Τέχνη Γραμματική: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Αντιγόνη (συζήτηση | Συνεισφορά)
μΧωρίς σύνοψη επεξεργασίας
Ousia (συζήτηση | Συνεισφορά)
μ corrected iota subscript
Γραμμή 15:
{{c|1.}}
{{c|ΠΕΡΙ ΓΡΑΜΜΑΤΙΚΗΣ.}}
Γραμματική ἐστιν ἐμπειρία τῶν παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσιν ὡς ἐπὶ τὸ πολὺ λεγομένων. Μέρη δὲ αὐτῆς ἐστιν ἕξ· πρῶτον ἀνάγνωσις ἐντριβὴς κατὰ προσωιδίανπροσῳδίαν, δεύτερον ἐξήγησις κατὰ τοὺς ἐνυπάρχοντας ποιητικοὺς τρόπους, τρίτον γλωσσῶν τε καὶ ἱστοριῶν πρόχειρος ἀπόδοσις, τέταρτον ἐτυμολογίας εὕρεσις, πέμπτον ἀναλογίας ἐκλογισμός, ἕκτον κρίσις ποιημάτων, ὃ δὲ κάλλιστόν ἐστι πάντων τῶν ἐν τῆιτῇ τέχνηιτέχνῃ.
 
{{c|2.}}
{{c|ΠΕΡΙ ΑΝΑΓΝΩΣΕΩΣ.}}
Ἀνάγνωσίς ἐστι ποιημάτων ἢ συγγραμμάτων ἀδιάπτωτος προφορά. Ἀναγνωστέον δὲ καθ᾽ ὑπόκρισιν, κατὰ προσωιδίανπροσῳδίαν, κατὰ διαστολήν. ἐκ μὲν γὰρ τῆς ὑποκρίσεως τὴν ἀρετήν, ἐκ δὲ τῆς προσωιδίαςπροσῳδίας τὴν τέχνην, ἐκ δὲ τῆς διαστολῆς τὸν περιεχόμενον νοῦν ὁρῶμεν· ἵνα τὴν μὲν τραγωιδίαντραγῳδίαν ἡρωϊκῶς ἀναγνῶμεν, τὴν δὲ κωμωιδίανκωμῳδίαν βιωτικῶς, τὰ δὲ ἐλεγεῖα λιγυρῶς, τὸ δὲ ἔπος εὐτόνως, τὴν δὲ λυρικὴν ποίησιν ἐμμελῶς, τοὺς δὲ οἴκτους ὑφειμένως καὶ γοερῶς. τὰ γὰρ μὴ παρὰ τὴν τούτων γινόμενα παρατήρησιν καὶ τὰς τῶν ποιητῶν ἀρετὰς καταρριπτεῖ καὶ τὰς ἕξεις τῶν ἀναγιγνωσκόντων καταγελάστους παρίστησιν.
 
{{c|3.}}
{{c|ΠΕΡΙ ΤΟΝΟΥ.}}
Τόνος ἐστὶν ἀπήχησις φωνῆς ἐναρμονίου, ἢ κατὰ ἀνάτασιν ἐν τῆιτῇ ὀξείαιὀξείᾳ, ἡ κατὰ ὁμαλισμὸν ἐν τῆιτῇ βαρείαιβαρείᾳ, ἡ κατά περίκλασιν ἐν τῆιτῇ περισπωμένηιπερισπωμένῃ.
 
{{c|4.}}
Γραμμή 31:
{{c|5.}}
{{c|ΤΙΝΙ ΔΙΑΦΕΡΕΙ ΣΤΙΓΜΗ ΥΠΟΣΤΙΓΜΗΣ;}}
ΧρόνωιΧρόνῳ· ἐν μὲν γὰρ τῆιτῇ στιγμῆιστιγμῇ πολὺ τὸ διάστημα, ἐν δὲ τῆιτῇ ὑποστιγμῆιὑποστιγμῇ παντελῶς ὀλίγον.
 
{{c|6.}}
{{c|ΠΕΡΙ ΡΑΨΩΙΔΙΑΣ.}}
ῬαψωιδίαῬαψῳδία ἐστὶ μέρος ποιήματος ἐμπεριειληφός τινα ὑπόθεσιν. εἴρηται δὲ ῥαψωιδίαῥαψῳδία οἱονεὶ ῥαβδωιδίαῥαβδῳδία τις οὖσα, ἀπὸ τοῦ δαφνίνηιδαφνίνῃ ῥάβδωιῥάβδῳ περιερχομένους ἄιδειν τὰ Ὁμήρου ποιήματα.
 
