὴ μεγέθει μὲν <ἦν> ἀποχρῶσα καὶ διαρκὴς εἰς τοσοῦτον ἐξικέσθαι δῆμον, ἰσχὺν δὲ καὶ τόνον ἄρρηκτον εἶχε καὶ ἄτρυτον· ἡμέραν γὰρ ὅλην εἰπὼν πολλάκις οὐκ ἀπηγό[5.5]ρευσε. τότε δ' οὖν κρατήσας τῆς δίκης, πάλιν ἑαυτὸν εἰς τὴν σιωπὴν καὶ τὴν ἄσκησιν συνέστειλε. [5.6] Καὶ διεπόνει τὸ σῶμα γυμνασίοις ἐνεργοῖς, ἐθιζόμενος ἀνέχεσθαι καὶ καύματα καὶ νιφετὸν ἀκαλύπτῳ κεφαλῇ, καὶ βαδίζειν ἐν ταῖς ὁδοῖς [5.7] πᾶσαν ὥραν ἄτερ ὀχήματος. τῶν δὲ φίλων οἱ συνεκδημοῦντες ἵπποις ἐχρῶντο, καὶ πολλάκις ἑκάστῳ παρέβαλλεν ὁ Κάτων ἐν μέρει προσδιαλε[5.8]γόμενος, περιπατῶν αὐτὸς ὀχουμένων. θαυμαστῇ δὲ καὶ παρὰ τὰς νόσους ὑπομονῇ μετ' ἐγκρατείας ἐχρῆτο· πυρέττων γὰρ μόνος ἐφ' ἑαυτοῦ διημέρευε μηδένα προσιέμενος, ἄχρι οὗ βέβαιον αἴσθοιτο ῥᾳστώνην καὶ μεταβολὴν τοῦ νοσήματος.

[6]
[6.1] Ἐν δὲ τοῖς δείπνοις ἐκληροῦτο περὶ τῶν μερίδων· εἰ δ' ἀπολάχοι, πρῶτον αἴρειν τῶν φίλων κελευόντων, ἔλεγε μὴ καλῶς ἔχειν ἀκούσης τῆς [6.2] Ἀφροδίτης. καὶ κατ' ἀρχὰς μὲν ἅπαξ ἐπιπιὼν [ἐπὶ τὸ δεῖπνον] ἀνέλυε, προϊόντι δὲ τῷ χρόνῳ μάλιστα προσίετο <τὸ> πίνειν, ὥστε πολλάκις ἐν [6.3] οἴνῳ διάγειν εἰς ὄρθρον. αἰτίαν δ' ἔλεγον οἱ φίλοι τούτου τὴν πολιτείαν καὶ τὰ δημόσια πράγματα, πρὸς οἷς ὅλας τὸν Κάτωνα τὰς ἡμέρας ὄντα, καὶ κωλυόμενον φιλολογεῖν, νύκτωρ καὶ παρὰ πότον συγγίνεσθαι τοῖς [6.4] φιλοσόφοις. διὸ καὶ Μεμμίου τινὸς ἐν συλλόγῳ φήσαντος ὅλας τὸν Κάτωνα μεθύσκεσθαι τὰς νύκτας, ὑπολαβὼν ὁ Κικέρων "ἐκεῖνο δ' οὐ λέγεις" [6.5] εἶπεν "ὅτι καὶ τὰς ἡμέρας ὅλας κυβεύει;" καθόλου δὲ τοῖς τότε βίοις καὶ τοῖς ἐπιτηδεύμασιν ὁ Κάτων τὴν ἐναντίαν ὁδὸν οἰόμενος δεῖν βαδίζειν, ὡς οὖσι φαύλοις καὶ μεγάλης δεομένοις μεταβολῆς, ἐπεὶ πορφύραν ἑώρα τὴν κατακόρως ἐρυθρὰν καὶ ὀξεῖαν ἀγαπωμένην, αὐτὸς ἐφόρει τὴν μέλαι[6.6]ναν. πολλάκις δ' ἀνυπόδητος καὶ ἀχίτων εἰς τὸ δημόσιον προῄει μετ' ἄριστον, οὐ δόξαν ἐκ ταύτης τῆς καινότητος θηρώμενος, ἀλλ' ἐθίζων ἑαυτὸν ἐπὶ τοῖς αἰσχροῖς αἰσχύνεσθαι μόνοις, τῶν δ' ἄλλως ἀδόξων κατα[6.7]φρονεῖν. καὶ κληρονομίαν δ' αὐτῷ προσγενομένην ἀνεψιοῦ Κάτωνος ἑκατὸν ταλάντων εἰς ἀργύριον συναγαγών, παρεῖχεν ἄνευ τόκων χρῆσθαι τῷ δεομένῳ τῶν φίλων· ἔνιοι δὲ καὶ χωρία καὶ θεράποντας αὐτοῦ διδόντος καὶ βεβαιοῦντος ὑπέθεντο πρὸς τὸ δημόσιον.

[7]
[7.1] Ἐπεὶ δ' ὥραν ᾤετο πρὸς γάμον ἔχειν, οὐδεμιᾷ γυναικὶ συνεληλυθώς, ἡρμόσατο Λεπίδαν, πρότερον μὲν ἐγγυηθεῖσαν Σκιπίωνι Μετέλλῳ, τότε δ' ἀπειπαμένου τοῦ Σκιπίωνος καὶ τῆς ἐγγύης λυθείσης σχολάζουσαν. οὐ μὴν ἀλλὰ πρὸ τοῦ γάμου μεταμεληθεὶς πάλιν ὁ Σκιπίων καὶ πάντα ποιή[7.2]σας ἔλαβε τὴν κόρην. ὁ δὲ Κάτων σφόδρα παροξυνθεὶς καὶ διακαείς, ἐπεχείρησε μὲν ἐπεξελθεῖν διὰ δίκης, ὡς δ' οἱ φίλοι τοῦτ' ἐκώλυσαν, ὀργῇ καὶ νεότητι τρέψας ἑαυτὸν εἰς ἰάμβους, πολλὰ τὸν Σκιπίωνα καθύβρισε, τῷ πικρῷ προσχρησάμενος τοῦ Ἀρχιλόχου, τὸ δ' ἀκόλαστον ἀφεὶς καὶ [7.3] παιδαριῶδες. ἔγημε δ' Ἀτιλίαν Σερρανοῦ θυγατέρα, καὶ ταύτῃ πρώτῃ συνῆλθεν, οὐ μόνῃ δέ, καθάπερ Λαίλιος ὁ Σκιπίωνος ἑταῖρος· ἀλλ' εὐτυχέστερος ἐκεῖνος, ἐν πολλοῖς οἷς ἐβίωσε χρόνοις μίαν ἣν ἔγημεν ἐξ ἀρχῆς γνοὺς γυναῖκα.

[8]
[8.1] Τοῦ δὲ δουλικοῦ πολέμου συνεστῶτος, ὃν Σπαρτάκειον ἐκάλουν, Γέλλιος μὲν ἐστρατήγει, Κάτων δὲ τῆς στρατείας μετεῖχεν ἐθελοντὴς διὰ [8.2] τὸν ἀδελφόν· ἐχιλιάρχει γὰρ ὁ ἀδελφὸς αὐτοῦ Καιπίων. καὶ χρήσασθαι μὲν εἰς ὅσον ἐβούλετο τῇ προθυμίᾳ καὶ ἀσκήσει τῆς ἀρετῆς οὐχ ὑπῆρξεν αὐτῷ διὰ τὸ μὴ καλῶς στρατηγεῖσθαι τὸν πόλεμον, ἄλλως δὲ παρὰ πολλὴν μαλακίαν καὶ τρυφὴν τῶν ἐκεῖ στρατευομένων ἐπιδεικνύμενος εὐταξίαν καὶ [ἀναγκαίαν] ἀνδρίαν καὶ τὸ θαρραλέον ἐν πᾶσι καὶ ξυνετόν, ἐδόκει [8.3] μηθὲν ἀποδεῖν τοῦ παλαιοῦ Κάτωνος. ὁ δὲ Γέλλιος ἀριστεῖα καὶ τιμὰς αὐτῷ διαπρεπεῖς ἔγραψεν, ἃς ἐκεῖνος οὐκ ἔλαβεν οὐδὲ προσήκατο, φήσας ἄξιον μηθὲν εἰργάσθαι τιμῶν. [8.4] Ἔκ τε δὴ τούτων ἀλλόκοτος ἐδόκει, καὶ νόμου γραφέντος ὅπως τοῖς παραγγέλλουσιν εἰς ἀρχὴν ὀνοματολόγοι μὴ παρῶσι, χιλιαρχίαν μετιὼν [8.5] μόνος ἐπείθετο τῷ νόμῳ, καὶ δι' αὑτοῦ ποιησάμενος ἔργον ἀσπάζεσθαι καὶ προσαγορεύειν τοὺς ἐντυγχάνοντας, οὐδ' αὐτοῖς ἀνεπαχθὴς ἦν τοῖς ἐπαινοῦσιν, ὅσον μᾶλλον ἐνόουν τὸ καλὸν ὧν ἐπετήδευε, τὸ δυσμίμητον αὐτῶν βαρυνομένοις.

[9]
[9.1] Ἀποδειχθεὶς δὲ χιλίαρχος, εἰς Μακεδονίαν ἐπέμπετο πρὸς Ῥούβριον τὸν στρατηγόν. ἔνθα δὴ λέγεται, τῆς γυναικὸς ἀχθομένης καὶ δακρυούσης, ἕνα τῶν φίλων τοῦ Κάτωνος Μουνάτιον εἰπεῖν· "ὦ Ἀτιλία [9.2] θάρσει· τοῦτον ἐγώ σοι φυλάξω·" "πάνυ μὲν οὖν," φάναι τὸν Κάτωνα, καὶ προελθόντων μιᾶς ἡμέρας ὁδόν, εὐθὺς εἰπεῖν μετὰ τὸ δεῖπνον· "ἄγ' ὅπως ὦ Μουνάτιε τῇ Ἀτιλίᾳ τὴν ὑπόσχεσιν ἐμπεδώσεις, μήθ' ἡμέρας [9.3] ἐμοῦ μήτε νυκτὸς ἀφιστάμενος." ἐκ δὲ τούτου δύο κλίνας εἰς ταὐτὸ δωμάτιον ἐκέλευσε τίθεσθαι καὶ τὸν Μουνάτιον οὕτως ἀεὶ καθεύδειν, μετὰ [9.4] παιδιᾶς φυλασσόμενον ὑπὸ τοῦ Κάτωνος. εἵποντο δ' αὐτῷ πεντεκαίδεκα μὲν οἰκέται, δύο δ' ἀπελεύθεροι, φίλοι δὲ τέσσαρες, ὧν ὀχουμένων ἵπποις, αὐτὸς ἀεὶ περιπατῶν ἑκάστῳ παρέβαλλεν ἐν μέρει προσδιαλεγόμενος. [9.5] ἐπεὶ δ' ἧκεν εἰς τὸ στρατόπεδον, πλειόνων ταγμάτων ὄντων ἑνὸς ἄρχων ἀποδειχθεὶς ὑπὸ τοῦ στρατηγοῦ, τῆς μὲν ἰδίας ἀρετῆς μιᾶς οὔσης μικρὸν ἔργον ἡγεῖτο καὶ οὐ ¶ βασιλικὸν τὴν ἐπίδειξιν, αὑτῷ δὲ ποιῆσαι τοὺς ἀρχομένους ὁμοίους μάλιστα φιλοτιμούμενος, οὐ τὸν φόβον ἀφεῖλε τῆς ἐξουσίας, [9.6] ἀλλὰ προσέθηκε τὸν λόγον· ᾧ πείθων περὶ ἑκάστου καὶ διδάσκων, ἑπομένης τιμῆς καὶ κολάσεως, χαλεπὸν ἦν εἰπεῖν, πότερον εἰρηνικοὺς μᾶλλον ἢ πολεμικούς, καὶ προθυμοτέρους ἢ δικαιοτέρους παρεσκεύασε τοὺς [9.7] ἄνδρας· οὕτως ἐφαίνοντο φοβεροὶ μὲν τοῖς πολεμίοις, ἥμεροι δὲ τοῖς συμμάχοις, ἄτολμοι δὲ πρὸς τὸ ἀδικεῖν, φιλότιμοι δὲ πρὸς τοὺς ἐπαίνους. [9.8] οὗ δ' ἥκιστα Κάτων ἐπεμελήθη, τοῦτο πλεῖστον ὑπῆρχεν αὐτῷ, καὶ δόξα καὶ χάρις καὶ ὑπερβάλλουσα τιμὴ καὶ φιλοφροσύνη παρὰ τῶν στρατιω[9.9]τῶν. ἃ γὰρ ἑτέροις ἐπέταττεν, ἑκουσίως διαπονῶν, καὶ στολὴν μὰν καὶ δίαιταν καὶ πορείαν ἐκείνοις μᾶλλον ἢ τοῖς ἄρχουσιν ὁμοιούμενος, ἤθει δὲ καὶ φρονήματι καὶ λόγῳ πάντας ὑπεραίρων τοὺς αὐτοκράτορας καὶ στρατηγοὺς προσαγορευομένους, ἔλαθε διὰ τούτων ἅμα τὴν πρὸς αὑτὸν εὔνοιαν [9.10] <ἐν>εργασάμενος τοῖς ἀνδράσιν. ἀρετῆς γὰρ ἀληθινὸς οὐκ ἐγγίνεται ζῆλος ἢ δι' ἄκρας τοῦ παραδιδόντος εὐνοίας καὶ τιμῆς· οἱ δ' ἄνευ τοῦ φιλεῖν ἐπαινοῦντες τοὺς ἀγαθοὺς αἰδοῦνται <μὲν> τὴν δόξαν αὐτῶν, οὐ θαυμάζουσι δὲ τὴν ἀρετὴν οὐδὲ μιμοῦνται.

[10]
[10.1] Πυθόμενος δ' Ἀθηνόδωρον τὸν ἐπικαλούμενον Κορδυλίωνα, μεγάλην ἕξιν ἐν τοῖς Στωϊκοῖς λόγοις ἔχοντα, διατρίβειν περὶ Πέργαμον, ἤδη γηραιὸν ὄντα, καὶ πάσαις ἐρρωμενέστατα ταῖς ἡγεμονικαῖς καὶ βασιλι[10.2]καῖς συνηθείαις καὶ φιλίαις διαμεμαχημένον, οὐδὲν ᾤετο πέμπων καὶ γράφων περαίνειν πρὸς αὐτόν, ἀλλ' ἔχων παρὰ τοῦ νόμου δεδομένην ἀποδημίαν δυεῖν μηνῶν, ἔπλευσεν εἰς τὴν Ἀσίαν ἐπὶ τὸν ἄνδρα, πιστεύων τοῖς ἐν [10.3] αὑτῷ καλοῖς μὴ ἀτυχήσειν τῆς ἄγρας. συγγενόμενος δὲ καὶ καταγωνισάμενος καὶ μεταστήσας ἐκ τῆς προαιρέσεως αὐτόν, ἧκεν ἄγων εἰς τὸ στρατόπεδον περιχαρὴς καὶ μεγαλοφρονῶν, ὥς τι κάλλιον ᾑρηκὼς καὶ λαμπρότερον, ὧν Πομπήϊος τότε καὶ Λεύκολλος ἐθνῶν καὶ βασιλειῶν κατεστρέφοντο, σὺν ὅπλοις περιϊόντες.

[11]
[11.1] Ἔτι δ' αὐτοῦ περὶ τὴν στρατείαν ὄντος, ὁ ἀδελφὸς εἰς τὴν Ἀσίαν [11.2] βαδίζων ἐνόσησε περὶ Θρᾴκην ἐν Αἴνῳ. καὶ γράμματα μὲν εὐθὺς ἧκε πρὸς τὸν Κάτωνα· χειμῶνος δὲ πολλοῦ κατέχοντος τὴν θάλατταν, καὶ νεὼς ἱκανῆς μεγέθει μὴ παρούσης, εἰς μικρὰν ὁλκάδα μόνον δύο [11.3] φίλους καὶ τρεῖς οἰκέτας παραλαβών, ἐκ Θεσσαλονίκης ἀνήχθη· καὶ παρ' οὐδὲν ἐλθὼν καταποντωθῆναι, τύχῃ τινὶ παραλόγῳ σωθεὶς ἄρτι τεθνηκότος τοῦ Καιπίωνος, ἐμπαθέστερον ἔδοξεν ἢ φιλοσοφώτερον ἐνεγκεῖν τὴν συμφοράν, οὐ μόνον κλαυθμοῖς καὶ περιπτύξεσι τοῦ νεκροῦ καὶ βαρύτητι λύπης, ἀλλὰ καὶ δαπάνῃ περὶ τὴν ταφὴν καὶ πραγματείαις, θυμιαμάτων καὶ ἱματίων πολυτελῶν συγκατακαέντων, καὶ μνήματος ξεστοῦ λίθων Θασίων ἀπὸ ταλάντων ὀκτὼ κατασκευασθέντος ἐν τῇ Αἰνίων ἀγορᾷ. [11.4] ταῦτα γὰρ [ἔνιοι] ἐσυκοφάντουν πρὸς τὴν ἄλλην ἀτυφίαν τοῦ Κάτωνος, οὐ καθορῶντες ὅσον ἐν τῷ πρὸς ἡδονὰς καὶ φόβους καὶ δεήσεις ἀναισχύντους [11.5] ἀγνάμπτῳ καὶ στερρῷ τοῦ ἀνδρὸς τὸ ἥμερον ἐνῆν καὶ φιλόστοργον. εἰς δὲ ταῦτα καὶ πόλεις αὐτῷ καὶ δυνάσται πολλὰ κατὰ τιμὴν τοῦ τεθνεῶτος ἔπεμπον, ὧν ἐκεῖνος χρήματα μὲν παρ' οὐδενὸς ἐδέξατο, θυμιάματα δὲ [11.6] καὶ κόσμον ἐλάμβανε, <τὴν> τιμὴν ἀποδιδοὺς τοῖς πέμπουσι. τῆς δὲ κληρονομίας εἰς αὐτόν τε καὶ τὸ θυγάτριον τοῦ Καιπίωνος ἡκούσης, οὐθὲν ὧν [11.7] ἀνάλωσε περὶ τὸν τάφον ἀπῄτησεν ἐν τῇ νεμήσει. καὶ ταῦτα πράξαντος αὐτοῦ καὶ παθόντος ἦν ὁ γράψας, ὅτι κοσκίνῳ τὴν τέφραν τοῦ νεκροῦ [11.8] μετέβαλε καὶ διήθησε, χρυσίον ζητῶν κατακεκαυμένον. οὕτως οὐ τῷ ξίφει μόνον, ἀλλὰ καὶ τῷ γραφείῳ τὸ ἀνυπεύθυνον καὶ ἀνυπόδικον <δι>επίστευσεν.

[12]
[12.1] Ἐπεὶ δὲ τέλος εἶχεν ἡ στρατεία τῷ Κάτωνι, προεπέμφθη <μὲν> οὐκ εὐχαῖς, ὃ κοινόν ἐστιν, οὐδ' ἐπαίνοις, ἀλλὰ δάκρυσι καὶ περιβολαῖς ἀπλήστοις, ὑποτιθέντων τὰ ἱμάτια τοῖς ποσὶν ᾗ βαδίζοι, καὶ καταφιλούντων τὰς χεῖρας, ἃ τῶν αὐτοκρατόρων ὀλίγοις μόλις ἐποίουν οἱ τότε Ῥωμαῖοι. [12.2] Βουληθεὶς δὲ πρὸ τοῦ πολιτείᾳ προσελθεῖν ἅμα μὲν πλανηθῆναι καθ' ἱστορίαν τῆς Ἀσίας καὶ γενέσθαι θεατὴς ἠθῶν καὶ βίων καὶ δυνάμεως τῆς περὶ ἑκάστην ἐπαρχίαν, ἅμα δὲ τῷ Γαλάτῃ Δηϊοτάρῳ, διὰ ξενίαν καὶ φιλίαν πατρῴαν δεομένῳ πρὸς αὐτὸν ἐλθεῖν, μὴ ἀχαριστῆσαι, τοῦτον τὸν [12.3] τρόπον ἐποιεῖτο τὴν ἀποδημίαν. προὔπεμπεν ἅμ' ἡμέρᾳ τὸν ἀρτοποιὸν καὶ τὸν μάγειρον, ὅπου καταλύσειν ἔμελλεν. οἱ δὲ πάνυ κοσμίως καὶ μεθ' ἡσυχίας εἰσελθόντες ἂν εἰς τὴν πόλιν, εἰ μηδεὶς τύχοι τῷ Κάτωνι φίλος ὢν αὐτόθι πατρῷος ἢ γνώριμος, ἐν πανδοκείῳ τὴν ὑποδοχὴν αὐτῷ παρ[12.4]εσκεύαζον, ἐνοχλοῦντες οὐδενί· πανδοκείου δὲ μὴ ὄντος, οὕτως πρὸς τοὺς [12.5] ἄρχοντας τραπόμενοι ξενίαν ἐλάμβανον, ἀγαπῶντες τὴν δοθεῖσαν. πολλάκις δ' ἀπιστούμενοι καὶ περιορώμενοι διὰ τὸ μὴ θορύβῳ μηδ' ἀπειλῇ ταῦτα πράσσειν πρὸς τοὺς ἄρχοντας, ὑπὸ τοῦ Κάτωνος ἄπρακτοι κατελαμβάνοντο, καὶ μᾶλλον αὐτὸς ὀφθεὶς ὠλιγωρεῖτο, καὶ παρεῖχεν ἐπὶ τῶν φορτίων σιωπῇ καθεζόμενος ὑπόνοιαν ἀνθρώπου ταπεινοῦ καὶ περιδεοῦς. [12.6] οὐ μὴν ἀλλὰ καὶ προσκαλούμενος αὐτοὺς εἰώθει λέγειν· "ὦ μοχθηροί, μεταβάλεσθε ταύτης τῆς κακοξενίας. οὐ πάντες ὑμῖν ἀφίξονται Κάτωνες. ἀμβλύνατε ταῖς φιλοφροσύναις τὴν ἐξουσίαν αὐτῶν, δεομένων προφάσεως ἵνα βίᾳ λαμβάνωσιν, ὡς παρ' ἑκόντων μὴ τυγχάνοντες."

[13]
[13.1] Ἐν δὲ Συρίᾳ καὶ γελοῖόν τι λέγεται παθεῖν. βαδίζων γὰρ εἰς Ἀντιόχειαν, εἶδε περὶ τὰς πύλας ἔξω πλῆθος ἀνθρώπων ἑκατέρωθεν τῆς ὁδοῦ παρακεκριμένων, ἐν οἷς ἔφηβοι μὲν χωρὶς ἐν χλαμύσι καὶ παῖδες ἑτέρωθι κοσμίως εἱστήκεσαν, ἐσθῆτας δὲ καθαρὰς ἔνιοι καὶ στρεφάνους εἶχον, [13.2] ἱερεῖς θεῶν ὄντες ἢ ἄρχοντες. πάντων οὖν μᾶλλον οἰηθεὶς ὁ Κάτων αὐτῷ τινα πράττεσθαι τιμὴν καὶ δεξίωσιν ὑπὸ τῆς πόλεως, ὠργίζετο μὲν τοῖς προπεμφθεῖσι τῶν ἰδίων, ὡς μὴ κωλύσασιν, ἐκέλευσε δὲ καταβῆναι τοὺς [13.3] φίλους, καὶ πεζῇ προῄει μετ' αὐτῶν. ὡς δ' ἐγγὺς ἦσαν, ὁ πάντα διακοσμῶν ἐκεῖνα καὶ τὸν ὄχλον εἰς τάξιν καθιστάς, ἀνὴρ πρεσβύτερος ἤδη, ῥάβδον ἐν τῇ χειρὶ καὶ στέφανον κρατῶν, ἀπήντησε τῷ Κάτωνι πρὸ τῶν ἄλλων, καὶ μηδ' ἀσπασάμενος ἠρώτα, ποῦ Δημήτριον ἀπολελοίπασι, καὶ [13.4] πηνίκα παρέσται. Πομπηΐου δ' ἦν γεγονὼς ὁ Δημήτριος οἰκέτης· τότε δὲ πάντων ὡς ἔπος εἰπεῖν ἀνθρώπων εἰς Πομπήϊον ἀποβλεπόντων, ἐθερα[5]πεύετο παρ' ἀξίαν, μέγα παρ' αὐτῷ δυνάμενος. τοῖς μὲν οὖν φίλοις τοῦ Κάτωνος γέλως ἐνέπεσε τοσοῦτος, ὥστ' ἀναλαβεῖν ἑαυτοὺς οὐκ ἐδύναντο, διὰ τοῦ πλήθους ἅμα βαδίζοντες, ὁ δὲ Κάτων τότε μὲν ἰσχυρῶς διατραπείς, "ὦ τῆς κακοδαίμονος" ἔφη "πόλεως", ἄλλο δ' οὐδὲν ἐφθέγξατο· χρόνῳ δ' ὕστερον εἰώθει γελᾶν καὶ αὐτὸς ἐπὶ τούτῳ, καὶ διηγούμενος καὶ μνημονεύων.

[14]
[14.1] Οὐ μὴν ἀλλὰ Πομπήϊος αὐτὸς ἐπέστρεψε τοὺς ἀνθρώπους, οὕτω [14.2] πλημμελοῦντας εἰς τὸν Κάτωνα δι' ἄγνοιαν. ὡς γὰρ εἰς Ἔφεσον ἐλθὼν ἐπορεύετο πρὸς αὐτόν, ἀσπασόμενος πρεσβύτερον ὄντα καὶ δόξῃ πολὺ προήκοντα καὶ δυνάμεων τότε μεγίστων ἡγούμενον, ἰδὼν ὁ Πομπήϊος οὐκ ἔμεινεν οὐδ' εἴασε καθεζομένῳ προσελθεῖν, ἀλλ' ὥς τινι τῶν κρειττό[14.3]νων ἀναθορὼν ἀπήντησε, καὶ τὴν δεξιὰν ἐνέβαλε. καὶ πολλὰ μὲν εὐθὺς ἐν τῷ φιλοφρονεῖσθαι καὶ ἀσπάζεσθαι παρόντα, πλείω δ' ἔτι μεταστάντος ἐγκώμια διῆλθεν αὐτοῦ τῆς ἀρετῆς, ὥστε πάντας ἐπιστρεφομένους καὶ προσέχοντας ἤδη τῷ Κάτωνι, θαυμάζειν ἐξ ὧν πρότερον κατεφρονεῖτο, [14.4] καὶ <τὴν> πρᾳότητα καὶ μεγαλοψυχίαν ἀναθεωρεῖν. καὶ γὰρ ἡ Πομπηΐου σπουδὴ περὶ αὐτὸν οὐκ ἐλάνθανε θεραπεύοντος οὖσα μᾶλλον ἢ φιλοῦντος, [14.5] ἀλλ' ἔγνωσαν ὅτι θαυμάζει μὲν παρόντα, χαίρει δ' ἀπερχομένῳ. τοὺς γὰρ ἄλλους νέους, ὅσοι παρ' αὐτὸν ἀφικνοῦντο, φιλοτιμούμενος κατεῖχε καὶ ποθῶν αὑτῷ συνεῖναι, τοῦ δὲ Κάτωνος οὐδὲν ἐδεήθη τοιοῦτον, ἀλλ' ὥσπερ οὐκ ἀνυπεύθυνος ἄρχων ἐκείνου παρόντος, ἐξέπεμψεν ἄσμενος, μόνῳ σχεδὸν ἐκείνῳ τῶν εἰς Ῥώμην πλεόντων τὰ τέκνα καὶ τὴν γυναῖκα [14.6] παρακαταθέμενος, ἄλλως αὐτῷ προσήκοντα καὶ διὰ συγγένειαν. ἐκ τούτου δόξα καὶ σπουδὴ καὶ ἅμιλλα περὶ αὐτὸν ἦν τῶν πόλεων καὶ δεῖπνα καὶ κλήσεις, ἐν οἷς τοὺς φίλους ἐκέλευε προσέχειν αὐτῷ μὴ λάθῃ βεβαιώσας [14.7] τὸν Κουρίωνος λόγον. ὁ γὰρ Κουρίων, ἀχθόμενος τῷ αὐστηρῷ τοῦ Κάτωνος, φίλου καὶ συνήθους ὄντος, ἠρώτησεν αὐτὸν εἰ πρόθυμός ἐστι μετὰ [8] τὴν στρατείαν γενέσθαι τῆς Ἀσίας θεατής. τοῦ δὲ "καὶ πάνυ" φήσαντος, "εὖ λέγεις" εἶπεν ὁ Κουρίων, "ἡδίων γὰρ ἐπανήξεις ἐκεῖθεν καὶ μᾶλλον ἥμερος", οὕτω πως καὶ τῷ ῥήματι χρησάμενος.

[15]
[15.1] Δηϊόταρος δ' ὁ Γαλάτης μετεπέμψατο μὲν τὸν Κάτωνα, πρεσβύτερος ὢν ἤδη παραθέσθαι τοὺς παῖδας αὐτῷ βουλόμενος καὶ τὸν οἶκον, ἐλθόντι δὲ προσφέρων δῶρα παντοδαπὰ καὶ πειρῶν καὶ δεόμενος πάντα τρόπον, οὕτω παρώξυνεν, ὥστε δείλης ἐλθόντα καὶ νυκτερεύσαντα τῇ [15.2] ὑστεραίᾳ περὶ τρίτην ὥραν ἀπᾶραι. προελθὼν μέντοι μιᾶς ἡμέρας ὁδόν, εὗρεν ἐν Πεσσινοῦντι πλείονα τῶν ἐκεῖ δώρων αὖθις αὐτὸν ὑπομένοντα καὶ γράμματα τοῦ Γαλάτου δεομένου, λαβεῖν αὐτὸς εἰ μὴ πρόθυμός ἐστιν, ἀλλὰ τοὺς φίλους ἐᾶσαι, πάντως μὲν ἀξίους ὄντας εὖ παθεῖν δι' ἐκεῖνον, [15.3] οὐκ ὄντων δὲ τῶν ἰδίων τοῦ Κάτωνος τοσούτων. ἀλλ' οὐδὲ τούτοις ἐνέδωκεν ὁ Κάτων, καίπερ ἐνίους τῶν φίλων μαλασσομένους καὶ ὑπομεμφομένους ὁρῶν, ἀλλὰ φήσας ὅτι πᾶσα δωροδοκία προφάσεως ἂν εὐπορήσειεν, οἱ δὲ φίλοι μεθέξουσιν ὧν ἂν ἔχῃ καλῶς καὶ δικαίως κτησάμενος, ἀπέπεμψε τὰ δῶρα πρὸς τὸν Δηϊόταρον.

