Αποφθέγματα Λακωνικά: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Dgolitsis (συζήτηση | Συνεισφορά)
ενότητες και επιμέλεια
Dgolitsis (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 14:
 
Πρὸς δὲ τὸν εἰπόντα, πῶς ἄν τις ἀδορυφόρητος ὢν τῶν πολιτῶν ἄρχειν ἀσφαλῶς δύναιτο, «Ἐὰν οὕτως» ἔφη «αὐτῶν ἄρχῃ, ὥσπερ οἱ πατέρες τῶν υἱῶν.»
==[[ΑΓΗΣΙΛΑΟΣ]]==
 
 
==[[ΑΓΗΣΙΛΑΟΣ]]==
Ἀγησίλαος ὁ μέγας παρὰ πότον ποτὲ λαχὼν συμποσίαρχος, ἐρωτηθεὶς ὑπὸ τοῦ οἰνοχόου πόσον ἑκάστῳ προσφέροι, «Εἰ μὲν πολὺς οἶνός ἐστιν» ἔφη «παρεσκευασμένος, [208c] ὅσον ἕκαστος αἰτεῖ· εἰ δ´ ὀλίγος, ἐξ ἴσου δίδου πᾶσι.»
 
Γραμμή 190 ⟶ 188 :
 
 
==[[ΑΓΙΣ Ο ΑΡΧΙΔΑΜΟΥ]]==
Ἆγις ὁ Ἀρχιδάμου, τῶν ἐφόρων ποτ´ εἰπόντων «Βάδιζε τοὺς ἡβῶντας ἔχων ἐπὶ τὴν τούτου πατρίδα· ἡγήσεται δέ σοι αὐτὸς οὗτος ἐπὶ τὴν ἀκρόπολιν», «Καὶ πῶς» εἶπε «καλῶς ἔχον ἐστίν, ὦ ἔφοροι, τοσούτους νέους [215d] πιστεύειν τῷ τὴν ἑαυτοῦ πατρίδα προδιδόντι;»
 
Γραμμή 276 ⟶ 274 :
 
 
==[[ΑΝΤΑΛΚΙΔΑΣ]]==
Ἀνταλκίδας ἐν Σαμοθρᾴκῃ μυούμενος, ἐρωτηθεὶς ὑπὸ τοῦ ἱερέως τί δεινότερον δέδρακεν ἐν τῷ βίῳ, «Εἴ τί μοι πέπρακται τοιοῦτον, εἴσονται» εἶπεν «αὐτοὶ οἱ θεοί.»
 
Γραμμή 340 ⟶ 338 :
 
 
==[[ΑΡΧΙΔΑΜΟΣ Ο ΑΓΗΣΙΛΑΟΥ]]==
Ἀρχίδαμος ὁ Ἀγησιλάου, Φιλίππου μετὰ τὴν ἐν Χαιρωνείᾳ μάχην σκληροτέραν αὐτῷ ἐπιστολὴν γράψαντος, ἀντέγραψεν «Εἰ μετρήσαις τὴν σαυτοῦ σκιάν, οὐκ ἂν εὕροις αὐτὴν μείζονα γεγενημένην ἢ πρὶν νικᾶν.»
 
Γραμμή 368 ⟶ 366 :
 
 
==[[ΒΡΑΣΙΔΑΣ]]==
Βρασίδας ἐν ἰσχάσι συλλαβὼν μῦν καὶ δηχθεὶς ἀφῆκεν· εἶτα πρὸς τοὺς παρόντας «Οὐδὲν οὕτως» ἔφη «μικρόν ἐστιν, ὃ οὐ σῴζεται τολμῶν ἀμύνεσθαι τοὺς ἐπιχειροῦντας.»
 
Γραμμή 384 ⟶ 382 :
 
 
==[[ΔΑΜΙΣ]]==
Δᾶμις πρὸς τὰ ἐπισταλέντα περὶ τοῦ Ἀλέξανδρον θεὸν εἶναι ψηφίσασθαι, «Συγχωρῶμεν» ἔφη «Ἀλεξάνδρῳ, ἐὰν θέλῃ, θεὸς καλεῖσθαι.»
 
Γραμμή 392 ⟶ 390 :
 
 
==[[ΔΕΡΚΥΛΛΙΔΑΣ]]==
[219f] Δερκυλλίδας, Πύρρου τὴν στρατιὰν ἐπὶ τῆς Σπαρτιάτιδος ἔχοντος, πεμφθεὶς πρὸς αὐτὸν πρεσβευτής, τοῦ Πύρρου προστάττοντος καταδέχεσθαι τὸν βασιλέα αὐτῶν Κλεώνυμον ἢ γνώσεσθαι ὡς οὐδενὸς τῶν ἄλλων ἀνδρειότεροι τυγχάνουσιν, ὑποτυχὼν εἶπεν «Εἰ μὲν θεός ἐστιν, οὐ φοβούμεθα· οὐδὲν γὰρ ἀδικοῦμεν· εἰ δ´ ἄνθρωπος, οὐχ ἡμῶν γε κρείσσων.»
 
