Περί ύψους: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Dgolitsis (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
Dgolitsis (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 36:
{{κ|4.6}}Τί δέ; ὁ τἆλλα θεῖος [[Πλάτων]] τὰς δέλτους θέλων εἰπεῖν «γράψαντες» φησίν "ἐν τοῖς ἱεροῖς θήσουσι κυπαριττίνας μνήμας". καὶ πάλιν "περὶ δὲ τειχῶν, ὦ Μέγιλλε, ἐγὼ ξυμφεροίμην ἂν τῇ Σπάρτῃ τὸ καθεύδειν ἐᾶν ἐν τῇ γῇ κατακείμενα τὰ τείχη καὶ μὴ ἐπανίστασθαι".

{{κ|4.7}}καὶ τὸ [[Ηρόδοτος| Ἡροδότειον]] οὐ πόρρω, τὸ φάναι τὰς καλὰς γυναῖκας "ἀλγηδόνας ὀφθαλμῶν." καίτοιγε ἔχει τινὰ παραμυθίαν, οἱ γὰρ παρ᾽ αὐτῷ ταυτὶ λέγοντές εἰσι[ν] οἱ βάρβαροι καὶ ἐν μέθῃ, ἀλλ᾽ οὐδ᾽ ἐκ τοιούτων προσώπων διὰ μικροψυχίαν καλὸν ἀσχημονεῖν πρὸς τὸν αἰῶνα.

{{κ|5.1}}Ἅπαντα μέντοι τὰ οὕτως ἄσεμνα διὰ μίαν ἐμφύεται τοῖς λόγοις αἰτίαν, διὰ τὸ περὶ τὰς νοήσεις καινόσπουδον, περὶ ὃ δὴ μάλιστα κορυβαντιῶσιν οἱ νῦν· ἀφ᾽ ὧν γὰρ ἡμῖν τἀγαθά, σχεδὸν ἀπ᾽ αὐτῶν τούτων καὶ τὰ κακὰ γεννᾶσθαι φιλεῖ. ὅθεν, ἐπεὶ φορὸν εἰς συνταγμάτων κατόρθωσιν τά τε κάλλη τῆς ἑρμηνείας καὶ τὰ ὕψη καὶ πρὸς τούτοις αἱ ἡδοναί, καὶ αὐτὰ ταῦτα, καθάπερ τῆς ἐπιτυχίας, οὕτως ἀρχαὶ καὶ ὑποθέσεις καὶ τῶν ἐναντίων καθί στανταικαθίστανται. τοιοῦτόν πως καὶ αἱ μεταβολαὶ καὶ ὑπερβολαὶ καὶ τὰ πληθυντικά· δείξομεν δ᾽ ἐν τοῖς ἔπειτα τὸν κίνδυνον, ὃν ἔχειν ἐοίκασι. διόπερ ἀναγκαῖον ἤδη διαπορεῖν καὶ ὑποτίθεσθαι δι᾽ ὅτου τρόπου τὰς ἀνακεκραμένας κακίας τοῖς ὑψηλοῖς ἐκφεύγειν δυνάμεθα. ἔστι δέ, ὦ φίλος, εἴ τινα περιποιησαίμεθ᾽ ἐν πρώτοις καθαρὰν τοῦ κατ᾽ ἀλήθειαν ὕψους ἐπιστήμην καὶ ἐπίκρισιν. καίτοι τὸ πρᾶγμα δύσληπτον· ἡ γὰρ τῶν λόγων κρίσις πολλῆς ἐστι πείρας τελευταῖον ἐπιγέννημα· οὐ μὴν ἀλλ᾽, ὡς εἰπεῖν ἐν παραγγέλματι, ἐντεῦθέν ποθεν ἴσως τὴν διάγνωσιν αὐτῶν οὐκ ἀδύνατον πορίζεσθαι