[15.4] Ἐπεὶ δὲ μέλλοντος ἀπαίρειν εἰς τὸ Βρεντέσιον ᾤοντο δεῖν οἱ φίλοι τὰ λείψανα τοῦ Καιπίωνος εἰς ἕτερον θέσθαι πλοῖον, εἰπὼν ὅτι τῆς ψυχῆς μεθήσεται μᾶλλον ἢ τούτων, ἀνήχθη· καὶ μέντοι λέγεται κατὰ τύχην ἐπισφαλέστατα περᾶσαι, τῶν ἄλλων μετρίως κομιζομένων.

[16]
[16.1] Ἐπανελθὼν δ' εἰς Ῥώμην, τὸν μὲν ἄλλον χρόνον κατ' οἶκον Ἀθηνοδώρῳ <συσχολάζων> ἢ κατ' ἀγορὰν τοῖς φίλοις παριστάμενος διετέλεσεν. [16.2] Ἐπιβάλλουσαν δ' αὐτῷ τὴν ταμιευτικὴν ἀρχὴν οὐ πρότερον μετῆλθεν, ἢ τούς τε νόμους ἀναγνῶναι τοὺς ταμιευτικοὺς καὶ διαπυθέσθαι τῶν ἐμπείρων ἕκαστα καὶ τύπῳ τινὶ τῆς ἀρχῆς τὴν δύναμιν περιλα[16.3]βεῖν. ὅθεν εὐθὺς εἰς τὴν ἀρχὴν καταστάς, μεγάλην ἐποίησε μεταβολὴν τῶν περὶ τὸ ταμιεῖον ὑπηρετῶν καὶ γραμματέων, οἳ διὰ χειρὸς ἀεὶ τὰ δημόσια γράμματα καὶ τοὺς νόμους ἔχοντες, εἶτα νέους ἄρχοντας παραλαμβάνοντες, δι' ἀπειρίαν καὶ ἄγνοιαν ἀτεχνῶς διδασκάλων ἑτέρων καὶ παιδαγωγῶν δεομένους, οὐχ ὑφίεντο τῆς ἐξουσίας ἐκείνοις, ἀλλ' ἦσαν ἄρχον[16.4]τες αὐτοί, μέχρι οὗ Κάτων ἐπιστὰς τοῖς πράγμασι νεανικῶς, οὐκ ὄνομα <μόνον> καὶ τιμὴν ἔχων ἄρχοντος, ἀλλὰ καὶ νοῦν καὶ φρόνημα καὶ λόγον, ὑπηρέταις, ὅπερ ἦσαν, ἠξίου χρῆσθαι τοῖς γραμματεῦσι, τὰ μὲν ἐξελέγχων [16.5] κακουργοῦντας αὐτούς, τὰ δ' ἁμαρτάνοντας ἀπειρίᾳ διδάσκων. ὡς δ' ἦσαν ἰταμοὶ καὶ τοὺς ἄλλους ἐθώπευον ὑποτρέχοντες, ἐκείνῳ δ' ἐπολέμουν, τὸν μὲν πρῶτον αὐτὸς καταγνοὺς περὶ πίστιν ἐν κληρονομίᾳ γεγονέναι πονηρόν, ἀπήλασε τοῦ ταμιείου, δευτέρῳ δέ τινι ῥᾳδιουργίας προὔ[16.6]θηκε κρίσιν. ᾧ Κάτλος Λουτάτιος ὁ τιμητὴς ἀνέβη βοηθήσων, ἀνὴρ μέγα τὸ τῆς ἀρχῆς ἔχων ἀξίωμα, τὸ δὲ τῆς ἀρετῆς [ἔχων] μέγιστον, ὡς πάντων δικαιοσύνῃ καὶ σωφροσύνῃ Ῥωμαίων διαφέρων· ἦν δὲ καὶ τοῦ Κάτωνος [16.7] ἐπαινέτης καὶ συνήθης διὰ τὸν βίον. ὡς οὖν ἡττώμενος τοῖς δικαίοις ἐξῃτεῖτο φανερῶς τὸν ἄνθρωπον, οὐκ εἴα ταῦτα ποιεῖν αὐτὸν ὁ Κάτων· ἔτι δὲ μᾶλλον προσλιπαροῦντος, "αἰσχρόν" εἶπεν "ὦ Κάτλε, σὲ τὸν τιμητὴν καὶ τοὺς ἡμετέρους βίους ὀφείλοντα δοκιμάζειν, ὑπὸ τῶν ἡμετέρων ὑπη[16.8]ρετῶν ἐκβάλλεσθαι." ταύτην τὴν φωνὴν ἀφέντος τοῦ Κάτωνος, ὁ Κάτλος προσέβλεψε μὲν αὐτὸν ὡς ἀμειψόμενος, εἶπε δ' οὐδέν, ἀλλ' [16.9] εἴθ' ὑπ' ὀργῆς εἴθ' ὑπ' αἰσχύνης ἀπῆλθε σιωπῇ διηπορημένος. οὐ μὴν ἥλω γ' ὁ ἄνθρωπος, ἀλλ' ἐπεὶ μιᾷ ψήφῳ τὰς ἀφιείσας ὑπερέβαλλον αἱ καθαιροῦσαι, καὶ Λόλλιος Μᾶρκος εἷς συνάρχων τοῦ Κάτωνος ὑπ' ἀσθενείας ἀπελέλειπτο τῆς δίκης, πέμπει πρὸς τοῦτον ὁ Κάτλος, δεόμενος βοηθῆσαι τῷ ἀνθρώπῳ, κἀκεῖνος ἐν φορείῳ <μετα>κομισθεὶς <εἰς> [16.10] [μετὰ] τὴν δίκην, ἔθετο τὴν ἀπολύουσαν. οὐ μὴν ἐχρήσατό γε τῷ γραμματεῖ [ὁ] Κάτων, οὐδὲ τὸν μισθὸν ἀπέδωκεν, οὐδ' ὅλως ἐνάριθμον τοῦ Λολλίου τὴν ψῆφον ἔσχεν.

[17]
[17.1] Οὕτω δὲ τοὺς γραμματεῖς ταπεινώσας καὶ ποιήσας ὑποχειρίους, καὶ τοῖς πράγμασιν ὡς αὐτὸς ἐβούλετο χρώμενος, ὀλίγῳ χρόνῳ τὸ ταμιεῖον ἀπέδειξε τοῦ βουλευτηρίου σεμνότερον, ὡς καὶ λέγειν καὶ φρονεῖν ἅπαν[17.2]τας ὅτι Κάτων ὑπατείας ἀξίωμα τῇ ταμιείᾳ περιέθηκε. πρῶτον μὲν γὰρ εὑρὼν χρέα παλαιὰ τῷ δημοσίῳ πολλοὺς ὀφείλοντας, καὶ πολλοῖς τὸ δημόσιον, ἅμα τὴν πόλιν ἔπαυσεν ἀδικουμένην καὶ ἀδικοῦσαν, τοὺς μὲν εὐτόνως καὶ ἀπαραιτήτως ἀπαιτῶν, τοῖς δὲ ταχέως ἀποδιδοὺς καὶ προθύμως, ὥστε τὸν δῆμον ἥδεσθαι, τοὺς μὲν οἰομένους ἀποστερήσειν ἐκτίνοντας [17.3] ὁρῶντα, τοὺς δ' ἃ μὴ προσεδόκων ἀπολαμβάνοντας. ἔπειτα γράμματα [τῶν] πολλῶν οὐ προσηκόντως ἀναφερόντων καὶ δόγματα ψευδῆ παραδέχεσθαι χάριτι καὶ δεήσει τῶν προτέρων εἰωθότων, οὐδὲν αὐτὸν ἔλαθε [17.4] γενόμενον τοιοῦτον, ἀλλ' ὑπὲρ ἑνός ποτε δόγματος ἐνδοιάσας εἰ κύριον γέγονε, πολλῶν μαρτυρούντων οὐκ ἐπίστευσεν οὐδὲ κατέταξε πρότερον [17.5] ἢ τοὺς ὑπάτους ἐπομόσαι παραγενομένους. ὄντων δὲ πολλῶν οἷς Σύλλας ἐκεῖνος ἀποκτείνασιν ἄνδρας ἐκ προγραφῆς γέρας ἔδωκεν ἀνὰ μυρίας δισχιλίας δραχμάς, ἅπαντες μὲν αὐτοὺς ὡς ἐναγεῖς καὶ μιαροὺς ἑμίσουν, [17.6] ἀμύνασθαι δ' οὐδεὶς ἐτόλμα· Κάτων δὲ προσκαλούμενος ἕκαστον <ὡς> ἔχοντα δημόσιον ἀργύριον ἀδίκως ἐξέπραττεν, ἅμα θυμῷ καὶ λόγῳ τὸ [17.8] τῆς πράξεως ἀνόσιον καὶ παράνομον ἐξονειδίζων. οἱ δὲ τοῦτο παθόντες εὐθὺς ἦσαν ἔνοχοι φόνῳ, καὶ τρόπον τινὰ προηλωκότες ἀπήγοντο πρὸς τοὺς δικαστὰς καὶ δίκας ἔτινον, ἡδομένων πάντων καὶ νομιζόντων συνεξαλείφεσθαι τὴν τότε τυραννίδα καὶ Σύλλαν αὐτὸν ἐφορᾶν κολαζόμενον.

[18]
[18.1] Ἥιρει δὲ τοὺς πολλοὺς καὶ τὸ ἐνδελεχὲς αὐτοῦ τῆς ἐπιμελείας καὶ ἄτρυτον. οὔτε γὰρ πρότερός τις ἀνέβη τῶν συναρχόντων εἰς τὸ ταμιεῖον [18.2] Κάτωνος, οὔθ' ὕστερος ἀπῆλθεν. ἐκκλησίαν δὲ καὶ βουλὴν οὐδεμίαν παρῆκε, δεδιὼς καὶ παραφυλάττων τοὺς ἑτοίμως καὶ πρὸς χάριν ὀφλη[18.3]μάτων καὶ τελῶν ἀνέσεις ἢ δόσεις οἷς ἔτυχεν ἐπιψηφιζομένους. ἐπιδεικνύμενος δὲ τὸ ταμιεῖον ἄβατόν τε καὶ καθαρὸν συκοφαντῶν, πλῆρες δὲ [18.4] χρημάτων, ἐδίδασκεν ὅτι τῇ πόλει πλουτεῖν ἔξεστι μὴ ἀδικούσῃ. κατ' ἀρχὰς δὲ τῶν συναρχόντων ἐνίοις ἐπαχθὴς καὶ χαλεπὸς φανείς, ὕστερον ἠγαπᾶτο, ταῖς ἐκ τοῦ μὴ χαρίζεσθαι τὰ δημόσια μηδὲ κρίνειν κακῶς ἀπεχθείαις ὑποτιθεὶς ἑαυτὸν ἀντὶ πάντων, καὶ παρέχων ἀπολογεῖσθαι πρὸς τοὺς δεομένους καὶ βιαζομένους ἐκείνοις, ὡς ἀμήχανόν ἐστιν ἄκοντος Κάτωνος. [18.5] Τῶν δ' ἡμερῶν τῇ τελευταίᾳ σχεδὸν ὑπὸ πάντων τῶν πολιτῶν προπεμφθεὶς εἰς οἶκον, ἤκουσεν ὅτι Μαρκέλλῳ πολλοὶ συνήθεις καὶ δυνατοὶ προσπεσόντες ἐν τῷ ταμιείῳ καὶ περιέχοντες, ἐκβιάζονται γράψαι τινὰ δόσιν [18.6] χρημάτων <οὐκ> ὀφειλομένην. ἦν δ' ὁ Μάρκελλος ἐκ παίδων φίλος τῷ Κάτωνι καὶ σὺν ἐκείνῳ βέλτιστος ἄρχων, αὐτὸς δὲ καθ' αὑτὸν ἀγώγιμος [18.7] ὑπ' αἰδοῦς τοῖς δεομένοις καὶ κατάντης πρὸς πᾶσαν χάριν. εὐθὺς οὖν ὁ Κάτων ἐπιστρέψας καὶ τὸν Μάρκελλον εὑρὼν ἐκβεβιασμένον γράψαι τὴν [18.8] δόσιν, ᾔτησε τὰς δέλτους καὶ ἀπήλειψεν αὐτοῦ παρεστῶτος σιωπῇ· καὶ τοῦτο πράξας κατήγαγεν αὐτὸν ἐκ τοῦ ταμιείου καὶ κατέστησεν εἰς οἶκον, οὔτε τότε μεμψάμενον οὔθ' ὕστερον, ἀλλ' ἐμμείναντα τῇ συνηθείᾳ καὶ [18.9] φιλίᾳ μέχρι παντός. οὐ μὴν οὐδ' ἀπαλλαγεὶς τῆς ταμιείας ἀφῆκε τῆς φρουρᾶς ἔρημον τὸ ταμιεῖον, ἀλλ' οἰκέται μὲν αὐτοῦ καθ' ἡμέραν ἀπογραφόμενοι τὰς διοικήσεις παρῆσαν, αὐτὸς δὲ βιβλία λόγους περιέχοντα δημοσίων οἰκονομιῶν ἀπὸ τῶν Σύλλα χρόνων εἰς τὴν ἑαυτοῦ ταμιείαν ὠνησάμενος πέντε ταλάντων, ἀεὶ διὰ χειρὸς εἶχεν.

[19]
[19.1] Εἰς δὲ σύγκλητον εἰσῄει τε πρῶτος καὶ τελευταῖος ἀπηλλάττετο· πολλάκις δὲ τῶν ἄλλων σχολῇ συναγομένων, καθεζόμενος ἀνεγίνωσκεν ἡσυχῇ, τὸ ἱμάτιον τοῦ βιβλίου προϊσχόμενος· ἀπεδήμησε δ' [19.2] οὐδέποτε βουλῆς γενομένης. ἐπεὶ δ' ὕστερον οἱ περὶ Πομπήϊον, ὁρῶντες αὐτὸν ἐν οἷς ἐσπούδαζον ἀδίκως ἀμετάπειστον καὶ δυσεκβίαστον ἀεί, διεμηχανῶντο φιλικαῖς τισι συνηγορίαις ἢ διαίταις ἢ πραγματείαις ἔξω περισπᾶν, συνεὶς [οὖν] ταχὺ τὴν ἐπιβουλήν, ἀπεῖπε πᾶσι καὶ παρετάξατο [19.3] βουλῆς ἀγομένης μηδὲν ἄλλο πράττειν. οὔτε γὰρ δόξης χάριν οὔτε πλεονεξίας οὔτ' αὐτομάτως καὶ κατὰ τύχην ὥσπερ ἕτεροί τινες ἐμπεσὼν εἰς τὸ πράττειν τὰ τῆς πόλεως, ἀλλ' ὡς ἴδιον ἔργον ἀνδρὸς ἀγαθοῦ τὴν πολιτείαν ἑλόμενος, μᾶλλον ᾤετο δεῖν προσέχειν τοῖς κοινοῖς ἢ τῷ κηρίῳ τὴν μέλιτ[19.4]ταν· ὅς γε καὶ τὰ τῶν ἐπαρχιῶν πράγματα καὶ δόγματα καὶ κρίσεις [καὶ πράξεις] τὰς μεγίστας ἔργον πεποίητο διὰ τῶν ἑκασταχόθι ξένων καὶ [19.5] φίλων πέμπεσθαι πρὸς αὐτόν. ἐνστὰς δέ ποτε Κλωδίῳ τῷ δημαγωγῷ, κινοῦντι καὶ πράττοντι μεγάλων ἀρχὰς νεωτερισμῶν, καὶ διαβάλλοντι πρὸς τὸν δῆμον ἱερεῖς καὶ ἱερείας, ἐν οἷς καὶ Φαβία Τερεντίας ἀδελφὴ τῆς [19.6] Κικέρωνος γυναικὸς ἐκινδύνευσε, τὸν μὲν Κλώδιον αἰσχύνῃ περιβαλὼν ἠνάγκασεν ὑπεκστῆναι τῆς πόλεως, τοῦ δὲ Κικέρωνος εὐχαριστοῦντος, τῇ πόλει δεῖν ἔχειν ἔφη χάριν αὐτόν, ὡς ἐκείνης ἕνεκα πάντα ποιῶν καὶ [19.7] πολιτευόμενος. ἐκ τούτου μεγάλη δόξα περὶ αὐτὸν ἦν, ὥστε ῥήτορα μὲν <ἐν> δίκῃ τινὶ μαρτυρίας μιᾶς φερομένης εἰπεῖν πρὸς τοὺς δικαστάς, ὡς ἑνὶ μαρτυροῦντι προσέχειν οὐδὲ Κάτωνι καλῶς ἔχει, πολλοὺς δ' ἤδη περὶ τῶν ἀπίστων καὶ παραδόξων ὥσπερ ἐν παροιμίᾳ τινὶ λέγειν, ὅτι τοῦτο μὲν [19.8] οὐδὲ Κάτωνος λέγοντος πιθανόν ἐστι. μοχθηροῦ δ' ἀνθρώπου καὶ πολυτελοῦς λόγον ἐν συγκλήτῳ διαθεμένου πρὸς εὐτέλειαν καὶ σωφρονισμόν, ἐπαναστὰς Ἀμναῖος "ὦ ἄνθρωπ'" εἶπε, "τίς ἀνέξεταί σου, δειπνοῦντος μὲν ὡς Κράσσου, οἰκοδομοῦντος δ' ὡς Λευκόλλου, δημηγοροῦντος δ' [19.9] ἡμῖν ὡς Κάτωνος;" καὶ τῶν ἄλλων δὲ τοὺς φαύλους καὶ ἀκολάστους, τοῖς λόγοις δὲ σεμνοὺς καὶ αὐστηρούς, χλευάζοντες ἐκάλουν <Ψευδο>κάτωνας.

[20]
[20.1] Πολλῶν δ' αὐτὸν ἐπὶ δημαρχίαν καλούντων, οὐκ ᾤετο καλῶς ἔχειν μεγάλης ἐξουσίας καὶ ἀρχῆς ὥσπερ ἰσχυροῦ φαρμάκου δύναμιν ἐν [20.2] πράγμασιν οὐκ ἀναγκαίοις ἐξαναλῶσαι. καὶ ἅμα σχολῆς οὔσης τῶν δημοσίων, παραλαβὼν βιβλία καὶ φιλοσόφους ἐβάδιζεν εἰς Λευκανίαν, ἀγροὺς [20.3] αὐτόθι κεκτημένος ἔχοντας οὐκ ἀνελευθέρους διατριβάς. εἶτα καθ' ὁδὸν πολλοῖς τισιν ὑποζυγίοις καὶ σκεύεσι καὶ ἀκολούθοις ἀπαντήσας, καὶ πυθόμενος Νέπωτα Μέτελλον εἰς Ῥώμην ἐπανέρχεσθαι, δημαρχίαν μετιέναι παρεσκευασμένον, ἐπέστη σιωπῇ, καὶ διαλιπὼν μικρόν, ἐκέλευσεν [20.4] ἀναστρέφειν ὀπίσω τοὺς ἑαυτοῦ. τῶν δὲ φίλων θαυμασάντων, "οὐκ ἴστ'" εἶπεν "ὅτι καὶ καθ' αὑτὸν ὑπ' ἐμπληξίας φοβερός ἐστι Μέτελλος, καὶ νῦν ἐκ τῆς Πομπηΐου γνώμης ἀφιγμένος εἰς τὴν πολιτείαν ἐμπεσεῖται δίκην [20.5] σκηπτοῦ, πάντα πράγματα ταράττων; οὔκουν σχολῆς οὐδ' ἀποδημίας καιρός, ἀλλὰ δεῖ κρατῆσαι τοῦ ἀνδρός, ἢ καλῶς ἀποθανεῖν ὑπὲρ τῆς [20.6] ἐλευθερίας ἀγωνιζόμενον." ὅμως δὲ τῶν φίλων παραινεσάντων ἀφίκετο πρῶτον εἰς τὰ χωρία καὶ διέτριψεν οὐ πολὺν χρόνον, εἶτ' ἐπανῆκεν εἰς [20.7] πόλιν. ἑσπέρας δ' ἐλθών, εὐθὺς ἕωθεν εἰς ἀγορὰν κατέβαινε δημαρχίαν [20.8] μετιών, ὡς ἀντιταξόμενος πρὸς τὸν Μέτελλον. τὸ γὰρ ἰσχυρὸν ἡ ἀρχὴ πρὸς τὸ κωλύειν ἔχει μᾶλλον ἢ πρὸς τὸ πράττειν, κἂν πάντες οἱ λοιποὶ παρ' ἕνα ψηφίσωνται, τοῦ μὴ θέλοντος μηδ' ἐῶντος τὸ κράτος ἐστί.

[21]
[21.1] Τὸ μὲν οὖν πρῶτον ὀλίγοι περὶ τὸν Κάτωνα τῶν φίλων ἦσαν· φανερᾶς δὲ τῆς γνώμης αὐτοῦ γενομένης, ὀλίγου χρόνου πάντες οἱ χρηστοὶ καὶ γνώριμοι συνέτρεχον, καὶ παρεκάλουν καὶ παρεθάρρυνον αὐτὸν ὡς οὐ λαμβάνοντα χάριν, ἀλλὰ τὴν μεγίστην διδόντα τῇ πατρίδι καὶ τοῖς ἐπιεικεστάτοις τῶν πολιτῶν, ὅτι πολλάκις ἀπραγμόνως ἄρξαι παρὸν οὐ θελήσας, νῦν ὑπὲρ τῆς ἐλευθερίας [καὶ πολιτείας] ἀγωνιούμενος οὐκ ἀκινδύνως [21.2] κάτεισι. λέγεται δὲ πολλῶν ὑπὸ σπουδῆς καὶ φιλοφροσύνης ὠθουμένων πρὸς αὐτόν, ἐν κινδύνῳ γενόμενος μόλις ἐξικέσθαι διὰ πλῆθος εἰς τὴν ἀγοράν. [21.3] Ἀποδειχθεὶς δὲ δήμαρχος σὺν ἑτέροις καὶ τῷ Μετέλλῳ, τὰς ὑπατικὰς ἀρχαιρεσίας ὁρῶν ὠνίους οὔσας, ἐπετίμησε τῷ δήμῳ, καὶ καταπαύων τὸν λόγον ἐπώμοσε τοῦ δόντος ἀργύριον ὅστις ἂν ᾖ κατηγορήσειν, ἕνα Σιλανὸν ὑπεξελόμενος δι' οἰκειότητα· Σερβιλίαν γὰρ ἀδελφὴν Κάτωνος [21.4] ὁ Σιλανὸς εἶχε. διὸ τοῦτον μὲν παρῆκε, Λεύκιον δὲ Μουρρήναν ἐδίωκεν, [21.5] ἀργυρίῳ διαπραξάμενον ἄρχοντα μετὰ τοῦ Σιλανοῦ γενέσθαι. νόμῳ δέ τινι τοῦ φεύγοντος ἀεὶ φύλακα τῷ κατηγόρῳ διδόντος, ὥστε μὴ λαθεῖν ἃ συνάγει καὶ παρασκευάζεται πρὸς τὴν κατηγορίαν, ὁ τῷ Κάτωνι δοθεὶς ὑπὸ τοῦ Μουρρήνα παρακολουθῶν καὶ παραφυλάττων, ὡς ἑώρα μηθὲν ἐπιβούλως πράττοντα μηδ' ἀδίκως, ἀλλὰ γενναίως τε καὶ φιλανθρώπως [21.6] ἁπλῆν τινα τῆς κατηγορίας καὶ δικαίαν ὁδὸν πορευόμενον, οὕτως ἐθαύμαζε τὸ φρόνημα καὶ τὸ ἦθος, ὥστε κατ' ἀγορὰν προσιὼν καὶ φοιτῶν ἐπὶ θύρας πυνθάνεσθαι τοῦ Κάτωνος, εἰ μέλλει τι σήμερον πραγματεύσεσθαι [21.7] τῶν περὶ τὴν κατηγορίαν· εἰ δὲ μὴ φαίη, πιστεύων ἀπῄει. τῆς δὲ δίκης λεγομένης ὁ Κικέρων, ὕπατος ὢν τότε καὶ τῷ Μουρρήνᾳ συνδικῶν, πολλὰ διὰ τὸν Κάτωνα τοὺς Στωϊκοὺς φιλοσόφους καὶ ταῦτα δὴ τὰ παράδοξα καλούμενα δόγματα χλευάζων καὶ παρασκώπτων, γέλωτα παρεῖχε τοῖς [21.8] δικασταῖς. τὸν οὖν Κάτωνά φασι διαμειδιάσαντα πρὸς τοὺς παρόντας [21.9] εἰπεῖν· "ὦ ἄνδρες, ὡς γελοῖον ὕπατον ἔχομεν." ἀποφυγὼν δ' ὁ Μουρρήνας οὐ πονηροῦ πάθος οὐδ' ἄφρονος ἔπαθεν ἀνθρώπου πρὸς τὸν Κάτωνα· καὶ γὰρ ὑπατεύων ἐχρῆτο συμβούλῳ περὶ τῶν μεγίστων, καὶ τἆλλα τιμῶν [21.10] καὶ πιστεύων διετέλεσεν. αἴτιος δ' ἦν ὁ Κάτων αὐτός, ἐπὶ τοῦ βήματος καὶ τοῦ συνεδρίου χαλεπὸς ὢν καὶ φοβερὸς ὑπὲρ τῶν δικαίων, εἶτα πᾶσιν εὐνοϊκῶς καὶ φιλανθρώπως προσφερόμενος.

[22]
[22.1] Πρὶν δ' εἰς τὴν δημαρχίαν καθίστασθαι, Κικέρωνος ὑπατεύοντος ἄλλοις τε πολλοῖς ἀγῶσι τὴν ἀρχὴν ὤρθωσεν αὐτοῦ, καὶ ταῖς περὶ Κατιλίναν πράξεσι μεγίσταις καὶ καλλίσταις γενομέναις τέλος ἐπέθηκεν. [22.2] αὐτὸς μὲν γὰρ ὁ Κατιλίνας, ὀλέθριόν τε καὶ παντελῆ μεταβολὴν ἐπάγων τοῖς Ῥωμαίων πράγμασι καὶ στάσεις ὁμοῦ καὶ πολέμους ταράττων ἐξελεγ[22.3]χθεὶς ὑπὸ τοῦ Κικέρωνος, ἐξέπεσε τῆς πόλεως· Λέντλος δὲ καὶ Κέθηγος καὶ μετ' αὐτῶν ἕτεροι συχνοὶ δεξάμενοι τὴν συνωμοσίαν, καὶ τῷ Κατιλίνᾳ δειλίαν καὶ μικρολογίαν τῶν τολμημάτων ἐπικαλοῦντες, αὐτοὶ διενοοῦντο τὴν πόλιν ἄρδην ἀναιρεῖν πυρί, καὶ τὴν ἡγεμονίαν ἐθνῶν ἀποστάσεσι καὶ [22.4] πολέμοις ἀλλοφύλοις ἀνατρέπειν. φανερᾶς δὲ τῆς παρασκευῆς αὐτῶν γενομένης, ὡς ἐν τοῖς περὶ Κικέρωνος γέγραπται, ... ἐν βουλῇ γνώμην προθέντος, ὁ μὲν πρῶτος εἰπὼν Σιλανὸς ἀπεφήνατο δοκεῖν αὐτῷ τὰ ἔσχατα παθεῖν χρῆναι τοὺς ἄνδρας, οἱ δὲ μετ' αὐτὸν ἐφεξῆς ἠκολούθησαν [22.5] ἄχρι Καίσαρος. Καῖσαρ δ' ἀναστάς, ἅτε δὴ καὶ δεινὸς εἰπεῖν, καὶ πᾶσαν ἐν τῇ πόλει μεταβολὴν καὶ κίνησιν, ὥσπερ ὕλην ὧν αὐτὸς διενοεῖτο, βουλόμενος αὔξειν μᾶλλον ἢ σβεννυμένην περιορᾶν, ἐπαγωγὰ πολλὰ καὶ φιλάνθρωπα διαλεχθείς, ἀποκτεῖναι μὲν ἀκρίτους οὐκ εἴα τοὺς ἄνδρας, [22.6] εἱρχθέντας δὲ τηρεῖν ἐκέλευσεν. οὕτω δὲ τὰς γνώμας μετέστησε τῆς βουλῆς φοβηθείσης τὸν δῆμον, ὥστε καὶ Σιλανὸν ἔξαρνον εἶναι καὶ λέγειν ὡς οὐδ' αὐτὸς εἴποι θάνατον, ἀλλ' εἱργμόν· ἔσχατον γὰρ ἀνδρὶ Ῥωμαίῳ τοῦτο κακῶν ἁπάντων.