 
==[[ΔΗΜΑΡΑΤΟΣ]]==
Δημάρατος, Ὀρόντου πρὸς αὐτὸν σκληρότερον ὁμιλήσαντος καὶ εἰπόντος τινός [220a] «Σκληρῶς σοι κέχρηται Ὀρόντης, ὦ Δημάρατε», «Οὐδὲν ἥμαρτεν εἰς ἐμέ» εἶπεν· «οἱ γὰρ πρὸς χάριν ὁμιλοῦντες βλάπτουσιν, οὐχ οἱ μετ´ ἀπεχθείας.»
 
Γραμμή 470 ⟶ 468 :
 
 
==[[ΘΕΟΠΟΜΠΟΣ]]==
Θεόπομπος πρὸς τὸν ἐρωτήσαντα πῶς ἄν τις ἀσφαλέστατα τηροίη τὴν βασιλείαν, «Εἰ τοῖς μὲν φίλοις» ἔφη «μεταδιδοίη παρρησίας δικαίας, τοὺς δ´ ἀρχομένους κατὰ δύναμιν μὴ περιορῴη ἀδικουμένους.»
 
Γραμμή 502 ⟶ 500 :
 
 
==[[ΚΑΛΛΙΚΡΑΤΙΔΑΣ]]==
Καλλικρατίδας ναύαρχος, τῶν Λυσάνδρου φίλων ἀξιούντων ἐπιτρέψαι αὐτοῖς ἕνα τινὰ τῶν ἐχθρῶν ἀνελεῖν καὶ λαβεῖν πεντήκοντα τάλαντα, [222c] καίτοι σφόδρα δεόμενος χρημάτων εἰς ὀψώνια τοῖς ναύταις, οὐ συνεχώρησε.
 
Γραμμή 522 ⟶ 520 :
 
 
;==ΚΛΕΟΜΕΝΗΣ Ο ΑΝΑΞΑΝΔΡΙΔΕΩ==
Κλεομένης ὁ Ἀναξανδρίδεω τὸν μὲν Ὅμηρον Λακεδαιμονίων εἶναι ποιητὴν ἔφη, τὸν δὲ Ἡσίοδον τῶν εἱλώτων· τὸν μὲν γὰρ ὡς χρὴ πολεμεῖν, τὸν δὲ ὡς χρὴ γεωργεῖν παρηγγελκέναι.
 
Γραμμή 566 ⟶ 564 :
 
 
==[[ΛΕΩΤΥΧΙΔΑΣ]]==
Λεωτυχίδας ὁ πρῶτος, λέγοντός τινος ὡς ἔστιν εὐμετάβολος, «Διὰ τοὺς καιρούς» ἔφη, «οὐχ ὡς ὑμεῖς διὰ τὴν αὑτῶν κακίαν.»
 
Γραμμή 630 ⟶ 628 :
 
 
==[[ΛΥΚΟΥΡΓΟΣ]]==
Λυκοῦργος ὁ νομοθέτης βουλόμενος ἐκ τῆς προϋπαρχούσης [225f] διαίτης τοὺς πολίτας εἰς σωφρονεστέραν βίου τάξιν μετάγειν καὶ καλοκαγαθικοὺς ἀπεργάζεσθαι (ἁβροδίαιτοι γὰρ ἦσαν) δύο σκύλακας ἀνέθρεψε ταὐτοῦ πατρὸς καὶ μητρὸς γενομένους· καὶ τὸν μὲν εἴθισε περὶ λιχνείας οἴκοι ἐάσας· τὸν δ´ ἀπαγόμενος ἤσκησε περὶ κυνηγέσια. Ἔπειτα ἀγαγὼν εἰς τὴν ἐκκλησίαν ἔθηκε † ἀκάνθας καὶ λιχνείας τινάς, ἀφῆκε δὲ καὶ λαγώ· ἑκατέρου δ´ ἐπὶ τὰ συνήθη ὁρμήσαντος καὶ θατέρου τὸν λαγὼ χειρωσαμένου, εἶπεν «Ὁρᾶτε, ὦ πολῖται, ὅτι ταὐτοῦ γένους ὑπάρχοντες ἐν τῇ τοῦ βίου ἀγωγῇ παρὰ πολὺ ἀλλήλων διάφοροι ἀπέβησαν, [226a] καὶ ποιητικωτέρα τῆς φύσεως ἡ ἄσκησις πρὸς τὰ καλὰ τυγχάνει;» τινὲς δέ φασιν, ὡς οὐ παρῆγε σκύλακας, οἳ ἐκ τῶν αὐτῶν γεγονότες ἐτύγχανον, ἀλλ´ ὁ μὲν ἐξ οἰκουρῶν, ἅτερος δ´ ἐκ κυνηγετικῶν· κἄπειτα τὸν μὲν ἐκ τοῦ χείρονος γένους πρὸς τὰ κυνηγέσια ἤσκησε, τὸν δ´ ἐκ τοῦ ἀμείνονος περὶ λιχνείας μόνον εἴθισεν· εἶθ´ ἑκατέρου ἐφ´ ἃ εἴθιστο ὁρμήσαντος, φανερὸν ποιήσας ὅσον ἡ ἀγωγὴ πρὸς τὸ ἄμεινον καὶ χεῖρον συλλαμβάνει, εἶπεν «Οὐκοῦν καὶ ἡμᾶς, ὦ πολῖται, οὐδὲν ἡ παρὰ τοῖς πολλοῖς θαυμαζομένη εὐγένεια καὶ τὸ ἀφ´ Ἡρακλέους εἶναι ὀνίνησιν, εἰ μὴ πράττοιμεν δι´ ἃ [226b] ἐκεῖνος ἁπάντων ἀνθρώπων ἐπιδοξότερος καὶ εὐγενέστερος ἐφάνη, ἀσκούμενοι καὶ μανθάνοντες καλὰ δι´ ὅλου τοῦ βίου.»
 
