Βίος Απολλωνίου του Τυανέως (Φιλόστρατος)/ε: Διαφορά μεταξύ των αναθεωρήσεων
Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Νέο λήμμα |
Χωρίς σύνοψη επεξεργασίας |
||
Γραμμή 10:
}}
περὶ δὲ τῶν Στηλῶν, ἃς ὅρια τῆς γῆς τὸν Ἡρακλέα φασὶ πήξασθαι, τὰ μὲν μυθώδη ἐῶ, τὰ δ᾽ ἀκοῆς τε καὶ λόγου ἄξια δηλώσω μᾶλλον· Εὐρώπης καὶ Λιβύης ἄκραι σταδίων ἑξήκοντα πορθμὸν ἐπέχουσαι τὸν Ὠκεανὸν ἐς τὰ ἔσω πελάγη φέρουσι, καὶ τὴν μὲν τῆς Λιβύης ἄκραν, ὄνομα δὲ αὐτῇ Ἄβιννα, λέοντες ὑπερνέμονται περὶ τὰς ὀφρῦς τῶν ὀρῶν, ἃ ἔσω ὑπερφαίνεται, ξυνάπτουσαν πρὸς Γαιτούλους καὶ Τίγγας ἄμφω θηριώδη καὶ Λιβυκὰ ἔθνη, παρατείνει
τὰς δὲ τοῦ Ὠκεανοῦ τροπὰς καὶ αὐτὸς μὲν περὶ Κελτοὺς εἶδον, ὁποῖαι λέγονται, τὴν δὲ αἰτίαν ἐπὶ πολλὰ εἰκάζων, δι᾽ ἣν ἄπειρον οὕτω πέλαγος ἐπιχωρεῖ τε καὶ ἀνασπᾶται, δοκῶ μοι τὸν Ἀπολλώνιον ἐπεσκέφθαι τὸ ὄν. ἐν μιᾷ γὰρ τῶν πρὸς Ἰνδοὺς ἐπιστολῶν τὸν Ὠκεανόν φησιν ὑφύδροις ἐλαυνόμενον πνεύμασιν ἐκ πολλῶν χασμάτων, ἃ ὑπ᾽ αὐτῷ τε καὶ περὶ αὐτὸν ἡ γῆ παρέχεται, χωρεῖν ἐς τὸ ἔξω καὶ ἀναχωρεῖν πάλιν, ἐπειδὰν ὥσπερ ἆσθμα ὑπονοστήσῃ τὸ πνεῦμα. πιστοῦται δὲ αὐτὸ κἀκ τῶν νοσούντων περὶ Γάδειρα· τὸν γὰρ χρόνον, ὃν πλημμυρεῖ τὸ ὕδωρ, οὐκ ἀπολείπουσιν αἱ ψυχαὶ τοὺς ἀποθνήσκοντας, ὅπερ οὐκ ἂν ξυμβαίνειν, εἰ μὴ καὶ πνεῦμα τῇ γῇ ἐπεχώρει. ἃ δὲ περὶ τὴν σελήνην φασὶ φαίνεσθαι τικτομένην τε καὶ πληρουμένην καὶ φθίνουσαν, ταῦτα περὶ τὸν Ὠκεανὸν οἶδα, τὰ γὰρ ἐκείνης ἀνισοῖ μέτρα ξυμμινύθων αὐτῇ καὶ ξυμπληρούμενος.
Γραμμή 16:
ἡμέρα δ᾽ ἐκδέχεται νύκτα καὶ νὺξ τὴν ἡμέραν περὶ Κελτοὺς μὲν κατ᾽ ὀλίγον ὑπαπιόντος τοῦ σκότους ἢ τοῦ φωτός, ὥσπερ ἐνταῦθα, περὶ Γάδειρα δὲ καὶ Στήλας ἀθρόως λέγονται τοῖς ὀφθαλμοῖς ἐμπίπτειν, ὥσπερ αἱ ἀστραπαί. φασὶ δὲ καὶ τὰς Μακάρων νήσους ὁρίζεσθαι τῷ Λιβυκῷ τέρματι πρὸς τὸ ἀοίκητον ἀνεχούσας ἀκρωτήριον.
τὰ δὲ Γάδειρα κεῖται μὲν κατὰ τὸ τῆς Εὐρώπης
ἰδεῖν καὶ δένδρα φασὶν ἐνταῦθα, οἷα οὐχ ἑτέρωθι τῆς γῆς, καὶ Γηρυόνεια μὲν καλεῖσθαι αὐτά, δύο δὲ εἶναι, φύεσθαι δὲ τοῦ σήματος, ὃ ἐπὶ τῷ Γηρυόνῃ ἕστηκε, παραλλάττοντα ἐκ πίτυός τε καὶ πεύκης ἐς εἶδος ἕτερον, λείβεσθαι δὲ αἵματι, καθάπερ τῷ χρυσῷ τὴν Ἡλιάδα αἴγειρον. ἡ δὲ νῆσος, ἐν ᾗ τὸ ἱερόν, ἔστι μὲν ὁπόση ὁ νεώς, πετρῶδες δὲ αὐτῆς οὐδέν, ἀλλὰ βαλβῖδι ξεστῇ εἴκασται. ἐν δὲ τῷ ἱερῷ τιμᾶσθαι μὲν ἄμφω τὼ Ἡρακλέε φασίν, ἀγάλματα δὲ αὐτοῖν οὐκ εἶναι, βωμοὺς δὲ τοῦ μὲν Αἰγυπτίου δύο χαλκοῦς καὶ ἀσήμους, ἕνα δὲ τοῦ Θηβαίου — τὰς δὲ ὕδρας τε καὶ τὰς Διομήδους ἵππους καὶ τὰ δώδεκα Ἡρακλέους ἔργα ἐκτετυπῶσθαί φασι κἀνταῦθα — λίθου ὄντα. ἡ Πυγμαλίωνος δὲ ἐλαία ἡ χρυσῆ, ἀνάκειται δὲ κἀκείνη ἐς τὸ Ἡράκλειον, ἀξία μέν, ὥς φασι, καὶ τοῦ θαλλοῦ θαυμάζειν, ᾧ εἴκασται, θαυμάζεσθαι δ᾽ ἂν ἐπὶ τῷ καρπῷ μᾶλλον, βρύειν γὰρ αὐτὸν σμαράγδου λίθου. καὶ Τεύκρου τοῦ Τελαμωνίου ζωστῆρα χρυσοῦν φασι δείκνυσθαι, πῶς δὲ ἐς
φασὶ δὲ καὶ τὸν ποταμὸν ἀναπλῶσαι τὸν Βαῖτιν, ὃς δηλοῖ μάλιστα τὴν τοῦ Ὠκεανοῦ φύσιν· ἐπειδὰν γὰρ πλημμύρῃ τὸ πέλαγος, ἐπὶ τὰς πηγὰς ὁ ποταμὸς παλίρρους ἵεται πνεύματος δήπου ἀπωθουμένου αὐτὸν τῆς θαλάττης. τὴν δὲ ἤπειρον τὴν Βαιτικήν, ἧς ὁ ποταμὸς οὗτος ὁμώνυμος, ἀρίστην ἠπείρων φασί, πόλεών τε γὰρ εὖ ἔχειν καὶ νομῶν καὶ διῆχθαι τὸν ποταμὸν ἐς τὰ ἄστη πάντα, γεωργίας τε ξυμπάσης μεστὴν εἶναι καὶ ὡρῶν, οἷαι τῆς Ἀττικῆς αἱ μετοπώριναί τε καὶ μυστηριώτιδες.
διαλέξεις δὲ τῷ Ἀπολλωνίῳ περὶ τῶν ἐκεῖ παραπεσόντων ὁ Δάμις πλείους μὲν γενέσθαι φησίν, ἀξίας δὲ τοῦ ἀναγράψαι τάσδε· καθημένων ποτὲ αὐτῶν ἐς τὸ Ἡράκλειον ἀναγελάσας ὁ Μένιππος, ἀναμέμνητο δὲ ἄρα τοῦ Νέρωνος ‘τί’ ἔφη ‘τὸν γενναῖον ἡγώμεθα; τίνας’ ἔφη ‘ἐστεφανῶσθαι τῶν ἀγώνων; τοὺς δὲ βελτίστους Ἕλληνας οὐ ξὺν ὅλῳ γέλωτι φοιτᾶν ἐς τὰς πανηγύρεις;’ ὁ δὲ Ἀπολλώνιος
ἀφικομένου δέ τινος ἐς Γάδειρα μετὰ ταῦτα τῶν τοὺς ταχεῖς διαθεόντων δρόμους καὶ κελεύοντος εὐαγγέλια θύειν τρισολυμπιονίκην Νέρωνα ᾄδοντας τὰ μὲν Γάδειρα ξυνίει τῆς νίκης καὶ ὅτι ἐν Ἀρκαδίᾳ τις εἴη ἀγὼν εὐδόκιμος, ἐπειδή, ὡς εἶπον, ἐς τὰ Ἑλλήνων σπεύδουσιν, αἱ δὲ πόλεις αἱ πρόσοικοι τοῖς Γαδείροις οὔτε ἐγίγνωσκον ὅ τι εἴη τὰ Ὀλύμπια, οὐδ᾽ ὅ τι ἀγωνία ἢ ἀγών, οὐδὲ ἐφ᾽ ὅτῳ θύουσιν, ἀλλ᾽ ἀπήγοντο ἐς γελοίους δόξας πολέμου νίκην ἠγούμενοι ταῦτα καὶ ὅτι ὁ Νέρων ᾑρήκοι τινὰς ἀνθρώπους Ὀλυμπίους· οὐδὲ γὰρ τραγῳδίας ποτὲ ἢ κιθαρῳδίας θεαταὶ ἐγεγόνεσαν.