[23]
[23.1] Γενομένης δὲ τοιαύτης τῆς τροπῆς, καὶ ἁπάντων ἐπὶ τὸ πρᾳότερον ῥυέντων καὶ φιλανθρωπότερον, ὁ Κάτων πρὸς τὴν γνώμην ἀναστὰς εὐθὺς ἵετο τῷ λόγῳ μετ' ὀργῆς καὶ πάθους, τόν τε Σιλανὸν κακίζων τῆς μεταβολῆς, καὶ καθαπτόμενος τοῦ Καίσαρος ὡς σχήματι δημοτικῷ καὶ λόγῳ φιλανθρώπῳ τὴν πόλιν ἀνατρέποντος, καὶ δεδιττομένου τὴν βουλὴν ἐφ' οἷς αὐτὸν ἔδει δεδιέναι καὶ ἀγαπᾶν εἰ τῶν γεγονότων ἀθῷος ἀπαλλάξει [23.2] καὶ ἀνύποπτος, οὕτως περιφανῶς καὶ ἰταμῶς τοὺς κοινοὺς ἐξαρπάζων πολεμίους καὶ τὴν παρ' οὐδὲν ἐλθοῦσαν ἀπολέσθαι πατρίδα τοιαύτην καὶ τοσαύτην ὁμολογῶν μὴ ἐλεεῖν, ἀλλ' οὓς ἔδει μὴ γενέσθαι μηδὲ φῦναι δακρύων καὶ ἀνακλαιόμενος, εἰ φόβων μεγάλων καὶ κινδύνων ἀπαλλάξουσι [23.3] τὴν πόλιν ἀποθανόντες. τοῦτον μόνον ὧν Κάτων εἶπε διασῴζεσθαί φασι τὸν λόγον, Κικέρωνος τοῦ ὑπάτου τοὺς διαφέροντας ὀξύτητι τῶν γραφέων σημεῖα προδιδάξαντος, ἐν μικροῖς καὶ βραχέσι τύποις πολλῶν γραμμάτων ἔχοντα δύναμιν, εἶτ' ἄλλον ἀλλαχόσε τοῦ βουλευτηρίου σποράδην ἐμβα[23.4]λόντος. οὔπω γὰρ ἤσκουν οὐδ' ἐκέκτηντο τοὺς καλουμένους σημειογρά[23.5]φους, ἀλλὰ τότε πρῶτον εἰς ἴχνος τι καταστῆναι λέγουσιν. ἐκράτησε δ' οὖν ὁ Κάτων καὶ μετέστησε τὰς γνώμας, ὥστε θάνατον καταψηφίσασθαι τῶν ἀνδρῶν.

[24]
[24.1] Εἰ δὲ δεῖ μηδὲ τὰ μικρὰ τῶν ἠθῶν σημεῖα παραλιπεῖν, ὥσπερ εἰκόνα ψυχῆς ὑπογραφομένους· λέγεται τότε, πολλὴν ἅμιλλαν καὶ μέγαν ἀγῶνα πρὸς τὸν Κάτωνα τοῦ Καίσαρος ἔχοντος, καὶ τῆς βουλῆς εἰς ἐκείνους ἀνηρτημένης, δελτάριόν τι μικρὸν ἔξωθεν εἰσκομισθῆναι τῷ Καί[24.2]σαρι· τοῦ δὲ Κάτωνος εἰς ὑποψίαν ἄγοντος τὸ πρᾶγμα, καὶ διαβάλλοντος εἶναί τινας τοὺς κοινουμένους, καὶ κελεύοντος ἀναγιγνώσκειν τὰ γεγραμμένα, τὸν Καίσαρα τῷ Κάτωνι προσδοῦναι τὸ δελτάριον ἐγγὺς ἑστῶτι. [24.3] τὸν δ' ἀναγνόντα Σερβιλίας τῆς ἀδελφῆς ἐπιστόλιον ἀκόλαστον πρὸς τὸν Καίσαρα γεγραμμένον, ἐρώσης καὶ διεφθαρμένης ὑπ' αὐτοῦ, προσρῖψαί τε τῷ Καίσαρι καὶ εἰπεῖν "κράτει μέθυσε", καὶ πάλιν οὕτως ἐπὶ τὸν ἐξ ἀρχῆς λόγον τραπέσθαι. [24.4] Φαίνεται δ' ὅλως ἀτύχημα γενέσθαι τοῦ Κάτωνος ἡ γυναικωνῖτις. αὕτη μὲν γὰρ ἐπὶ Καίσαρι κακῶς ἤκουσε· τὰ δὲ τῆς ἑτέρας Σερβιλίας, [24.5] ἀδελφῆς δὲ Κάτωνος, οὐκ εὐσχημονέστερα. Λευκόλλῳ γὰρ γαμηθεῖσα, πρωτεύσαντι Ῥωμαίων κατὰ δόξαν ἀνδρί, καὶ τεκοῦσα παιδίον, ἐξέπεσε [24.6] τοῦ οἴκου δι' ἀκολασίαν. τὸ δ' αἴσχιστον, οὐδ' ἡ γυνὴ τοῦ Κάτωνος Ἀτιλία τοιούτων ἐκαθάρευσεν ἁμαρτημάτων, ἀλλὰ καίπερ ἐξ αὐτῆς δύο παιδία πεποιημένος, ἀνάγκην ἔσχεν ἐκβαλεῖν ἀσχημονοῦσαν.

[25]
[25.1] Εἶτ' ἔγημε θυγατέρα Φιλίππου Μαρκίαν, ἐπιεικῆ δοκοῦσαν εἶναι γυναῖκα. περὶ ἧς ὁ πλεῖστος λόγος· καθάπερ <γὰρ> ἐν δράματι τῷ βίῳ τοῦτο [25.2] τὸ μέρος προβληματῶδες γέγονε καὶ ἄπορον. ἐπράχθη δὲ τοῦτον τὸν τρόπον, ὡς ἱστορεῖ Θρασέας, εἰς Μουνάτιον, ἄνδρα Κάτωνος ἑταῖ[25.3]ρον καὶ συμβιωτήν, ἀναφέρων τὴν πίστιν. ἐν πολλοῖς ἐρασταῖς καὶ θαυμασταῖς τοῦ Κάτωνος ἦσαν ἑτέρων ἕτεροι μᾶλλον ἔκδηλοι καὶ διαφανεῖς, ὧν καὶ Κόϊντος Ὁρτήσιος, ἀνὴρ ἀξιώματός τε λαμπροῦ καὶ τὸν τρόπον [25.4] ἐπιεικής. ἐπιθυμῶν οὖν τῷ Κάτωνι μὴ συνήθης εἶναι μηδ' ἑταῖρος μόνον, ἀλλ' ἁμῶς γέ πως εἰς οἰκειότητα καταμεῖξαι καὶ κοινωνίαν πάντα τὸν οἶκον καὶ τὸ γένος, ἐπεχείρησε συμπείθειν, ὅπως τὴν θυγατέρα Πορκίαν, Βύβλῳ συνοικοῦσαν καὶ πεποιημένην ἐκείνῳ δύο παῖδας, αὑτῷ πάλιν [25.5] ὥσπερ εὐγενῆ χώραν ἐντεκνώσασθαι παράσχῃ. δόξῃ μὲν γὰρ ἀνθρώπων ἄτοπον εἶναι τὸ τοιοῦτον, φύσει δὲ καλὸν καὶ πολιτικόν, ἐν ὥρᾳ καὶ ἀκμῇ γυναῖκα μήτ' ἀργεῖν τὸ γόνιμον ἀποσβέσασαν, μήτε πλείονα τῶν ἱκανῶν [25.6] ἐπιτίκτουσαν ἐνοχλεῖν καὶ καταπτωχεύειν <οἶκον> οὐδὲν δεόμενον· κοινουμένους δὲ τὰς διαδοχὰς ἀξίους ἄνδρας τήν τ' ἀρετὴν ἄφθονον ποιεῖν καὶ πολύχουν τοῖς γένεσι, καὶ τὴν πόλιν αὐτὴν πρὸς αὑτὴν ἀνακεραννύναι [25.7] ταῖς οἰκειότησιν. εἰ δὲ πάντως περιέχοιτο τῆς γυναικὸς ὁ Βύβλος, ἀποδώσειν εὐθὺς τεκοῦσαν, οἰκειότερος αὐτῷ τε Βύβλῳ καὶ Κάτωνι κοινωνίᾳ [25.8] παίδων γενόμενος. ἀποκριναμένου δὲ τοῦ Κάτωνος, ὡς Ὁρτήσιον μὲν ἀγαπᾷ καὶ δοκιμάζει κοινωνὸν οἰκειότητος, ἄτοπον δ' ἡγεῖται ποιεῖσθαι [25.9] λόγον περὶ γάμου θυγατρὸς ἑτέρῳ δεδομένης, μεταβαλὼν ἐκεῖνος οὐκ ὤκνησεν ἀποκαλυψάμενος αἰτεῖν τὴν αὐτοῦ γυναῖκα Κάτωνος, νέαν μὲν οὖσαν ἔτι πρὸς τὸ τίκτειν, ἔχοντος δὲ τοῦ Κάτωνος ἀποχρῶσαν διαδοχήν. [25.10] καὶ οὐκ ἔστιν εἰπεῖν ὡς ταῦτ' ἔπραττεν εἰδὼς οὐ προσέχοντα τῇ Μαρκίᾳ [25.11] τὸν Κάτωνα· κύουσαν γὰρ αὐτὴν τότε τυγχάνειν λέγουσιν. ὁ δ' οὖν Κάτων ὁρῶν τὴν τοῦ Ὁρτησίου σπουδὴν καὶ προθυμίαν, οὐκ ἀντεῖπεν, ἀλλ' ἔφη [25.12] δεῖν καὶ Φιλίππῳ ταῦτα συνδόξαι τῷ πατρὶ τῆς Μαρκίας. ὡς οὖν ὁ Φίλιππος ἐντευχθεὶς ἔγνω τὴν συγχώρησιν, οὐκ ἄλλως ἐνεγγύησε τὴν Μαρκίαν [25.13] ἢ παρόντος τοῦ Κάτωνος αὐτοῦ καὶ συνεγγυῶντος. ταῦτα μὲν οὖν, εἰ καὶ χρόνοις ὕστερον ἐπράχθη, μνησθέντι μοι τὸ τῶν γυναικῶν προλαβεῖν ἔδοξε.

[26]
[26.1] Τῶν δὲ περὶ τὸν Λέντλον ἀναιρεθέντων, καὶ τοῦ Καίσαρος, περὶ ὧν εἰσηγγέλθη καὶ διεβλήθη πρὸς τὴν σύγκλητον, εἰς τὸν δῆμον καταφυγόντος καὶ τὰ πολλὰ νοσοῦντα καὶ διεφθαρμένα τῆς πολιτείας μέρη ταράττοντος καὶ συνάγοντος πρὸς αὑτόν, ὁ Κάτων φοβηθεὶς ἔπεισε τὴν βουλὴν ἀναλαβεῖν τὸν ἄπορον καὶ ἀνέμητον ὄχλον εἰς τὸ σιτηρέσιον, ἀναλώματος μὲν ὄντος ἐνιαυσίου χιλίων καὶ διακοσίων καὶ πεντήκοντα ταλάντων, περιφανῶς δὲ τῇ φιλανθρωπίᾳ ταύτῃ καὶ χάριτι τῆς ἀπειλῆς ἐκείνης διαλυθείσης. [26.2] Ἐντεῦθεν εἰς τὴν δημαρχίαν ἐμπεσὼν ὁ Μέτελλος ἐκκλησίας τε θορυβώδεις συνῆγε, καὶ νόμον ἔγραψε Πομπήϊον Μᾶγνον ἰέναι κατὰ τάχος μετὰ τῶν δυνάμεων εἰς Ἰταλίαν καὶ παραλαβόντα σῴζειν τὴν πόλιν, ὡς [26.3] ὑπὸ Κατιλίνα κινδυνεύουσαν. ἦν δὲ τοῦτο λόγος εὐπρεπής, ἔργον δὲ τοῦ νόμου καὶ τέλος ἐγχειρίσαι τὰ πράγματα Πομπηῳ καὶ παραδοῦναι τὴν [26.4] ἡγεμονίαν. γενομένης δὲ βουλῆς, καὶ τοῦ Κάτωνος οὐχ ὥσπερ εἰώθει τῷ Μετέλλῳ σφοδρῶς ἐμπεσόντος, ἀλλ' ἐπιεικῆ πολλὰ καὶ μέτρια παραινέσαντος, τέλος δὲ καὶ πρὸς δεήσεις τραπομένου καὶ τὴν Μετέλλων οἰκίαν ἀεὶ γενομένην ἀριστοκρατικὴν ἐπαινέσαντος, ἔτι μᾶλλον ἐξαρθεὶς καὶ καταφρονήσας ὁ Μέτελλος, ὡς ἐνδιδόντος αὐτοῦ καὶ πτήσσοντος, εἰς ὑπερηφάνους ἀπειλὰς καὶ λόγους θρασεῖς ἐξέπεσεν, ὡς βίᾳ πάντα τῆς [26.5] βουλῆς διαπραξόμενος. οὕτω δὴ μεταβαλὼν ὁ Κάτων καὶ σχῆμα καὶ φωνὴν καὶ λόγον, ἐπειπὼν δὲ πᾶσι τοῖς ἄλλοις διατεταμένως, ὅτι ζῶντος αὐτοῦ Πομπήϊος οὐ παρέσται μεθ' ὅπλων εἰς τὴν πόλιν, ἐκεῖνο τῇ βουλῇ παρέστησεν, ὡς οὐδέτερος μὲν καθέστηκεν οὐδὲ χρῆται λογισμοῖς ἀσφαλέσιν, ἔστι δ' ἡ μὲν Μετέλλου πολιτεία μανία, δι' ὑπερβολὴν κακίας φερομένη πρὸς ὄλεθρον καὶ σύγχυσιν ἁπάντων, ἡ δὲ Κάτωνος ἀρετῆς ἐνθουσιασμός, ὑπὲρ τῶν καλῶν καὶ δικαίων ἀγωνιζομένης.

[27]
[27.1] Ἐπεὶ δὲ τὴν ψῆφον ὑπὲρ τοῦ νόμου φέρειν ὁ δῆμος ἔμελλε, καὶ Μετέλλῳ μὲν ὅπλα καὶ ξένοι καὶ μονομάχοι καὶ θεράποντες ἐπὶ τὴν ἀγορὰν τεταγμένοι παρῆσαν, καὶ τὸ ποθοῦν μεταβολῆς ἐλπίδι Πομπήϊον ὑπῆρχε τοῦ δήμου μέρος οὐκ ὀλίγον, ἦν δὲ μεγάλη καὶ ἀπὸ Καίσαρος ῥώμη στρα[27.2]τηγοῦντος τότε, Κάτωνι δ' οἱ πρῶτοι τῶν πολιτῶν συνηγανάκτουν καὶ συνηδικοῦντο μᾶλλον ἢ συνηγωνίζοντο, πολλὴ δὲ τὴν οἰκίαν αὐτοῦ κατήφεια καὶ φόβος εἶχεν, ὥστε τῶν φίλων ἐνίους ἀσίτους διαγρυπνῆσαι μετ' ἀλλήλων, ἐν ἀπόροις ὄντας ὑπὲρ αὐτοῦ λογισμοῖς, καὶ γυναῖκα καὶ ἀδελ[27.3]φὰς ποτνιωμένας καὶ δακρυούσας, αὐτὸς [δ'] ἀδεῶς καὶ τεθαρρηκότως ἐντυχὼν πᾶσι καὶ παρηγορήσας, καὶ γενόμενος περὶ δεῖπνον ὥσπερ εἰώθει καὶ νυκτερεύσας, ὑφ' ἑνὸς τῶν συναρχόντων Μινυκίου Θέρμου βαθέως [27.4] καθεύδων ἐπηγέρθη. καὶ κατέβησαν εἰς ἀγοράν, ὀλίγων μὲν αὐτοὺς προπεμπόντων, πολλῶν δ' ἀπαντώντων καὶ φυλάττεσθαι διακελευομένων. [27.5] ὡς οὖν ἐπιστὰς ὁ Κάτων κατεῖδε τὸν νεὼν τῶν Διοσκούρων ὅπλοις περιεχόμενον καὶ τὰς ἀναβάσεις φρουρουμένας ὑπὸ μονομάχων, αὐτὸν δὲ καθήμενον ἄνω μετὰ Καίσαρος τὸν Μέτελλον, ἐπιστρέψας πρὸς τοὺς φίλους, "ὢ θρασέος" εἶπεν "ἀνθρώπου καὶ δειλοῦ, ὃς καθ' ἑνὸς ἀνόπλου [27.6] καὶ γυμνοῦ τοσούτους ἐστρατολόγησεν." ἅμα δ' εὐθὺς ἐβάδιζε μετὰ τοῦ Θέρμου. καὶ διέστησαν αὐτοῖς ἐκείνοις οἱ τὰς ἀναβάσεις κατέχοντες, ἄλλον δ' οὐδένα παρῆκαν, ἢ μόλις ἐπισπάσας τῆς χειρὸς ὁ Κάτων τὸν [27.7] Μουνάτιον ἀνήγαγε· καὶ βαδίζων εὐθὺς ὡς εἶχε καθίζει, μέσον ἐμβαλὼν ἑαυτὸν τοῦ Μετέλλου καὶ τοῦ Καίσαρος, ὥστε διακόψαι τὴν κοινολογίαν. [27.8] κἀκεῖνοι μὲν διηπόρησαν, οἱ δὲ χαρίεντες θεασάμενοι καὶ θαυμάσαντες τὸ φρόνημα καὶ τὸ θάρσος τοῦ Κάτωνος, ἐγγυτέρω προσῆλθον καὶ βοῇ διεκελεύσαντο, τῷ μὲν Κάτωνι θαρρεῖν, μένειν δ' ἀλλήλοις καὶ συστρέφεσθαι καὶ μὴ προδιδόναι τὴν ἐλευθερίαν καὶ τὸν ὑπὲρ αὐτῆς ἀγωνιζόμενον.

[28]
[28.1] Ἔνθα δὴ τοῦ ὑπηρέτου τὸν νόμον προχειρισαμένου, τοῦ δὲ Κάτωνος οὐκ ἐῶντος ἀναγινώσκειν, τοῦ δὲ Μετέλλου παραλαβόντος αὐτὸν καὶ ἀναγινώσκοντος, ὁ μὲν Κάτων ἐξήρπασε τὸ βιβλίον, ὁ δὲ Θέρμος ἀπὸ στόματος τοῦ Μετέλλου τὸν νόμον ἐπισταμένου καὶ λέγοντος ἐπέσχε τῇ [28.2] χειρὶ τὸ στόμα καὶ τὴν φωνὴν ἀπέκλεισεν, ἄχρι οὗ, ἄμαχον ὁρῶν ἀγῶνα τοὺς ἄνδρας ὁ Μέτελλος ἀγωνιζομένους, καὶ τὸν δῆμον ἡττώμενον πρὸς τὸ συμφέρον καὶ τρεπόμενον, ἐκέλευσεν ¶ οἴκοθεν ὁπλίτας μετὰ φόβου [28.3] καὶ κραυγῆς ἐπιτρέχειν. γενομένου δὲ τούτου καὶ πάντων διασκεδασθέντων, ὑποστάντα μόνον τὸν Κάτωνα καὶ βαλλόμενον λίθοις καὶ ξύλοις ἄνωθεν οὐ περιεῖδε Μουρρήνας, ὁ τὴν δίκην φυγὼν ὑπ' αὐτοῦ καὶ κατηγορηθείς, ἀλλὰ τὴν τήβεννον προϊσχόμενος καὶ βοῶν ἀνασχεῖν τοῖς βάλλουσι, καὶ τέλος αὐτὸν τὸν Κάτωνα πείθων καὶ περιπτύσσων, εἰς τὸν νεὼν [28.4] τῶν Διοσκούρων ἀπήγαγεν. ἐπεὶ δὲ κατεῖδεν ὁ Μέτελλος ἐρημίαν περὶ τὸ βῆμα καὶ φυγὴν δι' ἀγορᾶς τῶν ἐναντιουμένων, παντάπασι πεισθεὶς κρατεῖν ἐκέλευσεν ἀπιέναι πάλιν τοὺς ὁπλοφόρους καὶ προσελθὼν κοσ[28.5]μίως αὐτὸς ἐπεχείρει πράττειν τὰ περὶ τὸν νόμον. οἱ δ' ἐναντίοι ταχέως ἀναλαβόντες ἑαυτοὺς ἐκ τῆς τροπῆς, ἐπῄεσαν αὖθις ἐμβοήσαντες μέγα καὶ θαρραλέον, ὥστε τοῖς περὶ τὸν Μέτελλον ἐμπεσεῖν ταραχὴν καὶ δέος, οἰομένοις ὅπλων ποθὲν εὐπορήσαντας αὐτοὺς ἐπιφέρεσθαι, καὶ μηθένα [28.6] μένειν, ἀλλὰ φεύγειν ἅπαντας ἀπὸ τοῦ βήματος. οὕτω δὴ σκεδασθέντων ἐκείνων, τοῦ δὲ Κάτωνος προσελθόντος καὶ τὰ μὲν ἐπαινέσαντος, τὰ δ' ἐπιρρώσαντος τὸν δῆμον, οἵ τε πολλοὶ παρετάξαντο παντὶ τρόπῳ καταλῦσαι τὸν Μέτελλον, ἥ τε σύγκλητος ἀθροισθεῖσα παρήγγειλεν ἀρχῆθεν βοηθεῖν τῷ Κάτωνι καὶ διαμάχεσθαι πρὸς τὸν νόμον, ὡς στάσιν ἐπεισάγοντα τῇ Ῥώμῃ καὶ πόλεμον ἐμφύλιον.

[29]
[29.1] Ὁ δὲ Μέτελλος αὐτὸς μὲν ἦν ἄτρεπτος καὶ θρασὺς ἔτι, ὁρῶν δὲ τοὺς περὶ αὐτὸν ἐκπεπληγμένους κομιδῇ τὸν Κάτωνα καὶ νομίζοντας ἄμαχον καὶ δυσεκβίαστον, αἰφνίδιον ἐξεπήδησεν εἰς τὴν ἀγοράν, καὶ συναγαγὼν τὸν δῆμον ἄλλα τε πολλὰ περὶ τοῦ Κάτωνος ἐπίφθονα διῆλθε, καὶ φεύγειν τὴν τυραννίδα βοῶν τὴν ἐκείνου καὶ τὴν κατὰ Πομπηΐου συνωμοσίαν, ἐφ' ᾗ μετανοήσειν ταχὺ τὴν πόλιν ἀτιμάζουσαν ἄνδρα τοσοῦτον, ὥρμησεν εὐθὺς εἰς Ἀσίαν, ὡς ταῦτα πρὸς ἐκεῖνον κατηγορήσων. [29.2] Ἦν οὖν δόξα μεγάλη τοῦ Κάτωνος, ἄχθος οὐ μικρὸν ἀπεσκευασμένου τῆς δημαρχίας καὶ τρόπον τινὰ τὴν Πομπηΐου δύναμιν ἐν Μετέλλῳ καθῃ[29.3]ρηκότος. ἔτι δὲ μᾶλλον εὐδοκίμησε τὴν σύγκλητον ὡρμημένην ἀτιμοῦν καὶ ἀποψηφίζεσθαι τὸν Μέτελλον οὐκ ἐάσας, ἀλλ' ἐναντιωθεὶς καὶ παραι[29.4]τησάμενος. οἵ τε γὰρ πολλοὶ φιλανθρωπίας ἐποιοῦντο καὶ μετριότητος τὸ μὴ ἐπεμβῆναι τῷ ἐχθρῷ μηδ' ἐνυβρίσαι κατὰ κράτος περιγενόμενον, τοῖς τε φρονίμοις ὀρθῶς ἐφαίνετο καὶ συμφερόντως μὴ παροξῦναι Πομπήϊον. [29.5] Ἐκ τούτου Λεύκολλος ἐπανελθὼν ἐκ τῆς στρατείας, ἧς ἔδοξε τὸ τέλος καὶ τὴν δόξαν ἀφῃρῆσθαι Πομπήϊος, εἰς κίνδυνον ἦλθε τοῦ μὴ θριαμβεῦσαι, Γαΐου Μεμμίου καταστασιάζοντος αὐτὸν ἐν τῷ δήμῳ καὶ δίκας [29.6] ἐπάγοντος εἰς τὴν Πομπηΐου χάριν μᾶλλον ἢ κατ' ἔχθος ἴδιον. ὁ δὲ Κάτων, οἰκειότητός τε πρὸς Λεύκολλον αὐτῷ γεγενημένης, ἔχοντα Σερβιλίαν τὴν ἀδελφὴν αὐτοῦ, καὶ τὸ πρᾶγμα δεινὸν ἡγούμενος, ἀντέστη τῷ Μεμμίῳ [29.7] καὶ πολλὰς ὑπέμεινε διαβολὰς καὶ κατηγορίας. τέλος δὲ τῆς ἀρχῆς ἐκβαλλόμενος ὡς τυραννίδος, τοσοῦτον ἐκράτησεν ὥστε τὸν Μέμμιον αὐτὸν [29.8] ἀναγκάσαι τῶν δικῶν ἀποστῆναι καὶ φυγεῖν τὸν ἀγῶνα. Λεύκολλος μὲν οὖν θριαμβεύσας ἔτι μᾶλλον ἐνεφύετο τῇ φιλίᾳ τοῦ Κάτωνος, ἔχων ἔρυμα καὶ πρόβλημα μέγα πρὸς τὴν Πομπηΐου δύναμιν.

[30]
[30.1] Πομπήϊος δὲ μέγας ἀπὸ τῆς στρατείας ἐπανιών, καὶ τῇ λαμπρότητι καὶ προθυμίᾳ τῆς ὑποδοχῆς πεποιθὼς οὐδὲν ἂν δεηθεὶς ἀποτυχεῖν τῶν πολιτῶν, προὔπεμψεν ἀξιῶν τὰς ὑπατικὰς ἀρχαιρεσίας ἀναβαλέσθαι [30.2] τὴν σύγκλητον, ὡς [ἂν] αὐτὸς παρὼν Πείσωνι συναρχαιρεσιάσῃ. τῶν δὲ πλείστων ὑπεικόντων, οὐ τὴν ἀναβολὴν μέγιστον ὁ Κάτων ἡγούμενος, ἀλλὰ τὴν πεῖραν ἀποκόψαι καὶ τὴν ἐλπίδα τοῦ Πομπηΐου βουλόμενος, ἀντεῖ[30.3]πε καὶ μετέστησε τὴν βουλήν, ὥστ' ἀποψηφίσασθαι. τοῦτο τὸν Πομπήϊον οὐχ ἡσυχῇ διετάραξε, καὶ νομίζων οὐ μικρὰ προσπταίσειν τῷ Κάτωνι μὴ φίλῳ γενομένῳ, μετεπέμψατο Μουνάτιον ἑταῖρον αὐτοῦ, καὶ δύο τοῦ Κάτωνος ἀδελφιδᾶς ἐπιγάμους ἔχοντος, ᾔτει τὴν μὲν πρεσβυτέραν ἑαυτῷ γυναῖκα, τὴν δὲ νεωτέραν τῷ υἱῷ· τινὲς δέ φασιν οὐ τῶν ἀδελφιδῶν, ἀλλὰ [30.4] τῶν θυγατέρων τὴν μνηστείαν γενέσθαι. τοῦ δὲ Μουνατίου ταῦτα πρὸς τὸν Κάτωνα καὶ τὴν γυναῖκα καὶ τὰς ἀδελφὰς φράσαντος, αἱ μὲν ὑπερηγάπησαν τὴν οἰκειότητα πρὸς τὸ μέγεθος καὶ τὸ ἀξίωμα τοῦ ἀνδρός, ὁ δὲ Κάτων οὔτ' ἐπισχὼν οὔτε βουλευσάμενος, ἀλλὰ πληγεὶς εὐθὺς εἶπε· [30.5] "βάδιζε Μουνάτιε βάδιζε, καὶ λέγε πρὸς Πομπήϊον, ὡς Κάτων οὐκ ἔστι διὰ τῆς γυναικωνίτιδος ἁλώσιμος, ἀλλὰ τὴν μὲν εὔνοιαν ἀγαπᾷ καὶ τὰ δίκαια ποιοῦντι φιλίαν παρέξει πάσης πιστοτέραν οἰκειότητος, ὅμηρα δ' οὐ [30.6] προήσεται τῇ Πομπηΐου δόξῃ κατὰ τῆς πατρίδος." ἐπὶ τούτοις ἤχθοντο μὲν αἱ γυναῖκες, ᾐτιῶντο δ' οἱ φίλοι τοῦ Κάτωνος ὡς ἄγροικον ἅμα καὶ [30.7] ὑπερήφανον τὴν ἀπόκρισιν. εἶτα μέντοι πράττων τινὶ τῶν φίλων ὑπατείαν ὁ Πομπήϊος ἀργύριον εἰς τὰς φυλὰς ἔνεμε, καὶ περιβόητος ὁ δεκασμὸς ἦν, [30.8] ἐν κήποις ἐκείνου τῶν χρημάτων ἀριθμουμένων. εἰπόντος οὖν τοῦ Κάτωνος πρὸς τὰς γυναῖκας, ὅτι τοιούτων ἦν κοινωνεῖν καὶ ἀναπίμπλασθαι πραγμάτων ἀνάγκη Πομπηΐῳ συναφθέντα δι' οἰκειότητος, ὡμολόγουν [30.9] ἐκεῖναι κάλλιον αὐτὸν βεβουλεῦσθαι διακρουσάμενον. εἰ δὲ δεῖ πρὸς τὰ συμβάντα κρίνειν, τοῦ παντὸς ἔοικεν ὁ Κάτων ἁμαρτεῖν, τὴν οἰκειότητα μὴ δεξάμενος, ἀλλ' ἐάσας πρὸς Καίσαρα τραπέσθαι καὶ γῆμαι γάμον, ὃς τὴν Πομπηΐου δύναμιν καὶ Καίσαρος εἰς ταὐτὸ συνενεγκών, <δι'> ὀλίγου τὰ μὲν Ῥωμαίων ἀνέτρεψε πράγματα, τὴν δὲ πολιτείαν ἀνεῖλεν· ὧν [30.10] οὐθὲν ἂν ἴσως συνέπεσεν, εἰ μὴ Κάτων τὰ μικρὰ τοῦ Πομπηΐου φοβηθεὶς ἁμαρτήματα τὸ μέγιστον περιεῖδεν, αὐτὸν ἑτέρων δυνάμει προς<θήκην> γενόμενον.