{{κ|7.1}}Εἰδέναι χρή, φίλτατε, διότι, καθάπερ κἀν τῷ κοινῷ βίῳ οὐδὲν ὑπάρχει μέγα οὗ τὸ καταφρονεῖν ἐστι μέγα, οἷον πλοῦτοι τιμαὶ δόξαι τυραννίδες καὶ ὅσα δὴ ἄλλα ἔχει πολὺ τὸ ἔξωθεν προστραγῳ δούμενον οὐκ ἂν τῷ γε φρονίμῳ δόξειεν ἀγαθὰ ὑπερβάλλοντα ὧν αὐτὸ τὸ περιφρονεῖν ἀγαθὸν οὐ μέτριον θαυμάζουσι γοῦν τῶν ἐχόντων αὐτὰ μᾶλλον τοὺς δυναμένους ἔχειν καὶ διὰ μεγαλοψυχίαν ὑπερορῶντας τῇδέ που καὶ ἐπὶ τῶν διηρμένων ἐν ποιήμασι καὶ λόγοις ἐπισκεπτέον, μή τινα μεγέθους φαντασίαν ἔχοι τοιαύτην, ᾗ πολὺ πρόσκειται τὸ εἰκῇ προσαναπλαττόμενον, ἀναπτυττόμενα δὲ ἄλλως εὑρίσκοιτο χαῦνα, ὧν τοῦ θαυμάζειν τὸ περιφρονεῖν εὐγενέστερον.

Γραμμή 127:
{{κ|11.1}} Σύνεδρός ἐστι ταῖς προεκκειμέναις ἀρετὴ καὶ ἣν καλοῦσιν αὔξησιν, ὅταν δεχομένων τῶν πραγμάτων καὶ ἀγώνων κατὰ περιόδους ἀρχάς τε πολλὰς καὶ ἀναπαύλας ἕτερα ἑτέροις ἐπεικυκλούμενα μεγέθη συνεχῶς ἐπεισάγηται κατ᾽ ἐπίτασιν.

{{κ|11.2}}τοῦτο δὲ εἴτε διὰ τοπηγορίαν, εἴτε δείνωσιν ἢ πραγμάτων ἢ κατασκευῶν ἐπίρρωσιν, εἴτ᾽ ἐποικοδομίαν ἔργων ἢ παθῶν (μυρίαι γὰρ ἰδέαι τῶν αὐξήσεων) γίνοιτο, χρὴ γινώσκειν ὅμως τὸν ῥήτορα, ὡς οὐδὲν ἂν τούτων καθ᾽ αὑτὸ συσταίη χωρὶς ὕψους τέλειον, πλὴν εἰ μὴ ἐν οἴκτοις ἄρ᾽ ἢ νὴ Δία ἐν εὐτελισμοῖς, τῶν δ᾽ ἄλλων αὐξητικῶν ὅτου περ ἂν τὸ ὑψηλὸν ἀφέλῃς, ὡς ψυχὴν ἐξαιρήσεις σώματος· εὐθὺς γὰρ ἀτονεῖ καὶ κενοῦται τὸ ἔμπρακτον αὐτῶν μὴ τοῖς ὕψεσι συνεπιρρωννύμενον.

{{κ|11.3}} ᾗ μέντοι διαφέρει τοῦ ἀρτίως εἰρη μένουεἰρημένου τὰ νῦν παραγγελλόμενα—περιγραφὴ γάρ τις ἦν ἐκεῖνο τῶν ἄκρων λημμάτων καὶ εἰς ἑνότητα σύνταξις καὶ τίνι καθόλου τῶν αὐξήσεων παραλλάττει τὰ ὕψη, τῆς σαφηνείας αὐτῆς ἕνεκα συντόμως διοριστέον.

{{κ|12.1}}Ὁ μὲν οὖν τῶν τεχνογράφων ὅρος ἔμοιγ᾽ οὐκ ἀρεστός. αὔξησίς ἐστι, φασί, λόγος μέγεθος περιτιθεὶς τοῖς ὑποκειμένοις. δύναται γὰρ ἀμέλει καὶ ὕψους καὶ πάθους καὶ τρόπων εἶναι κοινὸς οὗτος ὅρος, ἐπειδὴ κἀκεῖνα τῷ λόγῳ περιτίθησι ποιόν τι μέγεθος. ἐμοὶ δὲ φαίνεται ταῦτα ἀλλήλων παραλλάττειν, ᾗ κεῖται τὸ μὲν ὕψος ἐν διάρματι, ἡ δ᾽ αὔξησις καὶ ἐν πλήθει· διὸ κεῖνο μὲν κἀν νοήματι ἑνὶ πολλάκις, ἡ δὲ πάντως μετὰ ποσότητος καὶ περιουσίας τινὸς ὑφίσταται.