{{c|7.}}
{{c|ΠΕΡΙ ΣΤΟΙΧΕΙΟΥ.}}
Γράμματά ἐστιν εἰκοσιτέσσαρα ἀπο τοῦ α μέχρι τοῦ ω. γράμματα δὲ λέγεται διὰ τὸ γραμμαῖς καὶ ξυσμαῖς τυποῦσθαι· γράψαι γὰρ τὸ ξῦσαι παρὰ τοῖς παλαιοῖς, ὡς καὶ παρ᾽ ὉμήρωιὉμήρῳ·
 
{{c|νῦν δέ μ᾽ ἐπιγράψας τάρσον ποδὸς εὔχεαι αὔτως}}
Γραμμή 45:
τὰ δὲ αὐτὰ καὶ στοιχεῖα καλεῖται διὰ τὸ ἔχειν στοῖχόν τινα καὶ τάξιν.
 
Τούτων φωνήεντα μέν ἐστιν ἑπτά· α ε η ι ο υ ω. φωνήεντα δὲ λέγεται, ὅτι φωνὴν ἀφ᾽ ἑαυτῶν ἀποτελεῖ. τῶν δὲ φωνηέντων μακρὰ μέν ἐστι δύο, η καὶ ω, βραχέα δύο, ε καὶ ο, δίχρονα τρία, α ι υ. δίχρονα δὲ λέγεται, ἐπεὶ ἐκτείνεται καί συστέλλεται. προτακτικὰ φωνήεντα πέντε· α ε η ο ω. προτακτικὰ δὲ λέγεται, ὅτι προτασσόμενα τοῦ ι καὶ υ συλλαβὴν ἀποτελεῖ, οἷον αι αυ. ὑποτακτικὰ δύο· ι καὶ υ. καὶ τὸ υ δὲ ἐνιότε προτακτικόν ἐστι τοῦ ι, ὡς ἐν τῶιτῷ μυῖα καὶ ἅρπυια. δίφθογγοι δέ εἰσιν ἕξ· αι αυ ει ευ οι ου.
 
Σύμφωνα δὲ τὰ λοιπὰ ἑπτακαίδεκα· β γ δ ζ θ κ λ μ ν ξ π ρ σ τ φ χ ψ. σύμφωνα δὲ λέγονται, ὅτι αὐτὰ μὲν καθ᾽ ἑαυτὰ φωνὴν οὐκ ἔχει, συντασσόμενα δὲ μετὰ τῶν φωνηέντων φωνὴν ἀποτελεῖ. τούτων ἡμίφωνα μέν ἐστιν ὀκτώ· ζ ξ ψ λ μ ν ρ σ. ἡμίφωνα δὲ λέγεται, ὅτι παρ᾽ ὅσον ἧττον τῶν φωνηέντων εὔφωνα καθέστηκεν ἔν τε τοῖς μυγμοῖς καὶ σιγμοῖς. ἄφωνα δέ ἐστιν ἐννέα· β γ δ κ π τ θ φ χ. ἄφωνα δὲ λέγεται, ὅτι μᾶλλον τῶν ἄλλων ἐστὶν κακόφωνα, ὥσπερ ἄφωνον λέγομεν τὸν τραγωιδὸντραγῳδὸν τὸν κακόφωνον. τούτων ψιλὰ μέν ἐστι τρία, κ π τ, δασέα τρία, θ φ χ, μέσα δὲ τούτων τρία, β γ δ. μέσα δὲ εἴρηται, ὅτι τῶν μὲν ψιλῶν ἐστι δασύτερα, τῶν δὲ δασέων ψιλότερα. καὶ ἔστι τὸ μὲν β μέσον τοῦ π καὶ φ, τὸ δὲ γ μέσον τοῦ κ καὶ χ, τὸ δὲ δ μέσον τοῦ θ καὶ τ. ἀντιστοιχεῖ δὲ τὰ δασέα τοῖς ψιλοῖς, τῶιτῷ μὲν π τὸ φ, οὕτως·
 
