Αποφθέγματα Λακωνικά: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Francois-Pier (συζήτηση | Συνεισφορά)
Νέο λήμμα
 
Dgolitsis (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 13:
[208a] Ἀγασικλῆς ὁ Λακεδαιμονίων βασιλεύς, θαυμάζοντός [208b] τινος ὅτι φιλήκοος ὢν οὐ προσδέχεται Φιλοφάνη τὸν σοφιστήν, ἔφη «Τούτων χρῄζω μαθητὴς εἶναι, ὧν εἴην καὶ υἱός.»
 
Πρὸς δὲ τὸν εἰπόντα, πῶς ἄν τις ἀδορυφόρητος ὢν τῶν πολιτῶν ἄρχειν ἀσφαλῶς δύναιτο, «Ἐὰν οὕτως» ἔφη «αὐτῶν ἄρχῃ, ὥσπερ οἱ πατέρες τῶν υἱῶν.»
 
 
Γραμμή 23:
Ἐπαινοῦντος δέ τινος ῥήτορα ἐπὶ τῷ δυνατῶς αὔξειν τὰ μικρὰ πράγματα, «Οὐδὲ σκυτοτόμον» ἔφησεν «ἡγοῦμαι σπουδαῖον, ὃς μικρῷ ποδὶ ὑποδήματα μεγάλα περιτίθησι.»
 
Φαμένου δέ τινός ποτε πρὸς αὐτόν «Ὡμολόγηκας», καὶ πολλάκις τὸ αὐτὸ λέγοντος, «Ναὶ μὰ Δία, εἴ γ´ ἐστὶ δίκαιον» ἔφη· «εἰ δὲ μή, ἔλεξα μέν, ὡμολόγησα δ´ οὔ.» [208d] Ἐπειπόντος δέ «Ἀλλὰ μὴν δεῖ τοὺς βασιλεῖς ἐπιτελεῖν ὅττι κεν κεφαλῇ κατανεύσωσιν» «Οὐ μᾶλλον» ἔφη «ἢ τοὺς προσιόντας τοῖς βασιλεῦσιν αἰτεῖσθαι δεῖ τὰ δίκαια καὶ λέγειν, στοχαζομένους τε τοῦ καιροῦ καὶ τοῦ ἁρμόζοντος τοῖς βασιλεῦσιν.»
 
Ὁπότε δὲ ψεγόντων ἢ ἐπαινούντων τινῶν ἀκούοι, οὐχ ἧττον ᾤετο δεῖν καταμανθάνειν τοὺς τῶν λεγόντων τρόπους ἢ περὶ ὧν λέγοιεν.
Γραμμή 29:
Ἔτι δὲ παῖδα αὐτὸν ὄντα, γυμνοπαιδίας ἀγομένης, ὁ χοροποιὸς ἔστησεν εἰς ἄσημον τόπον· ὁ δ´ ἐπείσθη καίπερ ἤδη βασιλεὺς ἀποδεδειγμένος καὶ εἶπεν «Εὖγε· δείξω γὰρ ὅτι οὐχ οἱ τόποι τοὺς ἄνδρας ἐντίμους, ἀλλ´ οἱ ἄνδρες [208e] τοὺς τόπους ἐπιδεικνύουσι.»
 
Προστάττοντος δέ τινος αὐτῷ ἰατροῦ περιεργοτέραν θεραπείαν καὶ οὐχ ἁπλῆν, «Νὴ τὼ θεώ» φησίν, «οὐ πάντως μοι πρόκειται ζῆν οὐδὲ πάντ´ ἀναδεχόμενον.».
 
Ἐφεστὼς δέ ποτε τῷ βωμῷ τῆς Χαλκιοίκου βουθυτῶν, ἐπειδὴ φθεὶρ αὐτὸν ἔδακεν, οὐ διετράπη· λαβὼν δὲ περιφανῶς ἐναντίον πάντων ἀπέκτεινε καὶ προσεῖπε «Νὴ τοὺς θεοὺς, ἡδέως τὸν ἐπίβουλον καὶ ἐπὶ τῷ βωμῷ.»
Γραμμή 39:
Ἐπεὶ δὲ Τισσαφέρνης ἐν ἀρχῇ μὲν φοβηθεὶς τὸν Ἀγησίλαον ἐποιήσατο σπονδὰς τὰς πόλεις αὐτῷ τὰς Ἑλληνικὰς ἀφήσειν αὐτονόμους, μεταπεμψάμενος δὲ παρὰ τοῦ βασιλέως πολὺ στράτευμα πόλεμον κατήγγειλεν αὐτῷ, εἰ μὴ ἀπίοι τῆς Ἀσίας, ἄσμενος τὴν παράβασιν δεξάμενος ὥρμησε μὲν ὡς ἐπὶ Καρίαν προάξων· [209b] ἐκεῖ δὲ τὴν δύναμιν τοῦ Τισσαφέρνους ἀθροίσαντος ἄρας εἰς Φρυγίαν ἐνέβαλε· καὶ λαβὼν πόλεις πλείστας καὶ χρημάτων πλῆθος εἶπε τοῖς φίλοις ὅτι σπεισάμενον μὲν ἀδικεῖν ἀσεβές, τοὺς δὲ πολεμίους παραλογίζεσθαι οὐ μόνον δίκαιον καὶ ἐπίδοξον, ἀλλὰ καὶ ἡδὺ καὶ κερδαλέον.
 
Τοῖς δ´ ἱππεῦσιν ἐλαττωθεὶς ἀνεχώρησεν εἰς Ἔφεσον, καὶ τοῖς εὐπόροις προεῖπε παρέχειν ἵππον ἕκαστον ἀνθ´ ἑαυτοῦ καὶ ἄνδρα ἀπολυομένους τῆς στρατείας, ὥστε ταχὺ συνήχθησαν καὶ ἵπποι καὶ ἄνδρες ἐπιτήδειοι ἀντὶ δειλῶν καὶ πλουσίων. Καὶ τὸν Ἀγαμέμνονα ἔφη ζηλοῦν· καὶ γὰρ ἐκεῖνον θήλειαν ἵππον ἀγαθὴν λαβόντα [209c] κακὸν ἄνδρα καὶ πλούσιον τῆς στρατείας ἀπολῦσαι.
 
Ἐπεὶ δὲ κελεύσαντος αὐτοῦ τοὺς αἰχμαλώτους γυμνοὺς [πωλεῖν] ἐπίπρασκον οἱ λαφυροπῶλαι καὶ τῆς μὲν ἐσθῆτος ἦσαν ὠνηταὶ πολλοί, τῶν δὲ σωμάτων λευκῶν καὶ ἁπαλῶν παντάπασι διὰ τὰς σκιατροφίας κατεγέλων ὡς ἀχρήστων καὶ μηδενὸς ἀξίων, ἐπιστὰς ὁ Ἀγησίλαος «Ταῦτα μέν» εἶπεν «ὑπὲρ ὧν μαχεῖσθε, οὗτοι δὲ οἷς μαχεῖσθε.»
Γραμμή 59:
Πρὸς δὲ τὸν ἐπιθαυμάζοντα τὴν μετριότητα τῆς ἐσθῆτος καὶ τῆς τροφῆς αὐτοῦ τε καὶ τῶν ἄλλων Λακεδαιμονίων «Ἀντὶ ταύτης» ἔφη «τῆς διαίτης, ὦ ξένε, τὴν ἐλευθερίαν ἀμώμεθα.»
 