τοὺς γοῦν οἰκοῦντας τὰ Ἵπολα, πόλις δὲ κἀκείνη Βαιτική, φησὶν ὁ Δάμις παθεῖν τι πρὸς τραγῳδίας ὑποκριτήν, οὗ κἀμὲ ἄξιον ἐπιμνησθῆναι· θυουσῶν γὰρ τῶν πόλεων θαμὰ ἐπὶ ταῖς νίκαις, ἐπειδὴ καὶ αἱ Πυθικαὶ ἤδη ἀπηγγέλλοντο, τραγῳδίας ὑποκριτὴς τῶν οὐκ ἀξιουμένων ἀνταγωνίζεσθαι τῷ Νέρωνι ἐπῄει τὰς ἑσπερίους πόλεις ἀγείρων, καὶ τῇ τέχνῃ χρώμενος ηὐδοκίμει παρὰ τοῖς ἧττον βαρβάροις, πρῶτον μὲν δι᾽ αὐτὸ τὸ ἥκειν παρ᾽ ἀνθρώπους, οἳ μήπω τραγῳδίας ἤκουσαν, εἶτ᾽ ἐπειδὴ τὰς Νέρωνος μελῳδίας ἀκριβοῦν ἔφασκε. παρελθὼν δὲ ἐς τὰ Ἵπολα φοβερὸς μὲν αὐτοῖς ἐφαίνετο καὶ ὃν ἐσιώπα χρόνον ἐπὶ τῆς σκηνῆς, καὶ ὁρῶντες οἱ ἄνθρωποι βαδίζοντα μὲν αὐτὸν μέγα, κεχηνότα δὲ τοσοῦτον, ἐφεστῶτα δὲ ὀκρίβασιν οὕτως ὑψηλοῖς τερατώδη τε τὰ περὶ αὐτὸν ἐσθήματα, οὐκ ἄφοβοι ἦσαν τοῦ σχήματος, ἐπεὶ δὲ ἐξάρας τὴν φωνὴν γεγωνὸν ἐφθέγξατο, φυγῇ οἱ πλεῖστοι ᾤχοντο, ὥσπερ ὑπὸ δαίμονος
σπουδὴν δὲ ποιουμένου τοῦ τὴν Βαιτικὴν ἐπιτροπεύοντος ἐς ξυνουσίαν τῷ Ἀπολλωνίῳ ἐλθεῖν ὁ μὲν ἀηδεῖς ἔφη τὰς ξυνουσίας τὰς ἑαυτοῦ φαίνεσθαι τοῖς μὴ φιλοσοφοῦσιν, ὁ δὲ προσέκειτο αἰτῶν τοῦτο· ἐπεὶ δὲ χρηστός τε εἶναι ἐλέγετο καὶ διαβεβλημένος πρὸς τοὺς Νέρωνος μίμους, γράφει πρὸς αὐτὸν ἐπιστολὴν ὁ Ἀπολλώνιος, ἵν᾽ ἐς τὰ Γάδειρα ἔλθοι, ὁ δὲ ἀφελὼν τὸν τῆς ἀρχῆς ὄγκον ξὺν ὀλίγοις καὶ ἑαυτῷ ἐπιτηδειοτάτοις ἦλθεν. ἀσπασάμενοι δὲ ἀλλήλους καὶ μεταστησάμενοι τοὺς παρόντας ὅ τι μὲν διελέχθησαν, οὐδεὶς οἶδε, τεκμαίρεται δὲ ὁ Δάμις ἐπὶ Νέρωνα ξυμβῆναι σφᾶς. τριῶν γὰρ ἡμερῶν ἰδίᾳ σπουδάσαντες ὁ μὲν ἀπῄει περιβαλὼν τὸν Ἀπολλώνιον, ὁ δὲ ‘ἔρρωσο’ ἔφη ‘καὶ μέμνησο τοῦ Βίνδικος’. τί δὲ τοῦτο ἦν; ἐπὶ Νέρωνα ἐν Ἀχαίᾳ ᾄδοντα τὰ ἔθνη τὰ ἑσπέρια λέγεται κινῆσαι Βίνδιξ ἀνὴρ οἷος ἐκτεμεῖν τὰς νευράς, ἃς Νέρων ἀμαθῶς ἔψαλλε, πρὸς γὰρ τὰ στρατόπεδα, οἷς ἐπετέτακτο, λόγον κατ᾽ αὐτοῦ διῆλθεν, ὃν ἐκ πάνυ γενναίας φιλοσοφίας ἐπὶ τύραννον ἄν τις πνεύσειεν· ἔφη γὰρ Νέρωνα εἶναι πάντα μᾶλλον ἢ κιθαρῳδὸν καὶ κιθαρῳδὸν μᾶλλον ἢ βασιλέα. προφέρειν δὲ αὐτῷ μανίαν μὲν καὶ φιλοχρηματίαν καὶ ὠμότητα καὶ ἀσέλγειαν πᾶσαν, τὸ δὲ ὠμότατον τῶν ἐκείνου μὴ προφέρειν αὐτῷ· τὴν γὰρ μητέρα ἐν δίκῃ ἀπεκτονέναι, ἐπειδὴ τοιοῦτον ἔτεκε. ταῦτ᾽ οὖν ὡς ἔσται, προγιγνώσκων ὁ Ἀπολλώνιος ξυνέταττε τῷ Βίνδικι ὅμορον ἄρχοντα μονονουχὶ ὅπλα ὑπὲρ τῆς Ῥώμης τιθέμενος.
φλεγμαινόντων δὲ τῶν περὶ τὴν ἑσπέραν τρέπονται τὸ ἐντεῦθεν ἐπὶ Λιβύην καὶ Τυρρηνοὺς καὶ τὰ μὲν πεζῇ
ὅτι μὲν γὰρ τὰ τοιαῦτα δαιμονίᾳ κινήσει προεγίγνωσκε καὶ ὅτι τοῖς γόητα τὸν ἄνδρα ἡγουμένοις οὐχ ὑγιαίνει ὁ λόγος, δηλοῖ μὲν καὶ τὰ εἰρημένα, σκεψώμεθα δὲ κἀκεῖνα· οἱ γόητες, ἡγοῦμαι δ᾽ αὐτοὺς ἐγὼ κακοδαιμονεστάτους ἀνθρώπων, οἱ μὲν ἐς βασάνους εἰδώλων χωροῦντες, οἱ δ᾽ ἐς θυσίας βαρβάρους, οἱ δὲ ἐς τὸ ἐπᾷσαί τι ἢ ἀλεῖψαι μεταποιεῖν φασι τὰ εἱμαρμένα, καὶ πολλοὶ τούτων κατηγορίαις ὑπαχθέντες τὰ τοιαῦτα ὡμολόγησαν σοφοὶ εἶναι. ὁ δὲ εἵπετο μὲν τοῖς ἐκ Μοιρῶν, προὔλεγε δέ, ὡς ἀνάγκη γενέσθαι αὐτά, προεγίγνωσκε δὲ οὐ γοητεύων, ἀλλ᾽ ἐξ ὧν οἱ θεοὶ ἔφαινον. ἰδὼν δὲ παρὰ τοῖς Ἰνδοῖς τοὺς τρίποδας καὶ τοὺς οἰνοχόους καὶ ὅσα αὐτόματα ἐσφοιτᾶν εἶπον, οὔθ᾽ ὅπως σοφίζοιντο αὐτά, ἤρετο, οὔτ᾽ ἐδεήθη μαθεῖν, ἀλλ᾽ ἐπῄνει μέν, ζηλοῦν δ᾽ οὐκ ἠξίου.
ἀφικομένων δὲ αὐτῶν ἐς τὰς Συρακούσας γυνὴ τῶν οὐκ ἀφανῶν τέρας ἀπεκύησεν, οἷον οὔπω ἐμαιεύθη· τρεῖς γὰρ τῷ βρέφει κεφαλαὶ ἦσαν ἐξ οἰκείας
πορευθέντες δὲ ἐπὶ Κατάνης, οὗ τὸ ὄρος ἡ Αἴτνη, Καταναίων μὲν ἀκοῦσαί φασιν ἡγουμένων τὸν Τυφῶ δεδέσθαι ἐκεῖ καὶ πῦρ ἐξ αὐτοῦ ἀνίστασθαι, ὃ τύφει τὴν Αἴτνην, αὐτοὶ δ᾽ ἐς πιθανωτέρους ἀφικέσθαι λόγους καὶ προσήκοντας τοῖς φιλοσοφοῦσιν. ἄρξαι δ᾽ αὐτῶν τὸν Ἀπολλώνιον ὧδε ἐρόμενον τοὺς ἑταίρους ‘ἔστι τι μυθολογία;’ ‘νὴ Δί᾽’, εἶπεν ὁ Μένιππος ‘ἥν γε οἱ ποιηταὶ ἐπαινοῦσι’. ‘τὸν δὲ δὴ Αἴσωπον τί ἡγῇ;’ ‘μυθολόγον’ εἶπε ‘καὶ λογοποιὸν
:πολλαὶ μορφαὶ τῶν δαιμονίων
Γραμμή 42:
ἢ τοιοῦτό τι ἐπιχορεύσας ἀπῆλθεν, ὁ δὲ Αἴσωπος ἐπιχρησμῳδήσας τὸν ἑαυτοῦ λόγον καταλύει τὴν ξυνουσίαν ουσίαν ἐς ὃ προὔθετο.’