{{c|ἀλλά μοι εἴφ᾽ ὅπηιὅπῃ ἔσχες ἰὼν εὐεργέα νῆα}}
ΤῶιΤῷ δὲ κ τὸ χ·
 
{{c|αὐτίχ᾽ ὁ μὲν χλαῖνάν τε χιτῶνά τε ἕννυτ᾽ Ὀδυσσεύς ε 229}}
τὸ δὲ θ τῶιτῷ τ·
 
{{c|ὣς ἔφαθ᾽· οἱ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῆισιωπῇ}}
Ἔτι δὲ τῶν συμφώνων διπλᾶ μέν ἐστι τρία· ζ ξ ψ. διπλᾶ δὲ εἴρηται, ὅτι ἓν ἕκαστον αὐτῶν ἐκ δύο συμφώνων σύγκειται, τὸ μὲν ζ ἐκ τοῦ σ καὶ δ, τὸ δὲ ξ ἐκ τοῦ κ καὶ σ, τὸ δὲ ψ ἐκ τοῦ π καὶ σ. ἀμετάβολα τέσσαρα· λ μ ν ρ. ἀμετὰβολα δὲ λέγεται, ὅτι οὐ μεταβάλλει ἐν τοῖς μέλλουσι τῶν ῥημάτων οὐδὲ ἐν ταῖς κλίσεσι τῶν ὀνομάτων. τὰ δὲ αὐτὰ καὶ ὑγρὰ καλεῖται. Τελικὰ ἀρσενικῶν ὀνομάτων ἀνεπεκτάτων κατ᾽ εὐθεῖαν καὶ ἑνικὴν πτῶσιν στοιχεῖά ἐστι πέντε· ν ξ ρ σ ψ, οἷον Δίων Φοῖνιξ Νέστωρ Πάρις Πέλοψ. θηλυκῶν δὲ ὀκτώ· α η ω ν ξ ρ σ ψ, οἷον Μοῦσα Ἑλένη Κλειώ χελιδών ἕλιξ μήτηρ Θέτις λαῖλαψ. οὐδετέρων δὲ ἕξ· α ι ν ρ σ υ, οἷον ἅρμα μέλι δένδρον ὕδωρ δέπας δόρυ. τινὲς δὲ προστιθέασι καὶ τὸ ο, οἷον ἄλλο. δυϊκῶν δὲ τρία· α ε ω, οἷον Ἀτρείδα Ἕκτορε φίλω. πληθυντικῶν δὲ τέσσαρα· ι σ α η, οἷον φίλοι Ἕκτορες βιβλία βέλη.
 
Γραμμή 64:
{{c|9.}}
{{c|ΠΕΡΙ ΜΑΚΡΑΣ ΣΥΛΛΑΒΗΣ.}}
Μακρὰ συλλαβὴ γίνεται κατὰ τρόπους ὀκτώ, φύσει μὲν τρεῖς, θέσει δὲ πέντε. καὶ φύσει μὲν ἤτοι ὅτ᾽ ἂν διὰ τῶν μακρῶν στοιχείων ἐκφέρηται, οἷον ἥρως· ἢ ὅτ᾽ ἂν ἔχηιἔχῃ ἕν τι τῶν διχρόνων κατ᾽ ἔκτασιν παραλαμβανόμενον, οἷον Ἄρης· ἢ ὅτ᾽ ἂν ἔχηιἔχῃ μίαν τῶν διφθόγγων, οἷον Αἴας. θέσει δὲ ἤτοι ὅτ᾽ ἂν εἰς δύο σύμφωνα λήγηιλήγῃ, οἷον ἅλς· ἢ ὅτ᾽ ἂν βραχεῖ ἢ βραχυνομένωιβραχυνομένῳ φωνήεντι ἐπιφέρηται δύο σύμφωνα, οἷον ἀγρός· ἢ ὅτ᾽ ἂν εἰς ἁπλοῦν σύμφωνον λήγηιλήγῃ καὶ τὴν ἑξῆς ἔχηιἔχῃ ἀπὸ συμφώνου ἀρχομένην, οἷον ἔργον· ἢ ὅτ᾽ ἂν διπλοῦν σύμφωνον ἐπιφέρηται, οἷον ἔξω· ἢ ὅτ᾽ ἂν διπλοῦν σύμφωνον λήγηιλήγῃ, οἷον ἅπαξ.
 
{{c|10.}}
{{c|ΠΕΡΙ ΒΡΑΧΕΙΑΣ ΣΥΛΛΑΒΗΣ.}}
Βραχεῖα συλλαβὴ γίνεται κατὰ τρόπους δύο, ἤτοι ὅτ᾽ ἂν ἔχηιἔχῃ ἕν τι τῶν φύσει βραχέων, οἷον βρέφος· ἢ ὅτ᾽ ἂν ἔχηιἔχῃ ἕν τι τῶν διχρόνων κατὰ συστολὴν παραλαμβανόμενον, οἷον Ἄρης.
 