{{κ|12.2}}καὶ ἔστιν ἡ αὔξησις, ὡς τύπῳ περιλαβεῖν, συμπλήρωσις ἀπὸ πάντων τῶν ἐμφερομένων τοῖς πράγμασι μορίων καὶ τόπων, ἰσχυροποιοῦσα τῇ ἐπιμονῇ τὸ κατεσκευασμένον, ταύτῃ τῆς πίστε ως διεστῶσα, ὅτι ἡ μὲν τὸ ζητούμενον ἀποδεί<κνυσιν>...

Γραμμή 136:
{{κ|12.5}}ἀλλὰ ταῦτα μὲν ὑμεῖς ἂν ἄμεινον ἐπικρίνοιτε, καιρὸς δὲ τοῦ Δημοσθενικοῦ μὲν ὕψους καὶ ὑπερτεταμένου ἔν τε ταῖς δεινώσεσι καὶ τοῖς σφοδροῖς πάθεσι καὶ ἔνθα δεῖ τὸν ἀκροατὴν τὸ σύνολον ἐκπλῆξαι, τῆς δὲ χύσεως ὅπου χρὴ καταντλῆσαι· τοπηγορίαις τε γὰρ καὶ ἐπιλόγοις κατὰ τὸ πλέον καὶ παρεκβάσεσι καὶ τοῖς φραστικοῖς ἅπασι καὶ ἐπιδεικτικοῖς, ἱστορίαις τε καὶ φυσιολογίαις, καὶ οὐκ ὀλίγοις ἄλλοις μέρεσιν ἁρμόδιος.

{{κ|13.1}} Ὅτι μέντοι ὁ Πλάτων (ἐπάνειμι γάρ) τοιούτῳ τινὶ χεύματι ἀψοφητὶ ῥέων οὐδὲν ἧττον μεγεθύνεται, ἀνεγνωκὼς τὰ ἐν τῇ Πολιτείᾳ τὸν τύπον οὐκ ἀγνοεῖς.

«οἱ ἄρα φρονήσεως», φησί, «καὶ ἀρετῆς ἄπειροι, εὐωχίαις δὲ καὶ τοῖς τοιούτοις ἀεὶ συνόντες, κάτω ὡς ἔοικε φέρονται καὶ ταύτῃ πλανῶνται διὰ βίου, πρὸς δὲ τὸ ἀληθὲς ἄνω οὔτ᾽ ἀνέβλεψαν πώποτε οὔτ᾽ ἀνηνέχθησαν οὐδὲ βεβαίου τε καὶ καθαρᾶς ἡδονῆς ἐγεύσαντο, '''ἀλλὰ βοσκημάτων δίκην κάτω ἀεὶ βλέποντες καὶ κεκυφότες εἰς γῆν καὶ εἰς τραπέζας βόσκονται''' χορταζόμενοι καὶ ὀχεύοντες, καὶ ἕνεκα τῆς τούτων πλεονεξίας λακτίζοντες καὶ κυρίττοντες ἀλλήλους σιδηροῖς κέρασι καὶ ὁπλαῖς ἀποκτιννύουσι δι᾽ ἀπληστίαν».<ref>[[Πλάτων]], [[Πολιτεία|Πολιτεία 586α]]</ref>