‘ἐμὲ δέ, ὦ Μένιππε, καὶ μῦθον περὶ τῆς Αἰσώπου σοφίας ἐδιδάξατο ἡ μήτηρ κομιδῇ νήπιον, ὡς εἴη μέν ποτε ποιμὴν ὁ Αἴσωπος, νέμοι δὲ πρὸς ἱερῷ Ἑρμοῦ, σοφίας δὲ ἐρῴη καὶ εὔχοιτο αὐτῷ ὑπὲρ τούτου, πολλοὶ δὲ καὶ ἕτεροι ταὐτὸν αἰτοῦντες ἐπιφοιτῷεν τῷ Ἑρμῇ ὁ μὲν χρυσόν, ὁ δ᾽ ἄργυρον, ὁ δὲ κηρύκειον ἐλεφάντινον, ὁ δὲ τῶν οὕτω τι λαμπρῶν ἀνάπτων, ὁ δ᾽ Αἴσωπος ἔχοι μὲν οὕτως, ὡς μηδὲν τῷν τοιούτων ἔχειν, φείδοιτο δὲ καὶ ὧν εἶχε, γάλακτος δὲ αὐτῷ σπένδοι, ὅσον ὄις ἀμελχθεῖσα ἐδίδου καὶ κηρίον ἐπὶ τὸν βωμὸν φέροι, ὅσον τὴν χεῖρα ἐμπλῆσαι, ἑστιᾶν δ᾽ αὐτὸν καὶ μύρτοις ᾤετο καὶ παραθεὶς ἂν τῶν ῥόδων ἢ τῶν ἴων κομιδῇ ὀλίγα. ‘τί γὰρ δεῖ, ὦ Ἑρμῆ’, ἔλεγε ‘στεφάνους πλέκειν καὶ ἀμελεῖν τῶν προβάτων;’ ὡς δὲ ἀφίκοντο ἐς ῥητὴν ἡμέραν ἐπὶ τὴν τῆς σοφίας διανομήν, ὁ μὲν Ἑρμῆς ἅτε λόγιος καὶ κερδῷος ‘σὺ μὲν’ ἔφη ‘φιλοσοφίαν ἔχε’, τῷ πλεῖστα δήπουθεν ἀναθέντι ‘σὺ δὲ ἐς ῥητόρων ἤθη χώρει’, τῷ δεύτερά που χαρισαμένῳ, ‘σοὶ δὲ ἀστρονομεῖν χώρα, σοὶ δὲ εἶναι μουσικῷ, σοὶ δὲ ἡρῴου ποιητῇ μέτρου, σοὶ δὲ ἰαμβείου.’ ἐπεὶ δὲ καίτοι λογιώτατος ὢν κατανάλωσεν ἄκων ἅπαντα τὰ τῆς φιλοσοφίας μέρη καὶ ἔλαθεν ἑαυτὸν ἐκπεσὼν τοῦ Αἰσώπου, ἐνθυμεῖται τὰς Ὥρας, ὑφ᾽ ὧν αὐτὸς ἐν κορυφαῖς τοῦ Ὀλύμπου ἐτράφη, ὡς ἐν σπαργάνοις ποτὲ αὐτῷ ὄντι μῦθον διελθοῦσαι περὶ
‘ἐπιστρέψαι γὰρ ὑμᾶς διανοηθεὶς ἐς λόγους φυσικωτέρους τε καὶ ἀληθεστέρους ὧν οἱ πολλοὶ περὶ τῆς Αἴτνης ᾄδουσιν, αὐτὸς ἐς ἔπαινον μύθων ἀπηνέχθην, οὐ μὴν ἄχαρις ἡ ἐκβολὴ τοῦ λόγου γέγονεν· ὁ γὰρ μῦθος, ὃν παραιτούμεθα, οὐ τῶν Αἰσώπου λόγων ἐστίν, ἀλλὰ τῶν δραματικωτέρων καὶ ὧν οἱ ποιηταὶ θρυλοῦσιν· ἐκεῖνοι μὲν γὰρ Τυφῶ τινα ἢ Ἐγκέλαδον δεδέσθαι φασὶν ὑπὸ τῷ ὄρει καὶ δυσθανατοῦντα ἀσθμαίνειν τὸ πῦρ τοῦτο, ἐγὼ δὲ γίγαντας μὲν γεγονέναι φημὶ καὶ πολλαχοῦ τῆς γῆς ἀναδείκνυσθαι τοιαυτὶ σώματα ῥαγέντων τῶν τάφων, οὐ μὴν ἐς ἀγῶνα ἐλθεῖν τοῖς θεοῖς, ἀλλ᾽ ὑβρίσαι μὲν τάχα ἐς τοὺς νεὼς αὐτῶν καὶ τὰ ἕδη, οὐρανῷ δὲ ἐπιπηδῆσαι καὶ μὴ ξυγχωρεῖν τοῖς θεοῖς ἐπ᾽ αὐτοῦ εἶναι μανία μὲν λέγειν, μανία δὲ οἴεσθαι. καὶ μηδὲ ἐκεῖνος ὁ λόγος καίτοι δοκῶν εὐφημότερος εἶναι τιμάσθω, ὡς Ἡφαίστῳ μέλει τοῦ χαλκεύειν ἐν τῇ Αἴτνῃ, καὶ κτυπεῖταί τις ἐνταῦθα ὑπ᾽ αὐτοῦ ἄκμων, πολλὰ γὰρ καὶ ἄλλα ὄρη πολλαχοῦ τῆς γῆς ἔμπυρα καὶ οὐκ ἂν φθάνοιμεν ἐπιφημίζοντες αὐτοῖς γίγαντας καὶ Ἡφαίστους.’
‘τίς οὖν ἡ τῶν τοιῶνδε ὀρῶν αἰτία; γῆ κρᾶσιν ἀσφάλτου καὶ θείου παρεχομένη τύφεται μὲν καὶ παρ᾽ ἑαυτῆς φύσει, πῦρ δ᾽ οὔπω ἐκδίδωσιν, εἰ δὲ σηραγγώδης τύχοι καὶ ὑποδράμοι αὐτὴν πνεῦμα, φρυκτὸν ἤδη αἴρει.
Ἐμφιλοσοφήσας δὲ τῇ Σικελίᾳ χρόνον, ὃς ἀποχρῶσαν αὐτῷ σπουδὴν εἶχεν, ἐπὶ τὴν Ἑλλάδα ἐκομίζετο περὶ ἀρκτούρου ἐπιτολάς. ἀλύπου δὲ τοῦ πλοῦ γενομένου κατασχὼν ἐς Λευκάδα ‘ἀποβῶμεν’ ἔφη ‘τῆς νεὼς ταύτης, οὐ γὰρ λῷον αὐτῇ ἐς Ἀχαίαν πλεῦσαι’. προσέχοντος δὲ οὐδενὸς τῷ λόγῳ πλὴν τῶν γιγνωσκόντων τὸν ἄνδρα, αὐτὸς μὲν ἐπὶ Λευκαδίας νεὼς ὁμοῦ τοῖς βουλομένοις ξυμπλεῖν ἐς Λέχαιον κατέσχεν, ἡ δὲ ναῦς ἡ Συρακουσία κατέδυ ἐσπλέουσα τὸν Κρισαῖον κόλπον.