{{c|11.}}
{{c|ΠΕΡΙ ΚΟΙΝΗΣ ΣΥΛΛΑΒΗΣ.}}
Κοινὴ συλλαβὴ γίνεται κατὰ τρόπους τρεῖς, ἤτοι ὅτ᾽ ἂν εἰς φωνῆεν μακρὸν λήγηιλήγῃ καὶ τὴν ἑξῆς ἔχηιἔχῃ ἀπὸ φωνήεντος ἀρχομένην, οἷον
 
{{c|ὔ τί μοι αἰτίη ἐσσί· θεοί νύ μοι αἴτιοί εἰσιν}}
ἢ ὅτἂν βραχεῖ ἢ βραχυνομένωιβραχυνομένῳ φωνήεντι ἐπιφέρηται δύο σύμφωνα, ὧν τὸ μὲν δεύτερον ἀμετάβολον, τὸ δὲ ἡγούμενον καθ᾽ ἓν ἄφωνόν ἐστιν, οἷον
 
{{c|Πάτροκλέ μοι δειλῆιδειλῇ πλεῖστον κεχαρισμένε θυμῶιθυμῷ·}}
ἢ ὅτ᾽ ἂν βραχεῖα οὖσα καταπεραιοῖ εἰς μέρος λόγου καὶ τὴν ἑξῆς ἔχηιἔχῃ ἀπὸ φωνήεντος ἀρχομένην, οἷον
{{c|Νέστορα δ᾽ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης.}}
 
Γραμμή 87:
{{c|13.}}
{{c|ΠΕΡΙ ΛΟΓΟΥ.}}
Λόγος δέ ἐστι πεζῆς λέξεως σύνθεσις διάνοιαν αὐτοτελῆ δηλοῦσα. Τοῦ δὲ λόγου μέρη ἐστὶν ὀκτώ· ὄνομα, ῥῆμα, μετοχή, ἄρθρον, ἀντωνυμία, πρόθεσις, ἐπίρρημα, σύνδεσμος. ἡ γὰρ προσηγορία ὡς εἶδος τῶιτῷ ὀνόματι ὑποβέβληται.
 
{{c|14.}}
{{c|ΠΕΡΙ ΟΝΟΜΑΤΟΣ.}}
Ὄνομά ἐστι μέρος λόγου πτωτικόν, σῶμα ἢ πρᾶγμα σημαῖνον, σῶμα μὲν οἷον λίθος, πρᾶγμα δὲ οἷον παιδεία, κοινῶς τε καὶ ἰδίως λεγόμενον, κοινῶς μὲν οἷον ἄνθρωπος ἵππος, ἰδίως δὲ οἷον Σωκράτης. παρέπεται δὲ τῶιτῷ ὀνόματι πέντε· γένη, εἴδη, σχήματα, ἀριθμοί, πτώσεις.
 
Γένη μὲν οὖν εἰσι τρία· ἀρσενικόν, θηλυκόν, οὐδέτερον. ἔνιοι δὲ προστιθέασι τούτοις ἄλλα δύο, κοινόν τε καὶ ἐπίκοινον, κοινὸν μὲν οἷον ἵππος κύων, ἐπίκοινον δὲ οἷον χελιδών ἀετός.
Γραμμή 104:
Πτώσεις ὀνομάτων εἰσὶ πέντε· ὀρθή, γενική, δοτική, αἰτιατική, κλητική. λέγεται δὲ ἡ μὲν ὀρθὴ ὀνομαστικὴ καὶ εὐθεῖα, ἡ δὲ γενικὴ κτητική τε καὶ πατρική, ἡ δὲ δοτικὴ ἐπισταλτική, ἡ δὲ αἰτιατικὴ κατ᾽ αἰτιατικήν, ἡ δὲ κλητικὴ προσαγορευτική.
 
Ὑποπέπτωκε δὲ τῶιτῷ ὀνόματι ταῦτα, ἃ καὶ αὐτὰ εἴδη προσαγορεύεται· κύριον, προσηγορικόν, ἐπίθετον, πρός τι ἔχον, ὡς πρός τι ἔχον, ὁμώνυμον, συνώνυμον, διώνυμον, ἐπώνυμον, ἐθνικόν, ἐρωτηματικόν, ἀόριστον, ἀναφορικὸν ὃ καὶ ὁμοιωματικὸν καὶ δεικτικὸν καὶ ἀνταποδοτικὸν καλεῖται, περιληπτικόν, ἐπιμεριζόμενον, περιεκτικόν, πεποιημένον, γενικόν, ἰδικόν, τακτικόν, ἀριθμητικόν, ἀπολελυμένον, μετουσιαστικόν.
 