[210b] Ἄλλου δὲ προτρεπομένου ἀνίεσθαι καὶ λέγοντος διὰ τὸ τῆς τύχης ἄδηλον μὴ περιμεῖναι, πότε καιρὸς τούτου γενή〈σε〉ταιγενήσεται, «Ἀλλ´ ἐγώ» εἶπεν «ἐμαυτὸν ἐθίζω [λέγων] ὥστ´ ἐν μηδεμιᾷ μεταβολῇ μεταβολὴν ζητεῖν.»
 
Καὶ πρεσβύτης δὲ γενόμενος τῇ αὐτῇ ἀγωγῇ ἐχρῆτο· πρὸς οὖν τὸν πυθόμενον διὰ τί σφοδροῦ χειμῶνος ὄντος ἀχίτων περιέρχεται εἰς τοῦτο ἡλικίας ἥκων, «Ἵνα» φησίν «οἱ νέοι μιμῶνται, παράδειγμα ἔχοντες τοὺς πρεσβυτάτους καὶ ἄρχοντας.»
Γραμμή 65:
† Θάσιοι δὲ τὴν χώραν αὐτῶν διαπορευομένῳ μετὰ τοῦ στρατεύματος ἄλφιτα καὶ χῆνας καὶ τραγήματα καὶ [210c] μελίπηκτα καὶ ἄλλα παντοδαπὰ βρώματά τε καὶ πόματα πολυτελῆ ἔπεμψαν· μόνα δὲ τὰ ἄλφιτα δεξάμενος τὰ λοιπὰ ἀπάγειν ἐκέλευσεν ὀπίσω τοὺς κομίζοντας, ὡς οὐδὲν αὐτοῖς ὄντα χρήσιμα. Λιπαρούντων δὲ καὶ δεομένων πάντως λαβεῖν, ἐκέλευσεν αὐτὰ τοῖς εἵλωσι διαδοῦναι. Πυθομένων δὲ τὴν αἰτίαν, ἔφη «Τοὺς ἀνδραγαθίαν ἀσκοῦντας τὰς τοιαύτας λιχνείας οὐχ ἁρμόζει προσίεσθαι· τὰ γὰρ δελεάζοντα τοὺς ἀνδραποδώδεις τῶν ἐλευθέρων ἀλλότρια.»
 
Πάλιν δὲ τῶν † Θασίων διὰ τὸ δοκεῖν μεγάλως ὑπ´ αὐτοῦ εὐεργετεῖσθαι ναοῖς αὐτὸν καὶ ἀποθεώσεσι τιμησάντων [210d] καὶ πρεσβείαν περὶ τούτου ἀποστειλάντων, ἀναγνοὺς τὰς τιμάς, ἃς αὐτῷ προσήνεγκαν οἱ πρέσβεις, ἠρώτησεν εἰ ἡ πατρὶς αὐτῶν ἀποθεοῦν ἀνθρώπους ἔχει δύναμιν· φαμένων δέ, «Ἄγετ´» ἔφη «ποιήσατε πρώτους ἑαυτοὺς θεούς· καὶ τοῦτ´ ἂν πράξητε, τότε πιστεύσω ὑμῖν ὅτι κἀμὲ δυνήσεσθε θεὸν ποιῆσαι.»
 
Τῶν δ´ ἐπὶ τῆς Ἀσίας Ἑλληνικῶν ἐθνῶν ψηφισαμένων ἐν ταῖς ἐπιφανεστάταις πόλεσιν εἰκόνας ἀνιστᾶν αὐτοῦ, προέγραψεν «Ἐμοῦ μηδεμία εἰκὼν ἔστω μήτε γραπτὴ μήτε πλαστὴ μήτε κατασκευαστή.»
 
Θεασάμενος δ´ ἐπὶ τῆς Ἀσίας οἰκίαν τετραγώνοις ὠροφωμένην δοκοῖς ἠρώτησε τὸν κεκτημένον εἰ τετράγωνα [210e] παρ´ αὐτοῖς φύεται τὰ ξύλα· φαμένου δὲ οὔ, ἀλλὰ στρογγύλα, «Τί οὖν;» εἶπεν «εἰ τετράγωνα ἦν, στρογγύλ´ ἂν ἐτελεῖτε;»
 
Ἐρωτηθεὶς δέ ποτε ἄχρι τίνος εἰσὶν οἱ τῆς Λακωνικῆς ὅροι, κραδάνας τὸ δόρυ εἶπεν «Ἄχρις οὗ τοῦτο φθάνει.»
Γραμμή 100:
 
Ὡς δὲ διαβὰς τὸν Ἑλλήσποντον ἐβάδιζε διὰ τῆς Θρᾴκης, ἐδεήθη μὲν οὐδενὸς τῶν βαρβάρων, πέμπων δὲ πρὸς ἑκάστους ἐπυνθάνετο πότερον ὡς φιλίαν ἢ ὡς πολεμίαν διαπορεύηται τὴν χώραν. Οἱ μὲν οὖν ἄλλοι φιλικῶς ἐδέχοντο καὶ παρέπεμπον· οἱ δὲ καλούμενοι Τρωχαλεῖς, οἷς καὶ Ξέρξης ὡς λέγεται ἔδωκε δῶρα, τῆς διόδου μισθὸν ᾔτουν τὸν Ἀγησίλαον ἑκατὸν ἀργυρίου τάλαντα καὶ τοσαύτας γυναῖκας· ὁ δὲ κατειρωνευσάμενος αὐτοὺς καὶ φήσας, [211d] «Τί οὖν οὐκ εὐθὺς ἦλθον ληψόμενοι;» προῆγε καὶ συμβαλὼν αὐτοῖς παρατεταγμένοις τρεψάμενος καὶ διαφθείρας πολλοὺς διῆλθε.
²
 
Τῷ δὲ τῶν Μακεδόνων βασιλεῖ τὸ αὐτὸ ἐρώτημα προσέπεμψε· φήσαντος δ´ ἐκείνου βουλεύ〈ς〉εσθαιβουλεύεσθαι, «Βουλευέσθω τοίνυν» εἶπεν, «ἡμεῖς δ´ ἤδη πορευσόμεθα.» Θαυμάσας οὖν τὴν τόλμαν καὶ δείσας ἐκέλευσεν ὡς φίλον προάγειν.
 