[31]
[31.1] Ταῦτα μὲν οὖν ἔμελλεν ἔτι. Λευκόλλου δὲ περὶ τῶν ἐν Πόντῳ διατάξεων στασιάσαντος πρὸς Πομπήϊον -- ἠξίουν γὰρ ἰσχύειν ἑκάτερος τὰ ὑφ' αὑτοῦ γενόμενα -- καὶ Λευκόλλῳ Κάτωνος ἀδικουμένῳ περιφανῶς προσαμύνοντος, ἐλαττούμενος ὁ Πομπήϊος ἐν συγκλήτῳ καὶ δημ[31.2]αγωγῶν ἐπὶ νομὴν χώρας ἐκάλει τὸ στρατιωτικόν. ὡς δὲ κἀνταῦθα Κάτων ἐνιστάμενος ἐξέκρουσε τὸν νόμον, οὕτω Κλωδίου τε περιείχετο τοῦ τότε θρασυτάτου τῶν δημαγωγῶν, καὶ Καίσαρα προσήγετο, τρόπον [31.3] τινὰ Κάτωνος αὐτοῦ παρασχόντος ἀρχήν. ὁ γὰρ Καῖσαρ ἀπὸ τῆς ἐν Ἰβηρίᾳ στρατηγίας ἐπανήκων, ἅμα μὲν ὑπατείαν ἐβούλετο παραγγέλλειν, ἅμα [31.4] δ' ᾔτει θρίαμβον. ἐπεὶ δὲ κατὰ νόμον ἔδει τοὺς μὲν ἀρχὴν μετιόντας παρεῖναι, τοὺς δὲ μέλλοντας εἰσελαύνειν θρίαμβον ἔξω τείχους ὑπομέ[31.5]νειν, ἠξίου παρὰ τῆς βουλῆς αὐτῷ δοθῆναι δι' ἑτέρων αἰτεῖσθαι τὴν ἀρχήν. βουλομένων δὲ πολλῶν, ἀντέλεγεν ὁ Κάτων· ὡς δ' ᾔσθετο χαριζομένους τῷ Καίσαρι, λέγων ὅλην κατανάλωσε τὴν ἡμέραν, καὶ τὴν βουλὴν [31.6] οὕτως ἐξέκρουσε. χαίρειν οὖν ἐάσας τὸν θρίαμβον ὁ Καῖσαρ εἰσελθὼν εὐθὺς εἴχετο Πομπηΐου καὶ τῆς ὑπατείας· ἀποδειχθεὶς δ' ὕπατος, τήν τ' Ἰουλίαν ἐνεγγύησεν αὐτῷ, καὶ συστάντες ἤδη μετ' ἀλλήλων ἐπὶ τὴν πόλιν, ὁ μὲν εἰσέφερε νόμους, τοῖς πένησι κληρουχίαν καὶ νομὴν χώρας [31.7] διδόντας, ὁ δὲ παρῆν τοῖς νόμοις βοηθῶν. οἱ δὲ περὶ Λεύκολλον καὶ Κικέρωνα Βύβλῳ τῷ ἑτέρῳ τῶν ὑπάτων συντάξαντες ἑαυτοὺς ἀντέπραττον, μάλιστα δὲ Κάτων, ἤδη μὲν ὑφορώμενος τὴν Καίσαρος καὶ Πομπηΐου φιλίαν καὶ σύστασιν ἐπ' οὐδενὶ δικαίῳ γεγενημένην, φοβεῖσθαι δὲ φάσκων οὐ τὴν νομὴν τῆς χώρας, ἀλλ' ὃν ἀντὶ ταύτης ἀπαιτήσουσι μισθὸν οἱ χαριζόμενοι καὶ δελεάζοντες τὸ πλῆθος.

[32]
[32.1] Ὡς δὲ ταῦτα λέγων τήν τε βουλὴν ὁμόψηφον εἶχε καὶ τῶν ἐκτὸς ἀνθρώπων οὐκ ὀλίγοι παρίσταντο, δυσχεραίνοντες τὴν ἀτοπίαν τοῦ [32.2] Καίσαρος -- ἃ γὰρ οἱ θρασύτατοι δήμαρχοι καὶ ὀλιγωρότατοι πρὸς χάριν ἐπολιτεύοντο τῶν πολλῶν, ταῦτ' ἀπ' ἐξουσίας ὑπατικῆς αἰσχρῶς καὶ τα[32.3]πεινῶς ὑποδυόμενος τὸν δῆμον ἔπραττε -- , φοβηθέντες οὖν ἐχώρουν διὰ βίας, καὶ πρῶτον μὲν αὐτῷ τῷ Βύβλῳ καταβαίνοντι κοπρίων ἐπεσκε[32.4]δάσθη κόφινος, ἔπειτα τοῖς ῥαβδούχοις προσπεσόντες αὐτοῦ κατέκλασαν τὰς ῥάβδους· τέλος δὲ καὶ βελῶν φερομένων καὶ πολλῶν συντιτρωσκομένων, ἔφυγον ἐξ ἀγορᾶς, δρόμῳ μὲν οἱ λοιποὶ πάντες, ἔσχατος δὲ Κάτων ἀπῄει βάδην, μεταστρεφόμενος καὶ μαρτυρόμενος τοὺς [32.5] πολίτας. οὐ μόνον οὖν τὴν διανομὴν ἐκύρωσαν, ἀλλὰ καὶ προσεψηφίσαντο τὴν σύγκλητον ὀμόσαι πᾶσαν, ἦ μὴν ἐπιβεβαιώσειν τὸν νόμον καὶ βοηθήσειν, ἄν τις τἀναντία πράττῃ, μεγάλα τάξαντες ἐπιτίμια κατὰ τῶν [32.6] μὴ ὀμοσάντων. ὤμνυσαν οὖν ἅπαντες ἐξ ἀνάγκης, τὸ Μετέλλου τοῦ παλαιοῦ πάθος ἐν νῷ λαμβάνοντες, ὃν εἰς νόμον ὅμοιον ὀμόσαι μὴ θελήσαντα [32.7] περιεῖδεν ὁ δῆμος ἐκπεσόντα φυγῇ τῆς Ἰταλίας. διὸ καὶ τὸν Κάτωνα πολλὰ μὲν αἱ γυναῖκες οἴκοι δακρύουσαι καθικέτευον εἶξαι καὶ ὀμόσαι, [32.8] πολλὰ δ' οἱ φίλοι καὶ συνήθεις. ὁ δὲ μάλιστα συμπείσας καὶ ἀγαγὼν αὐτὸν ἐπὶ τὸν ὅρκον ἦν Κικέρων ὁ ῥήτωρ, παραινῶν καὶ διδάσκων, ὡς τάχα μὲν οὐδὲ δίκαιόν ἐστι τοῖς ἐγνωσμένοις κοινῇ μόνον οἴεσθαι δεῖν ἀπειθεῖν, ἐν δ' ἀδυνάτῳ τῷ μεταστῆσαί τι τῶν γεγονότων ἀφειδεῖν ἑαυ[32.9]τοῦ παντάπασιν ἀνόητον καὶ μανικόν· ἔσχατον δὲ κακῶν, εἰ δι' ἣν ἅπαντα πράττει πόλιν ἀφεὶς καὶ προέμενος τοῖς ἐπιβουλεύουσιν, ὥσπερ ἄσμενος [32.10] ἀπαλλάξεται τῶν ὑπὲρ αὐτῆς ἀγώνων· καὶ γὰρ εἰ μὴ Κάτων τῆς Ῥώμης, ἀλλ' ἡ Ῥώμη δεῖται Κάτωνος, δέονται δὲ καὶ οἱ φίλοι πάντες· ὧν αὑτὸν εἶναι πρῶτον ὁ Κικέρων ἔλεγεν, ἐπιβουλευόμενον ὑπὸ Κλωδίου, διὰ δημ[11]αρχίας ἄντικρυς ἐπ' αὐτὸν βαδίζοντος. ὑπὸ τούτων φασὶ καὶ τοιούτων τὸν Κάτωνα λόγων καὶ δεήσεων μαλασσόμενον οἴκοι καὶ κατ' ἀγοράν, ἐκβιασθῆναι μόλις καὶ προσελθεῖν πρὸς τὸν ὅρκον ἔσχατον ἁπάντων, πλὴν ἑνὸς Φαωνίου τῶν φίλων καὶ συνήθων.

[33]
[33.1] Ἐπαρθεὶς οὖν ὁ Καῖσαρ ἄλλον εἰσέφερε νόμον, τὴν Καμπανίαν σχεδὸν ὅλην προσκατανέμοντα τοῖς ἀπόροις καὶ πένησιν· ἀντέλεγε δ' οὐδεὶς [33.2] πλὴν τοῦ Κάτωνος, καὶ τοῦτον ἀπὸ τοῦ βήματος ὁ Καῖσαρ εἷλκεν εἰς τὸ δεσμωτήριον, οὐδέν τι μᾶλλον ὑφιέμενον τῆς παρρησίας, ἀλλ' ἐν τῷ βαδίζειν ἅμα περὶ τοῦ νόμου διαλεγόμενον καὶ παραινοῦντα παύσασθαι τοι[33.3]αῦτα πολιτευομένους. ἐπηκολούθει δ' ἡ βουλὴ μετὰ κατηφείας καὶ τοῦ δήμου τὸ βέλτιστον ἀγανακτοῦν σιωπῇ καὶ ἀχθόμενον, ὥστε τὸν Καίσαρα μὴ λανθάνειν βαρέως φέροντας, ἀλλὰ φιλονικῶν καὶ περιμένων ὑπὸ τοῦ [33.4] Κάτωνος ἐπίκλησιν γενέσθαι καὶ δέησιν, προῆγεν. ἐπεὶ δ' ἐκεῖνος ἦν δῆλος οὐδὲ μέλλων <τούτων> τι ποιήσειν, ἡττηθεὶς ὑπ' αἰσχύνης καὶ ἀδοξίας ὁ Καῖσαρ αὐτός τινα τῶν δημάρχων ὑφῆκε, πείσας ἐξελέσθαι τὸν Κάτωνα. [33.5] Τοῖς μέντοι νόμοις ἐκείνοις καὶ ταῖς χάρισι τιθασσεύσαντες τὸν ὄχλον, ἐψηφίσαντο Καίσαρι μὲν Ἰλλυριῶν καὶ Γαλατίας ἀρχὴν ἁπάσης καὶ τέσσαρα τάγματα στρατιᾶς εἰς πενταετίαν, προλέγοντος Κάτωνος, <ὡς> [33.6] εἰς ἀκρόπολιν τὸν τύραννον αὐτοὶ ταῖς ἑαυτῶν ψήφοις ἱδρύουσι. Πόπλιον δὲ Κλώδιον ἐκ πατρικίων εἰς δημοτικοὺς παρανόμως μεταστήσαντες, ἀπέδειξαν δήμαρχον, ἐπὶ μισθῷ τῇ Κικέρωνος ἐξελάσει πάντα πρὸς χά[33.7]ριν ἐκείνοις πολιτευόμενον, ὑπάτους δὲ Πείσωνά τε Καλπούρνιον, ὃς ἦν πατὴρ τῆς Καίσαρος γυναικός, καὶ Γαβίνιον Αὖλον, ἐκ τῶν Πομπηΐου κόλπων ἄνθρωπον, ὥς φασιν οἱ τὸν τρόπον αὐτοῦ καὶ τὸν βίον εἰδότες.

[34]
[34.1] Ἀλλὰ καίπερ οὕτως τὰ πράγματα κατειληφότες ἐγκρατῶς, καὶ τὸ μὲν χάριτι τῆς πόλεως, τὸ δὲ φόβῳ μέρος ὑφ' ἑαυτοὺς ἔχοντες, ὅμως [34.2] ἐφοβοῦντο τὸν Κάτωνα. καὶ γάρ, ἐν οἷς περιῆσαν αὐτοῦ, τό τε χαλεπῶς καὶ μετὰ πόνων καὶ μὴ χωρὶς αἰσχύνης, ἀλλ' ἐλεγχομένους βιάζεσθαι [34.3] μόλις, ἀνιαρὸν ἦν καὶ πρόσαντες. ὁ δὲ Κλώδιος οὐδὲ Κικέρωνα καταλύσειν ἤλπιζε Κάτωνος παρόντος, ἀλλὰ τοῦτο διαμηχανώμενος, πρῶτον ὡς εἰς ἀρχὴν κατέστη, μετεπέμψατο τὸν Κάτωνα καὶ λόγους αὐτῷ προσήνεγκεν, ὡς πάντων ἐκεῖνον ἡγούμενος ἄνδρα Ῥωμαίων καθαρώτατον, ἔργῳ διδό[34.4] ναι πίστιν ἕτοιμός ἐστι· πολλῶν γὰρ αἰτουμένων τὴν ἐπὶ Κύπρον καὶ Πτολεμαῖον ἀρχὴν καὶ δεομένων ἀποσταλῆναι, μόνον ἄξιον ἐκεῖνον ἡγεῖ[34.5]σθαι καὶ διδόναι τὴν χάριν ἡδέως. ἀνακραγόντος δὲ τοῦ Κάτωνος, ὡς ἐνέδρα τὸ πρᾶγμα καὶ προπηλακισμός, οὐ χάρις, ἐστίν, ὑπερηφάνως ὁ Κλώδιος καὶ ὀλιγώρως "οὐκοῦν" εἶπεν "εἰ μὴ χάριν ἔχεις, ἀνιώμενος πλεύσῃ", καὶ προσελθὼν εὐθὺς εἰς τὸν δῆμον ἐκύρωσε νόμῳ τὴν ἔκπεμ[34.6]ψιν τοῦ Κάτωνος. ἐξιόντι δ' οὐ ναῦν, οὐ στρατιώτην, οὐχ ὑπηρέτην ἔδωκε, πλὴν ἢ δύο γραμματεῖς μόνον, ὧν ὁ μὲν κλέπτης καὶ παμπόνηρος, ἅτερος [34.7] δὲ Κλωδίου πελάτης. ὡς δὲ μικρὸν ἔργον αὐτῷ Κύπρον καὶ Πτολεμαῖον ἀναθείς, ἔτι καὶ Βυζαντίων φυγάδας κατάγειν προσέταξε, βουλόμενος ὅτι πλεῖστον χρόνον ἐκποδὼν ἄρχοντος αὐτοῦ γενέσθαι τὸν Κάτωνα.

[35]
[35.1] Τοιαύτῃ δὲ καταληφθεὶς ἀνάγκῃ, Κικέρωνι μὲν ἐλαυνομένῳ παρῄνεσε μὴ στασιάσαι μηδ' εἰς ὅπλα καὶ φόνους τὴν πόλιν ἐμβαλεῖν, ἀλλ' [35.2] ὑπεκστάντα τῷ καιρῷ πάλιν γενέσθαι σωτῆρα τῆς πατρίδος· Κανίδιον δέ τινα τῶν φίλων προπέμψας εἰς Κύπρον, ἔπειθε τὸν Πτολεμαῖον ἄνευ μάχης εἴκειν, ὡς οὔτε χρημάτων οὔτε τιμῆς ἐνδεᾶ βιωσόμενον· ἱερωσύ[35.3]νην γὰρ αὐτῷ τῆς ἐν Πάφῳ θεοῦ δώσειν τὸν δῆμον. αὐτὸς δὲ διέτριβεν ἐν [35.4] Ῥόδῳ, παρασκευαζόμενος ἅμα καὶ τὰς ἀποκρίσεις ἀναμένων. ἐν δὲ τούτῳ Πτολεμαῖος ὁ Αἰγύπτου βασιλεύς, ὑπ' ὀργῆς τινος καὶ διαφορᾶς πρὸς τοὺς πολίτας ἀπολελοιπὼς μὲν Ἀλεξάνδρειαν, εἰς δὲ Ῥώμην πλέων, ὡς Πομπηΐου καὶ Καίσαρος αὖθις αὐτὸν μετὰ δυνάμεως καταξόντων, ἐντυχεῖν τῷ Κάτωνι βουληθεὶς προσέπεμψεν, ἐλπίζων ἐκεῖνον ὡς αὐτὸν [35.5] ἥξειν. ὁ δὲ Κάτων ἐτύγχανε μὲν ὢν τότε περὶ κοιλίας κάθαρσιν, ἥκειν δὲ τὸν Πτολεμαῖον εἰ βούλοιτο κελεύσας πρὸς αὐτόν, ὡς δ' ἦλθεν οὔτ' ἀπαντήσας οὔθ' ὑπεξαναστάς, ἀλλ' ὡς ἕνα τῶν ἐπιτυχόντων ἀσπασάμενος καὶ καθίσαι κελεύσας, πρῶτον αὐτοῖς τούτοις διετάραξε, θαυμάζοντα πρὸς τὸ δημοτικὸν καὶ λιτὸν αὐτοῦ τῆς κατασκευῆς τὴν ὑπεροψίαν καὶ βαρύ[35.6]τητα τοῦ ἤθους. ἐπεὶ δὲ καὶ διαλέγεσθαι περὶ τῶν καθ' αὑτὸν ἀρξάμενος ἠκροάσατο λόγων νοῦν πολὺν ἐχόντων καὶ παρρησίαν, ἐπιτιμῶντος αὐτῷ τοῦ Κάτωνος καὶ διδάσκοντος, ὅσην εὐδαιμονίαν ἀπολιπὼν ὅσαις ἑαυτὸν ὑποτίθησι λατρείαις καὶ πόνοις καὶ δωροδοκίαις καὶ πλεονεξίαις τῶν ἐν Ῥώμῃ δυνατῶν, οὓς μόλις ἐξαργυρισθεῖσαν ἐμπλήσειν Αἴγυπτον, συμβουλεύοντος δὲ πλεῖν ὀπίσω καὶ διαλλάττεσθαι τοῖς πολίταις, αὐτοῦ δὲ καὶ [35.7] συμπλεῖν καὶ συνδιαλλάττειν ἑτοίμως ἔχοντος, οἷον ἐκ μανίας τινὸς ἢ παρακοπῆς ὑπὸ τῶν λόγων ἔμφρων καθιστάμενος, καὶ κατανοῶν τὴν ἀλήθειαν καὶ τὴν σύνεσιν τοῦ ἀνδρός, ὥρμησε μὲν χρῆσθαι τοῖς ἐκείνου λογισμοῖς, ἀνατραπεὶς δ' ὑπὸ τῶν φίλων αὖθις, ἅμα τῷ πρῶτον ἐν Ῥώμῃ γενέσθαι καὶ θύραις ἑνὸς ἄρχοντος προσελθεῖν ἔστενε τὴν αὑτοῦ κακοβουλίαν, ὡς οὐκ ἀνδρὸς ἀγαθοῦ λόγων, θεοῦ δὲ μαντείας καταφρονήσας.

[36]
[36.1] Ὁ δ' ἐν Κύπρῳ Πτολεμαῖος εὐτυχίᾳ τινὶ τοῦ Κάτωνος ἑαυτὸν [36.2] φαρμάκοις ἀπέκτεινε. πολλῶν δὲ χρημάτων ἀπολελεῖφθαι λεγομένων, αὐτὸς μὲν ἔγνω πλεῖν εἰς Βυζαντίους, πρὸς δὲ τὴν Κύπρον ἐξέπεμψε τὸν [36.3] ἀδελφιδοῦν Βροῦτον, οὐ πάνυ τι πιστεύων τῷ Κανιδίῳ. τοὺς δὲ φυγάδας διαλλάξας καὶ καταλιπὼν ἐν ὁμονοίᾳ τὸ Βυζάντιον, οὕτως εἰς Κύπρον [36.4] ἔπλευσεν. οὔσης δὲ πολλῆς καὶ βασιλικῆς ἐν ἐκπώμασι καὶ τραπέζαις καὶ λίθοις καὶ πορφύραις κατασκευῆς, ἣν ἔδει πραθεῖσαν ἐξαργυρισθῆναι, πάντα βουλόμενος ἐξακριβοῦν καὶ πάντα κατατείνειν εἰς ἄκραν τιμὴν καὶ πᾶσιν αὐτὸς παρεῖναι καὶ προσάγειν τὸν ἔσχατον ἐκλογισμόν, οὐδὲ τοῖς ἐθάσι τῆς ἀγορᾶς ἐπίστευεν, ἀλλ' ὑπονοῶν ὁμοῦ πάντας, ὑπηρέτας, κήρυκας, ὠνητάς, φίλους, τέλος αὐτὸς ἰδίᾳ τοῖς ὠνουμένοις διαλεγόμενος καὶ προσβιβάζων ἕκαστον, οὕτω τὰ πλεῖστα τῶν ἀγορασμάτων ἐπώλει. [36.5] διὸ τοῖς τ' ἄλλοις φίλοις ὡς ἀπιστῶν προσέκρουσε, καὶ τὸν συνηθέστατον ἁπάντων Μουνάτιον εἰς ὀργὴν ὀλίγου δεῖν ἀνήκεστον γενομένην ἐνέβαλεν, ὥστε καὶ Καίσαρι γράφοντι λόγον κατὰ τοῦ Κάτωνος πικροτάτην τοῦτο τὸ μέρος τῆς κατηγορίας διατριβὴν παρασχεῖν.

[37]
[37.1] Ὁ μέντοι Μουνάτιος οὐκ ἀπιστίᾳ τοῦ Κάτωνος, ἀλλ' ἐκείνου μὲν ὀλιγωρίᾳ πρὸς αὑτόν, αὑτοῦ δέ τινι ζηλοτυπίᾳ πρὸς τὸν Κανίδιον ἱστορεῖ γενέσθαι τὴν ὀργήν. καὶ γὰρ αὐτὸς σύγγραμμα περὶ τοῦ Κάτωνος ἐξέδω[37.2]κεν, ᾧ μάλιστα Θρασέας ἐπηκολούθησε. λέγει δ' ὕστερος μὲν εἰς Κύπρον ἀφικέσθαι καὶ λαβεῖν παρημελημένην ξενίαν, ἐλθὼν δ' ἐπὶ θύρας ἀπω[37.3]σθῆναι, σκευωρουμένου τι τοῦ Κάτωνος οἴκοι σὺν τῷ Κανιδίῳ· μεμψάμενος δὲ μετρίως οὐ μετρίας τυχεῖν ἀποκρίσεως, ὅτι κινδυνεύει τὸ λίαν φιλεῖν, ὥς φησι Θεόφραστος, αἴτιον τοῦ μισεῖν γίνεσθαι [37.4] πολλάκις· "ἐπεὶ καὶ σὺ" φάναι "τῷ μάλιστα φιλεῖν ἧττον οἰόμενος ἢ προσήκει τιμᾶσθαι, χαλεπαίνεις. Κανιδίῳ δὲ καὶ δι' ἐμπειρίαν χρῶμαι καὶ διὰ πίστιν ἑτέρων μᾶλλον, ἐξ ἀρχῆς μὲν ἀφιγμένῳ, καθαρῷ δὲ φαινομένῳ." [37.5] ταῦτα μέντοι μόνον αὐτῷ μόνῳ διαλεχθέντα τὸν Κάτωνα πρὸς τὸν Κανίδιον ἐξενεγκεῖν. αἰσθόμενος οὖν αὐτὸς οὔτ' ἐπὶ δεῖπνον ἔτι φοιτᾶν οὔτε σύμβου[37.6]λος ὑπακούειν καλούμενος. ἀπειλοῦντος δὲ τοῦ Κάτωνος ὥσπερ εἰώθασι τῶν ἀπειθούντων ἐνέχυρα λήψεσθαι, μηδὲν φροντίσας κελεῦσαι, καὶ πολὺν [37.7] χρόνον ἐν ὀργῇ διατελεῖν· εἶτα τῆς Μαρκίας (ἔτι γὰρ συνῴκει) τῷ Κάτωνι διαλεχθείσης, τυχεῖν μὲν ὑπὸ Βάρκα κεκλημένος ἐπὶ δεῖπνον, εἰσελθόντα δ' ὕστερον τὸν Κάτωνα, τῶν ἄλλων κατακειμένων, ἐρωτᾶν ὅπου κατακλι[37.8]θείη. τοῦ δὲ Βάρκα κελεύσαντος ὅπου βούλεται, περιβλεψάμενον εἰπεῖν ὅτι παρὰ Μουνάτιον· καὶ παρελθόντα πλησίον αὐτοῦ κατακλιθῆναι, πλέον [37.9] δὲ μηθὲν φιλοφρονήσασθαι παρὰ τὸ δεῖπνον. ἀλλὰ πάλιν τῆς Μαρκίας δεομένης, τὸν μὲν Κάτωνα γράψαι πρὸς αὐτὸν ὡς ἐντυχεῖν τι βουλόμενον, αὐτὸς δ' ἥκειν ἕωθεν εἰς τὴν οἰκίαν καὶ ὑπὸ τῆς Μαρκίας κατασχεθῆναι, μέχρι πάντες ἀπηλλάγησαν, οὕτω δ' εἰσελθόντα τὸν Κάτωνα καὶ περι[37.10]βαλόντα τὰς χεῖρας ἀμφοτέρας ἀσπάσασθαι καὶ φιλοφρονήσασθαι. ταῦτα μὲν οὖν οὐχ ἧττον οἰόμενοι τῶν ὑπαίθρων καὶ μεγάλων πράξεων πρὸς ἔνδειξιν ἤθους καὶ κατανόησιν ἔχειν τινὰ σαφήνειαν, ἐπὶ πλέον διήλθομεν.

[38]
[38.1] Τῷ δὲ Κάτωνι συνήχθη μὲν ἀργυρίου τάλαντα μικρὸν ἑπτακισχιλίων ἀποδέοντα, δεδιὼς δὲ τοῦ πλοῦ τὸ μῆκος, ἀγγεῖα πολλὰ κατασκευάσας, ὧν ἕκαστον ἐχώρει δύο τάλαντα καὶ δραχμὰς πεντακοσίας, καλώδιον ἑκάστῳ μακρὸν προσήρτησεν, οὗ τῇ ἀρχῇ προσείχετο φελλὸς εὐμεγέθης, ὅπως εἰ ῥαγείη τὸ πλοῖον, <ἀν>έχων διὰ βυθοῦ τὸ ἄρτημα ση[38.2]μαίνοι τὸν τόπον. τὰ μὲν οὖν χρήματα πλὴν ὀλίγων τινῶν ἀσφαλῶς διεκομίσθη, λόγους δὲ πάντων ὧν διῴκησε γεγραμμένους ἐπιμελῶς ἔχων ἐν [38.3] δυσὶ βιβλίοις, οὐδέτερον ἔσωσεν, ἀλλὰ τὸ μὲν ἀπελεύθερος αὐτοῦ κομίζων, ὄνομα Φιλάργυρος, ἐκ Κεγχρεῶν ἀναχθεὶς ἀνετράπη καὶ συναπώλεσε τοῖς φορτίοις, τὸ δ' αὐτὸς ἄχρι Κερκύρας φυλάξας, ἐν ἀγορᾷ κατεσκήνωσε· τῶν δὲ ναυτῶν διὰ τὸ ῥιγοῦν πυρὰ πολλὰ καιόντων τῆς νυκτός, ἥφθησαν [38.4] αἱ σκηναί, καὶ τὸ βιβλίον ἠφανίσθη. τοὺς μὲν οὖν ἐχθροὺς καὶ συκοφάντας ἐπιστομιεῖν ἤμελλον οἱ βασιλικοὶ διοικηταὶ παρόντες, ἄλλως δὲ τῷ Κάτωνι τὸ πρᾶγμα δηγμὸν ἤνεγκεν· οὐ γὰρ εἰς πίστιν ὑπὲρ αὑτοῦ τοὺς λόγους, ἀλλὰ παράδειγμα τοῖς ἄλλοις ἀκριβείας ἐξενεγκεῖν φιλοτιμούμενος, ἐνεμεσήθη.

[39]
[39.1] Περαιωθεὶς δὲ ταῖς ναυσὶν οὐκ ἔλαθε τοὺς Ῥωμαίους, ἀλλὰ πάντες μὲν ἄρχοντες καὶ ἱερεῖς, πᾶσα δ' ἡ βουλή, πολὺ δὲ τοῦ δήμου μέρος ἀπήντων πρὸς τὸν ποταμόν, ὥστε τὰς ὄχθας ἀμφοτέρας ἀποκεκρύφθαι καὶ [39.2] θριάμβου μηδὲν ὄψει καὶ φιλοτιμίᾳ λείπεσθαι τὸν ἀνάπλουν αὐτοῦ. καίτοι σκαιὸν ἐνίοις τοῦτ' ἐφαίνετο καὶ αὔθαδες, ὅτι τῶν ὑπάτων καὶ τῶν στρατηγῶν παρόντων οὔτ' ἀπέβη πρὸς αὐτούς, οὔτ' ἐπέσχε τὸν πλοῦν, ἀλλὰ ῥοθίῳ τὴν ὄχθην παρεξελαύνων ἐπὶ νεὼς ἑξήρους βασιλικῆς, οὐκ ἀνῆκε [39.3] πρότερον ἢ καθορμίσαι τὸν στόλον εἰς τὸ νεώριον. οὐ μὴν ἀλλὰ τῶν χρημάτων παρακομιζομένων δι' ἀγορᾶς, ὅ τε δῆμος ἐθαύμαζε τὸ πλῆθος, ἥ τε βουλὴ συναχθεῖσα μετὰ τῶν πρεπόντων ἐπαίνων ἐψηφίσατο τῷ Κάτωνι στρατηγίαν ἐξαίρετον δοθῆναι, καὶ τὰς θέας αὐτὸν ἐν ἐσθῆτι περιπορφύρῳ [39.4] θεάσασθαι. ταῦτα μὲν οὖν ὁ Κάτων παρῃτήσατο, Νικίαν δὲ τὸν οἰκονόμον τῶν βασιλικῶν ἐλεύθερον ἔπεισε τὴν βουλὴν ἀφεῖναι, μαρτυρήσας ἐπιμέ[5]λειαν καὶ πίστιν. ὑπάτευε δὲ Φίλιππος ὁ πατὴρ τῆς Μαρκίας, καὶ τρόπον τινὰ τὸ ἀξίωμα τῆς ἀρχῆς καὶ ἡ δύναμις εἰς Κάτωνα περιῆλθεν, οὐκ ἐλάττονα τοῦ συνάρχοντος δι' ἀρετὴν ἢ δι' οἰκειότητα τοῦ Φιλίππου τῷ Κάτωνι τιμὴν προστιθέντος.