Κύριον μὲν οὖν ἐστι τὸ τὴν ἰδίαν οὐσίαν σημαῖνον, οἷον Ὅμηρος Σωκράτης. Προσηγορικὸν δέ ἐστι τὸ τὴν κοινὴν οὐσίαν σημαῖνον, οἷον ἄνθρωπος ἵππος. Ἐπίθετον δέ ἐστι τὸ ἐπὶ κυρίων ἢ προσηγορικῶν ὁμωνύμως τιθέμενον καὶ δηλοῦν ἔπαινον ἢ ψόγον. λαμβάνεται δὲ τριχῶς, ἀπὸ ψυχῆς, ἀπὸ σώματος, ἀπὸ τῶν ἐκτός· ἀπὸ μὲν ψυχῆς ὡς σώφρων ἀκόλαστος, ἀπό δὲ σώματος ὡς ταχύς βραδύς, ἀπὸ δὲ τῶν ἐκτὸς ὡς πλούσιος πένης. Πρός τι ἔχον δέ ἐστιν ὡς πατήρ υἱός φίλος δεξιός. Ὡς πρός τι ἔχον δέ ἐστιν ὡς νύξ, ἡμέρα, θάνατος, ζωή. Ὁμώνυμον δέ ἐστιν ὄνομα τὸ κατὰ πολλῶν ὁμωνύμως τιθέμενον, οἷον ἐπὶ μὲν κυρίων, ὡς Αἴας ὁ Τελαμώνιος καὶ Αἴας ὁ Ἰλέως, ἐπὶ δὲ προσηγορικῶν, ὡς μῦς θαλάσσιος καὶ μῦς γηγενής. Συνώνυμον δέ ἐστι τὸ ἐν διαφόροις ὀνόμασι τὸ αὐτὸ δηλοῦν, οἷον ἄορ ξίφος μάχαιρα σπάθη φάσγανον. Φερώνυμον δέ ἐστι τὸ ἀπό τινος συμβεβηκότος τεθέν, ὡς Τισαμενός καὶ Μεγαπένθης. Διώνυμον δέ ἐστιν ὀνόματα δύο καθ᾽ ἑνὸς κυρίου τεταγμένα, οἷον Ἀλέξανδρος ὁ καὶ Πάρις, οὐκ ἀναστρέφοντος τοῦ λόγου· οὐ γάρ, εἴ τις Ἀλέξανδρος, οὗτος καὶ Πάρις. Ἐπώνυμον δέ ἐστιν, ὃ καὶ διώνυμον καλεῖται, τὸ μεθ᾽ ἑτέρου κυρίου καθ᾽ ἑνὸς λεγόμενον, ὡς Ἐνοσίχθων ὁ Ποσειδῶν καὶ Φοῖβος ὁ Ἀπόλλων. Ἐθνικὸν δέ ἐστι τὸ ἔθνους δηλωτικόν, ὡς Φρύξ Γαλάτης. Ἐρωτηματικὸν δέ ἐστιν, ὃ καὶ πευστικὸν καλεῖται, τὸ κατ᾽ ἐρώτησιν λεγόμενον, οἷον τίς ποῖος πόσος πηλίκος. Ἀόριστον δέ ἐστι τὸ τῶιτῷ ἐρωτηματικῶιἐρωτηματικῷ ἐναντίως λεγόμενον, οἷον ὅστις ὁποῖος ὁπόσος ὁπηλίκος. Ἀναφορικὸν δέ ἐστιν, ὃ καὶ ὁνοιωματικὸν καὶ δεικτικὸν καὶ ἀνταποδοτικὸν καλεῖται, τὸ ὁμοίωσιν σημαῖνον, οἷον τοιοῦτος τοσοῦτος τηλικοῦτος. Περιληπτικὸν δέ ἐστι τὸ τῶιτῷ ἑνικῶιἑνικῷ ἀριθμῶιἀριθμῷ πλῆθος σημαῖνον, οἷον δῆμος χορός ὄχλος. Ἐπιμεριζόμενον δέ ἐστι τὸ ἐκ δύο ἢ καὶ πλειόνων ἐπὶ ἓν ἔχον τὴν ἀναφοράν, οἷον ἑκάτερος ἕκαστος. Περιεκτικὸν δέ ἐστι τὸ ἐμφαῖνον ἐν ἑαυτῶιἑαυτῷ τι περιεχόμενον, οἷον δαφνών παρθενών. Πεποιημένον δέ ἐστι τὸ παρὰ τὰς τῶν ἤχων ἰδιότητας μιμητικῶς εἰρημένον, οἷον φλοῖσβος ῥοῖζος ὀρυγμαδός. Γενικὸν δέ ἐστὶ τὸ δυνάμενον εἰς πολλὰ εἴδη διαιρεθῆναι, οἷον ζῶον φυτόν. Εἰδικὸν δέ ἐστι τὸ ἐκ τοῦ γένους διαιρεθέν, οἷον βοῦς ἵππος ἄμπελος ἐλαία. Τακτικὸν δέ ἐστι τὸ τάξιν δηλοῦν, οἷον πρῶτος δεύτερος τρίτος. Ἀριθμητικὸν δέ ἐστι τὸ ἀριθμὸν σημαῖνον, οἷον εἷς δύο τρεῖς. Ἀπολελυμένον δέ ἐστιν ὃ καθ᾽ ἑαυτὸ νοεῖται, οἷον θεός λόγος.
 