μυηθεὶς δ᾽ Ἀθήνησιν, ἐμύει δ᾽ αὐτὸν ἱεροφάντης, ὃν αὐτὸς τῷ προτέρῳ ἐπεμαντεύσατο, ἐνέτυχε καὶ Δημητρίῳ τῷ φιλοσόφῳ, μετὰ γὰρ τὸ Νέρωνος βαλανεῖον καὶ ἃ ἐπ᾽ αὐτῷ εἶπε διῃτᾶτο Ἀθήνησιν ὁ Δημήτριος οὕτω γενναίως, ὡς μηδὲ τὸν χρόνον, ὃν Νέρων περὶ τοὺς ἀγῶνας ὕβριζεν, ἐξελθεῖν τῆς Ἑλλάδος. ἐκεῖνος καὶ Μουσωνίῳ ἔφασκεν ἐντετυχηκέναι περὶ τὸν Ἰσθμὸν δεδεμένῳ τε καὶ κεκελευσμένῳ ὀρύττειν, καὶ αὐτὸς μὲν ἐπευφημῆσαι τὰ εἰκότα, τὸν δὲ ἔχεσθαι τῆς σμινύης καὶ ἐρρωμένως τῇ γῇ ἐμβάλλειν, ἀνακύψαντα δὲ ‘λυπῶ σε’, φάναι ‘ὦ Δημήτριε, τὸν Ἰσθμὸν ὀρύττων τῇ Ἑλλάδι; εἰ δὲ καὶ κιθαρῳδοῦντά με εἶδες, ὥσπερ Νέρωνα, τί ἂν
χειμάσας δ᾽ ὁ Ἀπολλώνιος ἐν τοῖς Ἐλληνικοῖς ἱεροῖς πᾶσιν εἴχετο τῆς ἐπ᾽ Αἰγύπτου ὁδοῦ περὶ ἔαρ, πολλὰ μὲν ἐπιπλήξας, πολλὰ δὲ συμβουλεύσας ταῖς πόλεσι, πολλῶν δὲ ἐς ἔπαινον καταστάς, οὐδὲ γὰρ ἐπαίνου ἀπείχετο, ὁπότε τι ὑγιῶς πράσσοιτο, καταβὰς δὲ ἐς Πειραιᾶ ναῦς μέν τις ὥρμει πρὸς ἱστίοις οὖσα καὶ ἐς Ἰωνίαν ἀφήσουσα, ὁ δ᾽ ἔμπορος οὐ ξυνεχώρει ἐμβαίνειν, ἰδιόστολον γὰρ αὐτὴν ἄγειν. ἐρομένου δὲ τοῦ Ἀπολλωνίου ‘τίς ὁ φόρτος;’ ‘θεῶν’ ἔφη ‘ἀγάλματα ἀπάγω ἐς Ἰωνίαν, τὰ μὲν χρυσοῦ καὶ λίθου, τὰ δὲ ἐλέφαντος καὶ χρυσοῦ’. ‘ἱδρυσόμενος ἢ τί;’ ‘ἀποδωσόμενος’ ἔφη ‘τοῖς βουλομένοις ἱδρύεσθαι.’ ‘δέδιας οὖν, ὦ λῷστε, μὴ συλήσωμεν τὰ ἀγάλματα ἐν τῇ νηί;’ ‘οὐ τοῦτο’ ἔφη ‘δέδια, τὸ δὲ πλείοσι ξυμπλεῖν αὐτὰ καὶ ὁμιλίας ἀναπίμπλασθαι φαύλου διαίτης τε, ὁπόση ναυτική, δεινὸν ἡγοῦμαι’. ‘καὶ μήν, ὦ βέλτιστε’, εἶπε ‘δοκεῖς γάρ μοί τις Ἀθηναῖος εἶναι, τὰς ναῦς, αἷς ἐπὶ τοὺς βαρβάρους ἐχρήσασθε, καίτοι ναυτικῆς ἀταξίας ἐμπεπλησμένας ἐνέβαινον οἱ θεοὶ ξὺν ὑμῖν καὶ οὐκ ᾤοντο ὑφ᾽ ὑμῶν χραίνεσθαι, σὺ δὲ ἀμαθῶς οὕτως ἀπωθῇ τῆς νεὼς φιλοσόφους ἄνδρας, οἷς μάλιστα οἱ θεοὶ χαίρουσι καὶ ταῦτα ἐμπορίαν τοὺς θεοὺς πεποιημένος; ἡ δὲ ἀγαλματοποιία ἡ ἀρχαία οὐ τοῦτο ἔπραττεν, οὐδὲ περιῄεσαν τὰς πόλεις ἀποδιδόμενοι τοὺς θεούς, ἀλλ᾽ ἀπάγοντες μόνον τὰς αὑτῶν χεῖρας καὶ ὄργανα λιθουργὰ καὶ ἐλεφαντουργὰ ὕλην τε παρατιθέμενοι ἀργὸν ἐν αὐτοῖς τοῖς ἱεροῖς τὰς δημιουργίας ἐποιοῦντο, σὺ δ᾽ ὥσπερ τὰ Ὑρκανικά τε
καταπλεύσας δὲ ἐς τὴν Χίον, καὶ μηδὲ τὸν πόδα ἐς τὴν γῆν ἐρείσας μετεπήδησεν ἐς τὴν ναῦν τὴν πλησίον — ἐκήρυττε δ᾽ ἡ ναῦς ἐς Ῥόδον — καὶ οἱ ἑταῖροι δὲ μετεπήδων οὐδὲν εἰπόντες, ἐφιλοσοφεῖτο γὰρ αὐτοῖς μάλιστα τὸ ἕπεσθαι λέγοντί τε καὶ πράττοντι. εὐφόρῳ δὲ περαιωθεὶς πνεύματι τάδε ἐσπούδασεν ἐν τῇ Ῥόδῳ· προσιόντα αὐτὸν τῷ τοῦ Κολοσσοῦ ἀγάλματι ἤρετο ὁ Δάμις, τί ἡγοῖτο ἐκείνου μεῖζον; ὁ δὲ εἶπεν· ‘ἄνδρα φιλοσοφοῦντα ὑγιῶς τε καὶ ἀδόλως’. ἐπεχωρίαζε τότε τῇ Ῥόδῳ Κάνος αὐλητής, ὃς ἄριστα δὴ ἀνθρώπων ἐδόκει αὐλεῖν. καλέσας οὖν αὐτὸν ‘τί’ ἔφη ‘ὁ αὐλητὴς ἐργάζεται;’ ‘πᾶν’, εἶπεν ‘ὅπερ ἂν ὁ ἀκροατὴς βούληται’. ‘καὶ μὴν πολλοὶ’ ἔφη ‘τῶν ἀκροωμένων πλουτεῖν βούλονται μᾶλλον ἢ αὐλοῦ ἀκούειν· πλουσίους οὖν ἀποφαίνεις, οὓς ἂν ἐπιθυμοῦντας τούτου αἴσθῃ;’ ‘οὐδαμῶς’, εἶπεν ‘ὡς ἐβουλόμην ἄν’. ‘τί δ᾽ ; εὐειδεῖς ἐργάζῃ τοὺς νέους τῶν ἀκροατῶν; ἐπειδὴ καλοὶ βούλονται δοκεῖν πάντες, περὶ οὓς νεότης ἐστίν’. ‘οὐδὲ τοῦτο’ ἔφη ‘καίτοι πλεῖστον ἀφροδίτης ἔχων ἐν τῷ αὐλῷ’. ‘τί οὖν ἐστιν,’ εἶπεν ‘ὃ τὸν ἀκροατὴν ἡγῇ βούλεσθαι;’ ‘τί δὲ ἄλλο γε’, ἦ δ᾽ ὁ Κάνος ‘ἢ τὸν λυπούμενον μὲν κοιμίζεσθαι αὐτῷ τὴν λύπην
ἐτύγχανέ τι καὶ μειράκιον νεόπλουτόν τε καὶ ἀπαίδευτον οἰκοδομούμενον οἰκίαν τινὰ ἐν τῇ Ῥόδῳ καὶ ξυμφέρον ἐς αὐτὴν γραφάς τε ποικίλας καὶ λίθους ἐξ ἁπάντων ἐθνῶν. ἤρετο οὖν αὐτό, ὁπόσα χρήματα εἴη ἐς διδασκάλους τε καὶ παιδείαν ἀνηλωκός· ὁ δὲ ‘οὐδὲ
νεανίαν δὲ ἰδὼν πίονα καὶ φρονοῦντα ἐπὶ τῷ πλεῖστα μὲν ἀνθρώπων ἐσθίειν, πλεῖστον δὲ οἶνον πίνειν ‘ἀλλ᾽ ἦ σὺ’ ἔφη ‘τυγχάνεις ὢν ὁ γαστριζόμενος;’ ‘καὶ θύω γε’ εἶπεν ‘ὑπὲρ τούτου’. ‘τί οὖν’ ἔφη ‘ἀπολέλαυκας τῆς βορᾶς ταύτης;’ ‘τὸ θαυμάζεσθαί με καὶ ἀποβλέπεσθαι· καὶ γὰρ τὸν Ἡρακλέα ἴσως ἀκούεις, ὡς καὶ τὰ σιτία αὐτοῦ παραπλησίως τοῖς ἄθλοις ᾔδετο’. ‘Ἡρακλέους’ ἔφη ‘ὄντος· σοῦ δὲ τίς, ὦ κάθαρμα, ἀρετή; τὸ γὰρ περίβλεπτον ἐν μόνῳ λείπεταί σοι τῷ ῥαγῆναι’.