Τῶν δὲ Θετταλῶν τοῖς πολεμίοις συμμαχούντων ἐπόρθει [211e] τὴν χώραν· εἰς δὲ Λάρισσαν ἔπεμψε Ξενοκλέα καὶ Σκύθην περὶ φιλίας. Συλληφθέντων δὲ τούτων καὶ παραφυλαττομένων, οἱ μὲν ἄλλοι βαρέως φέροντες ᾤοντο δεῖν τὸν Ἀγησίλαον περιστρατοπεδεύσαντα πολιορκεῖν τὴν Λάρισσαν· ὁ δὲ φήσας οὐκ ἂν ἐθελῆσαι Θεσσαλίαν ὅλην λαβεῖν ἀπολέσας τῶν ἀνδρῶν τὸν ἕτερον, ὑποσπόνδους αὐτοὺς ἀπέλαβε.
Γραμμή 115:
Ὁρῶν δ´ ἐνίους τῶν πολιτῶν ἀφ´ ἱπποτροφίας [212b] δοκοῦντας εἶναί τινας καὶ μεγαλοφρονοῦντας, ἔπεισε τὴν ἀδελφὴν Κυνίσκαν ἅρμα καθεῖσαν Ὀλυμπίασιν ἀγωνίσασθαι, βουλόμενος ἐνδείξασθαι τοῖς Ἕλλησιν ὡς οὐδεμιᾶς ἐστιν ἀρετῆς πλούτου δὲ καὶ δαπάνης τὰ τοιαῦτα.
 
Ξενοφῶντα δὲ τὸν σοφὸν ἔχων μεθ´ ἑαυτοῦ σπουδαζόμενον, ἐκέλευε τοὺς παῖδας ἐν Λακεδαίμονι τρέφειν μεταπεμψάμενον, ὡς τὸ κάλλιστον τῶν μαθημάτων παιδευθησομένους, ἄρχειν τε καὶ ἄρχεσθαι.
 
Ἄλλοτε δ´ ἐρωτώμενος διὰ τί μάλιστα παρὰ τοὺς [212c] ἄλλους εὐδαιμονοῦσιν οἱ Σπαρτιᾶται, «Διότι» εἶπε «παρὰ τοὺς ἄλλους ἀσκοῦσιν ἄρχειν τε καὶ ἄρχεσθαι.»
Γραμμή 121:
Λυσάνδρου δὲ τελευτήσαντος εὑρὼν ἑταιρείαν πολλὴν συνεστῶσαν, ἣν ἐκεῖνος εὐθὺς ἐπανελθὼν ἀπὸ τῆς Ἀσίας συνέστησεν ἐπὶ τὸν Ἀγησίλαον, ὥρμησεν αὐτὸν ἐξελέγχειν οἷος ἦν ζῶν πολίτης.
 
Καὶ λόγον ἀναγνοὺς ἐν βιβλίῳ ἀπολελειμμένον, ὃν ἔγραψε μὲν Κλέων ὁ Ἁλικαρνασσεύς, ἔμελλε δὲ λέγειν ἀναλαβὼν ὁ Λύσανδρος ἐν τῷ δήμῳ περὶ πραγμάτων καινῶν καὶ μεταστάσεως τοῦ πολιτεύματος, ἠθέλησεν εἰς μέσον ἐξενεγκεῖν· ἐπεὶ δέ τις τῶν γερόντων τὸν λόγον ἐπελθὼν καὶ φοβηθεὶς τὴν δεινότητα [212d] συνεβούλευσε μὴ τὸν Λύσανδρον ἀνορύττειν 〈, ἀλλὰ τὸν λόγον μᾶλλον αὐτῷ συγκατορύττειν, ἐπείσθη καὶ ἡσύχασε.
 
Τοὺς δὲ ὑπεναντιουμένους αὐτῷ φανερῶς μὲν οὐκ ἐτάραττε· διαπραττόμενος δὲ πέμπεσθαί τινας ἀεὶ στρατηγοὺς καὶ ἄρχοντας ἐξ αὐτῶν ἐπεδείκνυε γινομένους ἐν ταῖς ἐξουσίαις πονηροὺς καὶ πλεονέκτας· εἶτα κρινομένοις πάλιν αὖ βοηθῶν καὶ συναγωνιζόμενος οἰκείους ἐποιεῖτο καὶ μεθίστη πρὸς ἑαυτόν, ὥστε μηδένα ἀντίπαλον εἶναι.
Γραμμή 175:
Περιταφρευόντων δὲ τῶν πολεμίων τὸ στρατόπεδον αὐτοῦ διὰ τὸ πλῆθος, καὶ Νεκτανάβιος, ᾧ συνεμάχει, ἀξιοῦντος ἐπεξιέναι καὶ διαμάχεσθαι, οὐκ ἔφη διακωλύ〈ς〉ειν τοὺς πολεμίους ἴσους αὐτοῖς γενέσθαι βουλομένους. [215a] Ἔτι δὲ μικρὸν ἀπολειπούσης τῆς τάφρου συνάψαι, κατὰ τοῦτο παρατάξας τὸ διαλεῖπον καὶ πρὸς ἴσους ἴσοις ἀγωνισάμενος τροπὴν ἐποιήσατο καὶ πολὺν φόνον τῶν πολεμίων ὀλίγοις τοῖς περὶ αὑτὸν στρατιώταις καὶ χρήματα πολλὰ τῇ πόλει διεπέμψατο.
 
Κατὰ δὲ τὸν ἀπ´ Αἰγύπτου ἀπόπλουν ἀποθνῄσκων ἐνετείλατο τοῖς περὶ αὑτὸν μήτε πλαστὰν μήτε γραπτὰν [μήτε] μιμηλὰν τοῦ σώματος [εἰκόνα] ποιήσασθαι, «Εἰ γάρ τι καλὸν ἔργον πεποίηκα, τοῦτό μου μνημεῖον ἔσται· εἰ δὲ μή, οὐδ´ οἱ πάντες ἀνδριάντες, βαναύσων καὶ οὐδενὸς ἀξίων ἔργα ὄντες.»
 
 
Γραμμή 183:
Ἄλλου δ´ εἰπόντος ὅτι μετὰ τῶν ἀκμαζόντων βασιλεύων ὡμήρευσε καὶ οὐχ οἱ παῖδες οὐδ´ αἱ γυναῖκες αὐτῶν, «Δικαίως» εἶπεν· «αὐτοὺς γὰρ ἡμᾶς καλῶς ἔχον ἐστὶ τὰς αὑτῶν ἁμαρτίας φέρειν.»
 
Βουλομένου δ´ αὐτοῦ σκύλακας οἴκοθεν μεταπέμψασθαι, ὥς τις εἶπεν «Οὐκ ἔστιν ἐξαγωγὴ παρ´ ἡμῶν αὐτῶν», «Οὐδὲ γὰρ ἀνδρῶν» ἔφη «πρόσθεν, ἀλλὰ νῦν ἐγένετο.»
 