[40]
[40.1] Ἐπεὶ δὲ Κικέρων ἐκ τῆς φυγῆς ἣν ἔφυγεν ὑπὸ Κλωδίου κατελθών, καὶ δυνάμενος μέγα, τὰς δημαρχικὰς δέλτους ἃς ὁ Κλώδιος ἔθηκεν ἀναγράψας εἰς τὸ Καπιτώλιον ἀπέσπασε βίᾳ καὶ καθεῖλε τοῦ Κλωδίου μὴ παρόντος, ἐπὶ τούτοις δὲ βουλῆς ἀθροισθείσης καὶ τοῦ Κλωδίου κατηγοροῦντος ἔλεγε, παρανόμως τῷ Κλωδίῳ τῆς δημαρχίας γενομένης, ἀτελῆ καὶ [40.2] ἄκυρα δεῖν εἶναι τὰ τότε πραχθέντα καὶ γραφέντα, προσέκρουσεν ὁ Κάτων αὐτῷ λέγοντι, καὶ τέλος ἀναστὰς ἔφη τῆς μὲν Κλωδίου πολιτείας μηδὲν ὑγιὲς μηδὲ χρηστὸν ὅλως νομίζειν, εἰ δ' ἀναιρεῖ τις ὅσα δημαρχῶν ἔπραξεν, ἀναιρεῖσθαι πᾶσαν αὐτοῦ τὴν περὶ Κύπρον πραγματείαν, καὶ μὴ γεγονέναι [40.3] τὴν ἀποστολὴν νόμιμον ἄρχοντος παρανόμου ψηφισαμένου· παρανόμως μὲν οὖν <οὐ> δήμαρχον αἱρεθῆναι τὸν Κλώδιον, ἐκ πατρικίων μεταστάντα νόμου διδόντος εἰς δημοτικὸν οἶκον· εἰ δὲ μοχθηρὸς ὥσπερ ἄλλοι γέγονεν ἄρχων, αὐτὸν εὐθύνειν τὸν ἀδικήσαντα, μὴ λύειν τὴν συναδικηθεῖσαν ἀρχὴν [40.4] εἶναι προσῆκον. ἐκ τούτου δι' ὀργῆς ὁ Κικέρων ἔσχε τὸν Κάτωνα καὶ φίλῳ χρώμενος ἐπαύσατο χρόνον πολύν· εἶτα μέντοι διηλλάγησαν.

[41]
[41.1] Ἐκ τούτου Πομπήϊος καὶ Κράσσος ὑπερβαλόντι τὰς Ἄλπεις Καίσαρι συγγενόμενοι γνώμην ἐποιήσαντο κοινῇ δευτέραν ὑπατείαν μετιέναι, καὶ καταστάντες εἰς αὐτὴν Καίσαρι μὲν τῆς ἀρχῆς ἄλλον τοσοῦτον ἐπιψηφίζεσθαι χρόνον, αὑτοῖς δὲ τῶν ἐπαρχιῶν τὰς μεγίστας καὶ χρήματα καὶ [41.2] στρατιωτικὰς δυνάμεις. ὅπερ ἦν ἐπὶ νεμήσει τῆς ἡγεμονίας καὶ καταλύσει [41.3] τῆς πολιτείας συνωμοσία. πολλῶν δὲ καὶ ἀγαθῶν ἀνδρῶν μετιέναι τὴν ἀρχὴν τότε παρασκευαζομένων, τοὺς μὲν ἄλλους ὀφθέντες ἐν ταῖς παραγγελίαις ἀπέτρεψαν, μόνον δὲ Λεύκιον Δομίτιον Πορκίᾳ συνοικοῦντα τῇ ἀδελφῇ Κάτων ἔπεισε μὴ ἐκστῆναι μηδ' ὑφέσθαι, τοῦ ἀγῶνος οὐ περὶ [41.4] ἀρχῆς ὄντος, ἀλλὰ περὶ τῆς Ῥωμαίων ἐλευθερίας. καὶ μέντοι καὶ λόγος ἐχώρει διὰ τοῦ σωφρονοῦντος ἔτι τῆς πόλεως μέρους, ὡς οὐ περιοπτέον, εἰς ταὐτὸ τῆς Κράσσου καὶ Πομπηΐου δυνάμεως συνελθούσης, παντάπασιν ὑπέρογκον καὶ βαρεῖαν τὴν ἀρχὴν γενομένην, ἀλλ' ἀφαιρετέον αὐτῆς τὸν [41.5] ἕτερον. καὶ συνίσταντο πρὸς τὸν Δομίτιον, παρορμῶντες καὶ παραθαρρύνοντες ἀντιλαμβάνεσθαι· πολλοὺς γὰρ αὐτῷ καὶ τῶν σιωπώντων διὰ [41.6] δέος ἐν ταῖς ψήφοις ὑπάρξειν. τοῦτο δὴ δείσαντες οἱ περὶ τὸν Πομπήϊον, ὑφεῖσαν ἐνέδραν τῷ Δομιτίῳ, καταβαίνοντι <περὶ> ὄρθρον ὑπὸ λαμπάδων [41.7] εἰς τὸ πεδίον. καὶ πρῶτος μὲν ὁ προφαίνων ἐπιστὰς τῷ Δομιτίῳ πληγεὶς καὶ πεσὼν ἀπέθανε· μετὰ δὲ τοῦτον ἤδη καὶ τῶν ἄλλων συντιτρωσκομέ[41.8]νων, ἐγίνετο φυγὴ πλὴν Κάτωνος καὶ Δομιτίου. κατεῖχε γὰρ αὐτὸν ὁ Κάτων, καίπερ αὐτὸς εἰς τὸν βραχίονα τετρωμένος, καὶ παρεκελεύετο μένειν καὶ μὴ προλιπεῖν ἕως ἐμπνέωσι τὸν ὑπὲρ τῆς ἐλευθερίας ἀγῶνα πρὸς τοὺς τυράννους, οἳ τίνα τρόπον χρήσονται τῇ ἀρχῇ, δηλοῦσι διὰ τηλικούτων ἀδικημάτων ἐπ' αὐτὴν βαδίζοντες.

[42]
Οὐχ ὑποστάντος δὲ τοῦ Δομιτίου τὸ δεινόν, ἀλλ' εἰς τὴν οἰκίαν καταφυγόντος, ᾑρέθησαν μὲν ὕπατοι Πομπήϊος καὶ Κράσσος, οὐκ ἀπέκαμε δ' ὁ Κάτων, ἀλλ' αὐτὸς προελθὼν στρατηγίαν μετῄει, βουλόμενος ὁρμητήριον ἔχειν τῶν πρὸς ἐκείνους ἀγώνων καὶ πρὸς ἄρχοντας ἀντικαθίστα[42.2]σθαι μὴ ἰδιώτης. οἱ δὲ καὶ τοῦτο δείσαντες, ὡς τῆς στρατηγίας ἀξιομάχου διὰ Κάτωνα πρὸς τὴν ὑπατείαν γενησομένης, πρῶτον μὲν ἐξαίφνης καὶ τῶν πολλῶν ἀγνοούντων βουλὴν συναγαγόντες, ἐψηφίσαντο τοὺς αἱρεθέντας στρατηγοὺς εὐθὺς ἄρχειν καὶ μὴ διαλιπόντας τὸν νόμιμον χρόνον, ἐν [42.3] ᾧ <δί>και τοῖς δεκάσασι τὸν δῆμον ἦσαν. ἔπειτα διὰ τοῦ ψηφίσματος τὸ διδόναι δίκης ἀνυπεύθυνον κατασκευάσαντες, ὑπηρέτας αὑτῶν καὶ φίλους ἐπὶ τὴν στρατηγίαν προῆγον, αὐτοὶ μὲν διδόντες ἀργύριον, αὐτοὶ δὲ ταῖς [42.4] ψήφοις φερομέναις ἐφεστῶτες. ὡς δὲ καὶ τούτων ἡ Κάτωνος ἀρετὴ καὶ δόξα περιῆν, ὑπ' αἰδοῦς τῶν πολλῶν ἐν δεινῷ [πολλῷ] τιθεμένων ἀποδόσθαι Κάτωνα ταῖς ψήφοις, ὃν καλῶς εἶχε πρίασθαι τῇ πόλει στρατηγόν, ἥ τε πρώτη κληθεῖσα τῶν φυλῶν ἐκεῖνον ἀπέδειξεν, ἐξαίφνης ὁ Πομπήϊος βροντῆς ἀκηκοέναι ψευσάμενος αἴσχιστα, ἔλυσε τὴν ἐκκλησίαν, εἰθισμένων ἀφοσιοῦσθαι τὰ τοιαῦτα καὶ μηδὲν ἐπικυροῦν διοσημίας γενομένης. [42.5] αὖθις δὲ πολλῷ χρησάμενοι τῷ δεκασμῷ, <καὶ> τοὺς βελτίστους ὤσαντες ἐκ τοῦ πεδίου βίᾳ, διεπράξαντο Βατίνιον ἀντὶ Κάτωνος αἱρεθῆναι στρατη[42.6]γόν. ἔνθα δὴ λέγεται τοὺς μὲν οὕτω παρανόμως καὶ ἀδίκως θεμένους τὴν ψῆφον εὐθὺς ὥσπερ ἀποδράντας οἴχεσθαι, τοῖς δ' ἄλλοις συνισταμένοις καὶ ἀγανακτοῦσι δημάρχου τινὸς αὐτόθι παρασχόντος ἐκκλησίαν, καταστάντα τὸν Κάτωνα, ἅπαντα μὲν ὥσπερ ἐκ θεῶν ἐπίπνουν τὰ μέλλοντα τῇ πόλει προειπεῖν, παρορμῆσαι δὲ τοὺς πολίτας ἐπὶ Πομπήϊον καὶ Κράσσον, ὡς τοιαῦτα συνειδότας αὑτοῖς καὶ τοιαύτης ἁπτομένους πολιτείας, [42.7] δι' ἣν ἔδεισαν Κάτωνα μὴ στρατηγῶν αὐτῶν περιγένηται. τέλος δ' ἀπιόντα εἰς τὴν οἰκίαν προὔπεμψε πλῆθος τοσοῦτον, ὅσον οὐδὲ σύμπαντας ἅμα τοὺς ἀποδεδειγμένους στρατηγούς.

[43]
[43.1] Γαΐου δὲ Τρεβωνίου γράψαντος νόμον ὑπὲρ νομῆς ἐπαρχιῶν τοῖς ὑπάτοις, ὥστε τὸν μὲν Ἰβηρίαν ἔχοντα καὶ Λιβύην ὑφ' αὑτῷ, τὸν δὲ Συρίαν καὶ Αἴγυπτον, οἷς βούλοιντο πολεμεῖν καὶ καταστρέφεσθαι ναυ[43.2]τικαῖς καὶ πεζικαῖς δυνάμεσιν ἐπιόντας, οἱ μὲν ἄλλοι τὴν ἀντίπραξιν καὶ κώλυσιν ἀπεγνωκότες, ἐξέλιπον καὶ τὸ ἀντειπεῖν, Κάτωνι δ' ἀναβάντι πρὸ τῆς ψηφοφορίας ἐπὶ τὸ βῆμα καὶ βουλομένῳ λέγειν μόλις ὡρῶν δυεῖν [43.3] λόγον ἔδωκαν. ὡς δὲ πολλὰ λέγων καὶ διδάσκων καὶ προθεσπίζων κατανάλωσε τὸν χρόνον, οὐκέτι λέγειν αὐτὸν εἴων, ἀλλ' ἐπιμένοντα κατέσπασεν [43.4] ὑπηρέτης προσελθών. ὡς δὲ καὶ κάτωθεν ἱστάμενος ἐβόα καὶ τοὺς ἀκούοντας καὶ συναγανακτοῦντας εἶχε, πάλιν ὁ ὑπηρέτης ἐπιλαβόμενος καὶ [43.5] ἀγαγὼν αὐτὸν ἔξω τῆς ἀγορᾶς κατέστησε. καὶ οὐκ ἔφθη πρῶτον ἀφεθείς, καὶ πάλιν ἀναστρέψας ἵετο πρὸς τὸ βῆμα, μετὰ κραυγῆς ἐγκελευόμενος [43.6] τοῖς πολίταις ἀμύνειν. πολλάκις δὲ τούτου γενομένου, περιπαθῶν ὁ Τρεβώνιος ἐκέλευσεν αὐτὸν εἰς τὸ δεσμωτήριον ἄγεσθαι, καὶ πλῆθος ἐπηκολούθει, λέγοντος ἅμα [σὺν] τῷ βαδίζειν ἀκροώμενον, ὥστε δείσαντα τὸν [43.7] Τρεβώνιον ἀφεῖναι. κἀκείνην μὲν οὕτω τὴν ἡμέραν ὁ Κάτων κατανάλωσε· ταῖς δ' ἐφεξῆς οὓς μὲν δεδιξάμενοι τῶν πολιτῶν, οὓς δὲ συσκευασάμενοι χάρισι καὶ δωροδοκίαις, ἕνα δὲ τῶν δημάρχων Ἀκύλλιον ὅπλοις εἴρξαντες ἐκ τοῦ βουλευτηρίου προελθεῖν, αὐτὸν δὲ τὸν Κάτωνα βροντὴν γεγονέναι βοῶντα τῆς ἀγορᾶς ἐκβαλόντες, οὐκ ὀλίγους δὲ τρώσαντες, ἐνίων δὲ καὶ πεσόντων, βίᾳ τὸν νόμον ἐκύρωσαν, ὥστε πολλοὺς συστραφέντας ὀργῇ [43.8] τοὺς Πομπηΐου βάλλειν ἀνδριάντας. ἀλλὰ τοῦτο μὲν ἐπελθὼν ὁ Κάτων διεκώλυσε· τῷ δὲ Καίσαρι πάλιν νόμου γραφομένου περὶ τῶν ἐπαρχιῶν καὶ τῶν στρατοπέδων, οὐκέτι πρὸς τὸν δῆμον ὁ Κάτων, ἀλλὰ πρὸς αὐτὸν τραπό[43.9]μενος Πομπήϊον, ἐμαρτύρατο καὶ προὔλεγεν, ὡς ἐπὶ τὸν αὑτοῦ τράχηλον ἀναλαμβάνων Καίσαρα νῦν μὲν οὐκ οἶδεν, ὅταν δ' ἄρχηται βαρύνεσθαι καὶ κρατεῖσθαι, μήτ' ἀποθέσθαι δυνάμενος, μήτε φέρειν ὑπομένων, εἰς τὴν πόλιν ἐμπεσεῖται σὺν αὐτῷ, καὶ μεμνήσεται τότε τῶν Κάτωνος παραινέσεων, ὡς οὐδὲν ἧττον ἐν αὐταῖς τὸ Πομπηΐου συμφέρον ἐνῆν ἢ τὸ καλὸν [43.10] καὶ δίκαιον. ταῦτα πολλάκις ἀκούων ὁ Πομπήϊος ἠμέλει καὶ παρέπεμπεν, ἀπιστίᾳ τῆς Καίσαρος μεταβολῆς διὰ πίστιν εὐτυχίας τῆς ἑαυτοῦ καὶ δυνάμεως.

[44]
[44.1] Εἰς δὲ τὸ ἑξῆς ἔτος αἱρεθεὶς ὁ Κάτων στρατηγός, οὐδὲν ἔδοξε προστιθέναι τῇ ἀρχῇ τοσοῦτον εἰς σεμνότητα καὶ μέγεθος ἄρχων καλῶς, ὅσον ἀφαιρεῖν καὶ καταισχύνειν ἀνυπόδητος καὶ ἀχίτων πολλάκις ἐπὶ τὸ βῆμα προερχόμενος, καὶ θανατικὰς δίκας ἐπιφανῶν ἀνδρῶν οὕτω βραβεύων. [44.2] ἔνιοι δέ φασι καὶ μετ' ἄριστον οἶνον πεπωκότα χρηματίζειν· ἀλλὰ τοῦτο μὲν οὐκ ἀληθῶς λέγεται. [44.3] Διαφθειρομένου δὲ τοῦ δήμου ταῖς δωροδοκίαις ὑπὸ τῶν φιλαρχούντων, καὶ χρωμένων τῷ δεκάζεσθαι καθάπερ ἐργασίᾳ συνήθει τῶν πολλῶν, βουλόμενος ἐκκόψαι παντάπασι τὸ νόσημα τοῦτο τῆς πόλεως, ἔπεισε δόγμα θέσθαι τὴν σύγκλητον, ὅπως οἱ κατασταθέντες ἄρχοντες, εἰ μηδένα κατήγορον ἔχοιεν, αὐτοὶ παριόντες ἐξ ἀνάγκης εἰς ἔνορκον δικαστήριον [44.4] εὐθύνας διδῶσιν. ἐπὶ τούτῳ χαλεπῶς μὲν ἔσχον οἱ μετιόντες ἀρχάς, ἔτι δὲ χαλεπώτερον ὁ μισθαρνῶν ὄχλος. ἕωθεν οὖν ἐπὶ τὸ βῆμα τοῦ Κάτωνος προελθόντος, ἀθρόοι προσπεσόντες ἐβόων, ἐβλασφήμουν, ἔβαλλον, ὥστε φεύγειν ἀπὸ τοῦ βήματος ἅπαντας, αὐτὸν δ' ἐκεῖνον ἐξωσθέντα τῷ πλή[44.5]θει καὶ παραφερόμενον, μόλις ἐπιλαβέσθαι τῶν ἐμβόλων. ἐνταῦθα καταστάς, τῷ μὲν ἰταμῷ καὶ θαρροῦντι τῆς ὄψεως εὐθὺς ἐκράτησε τοῦ θορύβου καὶ τὴν κραυγὴν ἔπαυσεν, εἰπὼν δὲ τὰ πρέποντα καὶ μεθ' ἡσυχίας [44.6] ἀκουσθείς, παντάπασι διέλυσε τὴν ταραχήν. ἐπαινούσης δὲ τῆς βουλῆς αὐτόν, "ἐγὼ δ'" εἶπεν "ὑμᾶς οὐκ ἐπαινῶ, κινδυνεύοντα στρατηγὸν ἐγ[44.7]καταλιπόντας καὶ μὴ προσαμύναντας." τῶν δὲ μετιόντων ἀρχὴν ἕκαστος ἀπόρῳ πάθει συνείχετο, φοβούμενος μὲν αὐτὸς δεκάζειν, φοβούμενος δ' [44.8] ἑτέρου τοῦτο πράξαντος ἐκπεσεῖν τῆς ἀρχῆς. ἔδοξεν οὖν αὐτοῖς εἰς ταὐτὸ συνελθοῦσι παραβαλέσθαι δραχμῶν ἕκαστον ἀργυρίου δεκαδύο ἥμισυ μυριάδας, εἶτα μετιέναι τὴν ἀρχὴν πάντας ὀρθῶς καὶ δικαίως· τὸν δὲ [44.9] παραβάντα καὶ χρησάμενον δεκασμῷ στέρεσθαι τοῦ ἀργυρίου. ταῦθ' ὁμολογήσαντες αἱροῦνται φύλακα καὶ βραβευτὴν καὶ μάρτυρα τὸν Κάτωνα, καὶ <τὰ> χρήματα φέροντες ἐκείνῳ παρετίθεντο, καὶ τὰς συνθήκας ἐγράψαντο πρὸς ἐκεῖνον, ἀντὶ τῶν χρημάτων ἐγγυητὰς λαβόντα, τὰ δὲ χρή[44.10]ματα μὴ δεξάμενον. ὡς δ' ἧκεν ἡ κυρία τῆς ἀναδείξεως, παραστὰς ὁ Κάτων τῷ βραβεύοντι δημάρχῳ καὶ παραφυλάξας τὴν ψῆφον, ἕνα τῶν παραβαλομένων ἀπέφηνε κακουργοῦντα, καὶ προσέταξεν ἀποδοῦναι τοῖς [44.11] ἄλλοις τὸ ἀργύριον. ἀλλ' ἐκεῖνοι μὲν ἐπαινέσαντες αὐτοῦ τὴν ὀρθότητα καὶ θαυμάσαντες ἀνεῖλον τὸ πρόστιμον, ὡς ἱκανὴν δίκην ἔχοντες παρὰ τοῦ ἀδικήσαντος· τοὺς δ' ἄλλους ἐλύπησεν ὁ Κάτων καὶ φθόνον ἔσχεν ἀπὸ τούτου πλεῖστον, ὡς βουλῆς καὶ δικαστηρίων καὶ ἀρχόντων δύναμιν [44.12] αὑτῷ περιποιησάμενος. οὐδεμιᾶς γὰρ ἀρετῆς δόξα καὶ πίστις ἐπιφθόνους ποιεῖ μᾶλλον ἢ τῆς δικαιοσύνης, ὅτι καὶ δύναμις αὐτῇ καὶ πίστις ἕπεται [44.13] μάλιστα παρὰ τῶν πολλῶν. οὐ γὰρ τιμῶσι μόνον ὡς τοὺς ἀνδρείους, οὐδὲ θαυμάζουσιν ὡς τοὺς φρονίμους, ἀλλὰ καὶ φιλοῦσι τοὺς δικαίους, [44.14] καὶ θαρροῦσιν αὐτοῖς καὶ πιστεύουσιν. ἐκείνων δὲ τοὺς μὲν φοβοῦνται, τοῖς δ' ἀπιστοῦσι· πρὸς δὲ τούτοις ἐκείνους μὲν οἴονται φύσει μᾶλλον ἢ τῷ βούλεσθαι διαφέρειν, ἀνδρίαν καὶ φρόνησιν τὴν μὲν ὀξύτητά τινα, τὴν δ' εὐρωστίαν ψυχῆς τιθέμενοι· δικαίῳ δ' ὑπάρχοντος εὐθὺς εἶναι τῷ βουλομένῳ, μάλιστα τὴν ἀδικίαν ὡς κακίαν ἀπροφάσιστον αἰσχύνονται.

[45]
[45.1] Διὸ καὶ τῷ Κάτωνι πάντες οἱ μεγάλοι προσεπολέμουν ὡς ἐλεγχόμενοι, Πομπήϊος δὲ καὶ κατάλυσιν τῆς ἑαυτοῦ δυνάμεως τὴν ἐκείνου [45.2] δόξαν ἡγούμενος, ἀεί τινας προσέβαλλεν αὐτῷ λοιδορησομένους· ὧν καὶ Κλώδιος ἦν ὁ δημαγωγός, αὖθις εἰς Πομπήϊον ὑπορρυεὶς καὶ καταβοῶν τοῦ Κάτωνος ὡς πολλὰ μὲν ἐκ Κύπρου χρήματα νοσφισαμένου, [45.3] Πομπηΐῳ δὲ πολεμοῦντος ἀπαξιώσαντι γάμον αὐτοῦ θυγατρός. ὁ δὲ Κάτων ἔλεγεν, ὅτι χρήματα μὲν ἐκ Κύπρου τοσαῦτα τῇ πόλει συναγάγοι, μήθ' ἵππον ἕνα μήτε στρατιώτην λαβών, ὅσα Πομπήϊος ἐκ πολέμων [45.4] τοσούτων καὶ θριάμβων τὴν οἰκουμένην κυκήσας οὐκ ἀνήνεγκε· κηδεστὴν δὲ μηδέποτε προελέσθαι Πομπήϊον, οὐκ ἀνάξιον ἡγούμενος, ἀλλ' ὁρῶν [45.5] τὴν ἐν τῇ πολιτείᾳ διαφοράν. "αὐτὸς μὲν γὰρ" ἔφη "διδομένης μοι μετὰ τὴν στρατηγίαν ἐπαρχίας ἀπέστην, οὗτος δὲ τὰς μὲν ἔχει λαβών, τὰς δὲ [45.6] δίδωσιν ἑτέροις· νυνὶ δὲ καὶ τέλος, ἑξακισχιλίων ὁπλιτῶν δύναμιν, Καίσαρι κέχρηκεν εἰς Γαλατίαν· ἣν οὔτ' ἐκεῖνος ᾔτησε παρ' ὑμῶν, οὔθ' οὗτος ἔδωκε μεθ' ὑμῶν, ἀλλὰ δυνάμεις τηλικαῦται καὶ ὅπλα καὶ ἵπποι χάριτές [45.7] εἰσιν ἰδιωτῶν καὶ ἀντιδόσεις. καλούμενος δ' αὐτοκράτωρ καὶ στρατηγός, ἄλλοις τὰ στρατεύματα καὶ τὰς ἐπαρχίας παραδέδωκεν, αὐτὸς δὲ τῇ πόλει παρακάθηται, στάσεις ἀγωνοθετῶν ἐν ταῖς παραγγελίαις καὶ θορύβους μηχανώμενος, ἐξ ὧν οὐ λέληθε δι' ἀναρχίας μοναρχίαν ἑαυτῷ μνηστευόμενος."

[46]
[46.1] Οὕτως μὲν ἠμύνατο τὸν Πομπήϊον. ἦν δὲ Μᾶρκος Φαώνιος ἑταῖρος αὐτοῦ καὶ ζηλωτής, οἷος ὁ Φαληρεὺς Ἀπολλόδωρος ἱστορεῖται περὶ Σωκράτην γενέσθαι τὸν παλαιόν, ἐμπαθὴς καὶ παρακεκινηκὼς πρὸς τὸν λόγον, οὐ σχέδην οὐδὲ πρᾴως, ἀλλ' ὥσπερ οἶνον ἄκρατον αὐτοῦ καθαψά[46.2]μενον καὶ μανικώτερον. οὗτος ἀγορανομίαν μετιὼν ἡττᾶτο, συμπαρὼν δ' [46.3] ὁ Κάτων προσέσχε ταῖς δέλτοις μιᾷ χειρὶ γεγραμμέναις, καὶ τὴν κακουργίαν ἐξελέγξας, τότε μὲν ἐπικλήσει δημάρχων ἔλυσε τὴν ἀνάδειξιν, ὕστερον δὲ τοῦ Φαωνίου κατασταθέντος ἀγορανόμου, τά τ' ἄλλα τῆς [46.4] ἀρχῆς ἐπεμελεῖτο καὶ τὰς θέας διεῖπεν ἐν τῷ θεάτρῳ, διδοὺς [καὶ] τοῖς θυμελικοῖς στεφάνους μὲν οὐ χρυσοῦς, ἀλλ' ὥσπερ ἐν Ὀλυμπίᾳ κοτίνων, δῶρα δ' ἀντὶ τῶν πολυτελῶν τοῖς μὲν Ἕλλησι τεῦτλα καὶ θρίδακας καὶ ῥαφανῖδας καὶ ἀπίους, τοῖς δὲ Ῥωμαίοις οἴνου κεράμια καὶ κρέα ὕεια καὶ [46.5] σῦκα καὶ σικύους καὶ ξύλων ἀγκαλίδας· ὧν τὴν εὐτέλειαν οἱ μὲν ἐγέλων, οἱ δ' ἥδοντο τοῦ Κάτωνος τὸ αὐστηρὸν καὶ κατεστυμμένον ὁρῶντες ἡσυχῇ [46.6] μεταβάλλον εἰς διάχυσιν. τέλος δ' ὁ Φαώνιος εἰς τὸν ὄχλον ἐμβαλὼν ἑαυτὸν καὶ καθεζόμενος ἐν τοῖς θεαταῖς, ἐκρότει τὸν Κάτωνα καὶ διδόναι τοῖς εὐημεροῦσι καὶ τιμᾶν ἐβόα καὶ συμπαρεκάλει τοὺς θεατάς, ὡς ἐκείνῳ [46.7] τὴν ἐξουσίαν παραδεδωκώς. ἐν δὲ τῷ ἑτέρῳ θεάτρῳ Κουρίων ὁ Φαωνίου συνάρχων ἐχορήγει πολυτελῶς· ἀλλ' ἐκεῖνον ἀπολείποντες οἱ ἄνθρωποι μετέβαινον ἐνταῦθα καὶ συνέπαιζον προθύμως ὑποκρινομένῳ τῷ Φαωνίῳ [46.8] τὸν ἰδιώτην καὶ τῷ Κάτωνι τὸν ἀγωνοθέτην. ἔπραττε δὲ ταῦτα διασύρων τὸ πρᾶγμα καὶ διδάσκων, ὅτι παίζοντα δεῖ τῇ παιδιᾷ χρῆσθαι καὶ χάριτι παραπέμπειν ἀτύφῳ μᾶλλον ἢ παρασκευαῖς καὶ πολυτελείαις, εἰς τὰ μηδενὸς ἄξια φροντίδας μεγάλας καὶ σπουδὰς κατατιθέμενον.

[47]
[47.1] Ἐπεὶ δὲ Σκιπίωνος καὶ Ὑψαίου καὶ Μίλωνος ὑπατείαν μετερχομένων οὐ μόνον ἐκείνοις τοῖς συντρόφοις ἤδη καὶ συμπολιτευομένοις ἀδικήμασι, δωροδοκίαις καὶ δεκασμοῖς, ἀλλ' ἄντικρυς δι' ὅπλων καὶ φόνων εἰς ἐμφύλιον πόλεμον ὠθουμένων τόλμῃ καὶ ἀπονοίᾳ, Πομπήϊόν τινες ἠξίουν ἐπιστῆναι ταῖς ἀρχαιρεσίαις, τὸ μὲν πρῶτον ἀντεῖπεν ὁ Κάτων, οὐ τοῖς νόμοις ἐκ Πομπηΐου φάμενος, ἀλλ' ἐκ τῶν νόμων Πομ[47.2]πηΐῳ δεῖν ὑπάρχειν τὴν ἀσφάλειαν· ὡς δὲ πολὺν χρόνον ἀναρχίας οὔσης καὶ τριῶν στρατοπέδων τὴν ἀγορὰν ὁσημέραι περιεχόντων, ὀλίγον ἀπέλιπεν ἀνεπίσχετον γεγονέναι τὸ κακόν, ἔγνω τὰ πράγματα πρὸ τῆς ἐσχάτης ἀνάγκης εἰς Πομπήϊον ἑκουσίῳ χάριτι τῆς βουλῆς περιστῆσαι, καὶ τῷ μετριωτάτῳ τῶν παρανομημάτων χρησάμενος ἰάματι τῆς τῶν μεγίστων καταστάσεως τὴν μοναρχίαν ἐπαγαγέσθαι μᾶλλον, ἢ περιϊδεῖν τὴν [47.3] στάσιν εἰς ἀναρχίαν τελευτῶσαν. εἶπεν οὖν ἐν τῇ βουλῇ γνώμην Βύβλος οἰκεῖος ὢν Κάτωνος, ὡς χρὴ μόνον ἑλέσθαι Πομπήϊον ὕπατον· ἢ γὰρ ἕξειν καλῶς τὰ πράγματ' ἐκείνου καταστήσαντος, ἢ τῷ κρατίστῳ δου[4]λεύσειν τὴν πόλιν· ἀναστὰς δ' ὁ Κάτων οὐδενὸς ἂν προσδοκήσαντος ἐπῄνεσε τὴν γνώμην καὶ συνεβούλευσε πᾶσαν ἀρχὴν ὡς ἀναρχίας κρείττονα· Πομπήϊον δὲ καὶ προσδοκᾶν ἄριστα τοῖς παροῦσι χρήσεσθαι πράγμασι καὶ φυλάξειν διαπιστευθέντα τὴν πόλιν.