{{κ|13.2}}Ἐνδείκνυται δ᾽ ἡμῖν οὗτος ἀνήρ, εἰ βουλοίμεθα μὴ κατολιγωρεῖν, ὡς καὶ ἄλλη τις παρὰ τὰ εἰρημένα ὁδὸς ἐπὶ τὰ ὑψηλὰ τείνει. ποία δὲ καὶ τίς αὕτη; <ἡ> τῶν ἔμπροσθεν μεγάλων συγγραφέων καὶ ποιητῶν μίμησίς τε καὶ ζήλωσις. καί γε τούτου, φίλτατε, ἀπρὶξ ἐχώμεθα τοῦ σκοποῦ· πολλοὶ γὰρ ἀλλοτρίῳ θεοφοροῦνται πνεύματι τὸν αὐτὸν τρόπον ὃν καὶ τὴν Πυθίαν λόγος ἔχει τρίποδι πλησιάζουσαν, ἔνθα ῥῆγμά ἐστι γῆς ἀναπνέον, ὥς φασιν, ἀτμὸν ἔνθεον, αὐτόθεν ἐγκύμονα τῆς δαιμονίου καθισταμένην δυνάμεως παραυτίκα χρησμῳδεῖν κατ᾽ ἐπίπνοιαν· οὕτως ἀπὸ τῆς τῶν ἀρχαίων μεγαλοφυΐας εἰς τὰς τῶν ζηλούντων ἐκείνους ψυχὰς ὡς ἀπὸ ἱερῶν στομίων ἀπόρροιαί τινες φέρονται, ὑφ᾽ ὧν ἐπιπνεόμενοι καὶ οἱ μὴ λίαν φοιβαστικοὶ τῷ ἑτέρων συνενθουσιῶσι μεγέθει.

{{κ|13.3}}μόνος Ἡρόδοτος Ὁμηρικώτατος ἐγένετο; [[Στησίχορος]] ἔτι πρότερον ὅ τε Ἀρχίλοχος, πάντων δὲ τούτων μάλιστα ὁ Πλάτων, ἀπὸ τοῦ Ὁμηρικοῦ κείνου νάματος εἰς αὑτὸν μυρίας ὅσας παρατροπὰς ἀποχετευσάμενος. καὶ ἴσως ἡμῖν ἀποδείξεων ἔδει, εἰ μὴ τὰ ἐπ᾽ εἴδους καὶ οἱ περὶ Ἀμμώνιον ἐκλέξαντες ἀνέγραψαν.

{{κ|13.4}}ἔστι δ᾽ οὐ κλοπὴ τὸ πρᾶγμα, ἀλλ᾽ ὡς ἀπὸ καλῶν ἠθῶν ἡ πλασμάτων ἢ δημιουργημάτων ἀποτύπωσις. καὶ οὐδ᾽ ἂν ἐπακμάσαι μοι δοκεῖ τηλικαῦτά τινα τοῖς τῆς φιλοσοφίας δόγμασι καὶ εἰς ποιητικὰς ὕλας πολλαχοῦ συνεμβῆναι καὶ φράσεις, εἰ μὴ περὶ πρωτείων νὴ Δία παντὶ θυμῷ πρὸς Ὅμηρον, ὡς ἀνταγωνιστὴς νέος πρὸς ἤδη τεθαυμασμένον, ἴσως μὲν φιλονικότερον καὶ οἱονεὶ διαδορατιζόμενος, οὐκ ἀνωφελῶς δ᾽ ὅμως διηριστεύετο· "ἀγαθὴ" γὰρ κατὰ τὸν Ἡσίοδον "ἔρις ἥδε βροτοῖσι."<ref>[[Ησίοδος]], [[Έργα και ημέραι|Έργα και ημέραι]]|</ref> καὶ τῷ ὄντι καλὸς οὗτος καὶ ἀξιονικότατος εὐκλείας ἀγών τε καὶ στέφανος, ἐν ᾧ καὶ τὸ ἡττᾶσθαι τῶν προγενεστέρων οὐκ ἄδοξον.

{{κ|14.14}}Οὐκοῦν καὶ ἡμᾶς, ἡνίκ᾽ ἂν διαπονῶμεν ὑψηγορίας τι καὶ μεγαλοφροσύνης δεόμενον, καλὸν ἀναπλάττεσθαι ταῖς ψυχαῖς πῶς ἂν εἰ τύχοι ταὐτὸ τοῦθ᾽ Ὅμηρος εἶπεν, πῶς δ᾽ ἂν Πλάτων ἢ Δημοσθένης ὕψωσαν ἢ ἐν ἱστορίᾳ Θουκυδίδης. προσπίπτοντα γὰρ ἡμῖν κατὰ ζῆλον ἐκεῖνα τὰ πρόσωπα καὶ οἷον διαπρέποντα.

