Λιβάνιος (Fragmenta): Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Dgolitsis (συζήτηση | Συνεισφορά)
περί σοφίας και ψυχής
Dgolitsis (συζήτηση | Συνεισφορά)
.
Γραμμή 21:
Σοφοῦ καὶ παντὸς ἀνθρώπου πεῖραν ἐκ τῶν ἀποδείξεων δεῖ λαμβάνειν ἢ ἐκ τῶν λόγων. Ψυχῆς μέγας χαλινός ἐστιν ὁ νοῦς. Συντόμως τὸ κρεῖττον ὑπὸ τοῦ χείρονος διαλύεται ὡς ὁ σίδηρος ὑπὸ τοῦ ἰοῦ. Μὴ λέγε ἐκφυγὼν κίνδυνον πάλιν ἐκφεύξομαι· ὡς γὰρ πέφευγας προσδόκα μὴ ἐκφυγεῖν.
 
Τὸ σῶμα γηρᾷ, ἡ δὲ κακὴ φύσις οὐ γηρᾷ. Εἰ βούλει ἄλυπον βίον ζῆν, τὰ μέλλοντα συμβαίνειν ὡς ἤδη συμβεβηκότα λογίζου. Ἄλυπος ἴσθι μὴ τὴν ἀπάθειαν ὡς τὰ ἄλογα ζῷα μηδὲ τὴν ἀλογίαν ὡς οἱ ἄφρονες ἀλλ΄ ὡς ἐνά-ρετοςἐνάρετος τὸν λόγον τῆς λύπης ἔχων παραμύθιον. Τοὺς μὲν ἄφρονας ὁ χρόνος, τοὺς δὲ φρονίμους ὁ λόγος τῆς λύπης ἀπαλλάττει. Δίκαιος ὢν τὸ θεῖον ἕξεις σύμμαχον. Ρώμην μεγίστην καὶ πλοῦτον ἐγκράτειαν κτῆσαι.
Ρᾳδίως μὴ μακαρίσῃς ἄνθρωπον σαλεύοντα ἐπὶ φίλοις ἢ τέκνοις ἤ τινός τῶν ἐφήμερον τὴν σωτηρίαν ἐχόντων· ἐπισφαλῆ γὰρ τὰ τοιαῦτα τὸ δὲ ἐφ΄ ἑαυτοῦ ὀχεῖσθαι τοῦ θεοῦ μόνου βέβαιον. Τόπων μεταβολαὶ οὔτε φρόνησιν διδάσκουσιν οὔτε ἀφροσύνην ἀφαιρέονται. Φιλεῖν ἀκαίρως ἶσόν ἐστι τοῦ τῷ μισεῖν.<br>
'''Περί φιλίας'''
Φίλον γνήσιον ἐν κακοῖς μὴ φοβοῦ. Ψευδόμενος οὐδεὶς λανθάνει χρονίσας. Ὧν ἕνεκα ζῆν ἐθέλεις τούτων χάριν καὶ ἀποθανεῖν μὴ κατόκνει. Ὡς μέγα τὸ μικρόν ἐστιν δοθὲν ἐν καιρῷ δέοντι. Ὥσπερ τὸν ἐν δημοκρατίᾳ πολιτευόμενον τὸ πλῆθος δεῖ θεραπεύειν, οὕτω καὶ τὸν ἐν μοναρχίᾳ κατοικοῦντα τὸν βασιλέα προσήκει θαυμάζειν. Λιβανίου Ρυπαρὸς ὑπάρχων οὐχ ἕξεις ἄριστον φίλον. Ἡδέως ἔχε πρὸς ἅπαντας πλὴν χρῶ τοῖς βελτίστοις. Πιστοῦ φίλου νόμιζε μηδὲν ἄξιον, ὃν οὐ κρατὴρ ἔδειξε, καιροῦ δὲ ζάλη. ὃς οὐ χαρίζετ΄ ἢ μόνον τὸ συμφέρον. Μυστήριόν σου μὴ κατείπῃς τῷ φίλῳ καὶ οὐ φοβηθήσῃ αὐτὸν ἐχθρὸν γενόμενον.<br>
'''Περί σοφίας και ψυχής'''
Σοφοῦ καὶ παντὸς ἀνθρώπου πεῖραν ἐκ τῶν ἀποδείξεων δεῖ λαμβάνειν ἢ ἐκ τῶν λόγων. Ψυχῆς μέγας χαλινός ἐστιν ὁ νοῦς. Συντόμως τὸ κρεῖττον ὑπὸ τοῦ χείρονος διαλύεται ὡς ὁ σίδηρος ὑπὸ τοῦ ἰοῦ. Μὴ λέγε ἐκφυγὼν κίνδυνον πάλιν ἐκφεύξομαι· ὡς γὰρ πέφευγας προσδόκα μὴ ἐκφυγεῖν.
 
[[Κατηγορία:Αρχαία και Κλασική γραμματεία]]