τοιάδε μὲν αὐτῷ τὰ ἐν τῇ Ῥόδῳ, τὰ δὲ ἐν τῇ Ἀλεξανδρείᾳ, ἐπειδὴ ἐσέπλευσεν· ἡ Ἀλεξάνδρεια καὶ ἀπόντος μὲν αὐτοῦ ἤρα καὶ ἐπόθουν τὸν Ἀπολλώνιον, ὡς εἷς ἕνα, καὶ ἡ Αἴγυπτος δὲ ἡ ἄνω μεστοὶ θεολογίας ὄντες καὶ φοιτῆσαι αὐτὸν ἐς τὰ ἤθη τὰ
ἀνελθόντι δὲ αὐτῷ ἐς τὸ ἱερὸν ὁ μὲν κόσμος ὁ περὶ αὐτὸ καὶ ὁ ἐφ᾽ ἑκάστῳ λόγος θεῖός τε ἐφαίνετο καὶ κατὰ σοφίαν ξυντεθείς, τὸ δὲ τῶν ταύρων αἷμα καὶ οἱ χῆνες καὶ ὁπόσα ἐθύετο, οὐκ ἐπῄνει τὰ τοιάδε, οὐδὲ ἐς δαῖτας θεῶν ἦγεν· ἐρομένου δ᾽ αὐτὸν τοῦ ἱερέως, τί μαθὼν οὐχ οὕτω θύοι, ‘σὺ μὲν οὖν’ εἶπεν ‘ἀπόκριναί μοι μᾶλλον, τί μαθὼν οὕτω θύεις;’ εἰπόντος δὲ τοῦ ἱερέως
τούτοις ἐπέκοπτε τὸν Αἰγύπτιον ὡς ἀμαθῆ τῶν θείων. προσκειμένης δὲ τῆς Ἀλεξανδρείας ἵπποις καὶ ξυμφοιτώσης μὲν ἐς τὸν ἱππόδρομον ἐπὶ τῇ θέᾳ ταύτῃ, μιαιφονούντων δὲ ἀλλήλους ἐπίπληξιν ὑπὲρ τούτων ἐποιεῖτο, καὶ παρελθὼν ἐς τὸ ἱερὸν ‘ποῖ’ ἔφη ‘παρατενεῖτε ἀποθνήσκοντες οὐχ ὑπὲρ τέκνων οὐδὲ ἱερῶν, ἀλλ᾽ ὡς χραίνοιτε μὲν τὰ ἱερὰ λύθρου μεστοὶ ἐς ταῦτα ἥκοντες, φθείροισθε δὲ ἔσω τείχους; καὶ Τροίαν μέν, ὡς ἔοικεν, ἵππος εἷς διεπόρθησεν, ὃν ἐσοφίσαντο οἱ Ἀχαιοὶ τότε, ἐφ᾽ ὑμᾶς δὲ ἅρματα ἔζευκται καὶ ἵπποι, δἰ οὓς οὐκ ἔστιν ὑμῖν εὐηνίως ζῆν· ἀπόλλυσθε γοῦν οὐχ ὑπὸ Ἀτρειδῶν, οὐδ᾽ ὑπὸ Αἰακιδῶν, ἀλλ᾽ ὑπ᾽ ἀλλήλων, ὃ μηδ᾽ οἱ Τρῶες ἐν τῇ μέθῃ. κατὰ μὲν οὖν τὴν Ὀλυμπίαν, οὗ πάλης καὶ πυγμῆς καὶ τοῦ παγκρατιάζειν ἆθλα, οὐδεὶς ὑπὲρ ἀθλητῶν ἀπέθανεν
Οὐεσπασιανοῦ δὲ τὴν αὐτοκράτορα ἀρχὴν περινοοῦντος περὶ τὰ ὅμορα τῇ Αἰγύπτῳ ἔθνη καὶ προχωροῦντος ἐπὶ τὴν Αἴγυπτον Δίωνες μὲν καὶ Εὐφρᾶται, περὶ ὧν μικρὸν ὕστερον εἰρήσεται, χαίρειν παρεκελεύοντο· μετὰ γὰρ τὸν πρῶτον αὐτοκράτορα, ὑφ᾽ οὗ τὰ Ῥωμαίων διεκοσμήθη, τυραννίδες οὕτω χαλεπαὶ ἴσχυσαν ἐπὶ πεντήκοντα ἔτη, ὡς μηδὲ Κλαύδιον τὰ μέσα τούτων τρισκαίδεκα ἄρξαντα χρηστὸν δόξαι· καίτοι πεντηκοντούτης μὲν ἐς τὸ ἄρχειν παρῆλθεν, ὅτε νοῦς μάλιστα ὑγιαίνει ἀνθρώπων, παιδείας δὲ ξυμπάσης ἐδόκει ἐρᾶν· ἀλλὰ κἀκεῖνος τηλικόσδε ὢν πολλὰ μειρακιώδη ἔπαθε καὶ μηλόβοτον γυναίοις τὴν ἀρχὴν ἀνῆκεν, ὑφ᾽ ὧν οὕτω ῥᾳθύμως ἀπέθανεν, ὡς καίτοι προγιγνώσκων, ἃ ἔμελλε πείσεσθαι, μηδ᾽ ἃ προῄδει, φυλάξασθαι. Ἀπολλώνιος δὲ παραπλησίως μὲν Εὐφράτῃ καὶ Δίωνι περὶ τούτων ἔχαιρε, μελέτην δ᾽ αὐτὰ οὐκ ἐποιεῖτο ἐς πάντας ῥητορικωτέραν ἡγούμενος τὴν τοιάνδε ἰδέαν τοῦ λόγου, προσιόντι δὲ τῷ αὐτοκράτορι τὰ μὲν ἱερὰ πρὸ πυλῶν ἀπήντα καὶ τὰ τῆς Αἰγύπτου τέλη καὶ οἱ νομοί, καθ᾽ οὓς Αἴγυπτος τέτμηται, φιλόσοφοί τε ὡσαύτως καὶ σοφία πᾶσα, ὁ δὲ Ἀπολλώνιος οὐδὲν
θύσας γὰρ καὶ οὔπω χρηματίσας κατ᾽ ἀξίαν ταῖς πόλεσι προσεῖπε τὸν Ἀπολλώνιον καὶ ὥσπερ εὐχόμενος αὐτῷ ‘ποίησόν με’ ἔφη ‘βασιλέα’. ὁ δὲ ‘ἐποίησα’, εἶπεν ‘ἤδη γὰρ εὐξάμενος βασιλέα δίκαιόν τε καὶ γενναῖον καὶ σώφρονα καὶ πολιᾷ κεκοσμημένον καὶ πατέρα παίδων γνησίων, σὲ δήπου παρὰ τῶν θεῶν ᾔτουν ἐγώ.’ ὑπερησθεὶς δὲ τούτοις ὁ βασιλεύς, καὶ γὰρ ἐβόησε τὸ ἐν τῷ ἱερῷ πλῆθος ξυντιθέμενοι τῷ λόγῳ, ‘τί σοι’ ἔφη ‘Νέρωνος ἀρχὴ ἐφαίνετο;’ καὶ ὁ Ἀπολλώνιος ‘Νέρων’ εἶπε ‘κιθάραν μὲν ἴσως ᾔδει ἁρμόττεσθαι, τὴν δὲ ἀρχὴν ᾔσχυνεν ἀνέσει καὶ ἐπιτάσει.’ ‘ξύμμετρον οὖν’ ἔφη ‘κελεύεις εἶναι τὸν ἄρχοντα;’ ‘οὐκ ἐγώ’, εἶπε ‘θεὸς δὲ τὴν ἰσότητα μεσότητα ὁρισάμενος. ἀγαθοὶ δὲ τούτων ξύμβουλοι καὶ οἵδε οἱ ἄνδρες’ τὸν Δίωνα δείξας καὶ τὸν Εὐφράτην μήπω αὐτῷ ἐς διαφορὰν ἥκοντα. τότε
ἡ μὲν δὴ Αἴγυπτος ὧδε ἀνέσχεν ἀπειρηκότες ἤδη δι᾽ ἃ ἐπιέζοντο. κατιὼν δὲ τοῦ ἱεροῦ ξυνῆψε τῷ Ἀπολλωνίῳ τὴν χεῖρα καὶ παραγαγὼν αὐτὸν ἐς τὰ βασίλεια, ‘ἴσως’ ἔφη ‘μειρακιώδης ἐνίοις δοκῶ βασιλείας ἁπτόμενος περὶ ἔτος ἑξηκοστὸν τοῦ βίου· δώσω οὖν ἀπολογίαν, ὡς ἀπολογοῖο ὑπὲρ ἐμοῦ τοῖς ἄλλοις· ἐγὼ γὰρ πλούτου μὲν ἡττηθεὶς οὐδὲ ἐν μειρακίῳ ποτὲ οἶδα, τὰς δὲ ἀρχάς τε καὶ λαμπρότητας, ὁπόσαι τῇ Ῥωμαίων ἀρχῇ προσήκουσιν, οὕτω σωφρόνως καὶ μετρίως διεθέμην, ὡς μήτε ὑπέρφρων μήτ᾽ αὖ κατεπτηχὼς δόξαι, νεώτερα δὲ οὐδ᾽ ἐπὶ Νέρωνα ἐνεθυμήθην, ἀλλ᾽ ἐπειδὴ τὴν ἀρχήν, εἰ καὶ μὴ κατὰ νόμους, παρ᾽ ἀνδρὸς γοῦν αὐτοκράτορος παραλαβὼν εἶχεν, ὑφιέμην αὐτῷ διὰ τὸν Κλαύδιον, ὃς ὕπατόν τε ἀπέδειξέ με καὶ ξύμβουλον τῶν ἑαυτοῦ· καὶ νὴ τὴν Ἀθηνᾶν, ὁπότε Νέρωνα ἴδοιμι ἀσχημονοῦντα, δάκρυά μοι ἐξέπιπτεν ἐνθυμουμένῳ τὸν Κλαύδιον, ὑφ᾽ οἵου καθάρματος τὸ μέγιστον τῶν ἑαυτοῦ ἐκληρονομήθη. ὁρῶν δὲ μηδ᾽ ὁπότε Νέρων ἐκποδὼν γέγονεν ἐπὶ τὸ λῷον μεθιστάμενα τὰ τῶν ἀνθρώπων, ἀλλ᾽ οὕτως ἀτίμως τὴν ἀρχὴν πράττουσαν, ὡς ἐπὶ Βιτελίῳ κεῖσθαι, θαρρῶν ἤδη ἐπ᾽ αὐτὴν εἶμι, πρῶτον μέν, ἐπειδὴ βούλομαι τοῖς ἀνθρώποις παρασχεῖν ἐμαυτὸν πολλοῦ ἄξιον, εἶτα, ἐπειδὴ πρὸς ἄνθρωπον ὁ ἀγὼν ἔσται κραιπαλῶντα· Βιτέλιος γὰρ μύρῳ μὲν λοῦται πλεῖον ἢ ἐγὼ ὕδατι, δοκεῖ δέ μοι καὶ ξίφει πληγεὶς μύρον ἐκδώσειν μᾶλλον ἢ αἷμα, οἴνῳ δὲ οἶνον ξυνάπτων μαίνεται, καὶ κυβεύει μὲν δεδιὼς μή τι αὐτὸν οἱ