{{κ|14.2}}τὰς ψυχὰς ἀνοίσει πως πρὸς τὰ ἀνειδωλοποιούμενα μέτρα· ἔτι δὲ μᾶλλον, εἰ κἀκεῖνο τῇ διανοίᾳ προσυπογράφοιμεν, πῶς ἂν τόδε τι ὑπ᾽ ἐμοῦ λεγόμενον παρὼν Ὅμηρος ἤκουσεν ἢ Δημο σθένης, ἢ πῶς ἂν ἐπὶ τούτῳ διετέθησαν· τῷ γὰρ ὄντι μέγα τὸ ἀγώνισμα, τοιοῦτον ὑποτίθεσθαι τῶν ἰδίων λόγων δικαστήριον καὶ θέατρον, καὶ ἐν τηλικούτοις ἥρωσι κριταῖς τε καὶ μάρτυσιν ὑπέχειν τῶν γραφομένων εὐθύνας πεπλάσθαι.

Γραμμή 189:
{{κ|16.3}}καίτοι παρὰ τῷ Εὐπόλιδι τοῦ ὅρκου τὸ σπέρμα φασὶν εὑρῆσθαι·

οὐ γὰρ μὰ τὴν Μαραθῶνι τὴν ἐμὴν μάχην

χαίρων τις αὐτῶν τοὐμὸν ἀλγυνεῖ κέαρ.<ref>[[Εύπολις]] απόσπ. 90 (Ckock}}</ref>

ἔστι δ᾽ οὐ τὸ ὁπωσοῦν τινα ὀμόσαι μέγα, τὸ δὲ ποῦ καὶ πῶς καὶ ἐφ᾽ ὧν καιρῶν καὶ τίνος ἕνεκα. ἀλλ᾽ ἐκεῖ μὲν οὐδέν ἐστ᾽ εἰ μὴ ὅρκος, καὶ πρὸς εὐτυχοῦντας ἔτι καὶ οὐ δεομένους παρηγορίας τοὺς Ἀθηναίους, ἔτι δ᾽ οὐχὶ τοὺς ἄνδρας ἀπαθανατίσας ὁ ποιητὴς ὤμοσεν, ἵνα τῆς ἐκείνων ἀρετῆς τοῖς ἀκούουσιν ἐντέκῃ λόγον ἄξιον, ἀλλ᾽ ἀπὸ τῶν προκινδυνευσάντων ἐπὶ τὸ ἄψυχον ἀπε πλανήθη, τὴν μάχην. παρὰ δὲ τῷ Δημοσθένει πεπραγμάτευται πρὸς ἡττημένους ὁ ὅρκος, ὡς μὴ Χαιρώνειαν ἔτ᾽ Ἀθηναίοις ἀτύχημα φαίνεσθαι, καὶ ταὐτόν, ὡς ἔφην, ἅμα ἀπόδειξίς ἐστι τοῦ μηδὲν ἡμαρτηκέναι, παράδειγμα, [ὅρκων] πίστις, ἐγκώμιον, προτροπή.

{{κ|16.4}}κἀπειδήπερ ὑπήντα τῷ ῥήτορι, "λέγεις ἧτταν πολιτευ σάμενος, εἶτα νίκας ὀμνύεις", διὰ ταῦθ᾽ ἑξῆς κανονίζει καὶ δι᾽ ἀσφαλείας ἄγει †καὶ ὀνόματα, διδάσκων ὅτι κἀν βακχεύμασι νήφειν ἀναγκαῖον· "τοὺς προκινδυνεύσαντας" φησί "Μαραθῶνι καὶ τοὺς Σαλαμῖνι καὶ ἐπ᾽ Ἀρτεμισίῳ ναυμαχήσαντας καὶ τοὺς ἐν Πλαταιαῖς παραταξαμένους." οὐδαμοῦ "νικήσαντας" εἶπεν, ἀλλὰ πάντη τὸ τοῦ τέλους διακέκλοφεν ὄνομα, ἐπειδήπερ ἦν εὐτυχὲς καὶ τοῖς κατὰ Χαιρώνειαν ὑπεναντίον. διόπερ καὶ τὸν ἀκροατὴν φθάνων εὐθὺς ὑποφέρει· "οὓς ἅπαντας ἔθαψε δημοσίᾳ" φησίν "ἡ πόλις, Αἰσχίνη, οὐχὶ τοὺς κατορθώσαντας μόνους." ἀλλὰ πάντη τὸ τοῦ τέλους διακέκλοφεν ὄνομα, ἐπειδήπερ ἦν εὐτυχὲς καὶ τοῖς κατὰ Χαιρώνειαν ὑπεναντίον. διόπερ καὶ τὸν ἀκροατὴν φθάνων εὐθὺς ὑποφέρει·«οὓς ἅπαντας ἔθαψε δημοσίᾳ», φησίν, "ἡ πόλις, Αἰσχίνη, οὐχὶ τοὺς κατορθώσαντας μόνους."