Τοῦ δὲ ὀνόματος διαθέσεις εἰσὶ δύο, ἐνέργεια καὶ πάθος· ἐνέργεια μὲν ὡς κριτής ὁ κρίνων, πάθος δὲ ὡς κριτός ὁ κρινόμενος.
Γραμμή 112:
{{c|15.}}
{{c|ΠΕΡΙ ΡΗΜΑΤΟΣ.}}
Ῥῆμά ἐστι λέξις ἄπτωτος, ἐπιδεκτικὴ χρόνων τε καὶ προσώπων καὶ ἀριθμῶν, ἐνέργειαν ἢ πάθος παριστᾶσα. παρέπεται δὲ τῶιτῷ ῥήματι ὀκτώ, ἐγκλίσεις, διαθέσεις, εἴδη, σχήματα, ἀριθμοί, πρόσωπα, χρόνοι, συζυγίαι. ἐγκλίσεις μὲν οὖν εἰσι πέντε, ὁριστική, προστακτική, εὐκτική, ὑποτακτική, ἀπαρέμφατος. διαθέσεις εἰσὶ τρεῖς, ἐνέργεια, πάθος, μεσότης· ἐνέργεια μὲν οἷον τύπτω, πάθος δὲ οἷον τύπτομαι, μεσότης δὲ ἡ ποτὲ μὲν ἐνέργειαν ποτὲ δὲ πάθος παριστᾶσα, οἷον πέπηγα διέφθορα ἐποιησάμην ἐγραψάμην. εἴδη δὲ δύο, πρωτότυπον καὶ παράγωγον· πρωτότυπον μὲν οἷον ἄρδω, παράγωγον δὲ οἷον ἀρδεύω. σχήματα τρία, ἁπλοῦν, σύνθετον, παρασύνθετον· ἁπλοῦν μὲν οἷον φρονῶ, σύνθετον δὲ οἷον καταφρονῶ, παρασύνθετον δὲ οἷον ἀντιγονίζω φιλιππίζω. ἀριθμοὶ τρεῖς, ἑνικός, δυϊκός, πληθυντικός· ἑνικὸς μὲν οἷον τύπτω, δυϊκὸς δὲ οἷον τύπτετον, πληθυντικὸς δὲ οἷον τύπτομεν. πρώσοπα τρία, πρῶτον, δεύτερον, τρίτον· πρῶτον μὲν ἀφ᾽ οὗ ὁ λόγος, δεύτερον δὲ πρὸς ὃν ὁ λόγος, τρίτον δὲ περὶ οὗ ὁ λόγος. χρόνοι τρεῖς, ἐνεστώς, παρεληλυθώς, μέλλων. τούτων ὁ παρεληλυθὼς ἔχει διαφορὰς τέσσαρας, παρατατικόν, παρακείμενον, ὑπερσυντέλικον, ἀόριστον· ὧν συγγένεια τρεῖς, ἐνεστῶτος πρὸς παρατατικόν, παρακειμένου πρὸς ὑπερσυντέλικον, ἀορίστου πρὸς μέλλοντα.
 
{{c|16.}}
Γραμμή 120:
{{c|17.}}
{{c|ΠΕΡΙ ΠΕΡΙΣΠΩΜΕΝΩΝ.}}
Περισπωμένων δὲ ῥημάτων συζυγίαι εἰσὶ τρεῖς, ὧν ἡ μὲν πρώτη ἐκφέρεται ἐπὶ δευτέρου καὶ τρίτου προσώπου διὰ τῆς ει διφθόγγου, οἷον νοῶ νοεῖς νοεῖ· ἡ δὲ δευτέρα διὰ τῆς αι διφθόγγου, προσγραφομένου τοῦ ι, μὴ συνεκφωνουμένου δέ, οἷον βοῶ βοᾶιςβοᾷς βοᾶιβοᾷ· ἡ δὲ τρίτη διὰ τῆς οι διφθόγγου, οἷον χρυσῶ χρυσοῖς χρυσοῖ.
 