[48]
[48.1] Οὕτω δ' ἀποδειχθεὶς ὕπατος ὁ Πομπήϊος ἐδεήθη τοῦ Κάτωνος [48.2] ἐλθεῖν πρὸς αὐτὸν εἰς τὸ προάστειον. ἐλθόντα δὲ δεξάμενος φιλοφρόνως ἀσπασμοῖς καὶ δεξιώσεσι καὶ χάριν ὁμολογήσας, παρεκάλει σύμβουλον [48.3] αὑτῷ καὶ πάρεδρον εἶναι τῆς ἀρχῆς. ὁ δὲ Κάτων ἀπεκρίνατο, μήτε τὰ πρότερα πρὸς ἀπέχθειαν εἰπεῖν Πομπηΐου, μήτε ταῦτα πρὸς χάριν, ἀλλ' ἐπὶ [48.4] συμφέροντι πάντα τῆς πόλεως· ἰδίᾳ μὲν οὖν αὐτῷ παρακαλοῦντι σύμβουλος ἔσεσθαι, δημοσίᾳ δὲ κἂν μὴ παρακαλῆται πάντως ἐρεῖν τὸ φαινόμενον. [48.5] καὶ ταῦτ' ἔπραττεν ὡς εἶπε. πρῶτον μὲν γὰρ ἐπὶ τοὺς δεκάσαντας ἤδη τὸν δῆμον ἐπιτίμια καινὰ καὶ δίκας μεγάλας τοῦ Πομπηΐου νομοθετοῦντος, [48.6] ἀμελεῖν ἐκέλευσε τῶν γεγονότων καὶ προσέχειν τοῖς μέλλουσιν· οὔτε γὰρ ὅπου στήσεται τὰ προημαρτημένα ζητῶν ὁρίσαι ῥᾴδιον, ἐάν τε νεώτερα γράφηται τῶν ἀδικημάτων ἐπιτίμια, δεινὰ πείσεσθαι τοὺς ὃν οὐ παρ[48.7]έβαινον ὅτ' ἠδίκουν νόμον, κατὰ τοῦτον κολαζομένους. ἔπειτα πολλῶν κρινομένων ἐπιφανῶν ἀνδρῶν, ἐνίων δὲ καὶ φίλων τοῦ Πομπηΐου καὶ οἰκείων, ὁρῶν αὐτὸν ἐνδιδόντα [ἐν] πολλοῖς καὶ καμπτόμενον, ἐπετίμα [48.8] σφοδρῶς καὶ διήγειρεν. ἐπεὶ δὲ νόμῳ τοὺς εἰωθότας λέγεσθαι περὶ τῶν κρινομένων ἐπαίνους αὐτὸς ἀφελών, Μουνατίῳ Πλάγκῳ συγγράψας ἔπαινον ἐπὶ τῆς δίκης ἔδωκεν, ἐπισχόμενος ὁ Κάτων τὰ ὦτα ταῖς χερσὶν (ἔτυχε γὰρ δικάζων) ἐκώλυεν ἀναγινώσκεσθαι τὴν μαρτυρίαν· ὁ δὲ Πλάγκος ἀπέλεξεν αὐτὸν ἐκ τῶν δικαστῶν μετὰ τοὺς λόγους, καὶ οὐδὲν ἧττον [48.9] ἥλω. καὶ ὅλως ἄπορον ἦν πρᾶγμα καὶ δυσμεταχείριστον ὁ Κάτων τοῖς φεύγουσι, μήτε βουλομένοις αὐτὸν ἀπολιπεῖν δικαστήν, μήτ' ἀπολέγειν [48.10] τολμῶσιν. ἥλωσαν γὰρ οὐκ ὀλίγοι τῷ Κάτωνα φεύγειν δόξαντες οὐ θαρρεῖν τοῖς δικαίοις· ἐνίοις δὲ καὶ προὔφερον οἱ λοιδοροῦντες ὡς ὄνειδος μέγα τὸ μὴ δέξασθαι κριτὴν Κάτωνα προτεινόμενον.

[49]
[49.1] Ἐπεὶ δὲ Καίσαρος αὐτοῦ μὲν ἐμπεφυκότος τοῖς στρατεύμασιν ἐν Γαλατίᾳ καὶ τῶν ὅπλων ἐχομένου, δώροις δὲ καὶ χρήμασι καὶ φίλοις μάλιστα πρὸς τὴν ἐν τῇ πόλει χρωμένου δύναμιν, ἤδη μὲν αἱ Κάτωνος προαγορεύσεις ἀνέφερον τὸν Πομπήϊον, ἐκ πολλῆς [ἤδη] τῆς πρόσθεν ἀπιστίας ὀνειροπολοῦντα τὸ δεινόν, ἔτι δ' ἦν ὄκνου καὶ μελλήσεως ἀτόλμου [49.2] πρὸς τὸ κωλύειν καὶ ἐπιχειρεῖν ὑπόπλεως, ὥρμησεν ὁ Κάτων ὑπατείαν παραγγέλλειν, ὡς ἀφαιρησόμενος εὐθὺς τὰ ὅπλα τοῦ Καίσαρος ἢ τὴν ἐπι[49.3]βουλὴν ἐξελέγξων. οἱ δ' ἀντιπαραγγέλλοντες αὐτῷ χαρίεντες μὲν ἦσαν ἀμφότεροι, Σουλπίκιος δὲ καὶ πολλὰ τῆς τοῦ Κάτωνος ἐν τῇ πόλει δόξης [49.4] τε καὶ δυνάμεως ἀπολελαυκώς. οὐ μέτριον οὖν ἐδόκει πρᾶγμα ποιεῖν οὐδ' εὐχάριστον· οὐ μὴν ὅ γε Κάτων ἐνεκάλει· "τί γὰρ" ἔφη "θαυμαστόν, εἰ [49.5] ὅ τις νομίζει τῶν ἀγαθῶν μέγιστον, ἑτέρῳ μὴ παρίησι;" πείσας δὲ τὴν βουλὴν ψηφίσασθαι τοὺς μετιόντας τὴν ἀρχὴν αὐτοὺς <δι' αὑτοὺς> δεξιοῦσθαι τὸν δῆμον, δι' ἑτέρους δὲ μὴ δεῖσθαι μηδ' ἐντυγχάνειν ὑπὲρ αὐτῶν περιιόντας, ἔτι μᾶλλον ἐξηγρίαινε τοὺς ἀνθρώπους, εἰ μὴ μόνον λαβεῖν μισθόν, ἀλλὰ καὶ τὸ διδόναι χάριν αὐτοὺς ἀφῃρημένος, ἄπορον καὶ ἄτιμον [49.6] ὁμοῦ τὸν δῆμον πεποίηκε. πρὸς δὲ τούτῳ μήτ' αὐτὸς ἐντυχεῖν ὑπὲρ αὑτοῦ πιθανὸς ὤν, ἀλλ' ἐν ἤθει, τὸ τοῦ βίου μᾶλλον ἀξίωμα βουλόμενος φυλάσσειν ἢ προσλαβεῖν τὸ τῆς ἀρχῆς, ποιούμενος τὰς δεξιώσεις, μήτε τοὺς φίλους ἐάσας οἷς ὄχλος ἁλίσκεται καὶ θεραπεύεται ποιεῖν, ἀπέτυχε τῆς ἀρχῆς.

[50]
[50.1] Φέροντος δὲ τοῦ πράγματος οὐκ αὐτοῖς μόνοις τοῖς ἀποτυχοῦσιν, ἀλλὰ καὶ φίλοις αὐτῶν καὶ οἰκείοις σὺν αἰσχύνῃ τινὶ κατήφειαν καὶ πένθος ἐφ' ἡμέρας πολλάς, οὕτως ἤνεγκε ῥᾳθύμως τὸ συμβεβηκός, ὥστ' ἀλειψάμενος μὲν ἐν τῷ πεδίῳ σφαιρίσαι, μετ' ἄριστον δὲ πάλιν ὥσπερ εἴθιστο καταβὰς εἰς ἀγορὰν ἀνυπόδητος καὶ ἀχίτων περιπατῆσαι μετὰ τῶν [50.2] συνήθων. αἰτιᾶται δὲ Κικέρων ὅτι, τῶν πραγμάτων ἄρχοντος τοιούτου δεομένων, οὐκ ἐποιήσατο σπουδὴν οὐδ' ὑπῆλθεν ὁμιλίᾳ φιλανθρώπῳ τὸν δῆμον, ἀλλὰ καὶ πρὸς τὸ λοιπὸν ἐξέκαμε καὶ ἀπηγόρευσε, καίτοι τὴν [50.3] στρατηγίαν αὖθις ἐξ ὑπαρχῆς μετελθών. ἔλεγεν οὖν ὁ Κάτων, ὅτι τῆς μὲν στρατηγίας οὐ κατὰ γνώμην ἐξέπεσε τῶν πολλῶν, ἀλλὰ βιασθέντων ἢ διαφθαρέντων, ἐν δὲ ταῖς ὑπατικαῖς ψήφοις μηδεμιᾶς κακουργίας γενομένης ἔγνωκε τῷ δήμῳ προσκεκρουκὼς διὰ τὸν αὑτοῦ τρόπον, ὃν οὔτε μεταθέσθαι πρὸς ἑτέρων χάριν οὔτε χρώμενον ὁμοίῳ πάλιν ὅμοια παθεῖν νοῦν ἔχοντος ἀνδρός ἐστι.

[51]
[51.1] Τοῦ δὲ Καίσαρος ἐμβαλόντος εἰς ἔθνη μάχιμα καὶ παραβόλως κρατήσαντος, Γερμανοῖς δὲ καὶ σπονδῶν γενομένων δοκοῦντος ἐπιθέσθαι καὶ καταβαλεῖν τριάκοντα μυριάδας, οἱ μὲν ἄλλοι τὸν δῆμον ἠξίουν εὐαγγέλια θύειν, ὁ δὲ Κάτων ἐκέλευεν ἐκδιδόναι τὸν Καίσαρα τοῖς παρανομηθεῖσι, καὶ μὴ τρέπειν εἰς αὑτοὺς μηδ' ἀναδέχεσθαι τὸ ἄγος εἰς τὴν [51.2] πόλιν. "οὐ μὴν ἀλλὰ καὶ τοῖς θεοῖς" ἔφη "θύωμεν, ὅτι τῆς τοῦ στρατηγοῦ μανίας καὶ ἀπονοίας τὴν δίκην εἰς τοὺς στρατιώτας οὐ τρέπουσιν, ἀλλὰ [51.3] φείδονται τῆς πόλεως." ἐκ τούτου Καῖσαρ ἐπιστολὴν γράψας ἀπέστειλεν εἰς τὴν σύγκλητον· ὡς δ' ἀνεγνώσθη βλασφημίας πολλὰς ἔχουσα καὶ κατηγορίας τοῦ Κάτωνος, ἀναστὰς ἐκεῖνος οὐχ ὑπ' ὀργῆς οὐδὲ φιλονεικίας, ἀλλ' ὥσπερ ἐκ λογισμοῦ καὶ παρασκευῆς, τὰ μὲν εἰς ἑαυτὸν ἐγκλήματα λοιδορίαις καὶ σκώμμασιν ὅμοια καὶ παιδιάν τινα καὶ βωμολοχίαν [51.4] τοῦ Καίσαρος ἀπέδειξεν· ἁψάμενος δὲ τῶν ἐκείνου βουλευμάτων ἀπ' ἀρχῆς, καὶ πᾶσαν αὐτοῦ τὴν διάνοιαν ὥσπερ οὐκ ἐχθρός, ἀλλὰ συνωμότης καὶ κοινωνὸς ἐκκαλύψας, καὶ διδάξας ὡς οὐ Βρεττανῶν οὐδὲ Κελτῶν παῖδας, ἀλλ' ἐκεῖνον αὐτὸν εἰ σωφρονοῦσι φοβητέον ἐστὶν αὐτοῖς, οὕτως [51.5] ἐπέστρεψε καὶ παρώξυνεν, ὡς τοὺς φίλους τοῦ Καίσαρος μετανοεῖν, ὅτι τὴν ἐπιστολὴν ἀναγνόντες ἐν τῇ βουλῇ καιρὸν τῷ Κάτωνι λόγων δικαίων καὶ κατηγοριῶν ἀληθῶν παρέσχον. [51.6] Ἐκυρώθη μὲν οὖν οὐδέν, ἀλλ' ἐλέχθη μόνον ὅτι καλῶς ἔχει διάδοχον [51.7] Καίσαρι δοθῆναι. τῶν δὲ φίλων ἀξιούντων καὶ Πομπήϊον ἐξ ἴσου τὰ ὅπλα καταθέσθαι καὶ ἀποδοῦναι τὰς ἐπαρχίας, ἢ μηδὲ Καίσαρα, νῦν ἐκεῖνα βοῶν ὁ Κάτων ἃ προὔλεγεν αὐτοῖς ἥκειν καὶ βιάζεσθαι τὸν ἄνθρωπον, ἀναφανδὸν ἤδη τῇ δυνάμει χρώμενον ἣν ἔσχεν ἐξαπατῶν καὶ φενακίζων τὴν πόλιν, ἔξω μὲν οὐδὲν ἐπέραινε, τοῦ δήμου θέλοντος ἀεὶ τὸν Καίσαρα μέγιστον εἶναι, τὴν δὲ σύγκλητον εἶχε πειθομένην καὶ φοβουμένην τὸν δῆμον.

[52]
[52.1] Ὡς δ' Ἀρίμινον κατείληπτο καὶ Καῖσαρ κατηγγέλλετο μετὰ στρατιᾶς ἐλαύνειν ἐπὶ τὴν πόλιν, ἐνταῦθα δὴ πάντες ἐπ' ἐκεῖνον ἀφεώρων, οἵ τε πολλοὶ καὶ Πομπήϊος, ὡς μόνον μὲν ἐξ ἀρχῆς προαισθόμενον, πρῶτον [52.2] δὲ φανερῶς προειπόντα τὴν Καίσαρος γνώμην. εἶπεν οὖν ὁ Κάτων· "ἀλλ' εἴ γ' οἷς ἐγὼ προὔλεγον ἀεὶ καὶ συνεβούλευον ἐπείσθη τις ὑμῶν ἄνδρες, [52.3] οὔτ' ἂν ἕν' ἐφοβεῖσθε νῦν, οὔτ' ἐν ἑνὶ τὰς ἐλπίδας εἴχετε." Πομπηΐου δ' εἰπόντος, μαντικώτερα μὲν εἰρῆσθαι Κάτωνι, φιλικώτερα δ' αὐτῷ πεπρᾶχθαι, συνεβούλευεν ὁ Κάτων ἑνὶ Πομπηΐῳ τὰ πράγματα τὴν σύγκλητον ἐγχειρίσαι· τῶν γὰρ αὐτῶν εἶναι καὶ ποιεῖν τὰ μεγάλα κακὰ [52.4] καὶ παύειν. ὁ μὲν οὖν Πομπήΐος οὔτε δύναμιν ἔχων ἑτοίμην, οὔθ' οὓς κατέλεγε τότε προθύμους ὁρῶν, ἐξέλιπε τὴν Ῥώμην, ὁ δὲ Κάτων ἕπεσθαι καὶ συμφεύγειν ἐγνωκώς, τὸν μὲν νεώτερον υἱὸν εἰς Βρεττίους [52.5] ὑπεξέθετο πρὸς Μουνάτιον, τὸν δὲ πρεσβύτερον εἶχε σὺν ἑαυτῷ. τῆς δ' οἰκίας καὶ τῶν θυγατέρων κηδεμόνος δεομένων, ἀνέλαβε πάλιν τὴν Μαρκίαν, χηρεύουσαν ἐπὶ χρήμασι πολλοῖς· ὁ γὰρ Ὁρτήσιος θνῄσκων [52.6] ἐκείνην ἀπέλιπε κληρονόμον. εἰς ὃ δὴ μάλιστα λοιδορούμενος ὁ Καῖσαρ [52.7] τῷ Κάτωνι φιλοπλουτίαν προφέρει καὶ μισθαρνίαν ἐπὶ τῷ γάμῳ. τί γὰρ ἔδει παραχωρεῖν δεόμενον γυναικός, ἢ τί μὴ δεόμενον αὖθις ἀναλαμβάνειν, εἰ μὴ δέλεαρ ἐξ ἀρχῆς ὑφείθη τὸ γύναιον Ὁρτησίῳ καὶ νέαν ἔχρησεν ἵνα [52.8] πλουσίαν ἀπολάβῃ; πρὸς μὲν οὖν ταῦτα μετρίως ἔχει τὸ Εὐριπίδειον ἐκεῖνο·

πρῶτον μὲν οὖν τἄρρητ'· ἐν ἀρρήτοισι γὰρ τὴν σὴν νομίζω δειλίαν, ὦ Ἡράκλεις·

ὅμοιον γάρ ἐστι τῷ Ἡρακλεῖ μαλακίαν ὀνειδίζειν καὶ κατηγορεῖν αἰσχροκέρδειαν Κάτωνος· εἰ δ' ἄλλῃ πῃ μὴ καλῶς πέπρακται τὰ περὶ τὸν γάμον, [52.9] ἐπισκεπτέον. ἐγγυησάμενος γοῦν τὴν Μαρκίαν ὁ Κάτων καὶ τὸν οἶκον ἐπιτρέψας ἐκείνῃ καὶ τὰς θυγατέρας, αὐτὸς ἐδίωκε Πομπήϊον.

[53]
[53.1] Ἀπ' ἐκείνης δὲ λέγεται τῆς ἡμέρας μήτε κεφαλὴν ἔτι κείρασθαι μήτε γένεια, μήτε στέφανον ἐπιθέσθαι, πένθους δὲ καὶ κατηφείας καὶ βαρύτητος ἐπὶ ταῖς συμφοραῖς τῆς πατρίδος ἓν σχῆμα νικώντων ὁμοίως καὶ νικωμένων ἄχρι τελευτῆς διαφυλάξαι. [53.2] Τότε δὲ κλήρῳ λαχὼν Σικελίαν, διέβη μὲν εἰς Συρακούσας, πυθόμενος δ' Ἀσίννιον Πολλίωνα παρὰ τῶν πολεμίων ἀφῖχθαι μετὰ δυνάμεως εἰς [53.3] Μεσσήνην, ἔπεμψε λόγον ἀπαιτῶν παρ' αὐτοῦ τῆς διαβάσεως. ἀνταπαιτηθεὶς δὲ λόγον ὑπ' ἐκείνου τῆς τῶν πραγμάτων μεταβολῆς, καὶ Πομπήϊον ἀκούσας ἐκλελοιπότα παντελῶς Ἰταλίαν ἐν Δυρραχίῳ στρατοπεδεύειν, πολὺν ἔφη περὶ τὰ θεῖα πλάνον εἶναι καὶ ἀσάφειαν, εἰ Πομπήϊον, ἐν οἷς ὑγιὲς οὐδὲν οὐδὲ δίκαιον ἔπραττεν ἀήττητον γενόμενον, νῦν ὅτε τὴν πατρίδα βούλεται σῴζειν καὶ τῆς ἐλευθερίας ὑπερμάχεται, προλέλοιπε τὸ [53.4] εὐτυχεῖν. Ἀσίννιον μὲν οὖν ἔφη δυνατὸς εἶναι Σικελίας ἐκβαλεῖν, ἄλλης δὲ μείζονος ἐπερχομένης δυνάμεως οὐ βούλεσθαι τὴν νῆσον ἐκπολεμώ<σας> ἀπολέσαι· χωρεῖν δὲ πρὸς τὸ κρατοῦν καὶ σῴζεσθαι παραινέσας Συρακοσίοις, ἐξέπλευσεν. [53.5] Ἀφικόμενος δὲ πρὸς Πομπήϊον, ἀεὶ μὲν εἴχετο μιᾶς γνώμης, χρονοτριβεῖν τὸν πόλεμον, ἐλπίζων διαλύσεις, καὶ μὴ βουλόμενος ἐν ἀγῶνι χειρῶν γενομένην τὴν πόλιν αὐτὴν ὑφ' αὑτῆς παθεῖν τὰ ἔσχατα, σιδήρῳ διακριθεῖ[53.6]σαν. ἄλλα δὲ τούτων ἀδελφὰ Πομπήϊον ἔπεισε καὶ τοὺς συνέδρους ψηφίσασθαι, μήτε πόλιν ὑπήκοον Ῥωμαίων διαρπάζειν, μήτ' ἄνδρα Ῥωμαῖον ἔξω παρατάξεως ἀναιρεῖν, καὶ δόξαν ἤνεγκε καὶ προσηγάγετο πολλοὺς τῇ Πομπηΐου μερίδι, τὴν ἐπιείκειαν αὐτοῦ καὶ τὸ ἥμερον ἀσπασαμένους.

[54]
[54.1] Ἐκπεμφθεὶς δ' εἰς Ἀσίαν, ὡς τοῖς ἐκεῖ συνάγουσι πλοῖα καὶ στρατιὰν ὠφέλιμος γένοιτο, Σερβιλίαν ἐπηγάγετο τὴν ἀδελφὴν καὶ τὸ Λευκόλ[54.2]λου παιδίον ἐξ ἐκείνης γεγονός. ἠκολούθησε γὰρ αὐτῷ χηρεύουσα καὶ πολὺ τῶν εἰς τὸ ἀκόλαστον αὐτῆς διαβολῶν ἀφεῖλεν, ὑποδῦσα τὴν ὑπὸ Κάτωνι φρουρὰν καὶ πλάνην καὶ δίαιταν ἑκουσίως· ἀλλ' ὅ γε Καῖσαρ [54.3] οὐδὲ τῶν ἐπ' ἐκείνῃ βλασφημιῶν τοῦ Κάτωνος ἐφείσατο. πρὸς μὲν οὖν τἆλλα τοῦ Κάτωνος οὐδὲν ὡς ἔοικεν ἐδεήθησαν οἱ Πομπηΐου στρατηγοί, Ῥοδίους δὲ πειθοῖ προσαγαγόμενος καὶ τὴν Σερβιλίαν αὐτόθι καὶ τὸ παιδίον ἀπολιπών, ἐπανῆλθε πρὸς Πομπήϊον, ἤδη πεζικῆς τε λαμπρᾶς [54.4] καὶ ναυτικῆς δυνάμεως περὶ αὐτὸν οὔσης. ἔνθα δὴ καὶ μάλιστα τῆς γνώ[54.5]μης κατάφωρος ἔδοξε γεγονέναι Πομπήϊος. ὥρμησε μὲν γὰρ ἐγχειρίσαι τῷ Κάτωνι τὴν τῶν νεῶν ἡγεμονίαν· ἦσαν δὲ πεντακοσίων μὲν οὐκ ἐλάττους αἱ μάχιμοι, λιβυρνικὰ δὲ καὶ κατασκοπικὰ καὶ ἄφρακτα παμπληθῆ· [54.6] ταχὺ δ' ἐννοήσας ἢ διδαχθεὶς ὑπὸ τῶν φίλων, ὡς ἕν ἐστι κεφάλαιον Κάτωνι πάσης πολιτείας ἐλευθερῶσαι τὴν πατρίδα, κἂν γένηται κύριος τηλικαύτης δυνάμεως, ἧς ἂν ἡμέρας καταγωνίσωνται Καίσαρα, τῆς αὐτῆς ἐκείνης ἀξιώσει καὶ Πομπήϊον τὰ ὅπλα καταθέσθαι καὶ τοῖς νόμοις ἕπεσθαι, μετέγνω, καίπερ ἤδη διειλεγμένος αὐτῷ, καὶ Βύβλον ἀπέδειξε [54.7] ναύαρχον. οὐ μὴν ᾔσθετό γε παρὰ τοῦτο τῆς προθυμίας τοῦ Κάτωνος ἀμβλυτέρας, ἀλλὰ καὶ λέγεται πρός τινα μάχην περὶ τὸ Δυρράχιον αὐτοῦ τε Πομπηΐου παρορμῶντος τὴν δύναμιν, καὶ τῶν ἄλλων ἕκαστον ἡγεμόνων εἰπεῖν τι καὶ προτρέψασθαι κελεύοντος, ἀργῶς καὶ σιωπῇ τοὺς στρα[54.8]τιώτας ἀκούειν, Κάτωνος δὲ μετὰ πάντας, ὅσα καιρὸν εἶχε τῶν ἀπὸ φιλοσοφίας [ἀκούειν] λεγομένων περὶ ἐλευθερίας καὶ ἀρετῆς καὶ θανάτου καὶ δόξης, διελθόντος αὐτοπαθῶς, καὶ τελευτῶντα τρέψαντος τὸν λόγον εἰς θεῶν ἀνάκλησιν, ὡς παρόντων καὶ ἐφορώντων τὸν ὑπὲρ τῆς πατρίδος [54.9] ἀγῶνα, τηλικοῦτον ἀλαλαγμὸν γενέσθαι καὶ τοσοῦτον κίνημα τῆς στρατιᾶς ἐπαρθείσης, ὥστε πάντας ἐλπίδων μεστοὺς ἐπὶ τὸν κίνδυνον ὁρμῆσαι [54.10] τοὺς ἡγεμόνας. τρεψαμένων δὲ καὶ κρατησάντων, ἀφείλετο τὴν παντελῆ νίκην ὁ Καίσαρος δαίμων, τῇ Πομπηΐου χρησάμενος εὐλαβείᾳ καὶ ἀπιστίᾳ [54.11] περὶ τὸ εὐτύχημα· ταῦτα μὲν οὖν ἐν τοῖς περὶ Πομπηΐου γέγραπται. χαιρόντων δὲ πάντων καὶ μεγαλυνόντων τὸ ἔργον, ὁ Κάτων ἀπεδάκρυε τὴν πατρίδα καὶ τὴν ὀλέθριον καὶ κακοδαίμονα φιλαρχίαν ὠδύρετο, πολλοὺς καὶ ἀγαθοὺς ὁρῶν πολίτας ὑπ' ἀλλήλων πεπτωκότας.

[55]
[55.1] Ἐπεὶ δὲ Καίσαρα διώκων Πομπήϊος εἰς Θεσσαλίαν ἀνεζεύγνυε, πολλὰ καταλιπὼν περὶ Δυρράχιον ὅπλα καὶ χρήματα καὶ σώματα συγγενῆ καὶ οἰκεῖα, πάντων ἀπέδειξεν ἡγεμόνα καὶ φύλακα τὸν Κάτωνα, πεντεκαίδεκα σπείρας ἔχοντα στρατιωτῶν, διὰ πίστιν ἅμα καὶ φόβον τοῦ ἀνδρός. [55.2] ἡττωμένῳ μὲν γὰρ πάντων εἶναι βεβαιότατον ἐνόμιζεν, εἰ δὲ νικῴη, μὴ [55.3] ἐπιτρέψειν παρόντα χρήσασθαι τοῖς πράγμασιν ὡς προῄρηται. πολλοὶ δὲ καὶ <ἄλλοι> τῶν ἐπιφανῶν ἀνδρῶν ἀπερρίφησαν ἐν Δυρραχίῳ μετὰ Κάτωνος. [55.4] Γενομένης δὲ τῆς κατὰ Φάρσαλον ἥττης, οὕτως ἔστη τοῖς λογισμοῖς ὁ Κάτων, ὡς εἰ μὲν τεθνήκοι Πομπήϊος, εἰς Ἰταλίαν τοὺς σὺν αὐτῷ περαιώσων, αὐτὸς δὲ προσωτάτω τῆς τυραννίδος ἐπὶ φυγῇ βιωσόμενος· εἰ δὲ [55.5] σῴζοιτο, πάντως ἐκείνῳ διαφυλάξων τὴν δύναμιν. οὕτω δὴ διαβαλὼν εἰς Κέρκυραν, ὅπου τὸ ναυτικὸν ἦν, ἐξίστατο μὲν Κικέρωνι τῆς ἀρχῆς ὡς [55.6] ὑπατικῷ στρατηγικός, οὐ δεξαμένου δὲ Κικέρωνος, ἀλλ' ἀπαίροντος εἰς Ἰταλίαν, ἰδὼν τὸν <νέον> Πομπήϊον ὑπ' αὐθαδείας καὶ φρονήματος ἀκαίρου βουλόμενον κολάζειν τοὺς ἀποπλέοντας, πρώτῳ δὲ μέλλοντα τῷ Κικέρωνι προσφέρειν τὰς χεῖρας, ἐνουθέτησεν ἰδίᾳ καὶ κατεπράϋνεν, ὥστε τὸν Κικέρωνα περισῶσαι σαφῶς ἐκ θανάτου, καὶ τοῖς ἄλλοις ἄδειαν παρασχεῖν.