 
Γραμμή 239:
 
;ΑΚΡΟΤΑΤΟΣ
Ἀκρότατος, ἐπεὶ οἱ γονεῖς αὐτὸν ἄδικόν τι συμπρᾶξαι αὐτοῖς ἠξίουν, μέχρι τινὸς ἀντέλεγεν· ὡς δ´ ἐνέκειντο, εἶπεν «Ἕως μὲν παρ´ ὑμῖν ἦν, οὐκ ἠπιστάμην δικαιοσύνης οὐδεμίαν ἔννοιαν· ἐπεὶ δέ με τῇ πατρίδι παρέδοτε καὶ τοῖς ταύτης νομίμοις, ἔτι τε δικαιοσύνῃ καὶ καλοκαγαθίᾳ ἐπαιδεύσατε ὡς ἠδύνασθε, τούτοις πειράσομαι οὐχ ἧττον ἢ ὑμῖν ἕπεσθαι· [216e] καὶ ἐπεί 〈με〉 θέλετε 〈τὰ〉 ἄριστα πράττειν, ἄριστα δὲ τὰ δίκαιά ἐστι καὶ ἰδιώτῃ καὶ πολὺ μᾶλλον ἄρχοντι, πράξω ἃ θέλετε· ἃ δὲ λέγετε παραιτήσομαι.»
 
 
Γραμμή 343:
Ἀρχίδαμος ὁ Ἀγησιλάου, Φιλίππου μετὰ τὴν ἐν Χαιρωνείᾳ μάχην σκληροτέραν αὐτῷ ἐπιστολὴν γράψαντος, ἀντέγραψεν «Εἰ μετρήσαις τὴν σαυτοῦ σκιάν, οὐκ ἂν εὕροις αὐτὴν μείζονα γεγενημένην ἢ πρὶν νικᾶν.»
 
Ἐρωτηθεὶς δὲ πόσης χώρας κρατοῦσιν οἱ Σπαρτιᾶται [218f] «Ὅσης ἄν» ἔφη «τῷ δόρατι ἐφικνῶνται.»
 
Περιάνδρου δὲ τοῦ ἰατροῦ ἀξιολόγου κατὰ τέχνην ὄντος καὶ ἐπαινουμένου ἐς τὰ μάλιστα, φαῦλα δὲ ποιήματα γράφοντος, «Τί δήποτε, ὦ Περίανδρε» εἶπεν, «ἀντὶ χαρίεντος ἰατροῦ κακὸς ποιητὴς καλεῖσθαι ἐπιθυμεῖς;»
Γραμμή 364:
 
 
;ΑΝΑΞΙΒΙΟΣ
;〈ΑΝΑΞΙ〉ΒΙΟΣ
[219c] 〈Ἀναξί〉βιοςἈναξίβιος ἐνεδρευθεὶς ὑπὸ Ἰφικράτους τοῦ Ἀθηναίων στρατηγοῦ καὶ ἐρωτώμενος ὑπὸ τῶν στρατιωτῶν τί δεῖ ποεῖν, «Τί γὰρ ἄλλο» ἔφη «ἢ ὑμᾶς μὲν σῴζεσθαι, ἐμὲ δὲ μαχόμενον ἀποθανεῖν;»
 
 
Γραμμή 415:
 
;ΕΚΠΡΕΠΗΣ
Ἐκπρέπης ἔφορος Φρύνιδος τοῦ μουσικοῦ σκεπάρνῳ τὰς δύο τῶν ἐννέα χορδῶν ἐξέτεμεν, εἰπών «Μὴ κακούργει τὴν μουσικήν.»
 
 
Γραμμή 431:
Ἀκούσας δὲ φιλοσόφου διαλεχθέντος ὅτι μόνος ἀγαθὸς στρατηγὸς ὁ σοφός ἐστιν, «Ὁ μὲν λόγος» ἔφη «θαυμαστός· ὁ δὲ λέγων ἄπιστος· [220e] οὐ γὰρ περισεσάλπιγκται.»
 
Τὴν θέσιν δὲ Ξενοκράτους εἰρηκότος καὶ καταπαυομένου, παρῆν ὁ Εὐδαμίδας· ὡς δ´ εἶπέ τις τῶν μετ´ αὐτοῦ «Ὅτε πάρεσμεν ἡμεῖς, τότε πέπαυται·» «Καλῶς γε» ἔφη «εἴπερ ἤδη ἔλεξε ταῦτα ἃ ἔχρῃζε·» τοῦ δ´ εἰπόντος «Καλὸν ἦν ἀκοῦσαι» «Ἦ καὶ πρὸς δεδειπνηκότα μολόντες» εἶπεν «ἠξιοῦμεν ἂν πάλιν αὐτὸν δειπνεῖν;»
 
Πυνθανομένου δέ τινος διὰ τί, τῶν πολιτῶν αἱρουμένων τὸν πρὸς Μακεδόνας πόλεμον, αὐτὸς ἡσυχίαν ἄγειν δοκιμάζει, «Ὅτι» ἔφη «οὐ χρῄζω ψευδομένους αὐτοὺς ἐλέγξαι.»
 
Ἑτέρου δὲ προφερομένου τὰ κατὰ Περσῶν ἀριστεῖα καὶ προτρέποντος ἐπὶ τὸν πόλεμον, [220f] «Ἀγνοεῖν» ἔφη «μοι δοκεῖς γε, ὅτι ταὐτόν ἐστι τῷ χιλίων προβάτων κρατήσαντα πεντήκοντα λύκοις μάχεσθαι.»
 
Ψάλτου δέ τινος εὐημερήσαντος, ἠρώτησαν αὐτὸν ποδαπός τις αὐτῷ δοκεῖ εἶναι, «Μέγας» ἔφη «δει κηλίκτας ἐν μικρῷ πράγματι.»
 
Ἐπαινοῦντος δέ τινος τὰς Ἀθήνας, ἔφη «Καὶ τίς ἂν ταύτην τὴν πόλιν δεόντως ἐπαινοίη, ἣν οὐδεὶς ἔστερξε γενόμενος βελτίων;»
Γραμμή 551:
[Ψάλτην δέ τις αὐτῷ βουλόμενος συστῆσαι τά τ´ ἄλλα τὸν ἄνδρα ἐπῄνει [224a] καὶ ψάλτην αὐτὸν ἔφη κράτιστον εἶναι τῶν Ἑλλήνων· ὁ δὲ δείξας τινὰ τῶν πλησίον «Νὴ τοὺς θεούς» ἔφη «〈ὡς〉 οὗτος παρ´ ἐμοὶ ζωμοποιός.»]
 
