Περί του μη δειν δανείζεσθαι (Πλούταρχος): Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Francois-Pier (συζήτηση | Συνεισφορά)
Νέο λήμμα
 
Dgolitsis (συζήτηση | Συνεισφορά)
Nomoi 744b
Γραμμή 12:
 
 
(827d) Ὁ [[Πλάτων[[ ἐν τοῖς Νόμοις οὐκ ἐᾷ μεταλαμβάνειν(827e) ὕδατος ἀλλοτρίου τοὺς γείτονας, ἂν μὴ παρ´ αὑτοῖς ὀρύξαντες ἄχρι τῆς κεραμίτιδος καλουμένης γῆς ἄγονον εὕρωσι νάματος τὸ χωρίον· ἡ γὰρ κεραμῖτις φύσιν ἔχουσα λιπαρὰν καὶ πυκνὴν στέγει παραλαβοῦσα τὸ ὑγρὸν καὶ οὐ διίησι· δεῖν δὲ μεταλαμβάνειν τἀλλοτρίου τοὺς ἴδιον κτήσασθαι μὴ δυναμένους· ἀπορίᾳ γὰρ βοηθεῖν τὸν νόμον. [[Νόμοι p#844b|844b)]]) Ἆρ´ οὐ δὴ ἔδει καὶ περὶ χρημάτων εἶναι νόμον, ὅπως μὴ (827f) δανείζωνται παρ´ ἑτέρων μηδ´ ἐπ´ ἀλλοτρίας πηγὰς βαδίζωσι, μὴ πρότερον οἴκοι τὰς αὑτῶν ἀφορμὰς ἐξελέγξαντες καὶ συναγαγόντες ὥσπερ ἐκ λιβάδων τὸ χρήσιμον καὶ ἀναγκαῖον αὑτοῖς; νυνὶ δ´ ὑπὸ τρυφῆς καὶ μαλακίας ἢ πολυτελείας οὐ χρῶνται τοῖς ἑαυτῶν, ἔχοντες, ἀλλὰ λαμβάνουσιν ἐπὶ πολλῷ παρ´ ἑτέρων, μὴ δεόμενοι· τεκμήριον δὲ μέγα· τοῖς γὰρ ἀπόροις οὐ δανείζουσιν, ἀλλὰ βουλομένοις εὐπορίαν τιν´ ἑαυτοῖς κτᾶσθαι· καὶ μάρτυρα δίδωσι καὶ βεβαιωτὴν ἄξιον, ὅτι ἔχει, πιστεύεσθαι, δέον ἔχοντα μὴ δανείζεσθαι.
 
Τί θεραπεύεις τὸν τραπεζίτην ἢ πραγματευτήν;(828a) ἀπὸ τῆς ἰδίας δάνεισαι τραπέζης· ἐκπώματ´ ἔχεις, παροψίδας ἀργυρᾶς, λεκανίδας· ὑπόθου ταῦτα τῇ χρείᾳ· τὴν δὲ τράπεζαν ἡ καλὴ Αὐλὶς ἢ Τένεδος ἀντικοσμήσει τοῖς κεραμεοῖς, καθαρωτέροις οὖσι τῶν ἀργυρῶν· οὐκ ὄζει τόκου βαρὺ καὶ δυσχερὲς ὥσπερ ἰοῦ καθ´ ἡμέραν ἐπιρρυπαίνοντος τὴν πολυτέλειαν, οὐδ´ ἀναμνήσει τῶν καλανδῶν καὶ τῆς νουμηνίας, ἣν ἱερωτάτην ἡμερῶν οὖσαν ἀποφράδα ποιοῦσιν οἱ δανεισταὶ καὶ στύγιον. Τοὺς μὲν γὰρ ἀντὶ τοῦ πωλεῖν τιθέντας ἐνέχυρα τὰ αὑτῶν οὐδ´(828b) ἂν ὁ θεὸς σῴσειεν ὁ Κτήσιος· αἰσχύνονται τιμὴν λαμβάνοντες, οὐκ αἰσχύνονται τόκον τῶν ἰδίων διδόντες. Καίτοι ὅ γε Περικλῆς ἐκεῖνος τὸν τῆς θεᾶς κόσμον, ἄγοντα τάλαντα τεσσαράκοντα χρυσίου ἀπέφθου, περιαιρετὸν ἐποίησεν, ὅπως, ἔφη, χρησάμενοι πρὸς τὸν πόλεμον αὖθις ἀποδῶμεν μὴ ἔλαττον· οὐκοῦν καὶ ἡμεῖς ὥσπερ ἐν πολιορκίᾳ ταῖς χρείαις μὴ παραδεχώμεθα φρουρὰν δανειστοῦ πολεμίου, μηδ´ ὁρᾶν τὰ αὑτῶν ἐπὶ δουλείᾳ διδόμενα· ἀλλὰ τῆς τραπέζης περιελόντες τὰ μὴ χρήσιμα, τῆς κοίτης, τῶν ὀχημάτων, τῆς διαίτης, ἐλευθέρους διαφυλάττωμεν ἑαυτούς, ὡς ἀποδώσοντες αὖθις, ἐὰν εὐτυχήσωμεν.