[56]
[56.1] Τεκμαιρόμενος δὲ Πομπήϊον Μᾶγνον εἰς Αἴγυπτον ἢ Λιβύην διεκπεσεῖσθαι καὶ σπεύδων πρὸς ἐκεῖνον, ἀνήχθη μὲν ἔχων ἅπαντας, ἔπλει δὲ πρῶτον ἀπιέναι διδοὺς καὶ ὑπολείπεσθαι τοὺς οὐ προθύμως συστρατευο[56.2]μένους. ἁψάμενος δὲ Λιβύης καὶ παραπλέων, ἐντυγχάνει Σέξτῳ τῷ νεωτέρῳ τῶν Πομπηΐου παίδων, ἀγγέλλοντι τὴν ἐπ' Αἰγύπτου τοῦ πατρὸς [56.3] τελευτήν. πάντες μὲν οὖν βαρέως ἤνεγκαν, οὐδεὶς δὲ μετὰ Πομπήϊον ἠξίου [56.4] Κάτωνος παρόντος οὐδ' ἀκούειν ἄλλον ἡγεμόνα. διὸ καὶ Κάτων αἰδούμενος καὶ οἰκτίρων ἄνδρας ἀγαθοὺς καὶ πίστεως δεδωκότας πεῖραν ἐπὶ ξένης ἐρήμους καὶ ἀπόρους ἀπολιπεῖν, ὑπέστη τε τὴν ἀρχὴν καὶ παρῆλθεν εἰς Κυρήνην· ἐδέξαντο γὰρ ἐκεῖνον, ὀλίγαις ἡμέραις ἔμπροσθεν ἀποκλείσαν[56.5]τες Λαβιηνόν. ἐνταῦθα πυνθανόμενος Σκιπίωνα τὸν Πομπηΐου πενθερὸν ὑπ' Ἰόβα τοῦ βασιλέως ἀνειλῆφθαι, καὶ Οὐᾶρον Ἄττιον, ὃς ἦν ὑπὸ Πομπηΐου Λιβύης ἀποδεδειγμένος ἡγεμών, εἶναι σὺν αὐτοῖς μετὰ δυνάμεως, [56.6] ἐξώρμησε πεζῇ χειμῶνος ὥρᾳ, πολλοὺς μὲν ὄνους ὕδωρ κομίζοντας συναγαγών, πολλὴν δὲ λείαν ἐλαύνων, ἔτι δ' ἅρματα καὶ τοὺς καλουμένους Ψύλλους ἐπαγόμενος, οἳ τά τε δήγματα τῶν θηρίων ἰῶνται, τοῖς στόμασιν ἕλκοντες τὸν ἰόν, αὐτά τε τὰ θηρία κατεπᾴδοντες ἀμβλύνουσι καὶ κηλοῦ[56.7]σιν. ἡμέρας δὲ συνεχῶς ἑπτὰ τῆς πορείας γενομένης, πρῶτος ἡγήσατο, μήθ' ἵππῳ μήθ' ὑποζυγίῳ χρησάμενος· ἐδείπνει δὲ καθήμενος, ἀφ' ἧς ἡμέρας τὴν κατὰ Φάρσαλον ἧτταν ἔγνω, καὶ τοῦτο τῷ λοιπῷ προσέθηκε [56.8] πένθει, τὸ μὴ κατακλιθῆναι πλὴν καθεύδων. ἐν δὲ Λιβύῃ διαγαγὼν ... τοῦ χειμῶνος, ἐξήτασε τὴν στρατιάν· ἦσαν δὲ μυρίων ὀλίγον ἀποδέοντες.

[57]
[57.1] Τὰ δὲ πράγματα κακῶς εἶχε τοῖς περὶ Σκιπίωνα καὶ Οὐᾶρον, ἐκ διαφορᾶς καὶ στάσεως ὑποδυομένοις καὶ θεραπεύουσι τὸν Ἰόβαν, οὐκ ἀνεκτὸν ὄντα βαρύτητι φρονήματος καὶ ὄγκῳ διὰ πλοῦτον καὶ δύναμιν· [57.2] ὅς γε Κάτωνι πρῶτον ἐντυγχάνειν μέλλων, μέσον ἔθηκε τὸν ἑαυτοῦ [57.3] θρόνον τοῦ Σκιπίωνος καὶ τοῦ Κάτωνος· ὁ μέντοι Κάτων ὡς εἶδεν, ἄρας τὸν ἑαυτοῦ μετέθηκεν ἐπὶ θάτερα, μέσον λαμβάνων τὸν Σκιπίωνα, καίπερ ἐχθρὸν ὄντα καί τι καὶ βιβλίον ἐκδεδωκότα βλασφημίας ἔχον τοῦ [57.4] Κάτωνος. εἶτα τοῦτο μὲν εἰς οὐδένα τίθενται λόγον, εἰ δὲ Φιλόστρατον [57.5] ἐν Σικελίᾳ μέσον εἶχε περιπατῶν ἐπὶ τιμῇ φιλοσοφίας, ἐγκαλοῦσι. τότε δ' οὖν καὶ τὸν Ἰόβαν ἔπαυσε μονονουχὶ σατράπας πεποιημένον ἑαυτοῦ [57.6] τοὺς περὶ τὸν Σκιπίωνα, κἀκείνους διήλλαξεν. ἀξιούντων δὲ πάντων ἄρχειν αὐτόν, καὶ πρώτων τῶν περὶ Σκιπίωνα καὶ Οὐᾶρον ἐξισταμένων καὶ παραδιδόντων τὴν ἡγεμονίαν, οὐκ ἔφη καταλύσειν τοὺς νόμους περὶ ὧν τῷ καταλύοντι πολεμοῦσιν, οὐδ' ἑαυτὸν ἀντιστράτηγον ὄντα [57.7] παρόντος ἀνθυπάτου προτάξειν. ἀνθύπατος γὰρ ὁ Σκιπίων ἀπεδέδεικτο, καὶ θάρσος εἶχον οἱ πολλοὶ διὰ τοὔνομα, κατορθώσειν ἄρχοντος ἐν Λιβύῃ Σκιπίωνος.

[58]
[58.1] Ἐπεὶ μέντοι τὴν ἀρχὴν ὁ Σκιπίων παραλαβὼν εὐθὺς ἐβούλετο <τῷ> Ἰόβᾳ χαριζόμενος Ἰτυκαίους ἡβηδὸν ἀποκτεῖναι καὶ κατασκάψαι τὴν πόλιν ὡς τὰ Καίσαρος φρονοῦσαν, οὐχ ὑπέμεινεν ὁ Κάτων, ἀλλὰ μαρτυρόμενος καὶ κεκραγὼς ἐν τῷ συνεδρίῳ καὶ θεοκλυτῶν, μόλις ἐξεί[58.2]λετο τῆς ὠμότητος αὐτῶν τοὺς ἀνθρώπους, καὶ τὰ μὲν αὐτῶν δεηθέντων, τὰ δὲ τοῦ Σκιπίωνος ἀξιοῦντος, ἀνεδέξατο φρουρήσειν τὴν πόλιν, ὡς [58.3] μήτ' ἄκουσα μήθ' ἑκοῦσα Καίσαρι προσγένοιτο. καὶ γὰρ ἦν εἰς ἅπαντα τὸ χωρίον ὠφέλιμον καὶ διαρκὲς τοῖς ἔχουσιν· ἔτι δὲ μᾶλλον ὑπὸ τοῦ Κάτω[58.4]νος ἐρρώσθη. καὶ γὰρ σῖτον εἰσήγαγεν ὑπερβάλλοντα πλήθει, καὶ κατεσκεύασε τὰ τείχη, πύργους ἐπαιρόμενος καὶ τάφρους ὀχυρὰς καὶ χαρακώ[58.5]ματα πρὸ τῆς πόλεως βαλλόμενος. Ἰτυκαίων δὲ τοὺς μὲν ἡβῶντας ἐν τοῖς χαρακώμασιν ἔταξεν οἰκεῖν, τὰ ὅπλα παραδόντας αὐτῷ, τοὺς δ' ἄλλους ἐν τῇ πόλει συνεῖχεν ἰσχυρῶς ἐπιμελόμενος μὴ ἀδικεῖσθαι μηδὲ πάσχειν [58.6] κακῶς ὑπὸ τῶν Ῥωμαίων. ὅπλα δὲ πολλὰ καὶ χρήματα καὶ σῖτον ἐξέπεμψε τοῖς ἐπὶ στρατοπέδου, καὶ ὅλως εἶχε τοῦ πολέμου τὴν πόλιν ταμιεῖον. [58.7] ἃ δὲ Πομπηΐῳ συνεβούλευε πρότερον καὶ τότε Σκιπίωνι, μὴ μάχεσθαι πρὸς ἄνδρα πολεμιστὴν καὶ δεινόν, ἀλλὰ τῷ χρόνῳ χρῆσθαι, πᾶσαν ἀκμὴν ᾗ τυραννὶς ἰσχύει μαραίνοντι, τούτων ὁ Σκιπίων ὑπ' αὐθαδείας [58.8] κατεφρόνει· καί ποτε τῷ Κάτωνι δειλίαν ὀνειδίζων ἔγραψεν, εἰ μὴ μόνον αὐτὸς ἀγαπᾷ καθήμενος ἐν πόλει καὶ τείχεσιν, ἀλλὰ μηδ' ἑτέρους ἐᾷ πρὸς [58.9] τὸν καιρὸν εὐθαρσῶς χρῆσθαι τοῖς λογισμοῖς. πρὸς ταῦθ' ὁ Κάτων ἀντέγραψεν, ὡς ἕτοιμός ἐστιν οὓς ἤγαγεν αὐτὸς εἰς Λιβύην ὁπλίτας καὶ ἱππεῖς παραλαβὼν εἰς Ἰταλίαν περαιοῦν καὶ Καίσαρα μεθιστάναι καὶ τρέπειν [58.10] ἀπ' ἐκείνων πρὸς αὑτόν. ὡς δὲ καὶ τούτων ὁ Σκιπίων κατεγέλα, πάνυ δῆλος ἦν ἀχθόμενος ὁ Κάτων τῇ παραχωρήσει τῆς ἀρχῆς, ὡς οὔτε τῷ πολέμῳ καλῶς τὸν Σκιπίωνα χρησόμενον, οὔτ' ἂν παραλόγως εὐτυχήσῃ, [58.11] μέτριον ἐν τῷ κρατεῖν πρὸς τοὺς πολίτας ἐσόμενον. διὸ καὶ γνώμην εἶχεν ὁ Κάτων καὶ πρὸς τοὺς συνήθεις ἔλεγεν, οὐ χρηστὰς μὲν ἐλπίδας ἔχειν [58.12] ὑπὲρ τοῦ πολέμου δι' ἀπειρίαν καὶ θρασύτητα τῶν ἡγεμόνων· εἰ δ' οὖν εὐτυχία τις γένοιτο καὶ καταλυθείη Καῖσαρ, οὐ μενεῖν ἐν Ῥώμῃ, φεύξεσθαι δὲ τὴν χαλεπότητα καὶ πικρίαν τοῦ Σκιπίωνος, ἤδη τότε δεινὰς καὶ ὑπερηφάνους ποιουμένου κατὰ πολλῶν ἀπειλάς. [58.13] Ἀπέβη δὲ μᾶλλον ᾗ προσεδόκα· καὶ περὶ ἑσπέραν βαθεῖαν ἧκέ τις ἀπὸ στρατοπέδου τριταῖος ἀγγέλλων, ὅτι μάχης μεγάλης πρὸς Θάψῳ γενομένης διέφθαρται παντάπασι τὰ πράγματα καὶ κρατεῖ Καῖσαρ τῶν στρατοπέδων, Σκιπίων δὲ καὶ Ἰόβας σὺν ὀλίγοις ἐκπεφεύγασιν, ἡ δ' ἄλλη δύναμις ἀπόλωλε.

[59]
[59.1] Τούτων προσπεσόντων ἡ μὲν πόλις, οἷον εἰκὸς ἐν νυκτὶ καὶ πολέμῳ, πρὸς τοιοῦτον ἄγγελμα μικροῦ δεῖν ἔκφρων γενομένη μόλις ἑαυτὴν ἐντὸς [59.2] τειχῶν κατεῖχεν· ὁ δὲ Κάτων προελθὼν τότε μέν, ὡς ἑκάστοις ἀπήντα διαθέουσι καὶ βοῶσιν, ἐπιλαμβανόμενος καὶ παραμυθούμενος ἀφῄρει τοῦ δέους τὸ περιθαμβὲς καὶ ταραχῶδες, ὡς οὐ τηλικούτων ἴσως γεγονότων, [59.3] ἀλλ' ἐπὶ μεῖζον αἰρομένων τῷ λόγῳ, καὶ κατέστησε τὸν θόρυβον· ἅμα δ' ἡμέρᾳ τοὺς τριακοσίους, οἷς ἐχρῆτο βουλῇ, Ῥωμαίους μὲν ὄντας, ἐν δὲ Λιβύῃ πραγματευομένους ἀπ' ἐμπορίας καὶ δανεισμῶν, εἰς ἱερὸν Διὸς ἐκήρυττε συνιέναι, καὶ ὅσοι παρῆσαν ἀπὸ συγκλήτου καὶ παῖδας αὐτῶν. [59.4] ἔτι δὲ συλλεγομένων ἐκείνων, προσελθὼν ἀθορύβως καὶ μετ' εὐσταθείας, ὥσπερ οὐδενὸς καινοῦ γεγονότος, βιβλίον ἔχων ἐν ταῖς χερσὶν ἀνεγίνωσκεν· ἦν δ' ἀναγραφὴ τῶν πρὸς τὸν πόλεμον ὀργάνων, ὅπλων, σίτου, [59.5] τόξων, πλοίων. ἐπεὶ δὲ συνῆλθον, ἀρξάμενος ἀπὸ τῶν τριακοσίων, καὶ διελθὼν πολὺν ἔπαινον τῆς προθυμίας αὐτῶν καὶ τῆς πίστεως, ἣν ἐπεδείξαντο καὶ χρήμασι καὶ σώμασι καὶ βουλαῖς ὠφελιμώτατοι γενόμενοι, παρεκάλει μὴ διαλυθῆναι ταῖς ἐλπίσιν, ἕκαστον αὑτῷ φυγὴν ἰδίαν ἢ ἀπό[59.6]δρασίν τινα ποριζόμενον. ἂν γὰρ ἐν ταὐτῷ συμμένωσι, καὶ πολεμούντων [59.7] ἧττον καταφρονήσειν Καίσαρα καὶ φείσεσθαι μᾶλλον δεομένων. βουλεύεσθαι δ' ἐκέλευεν αὐτοὺς ὑπὲρ αὑτῶν, οὐδέτερα μεμψόμενος, ἀλλ' εἰ μὲν τρέποιντο τῇ γνώμῃ πρὸς τὴν τύχην, τῆς ἀνάγκης θησόμενος τὴν μετα[59.8]βολήν· ἱσταμένων δὲ πρὸς τὰ δεινὰ καὶ δεχομένων τὸν ὑπὲρ τῆς ἐλευθερίας κίνδυνον, οὐκ ἐπαινεσόμενος μόνον, ἀλλὰ καὶ θαυμασόμενος τὴν ἀρετὴν καὶ παρέξων ἑαυτὸν ἄρχοντα καὶ συναγωνιζόμενον, ἄχρι οὗ τὴν ἐσχάτην τύχην τῆς πατρίδος ἐξελέγξωσιν, ἣν οὐκ Ἰτύκην οὐδ' Ἀδρούμητον οὖσαν, ἀλλὰ Ῥώμην, πολλάκις ἐκ χαλεπωτέρων σφαλμάτων ὑπὸ μεγέθους [59.9] ἀναφέρεσθαι. πολλῶν δ' αὐτοῖς εἰς σωτηρίαν καὶ ἀσφάλειαν ὑποκειμένων, καὶ μεγίστου <τοῦ> πρὸς ἄνδρα πολεμεῖν ἐπὶ πολλὰ τοῖς καιροῖς ἀνθελκόμενον, Ἰβηρίας τε πρὸς Πομπήϊον ἀφεστώσης τὸν νέον, αὐτῆς τε τῆς Ῥώμης οὔπω δι' ἀήθειαν παντάπασι δεδεγμένης τὸν χαλινόν, ἀλλ' ἀνα[59.10]ξιοπαθούσης καὶ συνεξανισταμένης πρὸς πᾶσαν μεταβολήν, οὐδὲ τὸν κίνδυνον εἶναι φευκτέον, ἀλλ' ἔχειν διδάσκαλον τὸν πολέμιον, ἀφειδοῦντα τῆς ψυχῆς ἐπὶ ταῖς μεγίσταις ἀδικίαις, οὐχ ὥσπερ ἑαυτοῖς εἰς τὸν εὐτυχέστατον βίον κατορθοῦσιν, ἢ πταίουσιν εἰς τὸν εὐκλεέστατον θάνατον, τὴν [59.11] ἀδηλότητα τοῦ πολέμου τελευτᾶν. οὐ μὴν ἀλλ' ἐκείνους γε δεῖν ἔφη βουλεύεσθαι καθ' ἑαυτούς, συνευχόμενος ἀντὶ τῆς πρόσθεν ἀρετῆς καὶ προθυμίας αὐτοῖς τὰ δόξαντα συνενεγκεῖν.

[60]
[60.1] Τοιαῦτα τοῦ Κάτωνος εἰπόντος, ἦσαν μὲν οἱ καὶ τοῖς λόγοις ἀγόμενοι πρὸς τὸ θαρρεῖν, οἱ δὲ πλεῖστοι πρὸς τὸ ἀδεὲς καὶ γενναῖον αὐτοῦ καὶ φιλάνθρωπον ὀλίγου δεῖν ἐκλαθόμενοι τῶν παρόντων, ὡς μόνον ὄντα τοῦτον ἀήττητον ἡγεμόνα καὶ πάσης κρείττονα τύχης, ἐδέοντο χρῆσθαι [60.2] καὶ σώμασιν αὐτῶν καὶ χρήμασι καὶ ὅπλοις, ὅπως αὐτὸς ἔγνωκε· κρεῖττον γὰρ ἐκείνῳ πειθομένους ἀποθανεῖν ἢ σῴζεσθαι προδόντας ἀρετὴν τοσαύ[60.3]την. εἰπόντος δέ τινος ὡς χρὴ ψηφίσασθαι δούλοις ἐλευθερίαν, καὶ τῶν πλείστων συνεπαινεσάντων, οὐκ ἔφη τοῦτο ποιήσειν ὁ Κάτων· οὐ γὰρ εἶναι νόμιμον οὐδὲ δίκαιον· αὐτῶν μέντοι τῶν δεσποτῶν ἀφιέντων τοὺς [60.4] ἐν ἡλικίᾳ δέχεσθαι. γενομένων δὲ πολλῶν ὑποσχέσεων, κελεύσας ἀπογράφεσθαι τὸν βουλόμενον ἀπηλλάττετο. [60.5] Καὶ μετὰ μικρὸν ἧκεν αὐτῷ γράμματα παρ' Ἰόβα καὶ Σκιπίωνος, Ἰόβα μὲν ἐν ὄρει κεκρυμμένου μετ' ὀλίγων ἐρωτῶντος, ὅ τι πράττειν δέδοκται τῷ Κάτωνι· καὶ γὰρ περιμενεῖν Ἰτύκην ἐκλιπόντα, καὶ πολιορκουμένῳ μετὰ στρατιᾶς ἐπιβοηθήσειν, Σκιπίωνος δὲ πρὸς ἄκρᾳ τινὶ ναυλοχοῦντος οὐ πόρρω τῆς Ἰτύκης ἐπὶ τοῖς αὐτοῖς καραδοκοῦντος.

[61]
[61.1] Ἔδοξεν οὖν τῷ Κάτωνι τοὺς γραμματοφόρους ἐπισχεῖν, ἄχρι οὗ [61.2] βεβαιώσῃ τὰ παρὰ τῶν τριακοσίων. οἱ μὲν γὰρ ἀπὸ βουλῆς ἦσαν πρόθυμοι καὶ τοὺς οἰκέτας εὐθὺς ἀφιέντες ἐλευθέρους ὥπλιζον· τῶν δὲ τριακοσίων, ἅτε δὴ πλωτικῶν καὶ δανειστικῶν ἀνθρώπων καὶ τὸ πλεῖστον ἐν τοῖς οἰκέταις τῆς οὐσίας ἐχόντων, οὐ πολὺν οἱ Κάτωνος λόγοι χρόνον ἐμμεί[61.3]ναντες ἐξερρύησαν· καθάπερ <γὰρ> τῶν σωμάτων τὰ μ[εν]ανὰ δέχεται ῥᾳδίως τὴν θερμότητα, καὶ πάλιν μεθίησι τοῦ πυρὸς ἀπαχθέντος ψυχούμενα, παραπλησίως ἐκείνους ὁ μὲν Κάτων ὁρώμενος ἀνεζωπύρει καὶ διεθέρμαινεν, αὐτοὺς δ' ἑαυτοῖς λόγον διδόντας ὁ Καίσαρος φόβος ἐξ[61.4]έκρουσε τῆς πρὸς Κάτωνα καὶ τὸ καλὸν αἰδοῦς. "τίνες γὰρ" ἔφασαν "ὄντες [καὶ] τίνι τὸ προστασσόμενον ποιεῖν ἀπαξιοῦμεν; οὐχὶ Καῖσαρ μὲν οὗτος, εἰς ὃν ἡ Ῥωμαίων ἅπασα περιέστηκεν ἰσχύς; ἡμῶν δὲ Σκιπίων [61.5] οὐδεὶς οὐδὲ Πομπήϊος οὐδὲ Κάτων. ἀλλ' ἐν οἷς καιροῖς πάντες ἄνθρωποι ταπεινότερα τῶν προσηκόντων διὰ φόβον φρονοῦσιν, ἐν τούτοις ἡμεῖς ὑπερμαχοῦντες τῆς Ῥωμαίων ἐλευθερίας πολεμοῦμεν ἐξ Ἰτύκης, ᾧ [61.6] Κάτων μετὰ Πομπηΐου Μάγνου φεύγων ὑφεῖτο τῆς Ἰταλίας; καὶ δούλους ἐλευθεροῦμεν κατὰ Καίσαρος, οἷς αὐτοῖς ἐλευθερίας ὅσον ἂν ἐκεῖνος θέλῃ μέτεστιν; ἀλλ' ἔτι νῦν ὦ μοχθηροὶ γνόντες ἑαυτοὺς παραιτώμεθα [61.7] τὸν κρατοῦντα καὶ πέμψωμεν τοὺς δεησομένους." ταῦθ' οἱ μετριώτατοι τῶν τριακοσίων παρῄνουν· οἱ δὲ πλεῖστοι τοῖς συγκλητικοῖς ἐπεβούλευον, ὡς εἰ τούτους συλλάβοιεν ἱλασόμενοι τὴν πρὸς αὐτοὺς ὀργὴν τοῦ Καίσαρος.

[62]
[62.1] Ὁ δὲ Κάτων ὑπονοῶν τὴν μεταβολὴν οὐκ ἤλεγχε, τῷ μέντοι Σκιπίωνι καὶ τῷ Ἰόβᾳ γράψας ἀπέχεσθαι τῆς Ἰτύκης ἀπιστίᾳ τῶν τριακοσίων, ἐξέπεμψε τοὺς γραμματοφόρους. [62.2] Τῶν δ' ἱππέων οἱ διαφυγόντες ἀπὸ τῆς μάχης, ἀριθμὸς οὐκ εὐκαταφρόνητος, προσελάσαντες τῇ Ἰτύκῃ πέμπουσι πρὸς τὸν Κάτωνα τρεῖς ἄνδρας, [62.3] οὐ τὴν αὐτὴν γνώμην ἀπὸ πάντων ἔχοντας. οἱ μὲν γὰρ ἀπιέναι πρὸς Ἰόβαν, οἱ δὲ τῷ Κάτωνι προσχωρεῖν ὥρμηντο, τοὺς δὲ καὶ δέος εἶχεν εἰς Ἰτύκην [62.4] παριέναι. ταῦθ' ὁ Κάτων ἀκούσας, τοῖς μὲν τριακοσίοις ἐκέλευσε προσέχειν Μᾶρκον Ῥούβριον, ἀτρέμα τὰς ἀπογραφὰς τῶν ἐλευθερούντων δεχό[62.5]μενον καὶ μὴ προσβιαζόμενον· αὐτὸς δὲ τοὺς συγκλητικοὺς ἀναλαβὼν προῆλθεν ἔξω τῆς Ἰτύκης καὶ τοῖς ἱππάρχοις ἐνέτυχε, δεόμενος μὴ προέσθαι Ῥωμαίων ἄνδρας ἀπὸ βουλῆς τοσούτους, μηδ' Ἰόβαν ἑλέσθαι στρατηγὸν ἀντὶ Κάτωνος, ἀλλὰ σῴζεσθαι κοινῇ καὶ σῴζειν, παρελθόντας εἰς πόλιν οὔτε κατ' ἄκρας ἁλώσιμον, εἰς ἔτη πάμπολλα σῖτον καὶ τὴν [62.6] ἄλλην παρασκευὴν ἔχουσαν. ταῦτα δὲ καὶ τῶν συγκλητικῶν δεομένων καὶ δακρυόντων, οἱ μὲν ἵππαρχοι διελέγοντο τοῖς ἱππεῦσιν, ὁ δὲ Κάτων ἐπὶ χώματός τινος καθίσας μετὰ τῶν συγκλητικῶν ἀνέμενε τὰς ἀποκρίσεις.

[63]
[63.1] Ἐν δὲ τούτῳ παρῆν ὁ Ῥούβριος, σὺν ὀργῇ κατηγορῶν τῶν τριακοσίων ἀκοσμίαν πολλὴν καὶ θόρυβον, ὡς ἀφισταμένων καὶ διαταρατ[63.2]τόντων τὴν πόλιν. ἐφ' οἷς οἱ μὲν ἄλλοι παντάπασιν ἀπογνόντες ἑαυτῶν εἰς δάκρυα καὶ ὀδυρμοὺς ἐξέπεσον, ὁ δὲ Κάτων ἐκείνους τε θαρσύνειν [63.3] ἐπειρᾶτο, καὶ πρὸς τοὺς τριακοσίους ἔπεμψεν ἀναμεῖναι κελεύων. οἱ δ' ἀπὸ τῶν ἱππέων ἧκον οὐ μέτρια προστάττοντες· ἔφασαν γὰρ οὔτ' Ἰόβα δεῖσθαι μισθοδοτοῦντος, οὔτε Καίσαρα φοβεῖσθαι Κάτωνος αὐτῶν ἄρχοντος· [63.4] Ἰτυκαίοις δέ, Φοίνιξιν ἀνθρώποις εὐμεταβόλοις, συγκαθείργνυσθαι δεινὸν εἶναι· καὶ γὰρ εἰ νῦν ἀτρεμοῦσιν, ὅταν Καῖσαρ ἐπίῃ συνεπιθήσεσθαι καὶ [63.5] προδώσειν. εἴπερ οὖν δεῖταί τις αὐτῶν συμπολεμούντων καὶ συμπαρόντων, ἐκβαλὼν ἅπαντας Ἰτυκαίους ἢ διαφθείρας, οὕτως εἰς πόλιν καθαρὰν πο[63.6]λεμίων καὶ βαρβάρων καλείτω. ταῦθ' ὁ Κάτων ἄγρια μὲν δεινῶς ἡγεῖτο καὶ βάρβαρα, πρᾴως δ' ἀπεκρίνατο βουλεύσεσθαι μετὰ τῶν τριακοσίων. [63.7] καὶ παρελθὼν αὖθις εἰς τὴν πόλιν, ἐνετύγχανε τοῖς ἀνδράσιν οὐκέτι σκήψεις οὐδὲ παραγωγὰς πλασσομένοις ὑπ' αἰδοῦς πρὸς αὐτόν, ἄντικρυς δὲ χαλεπαίνουσιν, εἴ τις αὐτοὺς βιάζοιτο πολεμεῖν Καίσαρι μὴ δυναμένους [63.8] μηδὲ βουλομένους. ἔνιοι δὲ καὶ παρεφθέγγοντο περὶ τῶν συγκλητικῶν, ὡς καθεκτέον ἐν τῇ πόλει Καίσαρος <προσι>όντος· ἀλλὰ τοῦτο μὲν ὡς [63.9] οὐκ ἀκούσας ὁ Κάτων παρῆκε· καὶ γὰρ ἦν ὑποκωφότερος. ὡς δέ τις αὐτῷ προσελθὼν ἀπήγγειλε τοὺς [μὲν] ἱππεῖς ἀπιέναι, φοβηθεὶς μὴ παντάπασιν οἱ τριακόσιοι κατὰ τῶν συγκλητικῶν ἀπονοηθῶσιν, ἐβάδιζε μετὰ τῶν [63.10] φίλων ἐξαναστάς. καὶ θεασάμενος ἤδη προκεχωρηκότας, ἵππον λαβὼν ἐδίωκε πρὸς αὐτούς· οἱ δ' ἰδόντες ἄσμενοι προσελαύνοντα καὶ ἐδέξαντο [63.11] καὶ παρεκάλουν σῴζεσθαι μετ' αὐτῶν. τότε καὶ δακρῦσαι τὸν Κάτωνά φασιν, ὑπὲρ τῶν συγκλητικῶν δεόμενον καὶ προτείνοντα τὰς χεῖρας, ἐνίων δὲ καὶ τοὺς ἵππους ἀναστρέφοντα καὶ τῶν ὅπλων ἀντιλαμβανόμενον, μέχρι οὗ κατειργάσατο τὴν γοῦν ἡμέραν ἐκείνην ἐπιμείναντας ἀσφαλῆ τοῖς ἀνδράσι φυγὴν παρασχεῖν.

