Περί ύψους: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Dgolitsis (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
Dgolitsis (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 1:
{{Πολυτονικό}}
{{Κεφαλίδα | τίτλος = Περί ὕψους ή Περί ὑψηγορίας [http://www.slu.edu/colleges/AS/languages/classical/latin/tchmat/pedagogy/latinitas/lgi/lgi.html «Οn the Sublime» (1762)])
{{Κεφαλίδα
| τίτλος = Περί ὕψους ή Περί ὑψηγορίας [http://www.slu.edu/colleges/AS/languages/classical/latin/tchmat/pedagogy/latinitas/lgi/lgi.html «Οn the Sublime» (1762)])
| συγγραφέας = Λογγίνος ή Ψευδο-Λογγίνος
| μεταφραστής=
Γραμμή 142 ⟶ 141 :
{{κ|12.5}}ἀλλὰ ταῦτα μὲν ὑμεῖς ἂν ἄμεινον ἐπικρίνοιτε, καιρὸς δὲ τοῦ Δημοσθενικοῦ μὲν ὕψους καὶ ὑπερτεταμένου ἔν τε ταῖς δεινώσεσι καὶ τοῖς σφοδροῖς πάθεσι καὶ ἔνθα δεῖ τὸν ἀκροατὴν τὸ σύνολον ἐκπλῆξαι, τῆς δὲ χύσεως ὅπου χρὴ καταντλῆσαι· τοπηγορίαις τε γὰρ καὶ ἐπιλόγοις κατὰ τὸ πλέον καὶ παρεκβάσεσι καὶ τοῖς φραστικοῖς ἅπασι καὶ ἐπιδεικτικοῖς, ἱστορίαις τε καὶ φυσιολογίαις, καὶ οὐκ ὀλίγοις ἄλλοις μέρεσιν ἁρμόδιος.

{{κ|13.1}} Ὅτι μέντοι ὁ Πλάτων (ἐπάνειμι γάρ) τοιούτῳ τινὶ χεύματι ἀψοφητὶ ῥέων οὐδὲν ἧττον μεγεθύνεται, ἀνεγνωκὼς τὰ ἐν τῇ Πολιτείᾳ τὸν τύπον οὐκ ἀγνοεῖς.
«οἱ ἄρα φρονήσεως», φησί «καὶ ἀρετῆς ἄπειροι, εὐωχίαις δὲ καὶ τοῖς τοιούτοις ἀεὶ συνόντες, κάτω ὡς ἔοικε φέρονται καὶ ταύτῃ πλανῶνται διὰ βίου, πρὸς δὲ τὸ ἀληθὲς ἄνω οὔτ᾽ ἀνέβλεψαν πώποτε οὔτ᾽ ἀνηνέχθησαν οὐδὲ βεβαίου τε καὶ καθαρᾶς ἡδονῆς ἐγεύσαντο, ἀλλὰ βοσκημάτων δίκην κάτω ἀεὶ βλέποντες καὶ κεκυφότες εἰς γῆν καὶ εἰς τραπέζας βόσκονται χορταζόμενοι καὶ ὀχεύοντες, καὶ ἕνεκα τῆς τούτων πλεονεξίας λακτίζοντες καὶ κυρίττοντες ἀλλήλους σιδηροῖς κέρασι καὶ ὁπλαῖς ἀποκτιννύουσι δι᾽ ἀπληστίαν».

{{κ|13.2}}Ἐνδείκνυται δ᾽ ἡμῖν οὗτος ἀνήρ, εἰ βουλοίμεθα μὴ κατολιγωρεῖν, ὡς καὶ ἄλλη τις παρὰ τὰ εἰρημένα ὁδὸς ἐπὶ τὰ ὑψηλὰ τείνει. ποία δὲ καὶ τίς αὕτη; <ἡ> τῶν ἔμπροσθεν μεγάλων συγγραφέων καὶ ποιητῶν μίμησίς τε καὶ ζήλωσις. καί γε τούτου, φίλτατε, ἀπρὶξ ἐχώμεθα τοῦ σκοποῦ· πολλοὶ γὰρ ἀλλοτρίῳ θεοφοροῦνται πνεύματι τὸν αὐτὸν τρόπον ὃν καὶ τὴν Πυθίαν λόγος ἔχει τρίποδι πλησιάζουσαν, ἔνθα ῥῆγμά ἐστι γῆς ἀναπνέον, ὥς φασιν, ἀτμὸν ἔνθεον, αὐτόθεν ἐγκύμονα τῆς δαιμονίου καθισταμένην δυνάμεως παραυτίκα χρησμῳδεῖν κατ᾽ ἐπίπνοιαν· οὕτως ἀπὸ τῆς τῶν ἀρχαίων μεγαλοφυΐας εἰς τὰς τῶν ζηλούντων ἐκείνους ψυχὰς ὡς ἀπὸ ἱερῶν στομίων ἀπόρροιαί τινες φέρονται, ὑφ᾽ ὧν ἐπιπνεόμενοι καὶ οἱ μὴ λίαν φοιβαστικοὶ τῷ ἑτέρων συνενθουσιῶσι μεγέθει.

{{κ|13.3}}μόνος Ἡρόδοτος Ὁμηρικώτατος ἐγένετο; [[Στησίχορος]] ἔτι πρότερον ὅ τε Ἀρχίλοχος, πάντων δὲ τούτων μάλιστα ὁ Πλάτων, ἀπὸ τοῦ Ὁμηρικοῦ κείνου νάματος εἰς αὑτὸν μυρίας ὅσας παρατροπὰς ἀποχετευσάμενος. καὶ ἴσως ἡμῖν ἀποδείξεων ἔδει, εἰ μὴ τὰ ἐπ᾽ εἴδους καὶ οἱ περὶ Ἀμμώνιον ἐκλέξαντες ἀνέγραψαν.

Γραμμή 222 ⟶ 221 :
ἐξῆλθον Ἕκτορές τε καὶ Σαρπηδόνες·<ref>αδέσποτα, απ. 281 (Nauk)</ref>

καὶ τὸ Πλατωνικόν, ὃ καὶ ἑτέρωθι παρετεθείμεθα, ἐπὶ τῶν Ἀθηναίων· "οὐ γὰρ Πέλοπες οὐδὲ Κάδμοι οὐδ᾽ Αἴγυπτοί τε καὶ Δαναοὶ οὐδ᾽ ἄλλοι πολλοὶ φύσει βάρβαροι συνοικοῦσιν ἡμῖν, ἀλλ᾽ αὐτοὶ Ἕλληνες οὐ μιξοβάρβαροι οἰκοῦμεν" καὶ τὰ ἑξῆς. ,

*και δή Φρυνίχω δράμα Μίλητου άλωσιν διδάξαντι «'''εις δάκρυα έπεσεν το θέατρον''', αντί του έπεσον οι θεώμενοι».

*[[Φρύνιχος]],

{{κ|23.2}}Τόση μεγάλη και παγκόσκια αφορία λόγβν πλήττει την εποχή μας. «Μα τον Δία», συνέχισε, μήπως πρέπει στ΄αλήθεια να πιστέψουμε εκείνο το πολυθρύλητο, ότι η δημοκρατία είναι καλή τροφός ('''αγαθή τιθηνός''') των μεγάλων ανθρώπων και ότι μαζί με αυτήν εμφνίζονται και μαζί με αυτήν εκλείπουν οι μεγάλοι του λόγου;
[[Κατηγορία:Αρχαία και Κλασική γραμματεία]]