Μαιανδρ〈ί〉ουΜαιανδρίου δὲ τοῦ τῆς Σάμου τυράννου διὰ τὴν Περσῶν ἔφοδον εἰς Σπάρτην φυγόντος καὶ ἐπιδείξαντος ὅσα κεκομίκει χρύσεά τε καὶ ἀργύρεα ἐκπώματα χαριζομένου τε ὅσα βούλεται, ἔλαβε μὲν οὐδέν, εὐλαβούμενος δὲ μὴ ἑτέροις τισὶ τῶν ἀστῶν διαδῷ, πορευθεὶς ἐπὶ τοὺς ἐφόρους ἄμεινον εἶναι ἔφη τῇ Σπάρτῃ τὸν ξένον ἑαυτοῦ τὸν Σάμιον ἀπαλλάττεσθαι τῆς Πελοποννήσου, ἵνα μὴ πείσῃ τινὰ τῶν Σπαρτιατῶν κακὸν γενέσθαι. [224b] Οἱ δὲ ὑπακούσαντες ἐξεκήρυξαν τὸν Μαιάνδρ〈ι〉ονΜαιάνδριον αὐτῆς ἡμέρας.
 
Εἰπόντος δέ τινος «Διὰ τί πολεμοῦντας ὑμῖν Ἀργείους πολλάκις κρατήσαντες οὐκ ἀνῃρήκατε;» «Οὐδ´ ἂν ἀνέλοιμεν» ἔφη, «ὡς ἂν γυμναστὰς τοῖς νέοισιν ἔχωμεν.»
Γραμμή 609:
Ἄλλου δ´ εἰπόντος «Πάρεισιν ἐγγὺς ἡμῶν,» «Οὐκοῦν» ἔφη «καὶ ἡμεῖς αὐτῶν [ἐγγύς].»
 
Εἰπόντος δέ τινος «Ὦ Λεωνίδα, πρὸς πολλοὺς μετ´ ὀλίγων διακινδυνεύσων οὕτως πάρει;» «Εἰ μὲν οἴεσθέ με» ἔφη «τῷ πλήθει δεῖν πιστεύειν, οὐδ´ ἡ πᾶσα Ἑλλὰς ἀρκεῖ· βραχεῖα γὰρ μοῖρα τοῦ ἐκείνων πλήθους ἐστίν· [225c] εἰ δὲ ταῖς ἀφεταῖς, καὶ οὗτος ὁ ἀριθμὸς ἱκανός.»
 
Ἄλλου δὲ τὰ αὐτὰ λέγοντος, «Καὶ μήν» εἶπεν «πολλοὺς ἐπάγομαι ὡς ἀποθανουμένους.»
Γραμμή 631:
 
;ΛΥΚΟΥΡΓΟΣ
Λυκοῦργος ὁ νομοθέτης βουλόμενος ἐκ τῆς προϋπαρχούσης [225f] διαίτης τοὺς πολίτας εἰς σωφρονεστέραν βίου τάξιν μετάγειν καὶ καλοκαγαθικοὺς ἀπεργάζεσθαι (ἁβροδίαιτοι γὰρ ἦσαν) δύο σκύλακας ἀνέθρεψε ταὐτοῦ πατρὸς καὶ μητρὸς γενομένους· καὶ τὸν μὲν εἴθισε περὶ λιχνείας οἴκοι ἐάσας· τὸν δ´ ἀπαγόμενος ἤσκησε περὶ κυνηγέσια. Ἔπειτα ἀγαγὼν εἰς τὴν ἐκκλησίαν ἔθηκε † ἀκάνθας καὶ λιχνείας τινάς, ἀφῆκε δὲ καὶ λαγώ· ἑκατέρου δ´ ἐπὶ τὰ συνήθη ὁρμήσαντος καὶ θατέρου τὸν λαγὼ χειρωσαμένου, εἶπεν «Ὁρᾶτε, ὦ πολῖται, ὅτι ταὐτοῦ γένους ὑπάρχοντες ἐν τῇ τοῦ βίου ἀγωγῇ παρὰ πολὺ ἀλλήλων διάφοροι ἀπέβησαν, [226a] καὶ ποιητικωτέρα τῆς φύσεως ἡ ἄσκησις πρὸς τὰ καλὰ τυγχάνει;» τινὲς δέ φασιν, ὡς οὐ παρῆγε σκύλακας, οἳ ἐκ τῶν αὐτῶν γεγονότες ἐτύγχανον, ἀλλ´ ὁ μὲν ἐξ οἰκουρῶν, ἅτερος δ´ ἐκ κυνηγετικῶν· κἄπειτα τὸν μὲν ἐκ τοῦ χείρονος γένους πρὸς τὰ κυνηγέσια ἤσκησε, τὸν δ´ ἐκ τοῦ ἀμείνονος περὶ λιχνείας μόνον εἴθισεν· εἶθ´ ἑκατέρου ἐφ´ ἃ εἴθιστο ὁρμήσαντος, φανερὸν ποιήσας ὅσον ἡ ἀγωγὴ πρὸς τὸ ἄμεινον καὶ χεῖρον συλλαμβάνει, εἶπεν «Οὐκοῦν καὶ ἡμᾶς, ὦ πολῖται, οὐδὲν ἡ παρὰ τοῖς πολλοῖς θαυμαζομένη εὐγένεια καὶ τὸ ἀφ´ Ἡρακλέους εἶναι ὀνίνησιν, εἰ μὴ πράττοιμεν δι´ ἃ [226b] ἐκεῖνος ἁπάντων ἀνθρώπων ἐπιδοξότερος καὶ εὐγενέστερος ἐφάνη, ἀσκούμενοι καὶ μανθάνοντες καλὰ δι´ ὅλου τοῦ βίου.»
 
Ἀναδασμὸν δὲ τῆς γῆς ποιήσας καὶ ἅπασιν ἴσον κλῆρον τοῖς πολίταις νείμας, λέγεται ὕστερόν ποτε χρόνῳ τὴν χώραν διερχόμενος ἐξ ἀποδημίας ἄρτι τεθερισμένην, ἰδὼν δὲ τοὺς σωροὺς κειμένους παραλλήλους καὶ ὁμαλοὺς ἡσθῆναι, καὶ μειδιάσας εἰπεῖν πρὸς τοὺς παρόντας ὡς ἡ Λακωνικὴ φαίνεται πᾶσα πολλῶν ἀδελφῶν εἶναι νεωστὶ νενεμημένων.
Γραμμή 669:
Πᾶσι δὲ τοῖς περὶ τὸν τοῦ σώματος καλλωπισμὸν δημιουργοῖς ἀνεπίβατον ἐποίησε τὴν Σπάρτην, ὡς διὰ τῆς κακοτεχνίας τὰς τέχνας λυμαινομένοις.
 