{{c|18.}}
Γραμμή 128:
{{c|19.}}
{{c|ΠΕΡΙ ΜΕΤΟΧΗΣ.}}
Μετοχή ἐστι λέξις μετέχουσα τῆς τῶν ῥημάτων καὶ τῆς τῶν ὀνομάτων ἰδιότητος. παρέπεται δὲ αὐτῆιαὐτῇ ταὐτὰ ἃ καί τῶιτῷ ὀνόματι καὶ τῶιτῷ ῥήματι δίχα προσώπων τε καὶ ἐγκλίσεων.
{{c|20.}}
{{c|ΠΕΡΙ ΑΡΘΡΟΥ.}}
Ἄρθρον ἐστὶ μέρος λόγου πτωτικόν, προτασσόμενον +καὶ+ ὑποτασσόμενον τῆς κλίσεως τῶν ὀνομάτων. καὶ ἔστι προτακτικὸν μὲν ὁ, ὑποτακτικὸν δὲ ὅς. παρέπεται δὲ αὐτῶιαὐτῷ τρία· γένη, ἀριθμοί, πτώσεις. γένη μὲν οὖν εἰσι τρία· ὁ ποιητής, ἡ ποίησις, τὸ ποίημα. ἀριθμοὶ τρεῖς· +ἑνικός+, δυϊκός, πληθυντικός· ἑνικὸς μὲν ὁ ἡ τό, δυϊκὸς δὲ τώ τά +, πληθυντικὸς δὲ οἱ αἱ τά. πτώσεις δὲ ὁ τοῦ τῶιτῷ τόν ὦ, +ἡ τῆς τῆιτῇ τήν ὦ.
{{c|21.}}
{{c|ΠΕΡΙ ΑΝΤΩΝΥΜΙΑΣ.}}
Ἀντωνυμία ἐστὶ λέξις ἀντὶ ὀνόματος παραλαμβανομένη, προσώπων ὡρισμένων δηλωτική. Παρέπεται δὲ τῆιτῇ ἀντωνυμίαι ἕξ· πρόσωπα, γένη, ἀριθμοί, πτώσεις, σχήματα, εἴδη.
 
