Πότερον τα της ψυχής ή τα σώματος πάθη χείρονα: Διαφορά μεταξύ των αναθεωρήσεων
Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
επιμέλεια |
Χωρίς σύνοψη επεξεργασίας |
||
Γραμμή 1:
{{Πολυτονικό}}<noinclude>
{{Κεφαλίδα
| τίτλος = Πότερον τά τῆς ή τα σώματος πάθη χείρονα; {Anime an corporis
| συγγραφέας = Πλούταρχος
| μεταφραστής=
Γραμμή 8:
| επόμενο = [[Ψηφίσματα]]
| σημειώσεις = Loeb Classical Library, London 1927
}}</
{{κ|500.B}}Ὅμηρος μὲν ἐπιβλέψας τὰ θνητὰ τῶν ζῴων γένη καὶ πρὸς ἄλληλα συγκρίνας κατὰ τοὺς βίους καὶ τὰς διαιτήσεις ἐξεφώνησεν ὡς οὐδέν ἐστιν «ὀιζυρώτερον ἀνδρός, πάντων ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει», πρωτεῖον οὐκ εὐτυχὲς εἰς κακῶν ὑπεροχὴν ἀποδιδοὺς τῷ ἀνθρώπῳ·<br>
{{κ|500.B}}ἡμεῖς δ᾽ ὥσπερ ἤδη νικῶντα κακοδαιμονίᾳ τὸν ἄνθρωπον καὶ τῶν ἄλλων ἀθλιώτατον ζῴων ἀνηγορευμένον αὐτὸν αὑτῷ συγκρίνωμεν, εἰς ἰδίων κακῶν ἀγῶνα σῶμα καὶ ψυχὴν διαιροῦντες, οὐκ ἀχρήστως ἀλλὰ καὶ πάνυ δεόντως, ἵνα μάθωμεν πότερον διὰ τὴν τύχην ἢ δι᾽ ἑαυτοὺς ἀθλιώτερον ζῶμεν. νόσος μὲν γὰρ ἐν σώματι φύεται διὰ τύχην, κακία δὲ καὶ μοχθηρία περὶ ψυχὴν ἔργον ἐστὶ πρῶτον εἶτα πάθος αὐτῆς. οὐ μικρὸν δὲ πρὸς εὐθυμίαν ὄφελος, ἂν ἰάσιμον ᾖ τὸ χεῖρον καὶ κουφότε ρον καὶ ἄσφυκτον.<br>
{{κ|500.D}} Ἡ μὲν οὖν [[Αισώπου Μύθοι/Αλώπηξ μηδέποτε θεασαμένη λέοντα|Αἰσώπειος ἀλώπηξ]] ( fab. 42)<ref>[[Αισώπου Μύθοι/Αλώπηξ μηδέποτε θεασαμένη λέοντα]]</ref> περὶ ποικιλίας δικαζομένη πρὸς τὴν πάρδαλιν, ὡς ἐκείνη τὸ σῶμα καὶ τὴν ἐπιφάνειαν εὐανθῆ καὶ κατάστικτον ἐπεδεί ξατο, τῆς δ᾽ ἦν τὸ ξανθὸν αὐχμηρὸν καὶ οὐχ ἡδὺ προσιδεῖν,
{{κ|500.E}}εἰ δὲ τὰ μὲν ἐν σαρκὶ νοσήματα
{{κ|500.F}}ἀρχὴ γὰρ ἀπαλλαγῆς νόσου μὲν αἴσθησις εἰς χρείαν ἄγουσα τοῦ βοηθοῦντος τὸ πάσχον· ὁ δ᾽ ἀπιστίᾳ τοῦ νοσεῖν οὐκ εἰδὼς ὧν δεῖται, κἂν παρῇ τὸ θεραπεῦον, ἀρνεῖται. καὶ γὰρ τῶν περὶ τὸ σῶμα νοσημά των τὰ μετ᾽ ἀναισθησίας χείρονα, λήθαργοι κεφαλαλγίαι ἐπιληψίαι [πυρετοί] αὐτοί τε πυρετοί, <οἳ> συντείναντες εἰς παρακοπὴν τὸ φλεγμαῖνον καὶ τὴν αἴσθησιν ὥσπερ ἐν ὀργάνῳ διαταράξαντες «κινοῦσι χορδὰς τὰς ἀκινήτους φρενῶν» (Tr. ad. 361 ). διὸ παῖδες ἰατρῶν βούλονται μὲν μὴ νοσεῖν τὸν ἄνθρωπον, νοσοῦντα δὲ μὴ ἀγνοεῖν ὅτι νοσεῖ· ὃ τοῖς ψυχικοῖς πάθεσι πᾶσι συμβέβηκεν. οὔτε γὰρ ἀφραίνοντες οὔτ᾽ ἀσελγαίνοντες οὔτ᾽ ἀδικοπραγοῦντες ἁμαρτάνειν δοκοῦ σιν, ἀλλ᾽ ἔνιοι καὶ κατορθοῦν. πυρετὸν μὲν γὰρ οὐδεὶς ὑγίειαν ὠνόμασεν οὐδὲ φθίσιν εὐεξίαν οὐδὲ ποδάγραν ποδώκειαν οὐδ᾽ ὠχρίασιν ἐρύθημα, θυμὸν δὲ πολλοὶ καλοῦσιν ἀνδρείαν καὶ ἔρωτα φιλίαν καὶ φθόνον ἅμιλλαν καὶ δειλίαν ἀσφάλειαν. εἶθ᾽ οἱ μὲν καλοῦσι τοὺς ἰατροὺς (αἰσθάνονται γὰρ ὧν δέονται πρὸς ἃ νοσοῦσιν), οἱ δὲ φεύγουσι τοὺς φιλοσόφους, οἴονται γὰρ ἐπιτυγχάνειν ἐν οἷς διαμαρτάνουσιν. ἐπεὶ τούτῳ γε τῷ λόγῳ χρώμενοι λέγομεν, ὅτι κουφότερόν ἐστιν ὀφθαλμία μανίας καὶ ποδάγρα φρενίτιδος· ὁ μὲν αἰσθάνεται καὶ καλεῖ τὸν ἰατρὸν κεκραγώς, καὶ παρόντι τὴν ὄψιν ἀλεῖψαι τὴν φλέβα τεμεῖν [τὴν κεφαλὴν] παραδίδωσιν, τῆς δὲ μαινομένης Ἀγαύης ἀκούεις ὑπὸ τοῦ πάθους τὰ φίλτατ᾽ ἠγνοηκυίας ([[Ευριπίδης]] [[
[[Κατηγορία:Αεχαία και Κλασική γραμματεία]]
|