Τοσαύτη δ´ ἦν κατ´ ἐκείνους τοὺς χρόνους σωφροσύνη τῶν γυναικῶν καὶ τοσοῦτον ἀπεῖχε τῆς ὕστερον περὶ αὐτὰς εὐχερείας, ὡς πρότερον ἄπιστον εἶναι τὸ τῆς μοιχείας παρ´ αὐταῖς. Καὶ λόγος ἀπομνημονεύεται Γεραδάτα τινὸς Σπαρτιάτου τῶν σφόδρα παλαιῶν, ὃς ἐρωτηθεὶς [228c] ὑπὸ ξένου, τί πάσχουσιν οἱ μοιχοὶ παρ´ αὐτοῖς (οὐδὲν γὰρ ὁρᾶν περὶ τούτου νενομοθετημένον ὑπὸ Λυκούργου), εἶπεν «Οὐδείς, ὦ ξένε, γίνεται μοιχὸς παρ´ ἡμῖν.» Ἐκείνου δὲ ὑπολαβόντος «Ἂν οὖν γένηται;» «Ταῦρον» ἔφη ὁ Γεραδάτας «ἐκτίνει μέγαν, ὃς ὑπερκύψας τὸ Ταΰγετον ἀπὸ τοῦ Εὐρώτα πίεται.» Θαυμάσαντος δ´ ἐκείνου καὶ φήσαντος «Πῶς δ´ ἂν γένοιτο βοῦς τηλικοῦτος;» γελάσας ὁ Γεραδάτας «Πῶς γὰρ ἄν» ἔφη «μοιχὸς ἐν Σπάρτῃ γένοιτο, ἐν ᾗ πλοῦτος μὲν καὶ τρυφὴ καὶ καλλωπισμὸς ἀτιμάζονται, αἰδὼς δὲ καὶ εὐκοσμία καὶ τῶν ἡγουμένων πειθὼ πρεσβεύονται;»
 
Πρὸς δὲ τὸν ἀξιοῦντα δημοκρατίαν ἐν τῇ πόλει καταστήσασθαι ὁ Λυκοῦργος «Σὺ πρῶτος» ἔφη «ἐν τῇ οἰκίᾳ σου ποίησον δημοκρατίαν.»
Γραμμή 689:
Ἐπεμέλοντο δὲ οἱ Σπαρτιᾶται καὶ τῆς κόμης, ἀπομνημονεύοντές τινα Λυκούργου λόγον περὶ τούτου, ὅτι τοὺς μὲν καλοὺς ἡ κόμη εὐπρεπεστέρους ποιεῖ, τοὺς δ´ αἰσχροὺς φοβερωτέρους.
 
[228f] Παρήγγειλε δ´ ἐν τοῖς πολέμοις τρεψαμένους καὶ νικήσαντας μέχρι τοῦ βεβαιώσασθαι τὸ νίκημα ἐπιδιώκειν, εἶτ´ εὐθὺς ἀναχωρεῖν· οὔτε γενναῖον οὔτε Ἑλληνικὸν φονεύειν τοὺς παρακεχωρηκότας φάσκων. Εἶναι δ´ οὐ μόνον καλὸν τοῦτο καὶ μεγαλόψυχον ἀλλὰ καὶ χρήσιμον· εἰδόταςἰδότας γὰρ τοὺς μαχομένους πρὸς αὑτοὺς ὅτι φείδονται μὲν τῶν ἐνδιδόντων, ἀναιροῦσι δὲ τοὺς ὑφισταμένους, τοῦ μένειν τὸ φεύγειν ὠφελιμώτερον ἡγήσεσθαι.
 
Πυνθανομένου δέ τινος, διὰ τί τοὺς τῶν πολεμίων νεκροὺς ἀπηγόρευσε σκυλεύειν, «Ὅπως» ἔφη «μὴ κυπτάζοντες περὶ [229a] τὰ σκῦλα τῆς μάχης ἀμελῶσιν, ἀλλὰ καὶ τὴν πενίαν ἅμα τῇ τάξει διασῴζωσι.»
Γραμμή 715:
Ἐν δὲ Σαμοθρᾴκῃ χρηστηριαζομένῳ αὐτῷ ὁ ἱερεὺς ἐκέλευσεν εἰπεῖν, ὅ τι ἀνομώτατον ἔργον αὐτῷ ἐν τῷ βίῳ πέπρακται. Ἐπηρώτησεν οὖν «Πότερον σοῦ κελεύοντος ἢ τῶν θεῶν τοῦτο δεῖ ποιεῖν;» φαμένου δέ «Τῶν θεῶν,» «Σὺ τοίνυν» ἔφη «ἐκποδών μοι μετάστηθι, κἀκείνοις ἐρῶ, ἐὰν πυνθάνωνται.»
 
Πέρσου δ´ ἐρωτήσαντος ποίαν μάλιστα ἐπαινεῖ πολιτείαν, [229e] «Ἥτις» ἔφη «τοῖς ἀνδρείοις καὶ τοῖς δειλοῖς τὰ προσήκοντα ἀποδίδωσι.»
 
Πρὸς δὲ τὸν εἰπόντα, ὅτι ἐπαινοίη αὐτὸν καὶ ὑπερασπάζοιτο, «Δύο βοῦς» ἔφη «ἔχω ἐν ἀγρῷ· σιγώντων δ´ ἀμφοτέρων, ἀκριβῶς ἐπίσταμαι τόν τ´ ἀργὸν καὶ τὸν ἐργαζόμενον.»
Γραμμή 721:
Λοιδορουμένου δέ τινος αὐτῷ, εἶπε «Λέγε πυκνῶς, ὦ ξενύλλιον, λέγε μηδὲν ἐλλείπων, ἄν σου δύνῃ τὰν ψυχὰν κενῶσαι κακῶν, ὧν ἔοικας πλήρης εἶναι.»
 
Χρόνῳ δ´ ὕστερον μετὰ τὴν τελευτὴν ἀντιλογίας συμμαχικῆς γενομένης, Ἀγησίλαος ἦλθεν ἐπὶ τὴν τοῦ Λυσάνδρου οἰκίαν, [229f] ὅπως τὰ περὶ αὐτῆς γράμματα διασκέψηται· ταῦτα γὰρ παρ´ αὑτῷ κατέσχεν ὁ Λύσανδρος. Εὗρε δὲ καὶ βιβλίον γεγραμμένον τῷ Λυσάνδρῳ περὶ τῆς πολιτείας, ὡς χρὴ τῶν Εὐρυπωντιδῶν καὶ Ἀγιαδῶν τὴν βασιλείαν ἀφελομένους εἰς μέσον θεῖναι καὶ ποιεῖσθαι τὴν αἵρεσιν ἐκ τῶν ἀρίστων, ἵνα μὴ τῶν ἀφ´ Ἡρακλέους, ἀλλὰ 〈τῶν〉 οἷος Ἡρακλῆς τῇ ἀρετῇ κρινομένων τὸ γέρας ᾖ, ᾗ κἀκεῖνος εἰς θεῶν τιμὰς ἀνήχθη. Καὶ τοῦτον τὸν λόγον ὥρμησε μὲν εἰς τοὺς πολίτας ἐξενεγκεῖν καὶ παραδεικνύναι τὸν Λύσανδρον οἷος ὢν πολίτης διαλανθάνοι καὶ ἐπὶ διαβολῇ τῶν Λυσάνδρου φίλων. 〈Λα〉κρατίδηνΛακρατίδην δέ φασι τότε προεστῶτα τῶν ἐφόρων, εὐλαβηθέντα μὴ πείσῃ τιν´ ἀναγνωσθεὶς ὁ λόγος, ἐπιλαβέσθαι τοῦ Ἀγησιλάου καὶ εἰπεῖν ὡς οὐ δεῖ ἀνορύττειν τὸν Λύσανδρον, [230a] ἀλλὰ καὶ τὸν λόγον αὐτῷ συγκατορύττειν, πανούργως καὶ πιθανῶς συντεταγμένον.
 