ἐπιθειάσας δ᾽ ὁ Ἀπολλώνιος τῷ λόγῳ, ‘Ζεῦ’ ἔφη ‘Καπιτώλιε, σὲ γὰρ τῶν παρόντων πραγμάτων βραβευτὴν οἶδα, φύλαττε σεαυτὸν μὲν τούτῳ, σεαυτῷ δὲ τοῦτον· τὸν γὰρ νεών, ὃν χθὲς ἄδικοι χεῖρες ἐνέπρησαν, τόνδε σοὶ τὸν ἄνδρα ἀναστῆσαι πέπρωται.’ θαυμάσαντος δὲ τοῦ βασιλέως τὸν λόγον ‘αὐτὰ’ εἶπεν ‘αὐτὰ δηλώσει καὶ μηδὲν ἐμοῦ δέου, πέραινε δέ, ἃ ὀρθῶς ἐβουλεύσω’. ξυμβεβήκει δὲ ἄρα κατὰ τὴν Ῥώμην Δομετιανὸν μὲν τὸν Οὐεσπασιανοῦ παῖδα παρατετάχθαι πρὸς τὸν Βιτέλιον ὑπὲρ τῆς ἀρχῆς τοῦ πατρός, πολιορκίας δ᾽ αὐτὸν περισχούσης ἐν τῷ Καπιτωλίῳ τὸν μὲν διαπεφευγέναι τοὺς πολιορκοῦντας, τὸν νεὼν δ᾽ ἐμπεπρῆσθαι καὶ τῷ Ἀπολλωνίῳ φαίνεσθαι πολλῷ θᾶττον ἢ εἰ κατ᾽ Αἴγυπτον ἐπράττετο. τοσαῦτα σπουδάσαντες ὁ μὲν ἀπῆλθε τοῦ βασιλέως εἰπὼν μὴ ξυγχωρεῖν αὐτῷ τὰ Ἰνδῶν πάτρια κατὰ μεσημβρίαν ἄλλο τι παρ᾽ ἃ ἐκεῖνοι πράττουσι ῾πράττειν᾽, ὁ δὲ ἀνέλαμπέ τε ἔτι μᾶλλον καὶ οὐ ξυνεχώρει τοῖς πράγμασι διαφεύγειν ἑαυτόν,
τῇ δ᾽ ὑστεραίᾳ περὶ ὄρθρον ἐπὶ τὰ βασίλεια ἥκων ὁ Ἀπολλώνιος ἤρετο τοὺς δορυφόρους, ὅ τι βασιλεὺς πράττοι, οἱ δὲ ἐγρηγορέναι τε αὐτὸν πάλαι ἔφασαν καὶ πρὸς ἐπιστολαῖς εἶναι. καὶ ἀκούσας τοῦτο ἀπῆλθεν εἰπὼν πρὸς τὸν Δάμιν ‘ὁ ἀνὴρ ἄρξει’. ἐπανελθὼν δὲ περὶ ἥλιον ἀνίσχοντα Δίωνα μὲν καὶ Εὐφράτην ἐπὶ θύραις εὗρε καὶ περὶ τῆς ξυνουσίας φιλοτίμως ἐρωτῶσι διῆλθε τὴν ἀπολογίαν, ἣν τοῦ βασιλέως ἤκουσε, τὰς δὲ αὑτοῦ δόξας ἀπεσιώπησεν. ἐσκληθεὶς δὲ πρῶτος ‘ὦ βασιλεῦ’, εἶπεν ‘Εὐφράτης καὶ Δίων πάλαι σοι γνώριμοι ὄντες πρὸς θύραις εἰσὶν οὐκ ἀφρόντιδες τῶν σῶν· κάλει δὴ κἀκείνους ἐς κοινὸν λόγον, σοφὼ γὰρ τὼ ἄνδρε’. ‘ἀκλείστους’ ἔφη ‘θύρας παρέχω σοφοῖς ἀνδράσι, σοὶ δὲ καὶ τὰ στέρνα ἀνεῷχθαι δοκεῖ τἀμά’.
ἐπεὶ δὲ ἐσεκλήθησαν, ‘ὑπὲρ μὲν τῆς ἐμαυτοῦ διανοίας’, εἶπεν ‘ὦ ἄνδρες, ἀπολελόγημαι χθὲς Ἀπολλωνίῳ τῷ γενναίῳ’. ‘ἠκούσαμεν’ ἦ δ᾽ ὁ Δίων ‘τῆς ἀπολογίας, καὶ νοῦν εἶχε’. ‘τήμερον δὲ’ εἶπεν ‘ὦ φίλε Δίων, ξυμφιλοσοφήσωμεν ὑπὲρ τῶν βεβουλευμένων, ἵν᾽ ὡς κάλλιστα καὶ κατὰ σωτηρίαν τῶν ἀνθρώπων πάντα πράττοιμι· ἐννοῶν γὰρ πρῶτον μὲν τὸν Τιβέριον, ὡς ἐς τὸ ἀπάνθρωπόν τε καὶ ὠμὸν τὴν ἀρχὴν μετέστησεν, εἶτα τὸν ἐπ᾽ ἐκείνῳ Γάιον, ὡς διονυσομανῶν καὶ λυδίζων τὴν στολὴν καὶ πολέμους νικῶν οὐκ ὄντας ἐς πάντα τὰ Ῥωμαίων αἰσχρῶς ἐβάκχευσεν, εἶτα τὸν χρηστὸν Κλαύδιον, ὡς ὑπὸ γυναίων ἡττηθεὶς ἐπελάθετο τοῦ ἄρχειν, ἀλλὰ καὶ τοῦ ζῆν, ἀπέθανε γὰρ ὑπ᾽ αὐτῶν, ὥς φασι, Νέρωνος δὲ τί ἂν καθαπτοίμην εἰπόντος Ἀπολλωνίου
ὁ δ᾽ Εὐφράτης ἀφανῶς μὲν ἤδη ἐβάσκαινε τῷ Ἀπολλωνίῳ προσκείμενον αὐτῷ τὸν βασιλέα ὁρῶν μᾶλλον ἢ τοῖς χρηστηρίοις τοὺς ἐς αὐτὰ ἥκοντας, ἀνοιδήσας δὲ ὑπὲρ τὸ μέτρον τότε καὶ τὴν φωνὴν ἐπάρας παρ᾽ ὃ εἰώθει ‘οὐ χρὴ’ ἔφη ‘κολακεύειν τὰς ὁρμάς, οὐδὲ ἀνοήτως συνεκφέρεσθαι τοῖς παρὰ τὴν ἡνίαν τι πράττουσι, καταρρυθμίζειν δὲ αὐτούς, εἴπερ φιλοσοφοῦμεν· ἃ γὰρ εἰ προσήκει πράττειν, ἔδει βουλευομένους φαίνεσθαι, ταῦθ᾽ ὃν πεπράξεται τρόπον κελεύεις λέγειν οὔπω μαθών, εἰ ὑπὲρ πρακτέων οἱ λόγοι. ἐγὼ δὲ Βιτέλιον μὲν καταλυθῆναι κελεύω, μιαρὸν γὰρ τὸν ἄνθρωπον οἶδα καὶ μεθύοντα ἀσελγείᾳ πάσῃ, σὲ δ᾽ ἄνδρα εἰδὼς ἀγαθὸν καὶ γενναιότητι προὔχοντα οὔ φημι χρῆναι τὰ μὲν Βιτελίου διορθοῦσθαι, τὰ σεαυτοῦ δὲ μήπω εἰδέναι. ὅσα μὲν δὴ αἱ μοναρχίαι ὑβρίζουσιν, οὐκ ἐμοῦ χρὴ μανθάνειν,
τοσαῦτα τοῦ Εὐφράτου εἰπόντος ὁρῶν ὁ Ἀπολλώνιος τὸν Δίωνα προστιθέμενον τῇ γνώμῃ, τουτὶ γὰρ καὶ τῷ νεύματι ἐπεδήλου καὶ οἷς ἐπῄνει λέγοντα, ‘μή τι,’ ἔφη ‘Δίων, τοῖς εἰρημένοις προστίθης;’ ‘νὴ Δί᾽,’ εἶπε ‘πὴ μὲν ὅμοια, πὴ δὲ ὀνόμοια· τὸ μὲν γὰρ ὡς πολλῷ βελτίων ἂν ἦν Νέρωνα καταλύων μᾶλλον ἢ τὰ τῶν Ἰουδαίων διορθούμενος, ἡγοῦμαι κἀμοὶ πρὸς σὲ εἰρῆσθαι, σὺ δὲ ἐῴκεις ἀγῶνα ποιουμένῳ μὴ καταλυθῆναί ποτε αὐτόν· ὁ γὰρ τὴν ταραχὴν τῶν ἐκείνου πραγμάτων εὖ τιθέμενος ἐρρώννυέ που τὸν ἄνθρωπον ἐπὶ πάντας, οὓς κακῶς ἔρρωτο. τὴν δὲ ἐπὶ τὸν Βιτέλιον ὁρμὴν ἐπαινῶ· τοῦ γὰρ τυραννίδα καθεστηκυῖαν παῦσαι μεῖζον ἡγοῦμαι τὸ μηδὲ ἐᾶσαι φῦναι. δημοκρατίαν δὲ ἀσπάζομαι μέν — καὶ γὰρ εἰ τῆς ἀριστοκρατίας ἥττων ἥδε ἡ πολιτεία, ἀλλὰ τυραννίδων τε καὶ ὀλιγαρχιῶν αἱρετωτέρα τοῖς σώφροσι — δέδια δέ, μὴ χειροήθεις ἤδη Ῥωμαίους αὗται αἱ τυραννίδες πεποιηκυῖαι χαλεπὴν ἐργάσωνται τὴν μεταβολὴν καὶ μὴ δύνωνται μήτε ἐλευθεριάζειν μήτε πρὸς δημοκρατίαν ἀναβλέπειν,
