Προς την Επιστολήν την Φιλίππου: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 3:
 
 
{{χ|1}} ὅτι μέν, ὦ ἄνδρες Ἀθηναῖοι, Φίλιππος οὐκ ἐποιήσατοἐπσατο τὴν εἰρήνην πρὸς ὑμᾶς, ἀλλ᾽ ἀνεβάλετο τὸν πόλεμον, πᾶσιν ὑμῖν φανερὸν γέγονεν· ἐπειδὴ γὰρ Φαρσαλίοις αλον παρέδωκε καὶ τὰ περὶ Φωκέας διῳκήσατο καὶ τὴν Θρᾴκην κατεστρέψατο πᾶσαν, αἰτίας οὐκ οὔσας πλασάμενος καὶ προφάσεις ἀδίκους ἐξευρὼν τῷ μὲν ἔργῳ πάλαι πολεμεῖ πρὸς τὴν πόλιν, τῷ δὲ λόγῳ νῦν ὁμολογεῖ διὰ τῆς ἐπιστολῆς ἧς ἔπεμψεν·
 
{{χ|2}} ὅτι δὲ χρὴ μήτ᾽ ὀρρωδεῖν ὑμᾶς τὴν ἐκείνου δύναμιν μήτ᾽ ἀγεννῶς ἀντιταχθῆναι πρὸς αὐτόν, ἀλλὰ καὶ σώμασι καὶ χρήμασι καὶ ναυσὶ καὶ πᾶσιν ὡς ἁπλῶς εἰπεῖν ἀφειδῶς ὁρμῆσαι πρὸς τὸν πόλεμον, ἐγὼ πειράσομαι διδάσκειν. πρῶτον μὲν γὰρ εἰκός, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς θεοὺς μεγίστους ὑμῖν ὑπάρχειν συμμάχους καὶ βοηθούς, ὧν ἐκεῖνος τὰς πίστεις ὑπεριδὼν καὶ τοὺς ὅρκους ὑπερβὰς λέλυκεν ἀδίκως τὴν εἰρήνην·