Τοὺς δὲ μνηστεύσαντας αὐτοῦ τὰς θυγατέρας, εἶτα μετὰ τὴν τελευτὴν πένητος εὑρεθέντος ἀπειπαμένους ἐζημίωσαν οἱ ἔφοροι, ὅτι πλούσιον μὲν νομίζοντες ἐθεράπευον, δίκαιον δὲ καὶ χρηστὸν ἐκ τῆς πενίας ἐπιγνόντες ὑπερεῖδον.
Γραμμή 735:
Πυθομένου δέ τινος διὰ τί κομῶσι καὶ πωγωνοτροφοῦσιν, «Ὅτι» ἔφη «πάντων κάλλιστος καὶ ἀδαπανώτατος ἀνδρὶ ὁ ἴδιος κόσμος.»
 
Τῶν Ἀθηναίων δ´ εἰπόντος τινός «Λίαν ἀντέχεσθε, ὦ Νίκανδρε, τοῦ σχολάζειν», «Ἀληθίζῃ» ἔφη, «ἀλλ´ οὐχ ὥσπερ ὑμεῖς ὅπως ὅτι ἂν τύχῃ σπουδάζωμεν.»
 
 
Γραμμή 745:
 
;ΠΑΥΣΑΝΙΑΣ Ο ΚΛΕΟΜΒΡΟΤΟΥ
Παυσανίας ὁ Κλεομβρότου, Δηλίων δικαιολογουμένων περὶ τῆς νήσου πρὸς Ἀθηναίους καὶ λεγόντων, ὅτι κατὰ τὸν νόμον τὸν παρ´ αὐτοῖς οὔθ´ αἱ γυναῖκες ἐν τῇ νήσῳ τίκτουσιν οὔθ´ οἱ τελευτήσαντες θάπτονται, [230d] «Πῶς ἂν οὖν» ἔφη «αὕτη πατρὶς ὑμῶν εἴη, ἐν ᾗ οὔτε γέγονέ τις ὑμῶν οὔτ´ ἔσται;»
 
Τῶν δὲ φυγάδων αὐτὸν προτρεπομένων ἐπὶ τοὺς Ἀθηναίους ἄγειν τὴν στρατιὰν λεγόντων τε ὅτι τοῖς Ὀλυμπίοις ἀνακηρυττομένου αὐτοῦ ἐσύριττον αὐτὸν μόνοι, «Τί οὖν οἴεσθε» ἔφη «τοὺς ὅτε εὖ ἔπασχον συρίττοντας κακῶς παθόντας ποιήσειν;»
Γραμμή 763:
Ἐπαινοῦντος δ´ αὐτοῦ ἐν Τεγέᾳ μετὰ τὴν φυγὴν τοὺς Λακεδαιμονίους, εἶπέ τις «Διὰ τί οὖν οὐκ ἔμενες ἐν Σπάρτῃ ἀλλ´ ἔφυγες;» «Ὅτι οὐδ´ οἱ ἰατροί» ἔφη «παρὰ τοῖς ὑγιαίνουσιν, ὅπου δὲ οἱ νοσοῦντες, διατρίβειν εἰώθασιν.»
 
Πυνθανομένου δέ τινος αὐτοῦ, πῶς ἂν δυνηθεῖεν τοὺς Θρᾷκας νικῆσαι, «Εἰ τὸν μὲν ἰατρόν» εἶπε «στρατηγόν, ἰατρὸν δὲ τὸν στρατηγὸν καταστήσαιμεν.»
 
[231a] Ἰατροῦ δ´ ἐπισκεπτομένου αὐτὸν καὶ εἰπόντος «Οὐδὲν κακὸν ἔχεις», «Οὐ γὰρ σοὶ» ἔφη «ἰατρῷ χρῶμαι;»
Γραμμή 783:
 
;ΠΛΕΙΣΤΑΡΧΟΣ
[231c] Πλείσταρχος Λεωνίδου πρὸς τὸν ἐπερωτήσαντα, διὰ τίν´ αἰτίαν οὐκ ἀπὸ τῶν πρώτων βασιλέων προσαγορεύονται, «Ὅτι» ἔφη «ἐκεῖνοι μὲν ἄγαν βασιλεύειν ἔχρῃζον, οἱ δ´ ἐκείνων ὕστεροι οὐδαμῶς.»
 
Συνηγόρου δέ τινος γελοῖα λέγοντος, «Οὐ φυλάξῃ, ὦ ξένε», ἔφη, «συνεχῶς γελοιάζων, ὅπως μὴ γελοῖος γένῃ, ὥσπερ καὶ οἱ συνεχῶς παλαίοντες παλαισταί;»
Γραμμή 815:
 
;ΣΟΟΣ
[232a] Σόον λέγεται ἐν χωρίῳ χαλεπῷ καὶ ἀνύδρῳ πολιορκούμενον ὑπὸ Κλειτορίων ὁμολογῆσαι τὴν δορίκτητον αὐτοῖς ἂν ἀφεῖναι γῆν, εἰ πίοιεν οἱ μετ´ αὐτοῦ πάντες ἀπὸ τῆς πλησίον πηγῆς· ἐφρούρουν δ´ αὐτὴν οἱ πολέμιοι. Γενομένων δὲ τῶν ὅρκων, συναγαγόντα τοὺς μεθ´ ἑαυτοῦ διδόναι τῷ μὴ πιόντι τὴν βασιλείαν· οὐδενὸς δὲ καρτερήσαντος ἀλλὰ πάντων πιόντων, αὐτὸν ἐπὶ πᾶσι καταβάντα καὶ περιρρανάμενον, ἔτι τῶν πολεμίων παρόντων, ἀπελθεῖν καὶ τὴν χώραν κατασχεῖν ὡς μὴ πιόντα.
 
 
Γραμμή 837:
Ἐρωτήσαντος δέ τινος αὐτὸν τίνα νομίζει πολιτείαν ἀρίστην, ἔφη «Ἐν ᾗ ἂν περὶ ἀρετῆς πλεῖστοι πολιτευόμενοι πρὸς ἀλλήλους ἄνευ στάσεως ἀγωνίζεσθαι θέλωσι.»
 