σιωπὴ μὲν οὖν ἐπὶ τούτοις ἐγένετο καὶ τὸ πρόσωπον τοῦ βασιλέως ἀγῶνα ἐπεδήλου τῆς γνώμης, ἐπειδὴ πάνθ᾽ ὥσπερ αὐτοκράτωρ χρηματίζων τε καὶ πράττων ἀπάγεσθαι ἐδόκει τῆς βουλῆς ταύτης, καὶ ὁ Ἀπολλώνιος ‘δοκεῖτέ μοι’ εἶπεν ‘ἁμαρτάνειν ἀναλύοντες βασιλέα περὶ πραγμάτων ἤδη βεβουλευμένων, ἐς ἀδολεσχίαν καθιστάμενοι μειρακιώδη καὶ ἀργοτέραν τοῦ καιροῦ. εἰ μὲν γὰρ ἐμοὶ κεκτημένῳ δύναμιν, ὁπόσην οὗτος, καὶ βουλευομένῳ, τί δρῴην ἂν τοὺς ἀνθρώπους ἀγαθόν, ξύμβουλοι τῶν τοιούτων ἐγίγνεσθε, προὔβαινεν ἂν ὁ λόγος ὑμῖν — αἱ γὰρ φιλόσοφοι γνῶμαι τοὺς φιλοσόφους τῶν ἀκροατῶν διορθοῦνται — ἀνδρὶ δὲ ξυμβουλεύοντας ὑπάτῳ καὶ ἄρχειν εἰθισμένῳ, καὶ ᾧ ἕτοιμον, ἐπειδὰν ἐκπέσῃ τῆς ἀρχῆς, ἀπολωλέναι, τί δεῖ ἐπιπλήττειν, εἰ μὴ
ἄσμενος τούτων ἀκούσας ὁ βασιλεὺς ‘εἰ τὴν ψυχὴν’ ἔφη ‘τὴν ἐμὴν ᾤκεις, οὐκ ἂν οὕτω σαφῶς, ἃ ἐνεθυμήθην, ἀπήγγειλας· ἕπομαι δή σοι, θεῖον γὰρ ἡγοῦμαι τὸ ἐκ σοῦ πᾶν, καὶ ὁπόσα χρὴ τὸν ἀγαθὸν βασιλέα πράττειν δίδασκε.’ καὶ ὁ Ἀπολλώνιος ‘οὐ διδακτά με’ ἔφη ‘ἐρωτᾷς· βασιλεία γὰρ μέγιστον μὲν τῶν κατ᾽ ἀνθρώπους, ἀδίδακτον δέ. ὁπόσα δ᾽ οὖν μοι δοκεῖς πράττων ὑγιῶς ἂν πρᾶξαι, καὶ δὴ φράσω· πλοῦτον ἡγοῦ μὴ τὸν ἀπόθετον — τί γὰρ βελτίων οὗτος τῆς ὁποθενδὴ ξυνενεχθείσης ψάμμου; — μηδὲ τὸν φοιτῶντα παρ᾽ ἀνθρώπων, οἳ τὰς ἐσφορὰς ὀλοφύρονται, κίβδηλον γὰρ ὁ χρυσὸς καὶ μέλαν, ἢν ἐκ δακρύων ἥκῃ· πλούτῳ δ᾽ ἂν ἄριστα βασιλέων χρῷο τοῖς μὲν δεομένοις ἐπαρκῶν, τοῖς δὲ πολλὰ κεκτημένοις παρέχων ἀσφαλῆ τὸν πλοῦτον. τὸ ἐξεῖναί σοι πᾶν, ὅ τι βούλει, δέδιθι, σωφρονέστερον γὰρ αὐτῷ χρήσῃ. μὴ τέμνε τῶν ἀσταχύων τοὺς ὑψηλούς τε καὶ ὑπεραίροντας, ἄδικος γὰρ ὁ τοῦ Ἀριστοτέλους λόγος, ἀλλὰ τὸ δύσνουν ἐξαίρει μᾶλλον, ὥσπερ τὰς ἀκάνθας τῶν ληίων καὶ φοβερὸς δόκει τοῖς νεώτερα πράττουσι μὴ ἐν τῷ τιμωρεῖσθαι, ἀλλ᾽ ἐν τῷ τιμωρήσεσθαι. νόμος, ὦ βασιλεῦ, καὶ σοῦ ἀρχέτω· σωφρονέστερον γὰρ νομοθετήσεις, ἢν μὴ ὑπερορᾷς τῶν νόμων. θεοὺς θεράπευε μᾶλλον ἢ πρότερον· μεγάλα μὲγ γὰρ παρ᾽ αὐτῶν εἴληφας,
ὁ δὲ Εὐφράτης ‘τοῖς μὲν δεδογμένοις ξυγχωρῶ,’ ἔφη ‘τί γὰρ ἂν πλέον μεταδιδάσκων πράττοιμι; φιλοσοφίαν δέ, ὦ βασιλεῦ, τουτὶ γὰρ λοιπὸν προσειρήσει, τὴν μὲν κατὰ φύσιν ἐπαίνει καὶ ἀσπάζου, τὴν δὲ θεοκλυτεῖν φάσκουσαν παραιτοῦ, καταψευδόμενοι γὰρ τοῦ θείου πολλὰ καὶ ἀνόητα ἡμᾶς ἐπαίρουσιν.’ ταυτὶ μὲν πρὸς τὸν Ἀπολλώνιον αὐτῷ ἐλέγετο, ὁ δὲ οὐδὲν ἐπιστραφεὶς ἀπῄει μετὰ τῶν ἑαυτοῦ γνωρίμων, διανύσας τὴν σπουδήν· βουλομένου δὲ τοῦ Εὐφράτου θρασύτερόν τι περὶ αὐτοῦ λέγειν, ξυνῆκεν ὁ βασιλεὺς καὶ διακρουόμενος αὐτὸν ‘ἐσκαλεῖτε’ ἔφη ‘τοὺς δεομένους τῆς ἀρχῆς καὶ ἀπολαβέτω ἡ βουλὴ τὸ ἑαυτῆς σχῆμα.’ οὕτω μὲν δὴ ὁ Εὐφράτης ἔλαθε διαβαλὼν ἑαυτόν, καὶ γὰρ βάσκανός τε τῷ βασιλεῖ καὶ ὑβριστὴς ἔδοξε, καὶ τοὺς λόγους τοὺς ὑπὲρ τῆς δημοκρατίας οὐχ ὡς ἐγίγνωσκεν, εἰρηκώς, ἀλλ᾽ ἐς ἀντιλογίαν τοῦ Ἀπολλωνίου δἰ ἃ περὶ τῆς ἀρχῆς ἐκείνῳ ἐδόκει· οὐ μὴν ἀπερρίπτει αὐτόν, οὐδὲ ἐπεδήλου τι ὀργῆς πρὸς ταῦτα. καὶ τὸν Δίωνα οὐκ ἐπῄνει μὲν ξυναράμενον αὐτῷ τῆς γνώμης, οὐ μὴν ἐπαύσατο ἀγαπῶν· ἐπίχαρίς τε γὰρ τὰς διαλέξεις ἐδόκει καὶ τὰς ἔριδας παρῃτεῖτο, ὥραν τε ἐπέφαινε τοῖς· λόγοις, οἵα τοῦ πρὸς τοῖς ἱεροῖς ἀτμοῦ ἐκπνεῖ, προσῆν δὲ αὐτῷ καὶ τὸ ἀποσχεδιάζειν ἄριστα ἀνθρώπων. τὸν δὲ Ἀπολλώνιον ὁ βασιλεὺς οὐκ ἠγάπα μόνον, ἀλλὰ καὶ ὑπέκειτο αὐτῷ διιόντι μὲν τὰ ἀρχαῖα, διηγουμένῳ δὲ τὸν
μετὰ ταῦτα θύσας ὁ βασιλεὺς ἐν τῷ ἱερῷ δωρεὰς ἐπήγγειλεν αὐτῷ δημοσίᾳ. ὁ δὲ ὥσπερ αἰτήσων ‘τίνας δέ,’ εἶπεν ‘ὦ βασιλεῦ, δωρεὰς δώσεις;’ ‘δέκα’ ἔφη ‘νῦν, ἀφικομένῳ δὲ ἐς τὴν Ῥώμην τἀμὰ πάντα.’ καὶ ὁ Ἀπολλώνιος ‘οὐκοῦν’ ἔφη ‘φείδεσθαί με χρὴ τῶν σῶν ὡς ἐμῶν καὶ μὴ σπαθᾶν αὐτὰ νῦν ἀποκεισόμενά μοι ἀθρόα· ἀλλ᾽ ἐπιμελήθητι τούτων, ὦ βασιλεῦ μᾶλλον, ἐοίκασι γὰρ δεομένοις.’ ἐδείκνυε δὲ ἄρα τοὺς περὶ τὸν Εὐφράτην. ὁ μὲν δὴ βασιλεὺς ἐκέλευσεν αἰτεῖν θαρροῦντας, ἐρυθριάσας δὲ ὁ Δίων ‘διάλλαξόν με, βασιλεῦ,’ εἶπε ‘πρὸς Ἀπολλώνιον τὸν διδάσκαλον ὑπὲρ ὧν ἀντιλέγειν αὐτῷ ἔδοξα μήπω πρότερον ἀντειπὼν τῷ ἀνδρί.’ ἐπαινέσας οὖν ὁ βασιλεὺς ‘χθὲς’ ἔφη ‘τοῦτο ἐγὼ ᾔτησα καὶ ὑπάρχει· ἀλλ᾽ αἴτει ὑπερ δωρεᾶς.’ καὶ ὁ Δίων ‘Λασθένης’ ἔφη ‘ἐστὶ μὲν ἐξ Ἀπαμείας τῆς ἐν τῷ Βιθυνῶν ἔθνει, ξυμφιλοσοφῶν δέ μοι χλαμύδος ἠράσθη καὶ στρατιώτου βίου· τοῦτον, ἐπειδὴ τρίβωνος πάλιν ἐρᾶν φησιν, ἄνες τῆς στρατείας, δεῖται
τὰ μὲν δὴ τῆς διαφορᾶς, ἣ Ἀπολλωνίῳ τε καὶ Εὐφράτῃ ἐγένετο, τοιάδε εὗρον, ἐξελάσαντος δὲ τοῦ βασιλέως καθήπτοντο ἀλλήλων ἐς τὸ φανερόν, ὁ μὲν Εὐφράτης ξὺν ὀργῇ τε καὶ λοιδορίαις, ὁ δ᾽ αὖ φιλοσόφως καὶ ξὺν ἐλέγχῳ μᾶλλον. ὁπόσα μὲν δὴ Εὐφράτου κατηγόρηκεν, ὡς παρὰ τὸ πρέπον φιλοσοφίᾳ πράττοντος, ἔξεστιν Ἀπολλωνίου μαθεῖν ἐκ τῶν πρὸς αὐτὸν ἐπιστολῶν, πλείους γάρ, ἐμοὶ δὲ ἀφεκτέα τοῦ ἀνδρός, οὐ γὰρ ἐκεῖνον διαβαλεῖν προὐθέμην, ἀλλὰ παραδοῦναι τὸν Ἀπολλωνίου βίον τοῖς μήπω εἰδόσι. τὸ μέντοι περὶ τοῦ ξύλου λεγόμενον, λέγεται δὲ ἐπανατείνασθαι μὲν αὐτὸ διαλεγομένῳ τῷ Ἀπολλωνίῳ, μὴ καθικέσθαι δέ, οἱ μὲν πολλοὶ δεινότητι τοῦ πεπληξομένου προσγράφουσιν, ἐγὼ δὲ λογισμῷ τοῦ πλήξοντος, δι᾽ ὃν ἐγένετο κρείττων ὀργῆς νενικηκυίας ἤδη.
