Κατ' Αθηνογένους: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Christina Nicolaou (συζήτηση | Συνεισφορά)
Νέα σελίδα: {{Πολυτονικό}} {{Κεφαλίδα| | τίτλος = Κατ' Ἀθηνογένους | συγγραφέας = Υπερείδης | μεταφραστής= | ...
 
Χωρίς σύνοψη επεξεργασίας
Ετικέτες: Επεξεργασία από κινητό Διαδικτυακή επεξεργασία από κινητό
Γραμμή 35:
{{π|12.}} βουλευομένοις δ᾽ ἡμῖν ἔδοξεν πορεύεσθαι πρὸς τοῦτον καὶ διαλέγεσθαι. καὶ καταλαβόντες αὐτὸν πρὸς τοῖς μυροπωλίοις ἠρωτῶμεν εἰ οὐκ αἰσχύνοιτο ψευδόμενος κα[ὶ ἐν]εδρεύσας ἡμᾶς ταῖς συνθήκαις, οὐ προειπὼν τὰ χρέα. ὁ δ᾽ ἀπεκρίνατο ἡμῖν ὡς οὔτε τὰ χρέα γιγνώσκοι ἃ λέγομεν, οὔτε προσέχοι ἡμ[ῖν] τὸν νοῦν, γραμματεῖόν τ᾽ εἴη αὐτῷ κείμενον πρὸς ἐμὲ περὶ τούτων. πολλῶν δ᾽ ἀνθρώπων ς[υλλ]εγομένων καὶ ἐπακουόντων τοῦ πράγματος, διὰ τὸ ἐν τῇ ἀγορᾷ τοὺς λόγους γίγνεσθαι, καὶ κατατεμνόντων αὐτόν, κελευόντων τε [ἀπάγ]ειν ὡς ἀνδραποδιστή[ν, τοῦτο μ]ὲν οὐκ ᾠόμεθα δεῖν ποιεῖν, πρ[οσεκαλεσά]μεθα δὲ αὐτὸν εἰς ὑμᾶς κατὰ [τὸν νό]μον. πρῶτον μὲν οὖν ὑμῖν τὰς ς[υνθή]κας ἀναγνώσεται: ἐ[ξ αὐτῶ]ν γὰρ τ[ῶν] γεγρα[μμένων] μαθήσεσθε τὴν ἐπιβουλὴν αὐτοῦ τούτου. λέγε τὰς συνθήκας."Συνθήκη"
 
{{π|13.}} τὰΛ μὲν το[ίν]υν πεπραγμένα, ὦ ἄνδρες δικασταί, καθ᾽ ἓν ἕκαστον ἀκηκόατε. ἐρεῖ δὲ πρὸς ὑμᾶς αὐτίκα μάλα Ἀθηνογένης ὡς ὁ νόμος λέγει, ὅσα ἂν ἕτερος ἑτέρῳ ὁμολογήσῃ κύρια εἶναι. τά γε δίκαια, ὦ βέλτιστε: τὰ δὲ μὴ τοὐναντίον ἀπαγορεύει μὴ κύρια εἶναι. ἐξ αὐτῶν δέ σοι τῶν νόμων ἐγὼ φανερώτερον ποιήσω. καὶ γὰρ οὕτω με διατέθεικας καὶ περίφοβον πεποίηκας μὴ ἀπόλωμαι ὑπὸ σοῦ καὶ τῆς δεινότητος τῆς σῆς, ὥστε τούς τε νόμους ἐξετάζειν καὶ μελετᾶν νύκτα καὶ ἡμέραν, πάρεργα τἄλ[λα π]άντα ποιησάμενον.
 
{{π|14.}} ὁ μὲν τοίνυν εἷς νόμος κελεύ[ει] ἀψευδεῖν ἐν τῇ ἀ[γορᾷ], πάντων, οἶμα[ι, π]αρά[γγελ]μα κάλ[λιστο]ν παραγγέλλων: σὺ [δὲ ψε]υσάμενο[ς ἐν] μέσῃ τῇ ἀγορᾷ συν[θήκα]ς κατ᾽ ἐμ[οῦ ἔθ]ου. ἐπεὶ ἐὰν δ[είξῃς προει]πὼν ἐμ[οὶ το]ὺς ἐράνους [καὶ τὰ χρέα, ἢ γράψας ἐν ταῖς συν]θήκαις ὅσους [ἐπυθόμην, οὐδὲν ἀντιλέ]γω σοι ἀλλ᾽ ὁμολογῶ [ὀφείλειν.