Πυνθανομένου δέ τινος διὰ τί πάντα τὰ τῶν θεῶν ξόανα μεθ´ ὅπλων ἵδρυται παρ´ αὐτοῖς, «Ὅπως» ἔφη «μήτε τὰ κατὰ τῶν ἀνθρώπων ὀνείδη λεγόμενα διὰ τὴν δειλίαν ἐπὶ τοὺς θεοὺς ἀναφέρωμεν, μήτε οἱ νέοι τοῖς θεοῖς ἀνόπλοι〈ς〉ἀνόπλοις εὔχωνται.»
 
Πρὸς δὲ τὸν πυθόμενον διὰ τί κομῶσιν εἶπεν ὅτι «Τῶν κόσμων ὁ φυσικὸς καὶ ἀδάπανος οὗτός ἐστι.»
Γραμμή 853:
Ἄλλος πυθομένου τινός «Διὰ τί ἐγχειριδίοις βραχέσι χρῆσθε;» «Ἵνα πλησίον» εἶπε «τοῖς πολεμίοις εἰς χεῖρας ἵκωμες.»
 
Ἐπαινοῦντός τινος τοὺς Ἀργείους ὡς ἀρίστους μαχητάς, Λάκων εἶπεν «Ἐν Τροίᾳ.»
 
Ἕτερος ἀκούσας δειπνήσαντάς τινας βιάζεσθαι πίνειν «Μὴ καὶ ἐσθίειν» εἶπε «βιάζονται;»
Γραμμή 871:
Πρὸς δὲ τὸν κολαζόμενον καὶ λέγοντα «Ἄκων ἥμαρτον» εἶπέ τις «Ἄκων τοίνυν καὶ κολάζου.»
 
Ἰδών τις ἐν ἀποχωρήσει θακεύοντας ἐπὶ δίφρων ἀνθρώπους «Μὴ γένοιτο» εἶπεν «ἐνταῦθα καθίσαι, ὅθεν οὐκ ἔστιν 〈ὑπ〉εξαναστῆναιὑπεξαναστῆναι πρεσβυτέρῳ.»
 
Χίων ποτὲ κατ´ ἐπιδημίαν ἀπὸ δείπνου ἐμεσάντων ἐν τῷ ἐφορείῳ καὶ χεσάντων ἐπὶ τῶν δίφρων, ἔνθα οἱ ἔφοροι ἐκάθηντο, [233a]| τὸ μὲν πρῶτον ἰσχυρῶς ἀνεζήτουν τοὺς ποιήσαντας μὴ πολῖται τυγχάνουσιν· ὡς δ´ ᾔσθοντο ὅτι Χῖοι ἦσαν, ἐκήρυξαν ὅτι τοῖς Χίοις ἐφιᾶσιν ἀσελγαίνειν.
 
Ἐπεὶ δέ τις τῶν ἀμυγδαλῶν τὰς σκληρὰς ἑώρα διπλασίου πωλουμένας, «Μὴ σπάνιοι» ἔφη «οἱ λίθοι;»
Γραμμή 931:
Ἄλλος αἰχμάλωτος πιπρασκόμενος, τοῦ κήρυκος ἐπιλέγοντος ἀνδράποδον πωλεῖν, «Κατάρατε» εἶπεν, «οὐκ ἐρεῖς αἰχμάλωτον;»
 
Λάκων ἐπὶ τῆς ἀσπίδος μυῖαν ἔχων ἐπίσημον καὶ ταύτην οὐ μείζω τῆς ἀληθινῆς, ὡς καταγελῶντές τινες ἔλεγον ὅτι ὑπὲρ τοῦ λανθάνειν τοῦτο πεποιήκει, [234d] «Ἵνα μὲν οὖν» εἶπε «φανερὸς ὦ· οὕτω γὰρ τοῖς πολεμίοις πλησίον προσέρχομαι, ὥστε τὸ ἐπίσημον ἡλίκον ἐστὶν ὑπ´ αὐτῶν ὁρᾶσθαι.»
 
Ἕτερος, ἐν συμποσίῳ προσενεχθείσης λύρας, «Οὐ Λακωνικόν» εἶπε «τὸ φλυαρεῖν.»
Γραμμή 976:
Λαβών τις μοιχὸν ἐπ´ αἰσχρᾷ γυναικί «Ἄθλιε» εἶπε «τίς τοι ἀνάγκα;»
 
Ἄλλος ἀκούων ῥήτορος μεγάλας στρέφοντος περιόδους, «Ἀλλὰ νὴ τὼ σιώ» εἶπεν «ἀνδρεῖός γε ὁ ἄνθρωπος, ὃς πρὸς οὐδὲν ὑποκείμενον εὖ στροβιλοῖ τὰν γλῶσσαν.»
 
Εἰς Λακεδαίμονα παραγενόμενός τις καὶ τὴν πρὸς τοὺς πρεσβύτας τῶν νέων τιμὴν θεασάμενος, «Ἐν Σπάρτῃ μόνῃ» εἶπε «λυσιτελεῖ γηράσκειν.»
Γραμμή 1.008:
[236f] Τῶν εἰσιόντων εἰς τὰ συσσίτια ἑκάστῳ δεικνύων ὁ πρεσβύτατος τὰς θύρας, «Διὰ τούτων» φησίν «οὐδεὶς ἐξέρχεται λόγος.»
 
Δοκιμαζομένου μάλιστα παρ´ αὐτοῖς τοῦ μέλανος λεγομένου ζωμοῦ, ὥστε μὴ κρεαδίου δεῖσθαι τοὺς πρεσβυτέρους, παραχωρεῖν δὲ τοῖς νεανίσκοις, λέγεται Διονύσιος ὁ τῆς Σικελίας τύραννος τούτου χάριν Λακωνικὸν μάγειρον πρίασθαι καὶ προστάξαι σκευάσαι αὐτῷ μηδενὸς φειδόμενον ἀναλώματος· ἔπειτα γευσάμενον καὶ δυσχεράναντα [237a] ἀποπτύσαι, καὶ τὸν μάγειρον εἰπεῖν «Ὦ βασιλεῦ, τοῦτον δεῖ τὸν ζωμὸν γυμνασάμενον Λακωνικῶς ἐν τῷ Εὐρώτᾳ λελουμένον ἐποψᾶσθαι.»
 
Πιόντες οἱ Λάκωνες ἐν τοῖς συσσιτίοις μετρίως ἀπίασι δίχα λαμπάδος· οὐ γὰρ ἔξεστι πρὸς φῶς βαδίζειν οὔτε ταύτην οὔτ´ ἄλλην ὁδόν, ὅπως ἐθίζωνται σκότους καὶ νυκτὸς εὐθαρσῶς καὶ ἀδεῶς ὁδεύειν.