{{κ|17.1}}Οὐκ ἄξιον ἐπὶ τούτου τοῦ τόπου παραλιπεῖν ἕν τι τῶν ἡμῖν τεθεωρημένων, φίλτατε, ἔσται δὲ πάνυ σύντομον, ὅτι φύσει πως συμμαχεῖ τε τῷ ὕψει τὰ σχήματα καὶ πάλιν ἀντισυμμαχεῖται θαυμαστῶς ὑπ᾽ αὐτοῦ. πῇ δὲ καὶ πῶς ἐγὼ φράσω. ὕποπτόν ἐστιν ἰδίως τὸ διὰ σχημάτων πανουργεῖν καὶ προσβάλλον ὑπό νοιαν ἐνέδρας ἐπιβουλῆς παραλογισμοῦ, καὶ ταῦθ᾽ ὅταν ᾖ πρὸς κριτὴν κύριον ὁ λόγος, μάλιστα δὲ πρὸς τυράννους βασιλέας ἡγεμόνας <πάντας τοὺς> ἐν ὑπεροχαῖς· ἀγανακτεῖ γὰρ εὐθὺς εἰ ὡς παῖς ἄφρων ὑπὸ τεχνίτου ῥήτορος σχηματίοις κατασοφίζεται, καὶ εἰς καταφρόνησιν ἑαυτοῦ λαμβάνων τὸν παραλογισμὸν ἐνίοτε μὲν ἀποθηριοῦται τὸ σύνολον, κἂν ἐπικρατήσῃ δὲ τοῦ θυμοῦ, πρὸς τὴν πειθὼ τῶν λόγων πάντως ἀντιδιατίθεται. διόπερ καὶ τότε ἄριστον δοκεῖ τὸ σχῆμα, ὅταν αὐτὸ τοῦτο διαλανθάνῃ, ὅτι σχῆμά ἐστι.

{{κ|17.2}}τὸ τοίνυν ὕψος καὶ πάθος τῆς ἐπὶ τῷ σχηματίζειν ὑπονοίας ἀλέξημα καὶ θαυμαστή τις ἐπικουρία καθίσταται, καί πως περι λαμφθεῖσ᾽ ἡ τοῦ πανουργεῖν τέχνη τοῖς κάλλεσι καὶ μεγέθεσι τὸ λοιπὸν δέδυκε καὶ πᾶσαν ὑποψίαν ἐκπέφευγεν. ἱκανὸν δὲ τεκμήριον τὸ προειρημένον "μὰ τοὺς ἐν Μαραθῶνι". τίνι γὰρ ἐνταῦθ᾽ ὁ ῥήτωρ ἀπέκρυψε τὸ σχῆμα; δῆλον ὅτι τῷ φωτὶ αὐτῷ. σχεδὸν γὰρ ὥσπερ καὶ τἀμυδρὰ φέγγη ἐναφανίζεται τῷ ἡλίῳ περι αυγούμεναπεριαυγούμενα, οὕτω τὰ τῆς ῥητορικῆς σοφίσματα ἐξαμαυροῖ περιχυθὲν πάντοθεν τὸ μέγεθος.