Γραμμή 694 ⟶ 692 :
 
 
==[[ΛΥΣΑΝΔΡΟΣ]]==
Λύσανδρος, Διονυσίου τοῦ τῆς Σικελίας τυράννου πέμψαντος αὐτοῦ ταῖς θυγατράσιν ἱμάτια πολυτελῆ, οὐκ ἔλαβεν εἰπὼν δεδιέναι, μὴ διὰ ταῦτα μᾶλλον αἰσχραὶ φανῶσιν. Ἀλλ´ ὀλίγον ὕστερον πρὸς τὸν αὐτὸν τύραννον ἐκ τῆς αὐτῆς πόλεως ἀποσταλεὶς πρεσβευτής, προσπέμψαντος αὐτῷ τοῦ Διονυσίου δύο στολὰς καὶ κελεύσαντος ἣν βούλεται ταύτην ἑλόμενον τῇ θυγατρὶ κομίζειν, αὐτὴν ἐκείνην ἔφη βέλτιον αἱρήσεσθαι· καὶ λαβὼν ἀμφοτέρας ἀπῆλθεν.
 
Γραμμή 730 ⟶ 728 :
 
 
==[[ΝΙΚΑΝΔΡΟΣ]]==
Νίκανδρος, εἰπόντος τινὸς ὅτι κακῶς αὐτὸν λέγουσιν Ἀργεῖοι, «Οὐκοῦν» ἔφη «δίκην τίνουσι τοὺς ἀγαθοὺς κακῶς λέγοντες.»
 
Γραμμή 744 ⟶ 742 :
 
 
==[[ΠΑΥΣΑΝΙΑΣ Ο ΚΛΕΟΜΒΡΟΤΟΥ]]==
Παυσανίας ὁ Κλεομβρότου, Δηλίων δικαιολογουμένων περὶ τῆς νήσου πρὸς Ἀθηναίους καὶ λεγόντων, ὅτι κατὰ τὸν νόμον τὸν παρ´ αὐτοῖς οὔθ´ αἱ γυναῖκες ἐν τῇ νήσῳ τίκτουσιν οὔθ´ οἱ τελευτήσαντες θάπτονται, [230d] «Πῶς ἂν οὖν» ἔφη «αὕτη πατρὶς ὑμῶν εἴη, ἐν ᾗ οὔτε γέγονέ τις ὑμῶν οὔτ´ ἔσται;»
 
Γραμμή 796 ⟶ 794 :
 
 
;==ΠΟΛΥΔΩΡΟΣ==
Πολύδωρος ὁ Ἀλκαμένους, ἀπειλοῦντός τινος τοῖς ἐχθροῖς συχνά, «Οὐ συνίης» ἔφη «τῆς τιμωρίας τὸ πλεῖστον καταναλίσκων μέρος;»
 
Γραμμή 828 ⟶ 826 :
 
 
;==ΧΑΡΙΛΛΟΣ==
Χάριλλος ἐρωτηθεὶς διὰ τί τοὺς νόμους ὁ Λυκοῦργος οὕτως ὀλίγους ἔθηκεν, «Ὅτι» ἔφη «τοῖς ὀλίγα λέγουσιν ὀλίγων καὶ νόμων ἐστὶ χρεία.»