[64]
[64.1] Ὡς οὖν ἔχων αὐτοὺς ἀφίκετο καὶ τοὺς μὲν ἐπὶ τὰς πύλας κατέστησε, τοῖς δὲ τὴν ἄκραν φυλάττειν παρέδωκεν, ἔδεισαν οἱ τριακόσιοι μὴ δίκην δῶσι τῆς μεταβολῆς, καὶ πρὸς τὸν Κάτωνα πέμποντες ἐδέοντο πάντως [64.2] ἀφικέσθαι πρὸς αὑτούς· οἱ δὲ συγκλητικοὶ περιχυθέντες οὐκ εἴων οὐδ' ἔφασαν προήσεσθαι τὸν κηδεμόνα καὶ σωτῆρα τοῖς ἀπίστοις καὶ προδόταις. [64.3] σαφεστάτη γὰρ ὡς ἔοικεν αἴσθησις τότε παρέστη καὶ πόθος καὶ θαῦμα τῆς τοῦ Κάτωνος ἀρετῆς πᾶσιν ὁμαλῶς τοῖς ἐν τῇ Ἰτύκῃ γενομένοις, ὡς οὐδὲν ἄρα κίβδηλον οὐδ' ἀπατηλὸν <ἐν>εμέμεικτο τοῖς πραττομένοις ὑπ' [64.4] αὐτοῦ. πάλαι δ' ἅνθρωπος ἑαυτὸν ἐγνωκὼς ἀνελεῖν, δεινοὺς πόνους ἐπόνει καὶ φροντίδας καὶ ὠδῖνας εἶχεν ὑπὲρ ἄλλων, ὅπως εἰς ἀσφαλὲς καταστήσας ἅπαντας ἀπαλλάξαιτο τοῦ ζῆν· οὐ γὰρ ἦν ἄδηλος ἡ πρὸς τὸν θάνατον [64.5] αὐτοῦ φορά, καίπερ οὐ φάσκοντος. ὑπήκουσεν οὖν τότε τοῖς τριακοσίοις, παραμυθησάμενος τοὺς συγκλητικούς, καὶ μόνος ἧκε πρὸς αὐτούς, χάριν ἔχειν ὁμολογοῦντας καὶ δεομένους τὰ μὲν ἄλλα χρῆσθαι καὶ πιστεύειν, εἰ δὲ Κάτωνες οὐκ εἰσὶν οὐδὲ τὸ Κάτωνος φρόνημα χωροῦσιν, οἰκτίρειν τὴν [64.6] ἀσθένειαν αὐτῶν· ἐγνωκότες δ' οὖν Καίσαρος δεῖσθαι καὶ πέμπειν πρὸς αὐτόν, ὑπὲρ ἐκείνου μάλιστα καὶ πρώτου ποιήσεσθαι δέησιν· εἰ δὲ μὴ πείθοιεν, οὐδ' αὐτοῖς διδομένην δέξεσθαι τὴν χάριν, ἀλλ' ἄχρι ἂν ἐμπνέω[64.7]σι πολεμήσειν ὑπὲρ ἐκείνου. πρὸς ταῦθ' ὁ Κάτων ἐπαινέσας τὴν εὔνοιαν ἔφη χρῆναι τῆς αὐτῶν σωτηρίας ἕνεκα πέμπειν κατὰ τάχος, ὑπὲρ αὐτοῦ δὲ μὴ δεῖσθαι· κεκρατημένων γὰρ εἶναι δέησιν, καὶ ἀδικούντων παραίτη[64.8]σιν· αὐτὸς δ' οὐ μόνον ἀήττητος γεγονέναι παρὰ πάντα τὸν βίον, ἀλλὰ καὶ νικᾶν ἐφ' ὅσον ἐβούλετο καὶ κρατεῖν Καίσαρος τοῖς καλοῖς καὶ δι[64.9]καίοις· ἐκεῖνον δ' εἶναι τὸν ἑαλωκότα καὶ νενικημένον· ἃ γὰρ ἠρνεῖτο πράττων κατὰ τῆς πατρίδος πάλαι, νῦν ἐξηλέγχθαι καὶ πεφωρᾶσθαι.

[65]
[65.1]Τοιαῦτα διαλεχθεὶς τοῖς τριακοσίοις ἀπηλλάττετο, καὶ πυθόμενος Καίσαρα πᾶσαν ἄγοντα τὴν στρατιὰν ἤδη καθ' ὁδὸν εἶναι, "παπαὶ" [65.2] εἶπεν, "ὡς ἐπ' ἄνδρας ἡμᾶς ἐκεῖνος", καὶ τραπόμενος πρὸς τοὺς συγκλητικοὺς ἐκέλευε μὴ μέλλειν, ἀλλ' ἕως παραμένουσιν οἱ ἱππεῖς σῴζε[65.3]σθαι. καὶ τὰς μὲν ἄλλας ἀπέκλεισε θύρας, μιᾷ δὲ τῇ πρὸς θάλασσαν φερούσῃ ... τά τε πλοῖα τοῖς ὑφ' ἑαυτὸν διένειμε καὶ τάξεως ἐπεμελεῖτο, παύων τὰς ἀδικίας καὶ διαλύων τοὺς θορύβους, καὶ τοὺς ἀπόρως ἔχοντας [65.4] ἐφοδιάζων. ἐπεὶ δὲ Μᾶρκος Ὀκτάβιος ἄγων δύο τάγματα πλησίον κατεστρατοπέδευσε καὶ πέμπων ἠξίου τὸν Κάτωνα περὶ ἀρχῆς διορίσασθαι [65.5] πρὸς αὐτόν, ἐκείνῳ μὲν οὐθὲν ἀπεκρίνατο, πρὸς δὲ τοὺς φίλους εἶπεν· "εἶτα θαυμάζομεν ὅπως ἀπόλωλε τὰ πράγματα, τὴν φιλαρχίαν ὁρῶντες [65.6] ἡμῖν ἐν αὐτῷ τῷ ὀλέθρῳ βεβηκόσι παραμένουσαν;" ἐν τούτῳ δὲ τοὺς ἱππεῖς ἀκούσας ἀπιόντας ἤδη φέρειν καὶ ἄγειν τὰ τῶν Ἰτυκαίων ὥσπερ λάφυρα, δρόμῳ συνέτεινε πρὸς αὐτούς, καὶ τοῖς πρώτοις ἐντυχὼν ἀφῃρεῖτο, τῶν δ' ἄλλων ἕκαστος ἔφθανε ῥίπτων καὶ κατατιθέμενος, πάντες [65.7] δ' ὑπ' αἰσχύνης σιωπῇ καὶ κάτω βλέποντες ἀπῄεσαν. ὁ δὲ Κάτων εἰς τὴν πόλιν τοὺς Ἰτυκαίους συναγαγών, ἐδεῖτο περὶ τῶν τριακοσίων, μὴ παροξῦναι Καίσαρα κατ' αὐτῶν, ἀλλὰ καὶ κοινῇ τὴν σωτηρίαν πράτ[65.8]τειν ἀλλήλοις. εἶτα πάλιν τραπόμενος πρὸς τὴν θάλατταν, ἐπεσκόπει τοὺς ἐμβαίνοντας, καὶ τῶν φίλων καὶ ξένων ὅσους ἔπεισεν ἠσπάζετο καὶ [65.9] προὔπεμπε. τὸν δ' υἱὸν οὐκ ἔπεισε λαβεῖν πλοῖον, οὐδ' ᾤετο δεῖν ἀποτρέ[65.10]πειν περιεχόμενον τοῦ πατρός. ἦν δέ τις Στατύλλιος, ἀνὴρ τῇ μὲν ἡλικίᾳ νέος, ἰσχυρὸς δὲ τῇ γνώμῃ βουλόμενος εἶναι καὶ τοῦ Κάτωνος ἀπομιμεῖ[65.11]σθαι τὴν ἀπάθειαν. τοῦτον ἠξίου πλεῖν· καὶ γὰρ ἦν καταφανὴς μισοκαῖσαρ· ὡς δ' οὐκ ἤθελεν, Ἀπολλωνίδῃ τῷ Στωϊκῷ καὶ Δημητρίῳ τῷ Περιπατητικῷ προσβλέψας ὁ Κάτων, "ὑμέτερον" εἶπεν "ἔργον οἰδοῦντα τοῦ[65.12]τον μαλάξαι καὶ καταρτίσαι πρὸς τὸ συμφέρον." αὐτὸς δὲ τοὺς λοιποὺς συνεκπέμπων καὶ χρηματίζων τοῖς δεομένοις, τήν τε νύκτα διέτριβε περὶ ταῦτα καὶ τῆς ἐπιούσης ἡμέρας τὸ πλεῖστον μέρος.

[66]
[66.1] Ἐπεὶ δὲ Λεύκιος Καῖσαρ, οἰκεῖος μὲν ὢν Καίσαρος ἐκείνου, μέλλων δὲ πρεσβεύειν ὑπὲρ τῶν τριακοσίων, παρεκάλει τὸν Κάτωνα λόγον αὐτῷ συνυποθέσθαι πιθανόν, ᾧ χρήσεται περὶ ἐκείνων, "ὑπὲρ σοῦ μὲν γὰρ αὐτοῦ καὶ χειρῶν ἐμοὶ καλὸν ἅψασθαι καὶ γόνασι προσπεσεῖν Καίσαρος," [66.2] οὐκ εἴα ταῦτα ποιεῖν ὁ Κάτων αὐτόν. "ἐμοὶ γὰρ" εἶπεν "εἰ σῴζεσθαι χάριτι Καίσαρος ἐβουλόμην, αὐτῷ βαδιστέον ἦν πρὸς ἐκεῖνον μόνον. οὐ βούλομαι δὲ τῷ τυράννῳ χάριν ἔχειν ὑπὲρ ὧν παρανομεῖ· παρανομεῖ δὲ σῴζων ὡς κύριος, ὧν αὐτῷ δεσπόζειν οὐδὲν προσῆκεν. ὅπως μέντοι παρ[66.3]αιτήσῃ τοὺς τριακοσίους, κοινῇ σκοπῶμεν εἰ βούλει." γενόμενος δὲ πρὸς τούτῳ μετὰ τοῦ Λευκίου, τὸν υἱὸν αὐτῷ συνέστησε καὶ τοὺς ἑταίρους [66.4] ἀπιόντι· καὶ προπέμψας ἐκεῖνον καὶ δεξιωσάμενος ἐπανῆλθεν οἴκαδε, καὶ τὸν υἱὸν καὶ τοὺς φίλους συναγαγὼν ἄλλα τε πολλὰ διελέχθη, καὶ πολι[66.5]τείας ἀπεῖπεν ἅψασθαι τῷ μειρακίῳ· τὸ μὲν γὰρ ἀξίως Κάτωνος οὐκέτι τὰ πράγματα δέξασθαι, τὸ δ' ἄλλως αἰσχρὸν εἶναι. [66.6] Καὶ περὶ ἑσπέραν ἤδη τρέπεται πρὸς τὸ βαλανεῖον. ἐν δὲ τῷ λούεσθαι τοῦ Στατυλλίου μνησθεὶς καὶ μέγα φθεγξάμενος, "ἐξέπεμψας" εἶπεν "ὦ Ἀπολλωνίδη τὸν Στατύλλιον, ἀπὸ τοῦ φρονήματος ἐκείνου καθελών; [66.7] καὶ πέπλευκεν ὁ ἀνὴρ μηδ' ἀσπασάμενος ἡμᾶς;" "πόθεν;" εἶπεν ὁ Ἀπολλωνίδης, "καίτοι πολλὰ διελέχθημεν· ἀλλ' ὑψηλός ἐστι καὶ ἄτρεπτος [66.8] καὶ μένειν φησὶ καὶ πράττειν ὅ τι ἂν σὺ πράττῃς." πρὸς ταῦτά φασι τὸν Κάτωνα μειδιᾶσαι καὶ εἰπεῖν· "ἀλλὰ τοῦτο μὲν αὐτίκα φανεῖται."

[67]
[67.1] Λουσάμενος δὲ μετὰ πολλῶν ἐδείπνει καθήμενος, ὥσπερ εἰώθει μετὰ τὴν μάχην· οὐ γὰρ κατεκλίθη πλὴν καθεύδων· συνεδείπνουν δὲ [67.2] πάντες οἱ ἑταῖροι καὶ τῶν Ἰτυκαίων οἱ ἄρχοντες. καὶ μετὰ τὸ δεῖπνον ὁ πότος ἔσχε μοῦσαν πολλὴν καὶ χάριν, ἄλλων ἐπ' ἄλλοις λόγων φιλοσόφων κυκλούντων, ἄχρι οὗ περιῆλθεν ἡ ζήτησις εἰς ταῦτα δὴ τὰ παράδοξα καλούμενα τῶν Στωϊκῶν, τὸ μόνον εἶναι τὸν ἀγαθὸν ἐλεύθερον, δούλους [67.3] δὲ τοὺς φαύλους ἅπαντας. ἐνταῦθα δή, ὡς εἰκός, ἀντιβάντος τοῦ Περιπατητικοῦ, σφοδρὸς ἐμπεσὼν ὁ Κάτων, καὶ τόνον προσθεὶς καὶ τραχύτητα φωνῆς, ἀπέτεινε πορρωτάτω τὸν λόγον, ἀγῶνι θαυμαστῷ χρησάμενος, ὥστε μηδένα λαθεῖν ὅτι τῷ βίῳ πέρας ἔγνωκεν ἐπιθεὶς ἀπαλλάττεσθαι [67.4] τῶν παρόντων. διὸ καὶ μετὰ τὸν λόγον σιωπῆς καὶ κατηφείας γενομένης ἐν πᾶσιν, ἀναλαμβάνων αὐτοὺς καὶ ἀπάγων τῆς ὑποψίας ὁ Κάτων αὖθις ὑπὲρ τῶν παρόντων ἐνέβαλλεν ἐρωτήματα καὶ φροντίδας, ὡς δεδιὼς μὲν ὑπὲρ τῶν πλεόντων, δεδιὼς δ' ὑπὲρ τῶν ὁδευόντων ἐρημίαν ἄνυδρον καὶ βάρβαρον.

[68]
[68.1] Οὕτω δὲ διαλύσας τὸ σύνδειπνον, καὶ περιπατήσας μετὰ τῶν φίλων τὸν συνήθη μετὰ τὸ δεῖπνον περίπατον, καὶ τοῖς ἄρχουσι τῶν φυλάκων ἃ καιρὸς ἦν προστάξας, ἀπιὼν εἰς τὸ δωμάτιον ἤδη τόν τε παῖδα καὶ τῶν φίλων ἕκαστον μᾶλλον ἢ πρότερον εἰώθει προσαγαγόμενος καὶ φιλοφρονη[68.2]θείς, πάλιν ὑποψίαν παρέσχε τοῦ μέλλοντος. εἰσελθὼν δὲ καὶ κατακλιθεὶς ἔλαβεν εἰς χεῖρας τῶν Πλάτωνος διαλόγων τὸν περὶ ψυχῆς, καὶ διελθὼν τοῦ βιβλίου τὸ πλεῖστον καὶ ἀναβλέψας ὑπὲρ κεφαλῆς ὡς οὐκ εἶδε κρεμάμενον τὸ ξίφος (ὑφῄρητο γὰρ ὁ παῖς ἔτι δειπνοῦντος αὐτοῦ), καλέσας [68.3] οἰκέτην ἠρώτησεν, ὅστις λάβοι τὸ ἐγχειρίδιον. σιωπῶντος δ' ἐκείνου πάλιν ἦν πρὸς τῷ βιβλίῳ, καὶ μικρὸν διαλιπών, ὥσπερ οὐ σπεύδων οὐδ' [68.4] ἐπειγόμενος, ἄλλως δὲ τὸ ξίφος ἐπιζητῶν, ἐκέλευσε κομίσαι. διατριβῆς δὲ γινομένης καὶ μηδενὸς κομίζοντος, ἐξαναγνοὺς τὸ βιβλίον αὖθις ἐκάλει καθ' ἕνα τῶν οἰκετῶν, καὶ μᾶλλον ἐνέτεινε τὴν φωνὴν τὸ ξίφος ἀπαιτῶν· [68.5] ἑνὸς δὲ καὶ πὺξ τὸ στόμα πατάξας ᾕμαξε τὴν ἑαυτοῦ χεῖρα, χαλεπαίνων καὶ βοῶν ἤδη μέγα, παραδίδοσθαι τῷ πολεμίῳ γυμνὸς ὑπὸ τοῦ παιδὸς αὐτοῦ καὶ τῶν οἰκετῶν, ἄχρι οὗ κλαίων ὁ υἱὸς εἰσέδραμε μετὰ τῶν φίλων [68.6] καὶ περιπεσὼν ὠδύρετο καὶ καθικέτευεν. ὁ δὲ Κάτων ἐξαναστὰς ἐνέβλεψέ τε δεινὸν καὶ "πότ'" εἶπεν "ἐγὼ καὶ ποῦ λέληθα παρανοίας ἡλωκώς, ὅτι διδάσκει μέν <μ'> οὐδεὶς οὐδὲ μεταπείθει περὶ ὧν δοκῶ κακῶς βεβουλεῦσθαι, κωλύομαι δὲ χρῆσθαι τοῖς ἐμαυτοῦ λογισμοῖς καὶ παροπλίζομαι; [68.7] τί δ' οὐχὶ καὶ συνδεῖς ὦ γενναῖε τὸν πατέρα καὶ τὰς χεῖρας ἀποστρέφεις, [68.8] μέχρι ἂν ἐλθὼν Καῖσαρ εὕρῃ με μηδ' ἀμύνασθαι δυνάμενον; οὐ γὰρ ἐπ' ἐμαυτόν γε δέομαι ξίφους, ὅπου καὶ τὸ πνεῦμα βραχὺν χρόνον ἐπισχόντα καὶ τὴν κεφαλὴν ἅπαξ πατάξαντα πρὸς τὸν τοῖχον ἀποθανεῖν ἔνεστι."

[69]
[69.1] Ταῦτα λέγοντος αὐτοῦ τὸ μὲν μειράκιον ἐξῆλθε μετὰ κλαυθμοῦ καὶ πάντες οἱ λοιποί, τῷ δὲ Δημητρίῳ καὶ τῷ Ἀπολλωνίδῃ μόνοις ὑπο[69.2]λειφθεῖσι πρᾳότερον ἤδη λαλῶν, "ἦ που καὶ ὑμῖν" ἔφη "δέδοκται βίᾳ κατέχειν ἄνδρα τοσοῦτον ἡλικίας ἐν τῷ βίῳ, καὶ καθημένους αὐτοῦ σιωπῇ παραφυλάσσειν, ἢ λόγον ἥκετε κομίζοντες, ὡς οὐ δεινὸν οὐδ' αἰσχρόν ἐστιν ἀποροῦντα σωτηρίας ἑτέρας Κάτωνα τὴν ἀπὸ τοῦ πολεμίου [69.3] περιμένειν; τί οὖν οὐ λέγετε πείθοντες ἡμᾶς ταῦτα καὶ μεταδιδάσκοντες, ἵνα τὰς προτέρας δόξας ἐκείνας καὶ λόγους οἷς συμβεβιώκαμεν ἐκβαλόντες, [69.4] καὶ γενόμενοι διὰ Καίσαρα σοφώτεροι, μείζονα χάριν εἰδῶμεν αὐτῷ; καίτοι βεβούλευμαι μὲν οὐθὲν ἔγωγε περὶ ἐμαυτοῦ, δεῖ δέ με βουλευσάμενον [69.5] εἶναι κύριον οἷς ἔγνωκα χρῆσθαι. βουλεύσομαι δὲ τρόπον τινὰ μεθ' ὑμῶν, βουλευόμενος μετὰ τῶν λόγων οἷς καὶ ὑμεῖς φιλ[οσοφ]εῖτε χρῆσθαι. θαρροῦντες οὖν ἄπιτε καὶ κελεύετε τὸν υἱόν, ἃ μὴ δύναται τὸν πατέρα πείθειν, μὴ βιάζεσθαι."

[70]
[70.1] Πρὸς ταῦτα μηθὲν ἀντειπόντες οἱ περὶ τὸν Δημήτριον, ἀλλὰ δακρύσαντες, ὑπεξῆλθον. εἰσπέμπεται δὲ διὰ παιδίου μικροῦ τὸ ἐγχειρίδιον, [70.2] καὶ λαβὼν ἐσπάσατο καὶ κατενόησεν. ὡς δ' εἶδεν ἑστῶτα τὸν ἀθέρα καὶ τὴν ἀκμὴν διαμένουσαν, εἰπὼν "νῦν ἐμός εἰμι," τὸ μὲν ξίφος ἔθηκε, τὸ δὲ βιβλίον αὖθις ἀνεγίνωσκε, καὶ λέγεται δὶς ὅλον διεξελθεῖν. [70.3] Εἶτα κοιμηθεὶς ὕπνον βαθύν, ὥστε τοὺς ἐκτὸς αἰσθέσθαι, περὶ μέσας νύκτας ἐκάλει τῶν ἀπελευθέρων Κλεάνθην τὸν ἰατρὸν καὶ Βούταν, ᾧ [70.4] μάλιστα πρὸς τὰς πολιτικὰς πράξεις ἐχρῆτο. καὶ τοῦτον μὲν ἐπὶ θάλασσαν ἔπεμψεν, ὅπως σκεψάμενος, εἰ πάντες ἀνηγμένοι τυγχάνουσι, φράσοι πρὸς αὐτόν· τῷ δ' ἰατρῷ τὴν χεῖρα φλεγμαίνουσαν ὑπὸ τῆς πληγῆς ἣν ἔπληξε τὸν οἰκέτην ἐπιδῆσαι παρέσχε· καὶ τοῦτ' ἐποίησεν ἡδίους ἅπαντας, ὡς [70.5] ζωτικῶς ἔχοντος αὐτοῦ. μετ' ὀλίγον δὲ παρῆν ὁ Βούτας, ἀπαγγέλλων τοὺς μὲν ἄλλους ἀνῆχθαι, Κράσσον δὲ λείπεσθαι ὑπ' ἀσχολίας τινός, ὅσον δ' οὔπω καὶ τοῦτον ἐμβαίνειν, πολὺν δὲ χειμῶνα καὶ μέγα πνεῦμα [70.6] κατέχειν τὴν θάλασσαν. τοῦτ' ἀκούσας ὁ Κάτων ἐστέναξεν οἴκτῳ τῶν πλεόντων, καὶ πάλιν ἔπεμψε τὸν Βούταν ἐπὶ θάλασσαν, εἴ τις ἄρα παλινδρομήσας δέοιτό τινος τῶν ἀναγκαίων, ἀπαγγελοῦντα πρὸς αὐτόν· ἤδη [70.7] δ' ὄρνιθες ᾖδον, καὶ μικρὸν αὖθις κατηνέχθη πρὸς ὕπνον. ἐπανελθόντος δὲ τοῦ Βούτα καὶ φράσαντος πολλὴν ἡσυχίαν περὶ τοὺς λιμένας εἶναι, προσέταξεν αὐτῷ τὴν θύραν κλεῖσαι καὶ καθῆκεν ἑαυτὸν εἰς τὸ κλινίδιον, ὡς τὸ λοιπὸν ἔτι τῆς νυκτὸς ἀναπαυσόμενος.

[70.8] Ἐξελθόντος δὲ τοῦ Βούτα, σπασάμενος τὸ ξίφος ἔωσε μὲν ὑπὸ τὸ στῆθος, τῇ δὲ χειρὶ κουφότερον διὰ τὴν φλεγμονὴν χρησάμενος, οὐκ εὐθὺς ἀπήλλαξεν ἑαυτόν, ἀλλὰ δυσθανατῶν ἐξέπεσε τῆς κλίνης, καὶ ψόφον ἐποίησε καταβαλὼν ἀβάκιόν τι τῶν γεωμετρικῶν παρακείμενον, ὥστε τοὺς θεράποντας αἰσθομένους ἀναβοῆσαι καὶ τὸν υἱὸν αὐτίκα καὶ τοὺς [70.9] φίλους ἐπεισελθεῖν. ἰδόντες δὲ πεφυρμένον αἵματι καὶ τῶν ἐντέρων τὰ πολλὰ προπεπτωκότα, ζῶντα δ' αὐτὸν ἔτι καὶ βλέποντα, δεινῶς μὲν ἅπαντες ἔσχον, ὁ δ' ἰατρὸς προσελθὼν ἐπειρᾶτο, τῶν ἐντέρων ἀτρώτων διαμει[70.10]νάντων, ταῦτά τε καθιστάναι καὶ τὸ τραῦμα διαρράπτειν. ὡς οὖν ἀνήνεγκεν ὁ Κάτων καὶ συνεφρόνησε, τὸν μὲν ἰατρὸν ἀπεώσατο, ταῖς χερσὶ δὲ τὰ ἔντερα σπαράξας καὶ τὸ τραῦμ' ἐπαναρρήξας, ἀπέθανεν.

[71]
[71.1] Ἐν ᾧ δ' οὐκ ἄν τις ᾤετο χρόνῳ τοὺς κατὰ τὴν οἰκίαν πάντας ᾐσθῆσθαι τὸ πάθος, ἐπὶ ταῖς θύραις ἦσαν οἱ τριακόσιοι, καὶ μικρὸν ὕστερον ὁ δῆμος ἤθροιστο τῶν Ἰτυκαίων, μιᾷ φωνῇ τὸν εὐεργέτην καὶ σωτῆρα καὶ [71.2] μόνον ἐλεύθερον καὶ μόνον ἀήττητον καλούντων. καὶ ταῦτ' ἔπραττον ἀγγελλομένου προσιέναι Καίσαρος· ἀλλ' οὔτε φόβος αὐτοὺς οὔτε κολακεία τοῦ κρατοῦντος οὔθ' ἡ πρὸς ἀλλήλους διαφορὰ καὶ στάσις ἀμβλυτέρους [71.3] ἐποίησε τῇ πρὸς Κάτωνα τιμῇ. κοσμήσαντες δὲ τὸ σῶμα λαμπρῶς καὶ πομπὴν ἐπιφανῆ παρασχόντες καὶ θάψαντες παρὰ τὴν θάλασσαν, οὗ νῦν ἀνδριὰς ἐφέστηκεν αὐτοῦ ξιφήρης, οὕτως ἐτράποντο πρὸς τὸ σῴζειν ἑαυτοὺς καὶ τὴν πόλιν.

[72]
[72.1] Καῖσαρ δὲ πυνθανόμενος παρὰ τῶν ἀφικνουμένων ὑπομένειν ἐν Ἰτύκῃ τὸν Κάτωνα μηδὲ φεύγειν, ἀλλὰ τοὺς ἄλλους προπέμπειν, αὐτὸν δὲ καὶ τοὺς ἑταίρους καὶ τὸν υἱὸν ἀδεῶς ἀναστρέφεσθαι, δυστέκμαρτον ἡγεῖτο τὴν γνώμην τοῦ ἀνδρός, ἅτε δὲ τὸν πλεῖστον λόγον ἔχων ἐκεί[72.2]νου, [καὶ] προσῆγε μετὰ τῆς δυνάμεως ἐπειγόμενος. ὡς δ' ἤκουσε τὸν θάνατον αὐτοῦ, λέγεται τοσοῦτον εἰπεῖν· "ὦ Κάτων, φθονῶ σοι τοῦ [72.3] θανάτου· καὶ γὰρ ἐμοὶ σὺ τῆς σαυτοῦ σωτηρίας ἐφθόνησας." τῷ γὰρ ὄντι σωθῆναι Κάτων ἀνασχόμενος ὑπὸ Καίσαρος οὐκ ἂν οὕτω δοκεῖ καταισχῦναι τὴν αὑτοῦ δόξαν ὡς κοσμῆσαι τὴν ἐκείνου. τὸ δὲ πραχθὲν <ἂν> ἄδηλον· εἰκάζεται δὲ τὰ χρηστότερα περὶ Καίσαρος.

[73]
[73.1] Ἐτελεύτησε δὲ Κάτων ἔτη δυεῖν δέοντα πεντήκοντα βεβιωκώς. [73.2] ὁ δ' υἱὸς αὐτοῦ παρὰ Καίσαρος μὲν οὐδὲν ἠδικήθη· λέγεται δὲ ῥᾴθυμος [73.3] γενέσθαι καὶ περὶ γυναῖκας οὐκ ἀνεπίληπτος. ἐν δὲ Καππαδοκίᾳ ξένῳ τινὶ χρησάμενος Μαρφαδάτῃ τῶν βασιλικῶν, ἔχοντι γύναιον εὐπρεπές, καὶ πλείονα παρ' αὐτοῖς ἢ καλῶς εἶχε διατρίβων χρόνον, ἐσκώπτετο τοιαῦτα γραφόντων εἰς αὐτόν·

[73.4] αὔριον Κάτων βαδίζει -- μετὰ τριάκονθ' ἡμέρας, καὶ Πόρκιος καὶ Μαρφαδάτης, δύο φίλοι, ψυχὴ μία·

Ψυχὴ γὰρ ἐκαλεῖτο τοῦ Μαρφαδάτου τὸ γύναιον· καὶ ἔτι

εὐγενὴς καὶ λαμπρὸς ὁ Κάτων· βασιλικὴν ψυχὴν ἔχει.

[73.5] ἀλλὰ πᾶσάν γε τὴν τοιαύτην ἐξήλειψε καὶ ἠφάνισε τῷ θανάτῳ δύσκλειαν. ἀγωνιζόμενος γὰρ ἐν Φιλίπποις πρὸς Καίσαρα καὶ Ἀντώνιον ὑπὲρ τῆς ἐλευθερίας, καὶ κλινομένης τῆς φάλαγγος οὔτε φυγεῖν οὔτε λαθεῖν ἀξιώσας, ἀλλὰ προκαλούμενος τοὺς πολεμίους, πατρόθεν ἑαυτὸν ἐμφανίζων καὶ συνεξορμῶν τοὺς συμμένοντας, ἔπεσε, θαῦμα τῆς ἀρετῆς τοῖς ἐναν[73.6]τίοις παρασχών· ἔτι δὲ μᾶλλον ἡ θυγάτηρ τοῦ Κάτωνος, οὔτε σωφροσύνης οὔτ' ἀνδρίας ἀπολειφθεῖσα· Βρούτῳ γὰρ συνῴκει τῷ κτείναντι Καίσαρα, αὐτή τε τῆς συνωμοσίας μετέσχε καὶ προήκατο τὸν βίον ἀξίως τῆς εὐγενείας καὶ ἀρετῆς, ὡς ἐν τοῖς περὶ Βρούτου γέγραπται. [73.7] Στατύλλιος δ' <ὁ> φήσας μιμεῖσθαι Κάτωνα τότε μὲν ὑπὸ τῶν φιλοσόφων ἐκωλύθη βουλόμενος ἑαυτὸν ἀνελεῖν, ὕστερον δὲ τῷ Βρούτῳ πιστότατον ἑαυτὸν παρασχὼν καὶ χρησιμώτατον, ἐν Φιλίπποις ἀπέθανεν.