{{κ|17.3}}οὐ πόρρω δ᾽ ἴσως τούτου καὶ ἐπὶ τῆς ζωγραφίας τι συμβαίνει· ἐπὶ γὰρ τοῦ αὐτοῦ κειμένων ἐπιπέδου παραλλήλων ἐν χρώμασι τῆς σκιᾶς τε καὶ τοῦ φωτός, ὅμως προ ϋπαντᾷ τε τὸ φῶς ταῖς ὄψεσι καὶ οὐ μόνον ἔξοχον ἀλλὰ καὶ ἐγγυ τέρω παρὰ πολὺ φαίνεται. οὐκοῦν κἀπὶ τῶν λόγων τὰ πάθη καὶ τὰ ὕψη ταῖς ψυχαῖς ἡμῶν ἐγγυτέρω κείμενα διά τε φυσικήν τινα συγγένειαν καὶ διὰ λαμπρότητα, ἀεὶ τῶν χημάτων προεμφανίζεται καὶ τὴν τέχνην αὐτῶν ἐπισκιάζει καὶ οἷον ἐν κατακαλύψει τηρεῖ.

'''{{κ|18.1}}'''Τί δ᾽ ἐκεῖνα φῶμεν, τὰς πεύσεις τε καὶ ἐρωτήσεις; ἆρα οὐκ αὐταῖς ταῖς τῶν σχημάτων εἰδοποιίαις παρὰ πολὺ ἐμπρακτότερα καὶ σοβαρώτερα συντείνει τὰ λεγόμενα; "ἢ βούλεσθε, εἰπέ μοι, περιιόντες ἀλλήλων πυνθάνεσθαι· λέγεταί τι καινόν; τί γὰρ ἂν γένοιτο τούτου καινότερον ἢ Μακεδὼν ἀνὴρ καταπολεμῶν τὴν Ἑλλάδα; τέθνηκε Φίλιππος; οὐ μὰ Δί᾽ ἀλλ᾽ ἀσθενεῖ. τί δ᾽ ὑμῖν διαφέρει; καὶ γὰρ ἂν οὗτός τι πάθῃ, ταχέως ὑμεῖς ἕτερον Φίλιππον ποιήσετε." καὶ πάλιν "πλέωμεν ἐπὶ Μακεδονίαν" φησί. "ποῖ δὴ προσορμιούμεθα, ἤρετό τις. εὑρήσει τὰ σαθρὰ τῶν Φιλίππου πραγμάτων αὐτὸς ὁ πόλεμος." ἦν δὲ ἁπλῶς ῥηθὲν τὸ πρᾶγμα τῷ παντὶ καταδεέστερον, νυνὶ δὲ τὸ ἔνθουν καὶ ὀξύρροπον τῆς πεύσεως καὶ ἀποκρίσεως καὶ τὸ πρὸς ἑαυτὸν ὡς πρὸς ἕτερον ἀνθυπαντᾶν οὐ μόνον ὑψηλότερον ἐποίησε τῷ σχηματισμῷ τὸ ῥηθὲν ἀλλὰ καὶ πιστότερον.

Γραμμή 219:
καὶ τὸ Πλατωνικόν, ὃ καὶ ἑτέρωθι παρετεθείμεθα, ἐπὶ τῶν Ἀθηναίων· "οὐ γὰρ Πέλοπες οὐδὲ Κάδμοι οὐδ᾽ Αἴγυπτοί τε καὶ Δαναοὶ οὐδ᾽ ἄλλοι πολλοὶ φύσει βάρβαροι συνοικοῦσιν ἡμῖν, ἀλλ᾽ αὐτοὶ Ἕλληνες οὐ μιξοβάρβαροι οἰκοῦμεν" καὶ τὰ ἑξῆς. ,

*και δή Φρυνίχω δράμα Μίλητου άλωσιν διδάξαντι «'''εις δάκρυα έπεσεν το θέατρον''', αντί του έπεσον οι θεώμενοι».

{{κ|23.2}}Τόση μεγάλη και παγκόσκιαπαγκόσμια αφορία λόγων πλήττει την εποχή μας. «Μα τον Δία», συνέχισε, μήπως πρέπει στ΄αλήθεια να πιστέψουμε εκείνο το πολυθρύλητο, ότι «η δημοκρατία είναι καλή τροφός ('''αγαθή τιθηνός''') των μεγάλων ανθρώπων και ότι μαζί με αυτήν εμφνίζονται και μαζί με αυτήν εκλείπουν οι μεγάλοι του λόγου;»
[[Κατηγορία:Αρχαία και Κλασική γραμματεία]]