ἡ δὲ τοῦ Δίωνος φιλοσοφία ῥητορικωτέρα τῷ Ἀπολλωνίῳ ἐφαίνετο καὶ ἐς τὸ εὐφραῖνον κατεσκευασμένη μᾶλλον, ὅθεν διορθούμενος αὐτόν φησιν
τὸ δὲ μὴ ἀφικέσθαι αὐτὸν παρὰ τὸν βασιλέα ἔτι, μηδὲ ξυγγενέσθαι οἱ μετὰ τὴν Αἴγυπτον καίτοι καλοῦντι καὶ πλεῖστα ὑπὲρ τούτου γράφοντι ὁπόθεν ξυνέβη, δηλῶσαι βούλομαι· Νέρων ἐλευθέραν ἀφῆκε τὴν Ἑλλάδα σωφρονέστερόν τι ἑαυτοῦ γνούς, καὶ ἐπανῆλθον αἱ πόλεις ἐς ἤθη Δωρικὰ καὶ Ἀττικὰ πάντα τε ἀνήβησε ξὺν ὁμονοίᾳ τῶν πόλεων, ὃ μηδὲ πάλαι ἡ Ἑλλὰς εἶχεν, Οὐεσπασιανὸς δὲ ἀφικόμενος ἀφείλετο αὐτὴν τοῦτο στάσεις προβαλλόμενος καὶ ἄλλα οὔπω τῆς ἐπὶ τοσόνδε ὀργῆς· ταῦτ᾽ οὖν οὐ μόνον τοῖς παθοῦσιν, ἀλλὰ καὶ τῷ Ἀπολλωνίῳ πικρότερα τοῦ τῆς βασιλείας ἤθους ἔδοξεν, ὅθεν ἐπέστειλε τῷ βασιλεῖ ὧδε· Ἀπολλώνιος Οὐεσπασιανῷ βασιλεῖ χαίρειν. Ἐδουλώσω τὴν Ἐλλάδα, ὥς φασί, καὶ πλέον μὲν οἴει τι ἔχειν Ξέρξου, λέληθας δὲ ἔλαττον ἔχων Νέρωνος· Νέρων γὰρ ἔχων αὐτὸ παρῃτήσατο. ἔρρωσο. τῷ αὐτῷ. διαβεβλημένος οὕτω πρὸς Ἕλληνας, ὡς δουλοῦσθαι αὐτοὺς ἐλευθέρους ὄντας τί ἐμοῦ ξυνόντος δέῃ; ἔρρωσο. τῷ αὐτῷ. Νέρων τοὺς Ἕλληνας παίζων ἠλευθέρωσε, σὺ δὲ αὐτοὺς σπουδάζων ἐδουλώσω. ἔρρωσο. τὰ μὲν δὴ διαβάλλοντα Οὐεσπασιανὸν Ἀπολλωνίῳ τοιάδε ἐγένετο, ἀκούων δ᾽ αὐτὸν εὖ διατιθέμενον τὴν μετὰ ταῦτα ἀρχὴν πᾶσαν οὐκ ἀφανὴς ἦν χαίρων καὶ ἡγούμενος ἑαυτῷ ἀγαθὸν πράττεσθαι.
θαυμάσιον Ἀπολλωνίου κἀκεῖνο ἐν Αἰγύπτῳ ἔδοξε· λέοντα ἥμερον ἀπὸ ῥυτῆρος ἦγέ τις, ὥσπερ κύνα, ὁ δὲ οὐ μόνον τὸν ἄγοντα ᾔκαλλεν, ἀλλὰ καὶ ὅστις προσέλθοι, καὶ ἤγειρε μὲν πολλαχοῦ τῶν πόλεων, παρῄει δὲ καὶ ἐς τὰ ἱερὰ ὑπὸ τοῦ καθαρὸς εἶναι· οὐδὲ γὰρ τὸ τῶν θυομένων αἷμα ἀνελιχμᾶτο, οὐδ᾽ ἐπὶ τὰ δερόμενά τε καὶ ῥαχιζόμενα τῶν ἱερείων ᾖττεν, ἀλλὰ μελιττούταις διήγετο καὶ ἄρτοις καὶ τραγήμασι καὶ κρεῶν τοῖς ἑφθοῖς, ἐντυχεῖν δὲ ἦν αὐτῷ καὶ οἶνον πίνοντι μὴ μεθισταμένῳ τοῦ ἤθους. προσελθὼν δὲ τῷ Ἀπολλωνίῳ καθημένῳ ἐς τὸ ἱερὸν τοῖς τε γόνασιν αὐτοῦ προσεκνυζᾶτο καὶ ἐλιπάρει παρὰ πάντας ἀνθρώπους, ὡς μὲν οἱ πολλοὶ ᾤοντο, μισθοῦ ἕνεκα, ὁ δὲ Ἀπολλώνιος ‘δεῖταί μου’ ἔφη ‘ὁ λέων ἀναδιδάξαι ὑμᾶς, ὅτου ἀνθρώπου ψυχὴν ἔχει· ἔστι τοίνυν Ἄμασις οὗτος, ὁ βασιλεὺς Αἰγύπτου περὶ τὸν Σαίτην νομόν.’ ἐπεὶ δ᾽ ἤκουσεν ὁ λέων ταῦτα, ἀνεβρυχήσατο ἐλεεινὸν καὶ θρηνῶδες καὶ ὠλοφύρατο ξυνοκλάσας, δάκρυα ἱεὶς αὐτά. καταψῶν οὖν αὐτὸν ὁ Ἀπολλώνιος ‘δοκεῖ’ ἔφη ‘πέμπειν τὸν λέοντα ἐς Λεοντόπολιν ἀνακεισόμενον τῷ ἱερῷ, βασιλέα γὰρ ἐς τὸ βασιλικώτατον τῶν θηρίων μεταβαλόντα οὐκ ἀξιῶ ἀγείρειν, καθάπερ τοὺς πτωχοὺς τῶν ἀνθρώπων. ἐντεῦθεν οἱ ἱερεῖς ξυνελθόντες ἔθυσαν τῷ Ἀμάσιδι καὶ κοσμήσαντες τὸ θηρίον στρεπτῷ καὶ ταινίαις παρέπεμπον ἐς τὴν Αἴγυπτον αὐλοῦντες καὶ ὑμνοῦντες καὶ ἐπ᾽ αὐτῷ ᾄδοντες.’
ἱκανῶς δὲ ἔχων τῶν περὶ τὴν Ἀλεξάνδρειαν ἐστέλλετο ἐς Αἴγυπτόν τε καὶ ἐς Αἰθιοπίαν ἐς ξυνουσίαν τῶν Γυμνῶν. τὸν μὲν δὴ Μένιππον, ἐπειδὴ τῶν διαλεγομένων ἤδη ἐτύγχανε καὶ παρρησίᾳ χρῆσθαι
|