{{c|22.}}
{{c|ΠΕΡΙ ΠΡΩΤΟΤΥΠΩΝ.}}
Πρόσωπα πρωτοτύπων μὲν ἐγώ σύ ἵ, παραγώγων δὲ ἐμός σός ὅς. Γένη τῶν μὲν πρωτοτύπων διὰ μὲν τῆς φωνῆς οὐ διακρίνεται, διὰ δὲ τῆς ὑπ᾽ αὐτῶν δείξεως, οἷον ἐγώ· τῶν δὲ παραγώγων, οἷον ὁ ἐμός ἡ ἐμή τὸ ἐμόν. ἀριθμοὶ πρωτοτύπων μὲν ἑνικὸς ἐγώ σύ ἵ, δυϊκὸς νῶϊ σφῶϊ, πληθυντικὸς ἡμεῖς ὑμεῖς σφεῖς· παραγώγων δὲ ἑκινὸς ἐμός σός ὅς, δυϊκὸς ἐμώ σώ ὥ, πληθυντικὸς ἐμοί σοί οἵ. πτώσεις πρωτοτύπων μὲν ὀρθῆς ἐγώ σύ ἵ, γενικῆς ἐμοῦ σοῦ οὗ, δοτικῆς ἐμοί σοί οἷ, αἰτιατικῆς ἐμέ σέ ἕ, κλητικῆς σύ· παραγώγων δὲ ἐμός σός ὅς, γενικῆς ἐμοῦ σοῦ οὗ, δοτικῆς ἐμῶιἐμῷ σῶισῷ ὧι, αἰτιατικῆς ἐμόν σόν ὅν. σχήματα δύο, ἁπλοῦν, σύνθετον· ἁπλοῦν μὲν οἷον ἐμοῦ σοῦ οὗ, σύνθετον δὲ ἐμαυτοῦ σαυτοῦ αὑτοῦ. εἴδη δέ, ὅτι αἱ μέν εἰσι πρωτότυποι, ὡς ἐγώ σύ ἵ, αἱ δὲ παράγωγοι, ὡς πᾶσαι αἱ κτητικαί, αἳ καὶ διπρόσωποι καλοῦνται. παράγονται δὲ οὗτως· ἀπὸ μὲν ἑνικῶν αἱ ἕνα κτήτορα δηλοῦσαι, ὡς ἀπὸ τοῦ ἐμοῦ ὁ ἐμός· ἀπὸ δὲ δυϊκῶν αἱ δύο, ὡς ἀπὸ τοῦ νῶϊ νωΐτερος· ἀπὸ δὲ πληθυντικῶν αἱ πολλούς, ὡς ἀπὸ τοῦ ἡμεῖς ἡμέτερος. τῶν δὲ ἀντωνυμιῶν αἱ μέν εἰσιν ἀσύναρθροι, αἱ δὲ σύναρθροι· ἀσύναρθροι μὲν οἷον ἐγώ, σύναρθροι δὲ οἷον ὁ ἐμός.
{{c|23.}}
Γραμμή 148:
{{c|24.}}
{{c|ΠΕΡΙ ΕΠΙΡΡΗΜΑΤΟΣ.}}
Ἐπίρρημά ἐστι μέρος λόγου ἄκλιτον, κατὰ ῥήματος λεγόμενον ἢ ἐπιλεγόμενον ῥήματι. Τῶν δὲ ἐπιρρημάτων τὰ μέν ἐστιν ἁπλᾶ, τὰ δὲ σύνθετα· ἁπλᾶ μὲν ὡς πάλαι, σύνθετα δὲ ὡς πρόπαλαι. Τὰ δὲ χρόνου δηλωτικά, οἷον νῦν τότε αὖθις· τούτοις δὲ ὡς εἴδη ὑποτακτέον τὰ καιροῦ παραστατικά, οἷον, σήμερον, αὔριον, τόφρα, τέως, πηνίκα. τὰ δὲ μεσότητος, οἷον, καλῶς, σοφῶς. τὰ δὲ ποιότητος, οἷον πύξ, λάξ, βοτρυδόν,ἀγεληδόν. τὰ δὲ ποσότητος, οἷον πολλάκις ὀλιγάκις. τὰ δὲ ἀριθμοῦ δηλωτικά, οἷον δίς τρίς τετράκις. τὰ δὲ τοπικά, οἷον ἄνω κάτω· ὧν σχέσεις εἰσὶ τρεῖς, ἡ ἐν τόπωιτόπῳ, ἡ εἰς τόπον, ἡ ἐκ τόπου, οἷον οἴκοι οἴκαδε οἴκοθεν. τὰ δὲ εὐχῆς σημαντικά, οἷον εἴθε αἴθε ἄβαλε. τὰ δὲ σχετλιαστικά, οἷον παπαῖ ἰού φεῦ. τὰ δὲ ἀρνήσεως ἢ ἀποφάσεως, οἷον, οὔ, οὐχί, οὐδῆτα, οὐδαμῶς. τὰ δὲ συγκαταθέσεως, οἷον, ναί, ναίχι. τὰ δὲ ἀπαγορεύσεως, οἷον, μή, μηδῆτα, μηδαμῶς. τὰ δὲ παραβολῆς ἢ ὁμοιώσεως, οἷον, ὡς, ὥσπερ, ἠΰτε, καθάπερ. τὰ δὲ θαυμαστικά, οἷον, βαβαῖ. τὰ δὲ εἰκασμοῦ, οἷον, ἴσως, τάχα, τυχόν. τὰ δὲ τάξεως, οἷον, ἑξῆς, ἐφεξῆς, χωρίς. τὰ δὲ ἀθροίσεως, οἷον, ἄρδην, ἅμα, ἤλιθα. τὰ δὲ παρακελεύσεως, οἷον, εἶα, ἄγε, φέρε. τὰ δὲ συγκρίσεως, οἷον, μᾶλλον, ἧττον. τὰ δὲ ἐρωτήσεως, οἷον, πόθεν, πηνίκα, πῶς. τὰ δὲ ἐπιτάσεως, οἷον, λίαν, σφόδρα, πάνυ, ἄγαν, μάλιστα. τὰ δὲ συλλήψεως, οἷον, ἅμα, ὁμοῦ, ἄμυδις. τὰ δὲ ἀπωμοτικά, οἷον, μά. τὰ δὲ κατωμοτικά, οἷον, νή. τὰ δὲ βεβαιώσεως, οἷον, δηλαδή. τὰ δὲ θετικά, οἷον, γαμητέον, πλευστέον. τὰ δὲ θειασμοῦ, οἷον, εὐοἵ, εὔἁν.
{{c|25.}}