Επιστολή προς Μενοικέα: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Αντιγόνη (συζήτηση | Συνεισφορά)
αντικατάσταση του παρωχημένου προτύπου "Τίτλος2" από το πρότυπο "Κεφαλίδα"
Odoiporos (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 25:
φύντα δ΄ ὅπως ὤκιστα πύλας Ἀίδαο περῆσαι.
 
[127] Εἰ μὲν γὰρ πεποιθὼς τοῦτό φησιν͵ πῶς οὐκ ἀπέρχεται ἐκ τοῦ ζῆν; ἐν ἑτοίμῳ γὰρ αὐτῷ τοῦτ΄ ἐστίν͵ εἴπερ ἦν βεβουλευ μένονβεβουλευμένον αὐτῷ βεβαίως· εἰ δὲ μωκώμενος͵ μάταιος ἐν τοῖς οὐκ ἐπιδεχομένοις.
 
Μνημονευτέον δὲ ὡς τὸ μέλλον οὔτε πάντως ἡμέτερον οὔτε πάντως οὐχ ἡμέτερον͵ ἵνα μήτε πάντως προσμένωμεν ὡς ἐσόμενον μήτε ἀπελπίζωμεν ὡς πάντως οὐκ ἐσόμενον.
Γραμμή 35:
Καὶ τὴν αὐτάρκειαν δὲ ἀγαθὸν μέγα νομίζομεν͵ οὐχ ἵνα πάντως τοῖς ὀλίγοις χρώμεθα͵ ἀλλ΄ ὅπως ἐὰν μὴ ἔχωμεν τὰ πολλά͵ τοῖς ὀλίγοις ἀρκώμεθα͵ πεπεισμένοι γνησίως ὅτι ἥδιστα πολυτελείας ἀπολαύουσιν οἱ ἥκιστα ταύτης δεόμενοι͵ καὶ ὅτι τὸ μὲν φυσικὸν πᾶν εὐπόριστόν ἐστι͵ τὸ δὲ κενὸν δυσπόριστον͵ ὅτι τε λιτοὶ χυλοὶ ἴσην πολυτελεῖ διαίτῃ τὴν ἡδονὴν ἐπιφέρουσιν͵ ὅταν ἅπαν τὸ ἀλγοῦν κατ΄ ἔνδειαν ἐξαιρεθῇ͵ [131] καὶ μᾶζα καὶ ὕδωρ τὴν ἀκροτάτην ἀποδίδωσιν ἡδονήν͵ ἐπειδὰν ἐνδέων τις αὐτὰ προσενέγκηται. τὸ συνεθίζειν οὖν ἐν ταῖς ἁπλαῖς καὶ οὐ πολυτελέσι διαίταις καὶ ὑγιείας ἐστὶ συμπληρωτικὸν καὶ πρὸς τὰς ἀναγκαίας τοῦ βίου χρήσεις ἄοκνον ποιεῖ τὸν ἄνθρωπον καὶ τοῖς πολυτελέσιν ἐκ διαλειμμάτων προσερχομένοις κρεῖττον ἡμᾶς διατίθησι καὶ πρὸς τὴν τύχην ἀφόβους παρασκευάζει.
 
Ὅταν οὖν λέγωμεν ἡδονὴν τέλος ὑπάρχειν͵ οὐ τὰς τῶν ἀσώτων ἡδονὰς καὶ τὰς ἐν ἀπολαύσει κειμένας λέγομεν͵ ὥς τινες ἀγνοοῦντες καὶ οὐχ ὁμολογοῦντες ἢ κακῶς ἐκδεχόμενοι νομίζουσιν͵ ἀλλὰ τὸ μήτε ἀλγεῖν κατὰ σῶμα μήτε ταράττεσθαι κατὰ ψυχήν· [132] οὐ γὰρ πότοι καὶ κῶμοι συνείροντες οὐδ΄ ἀπολαύσεις παίδων καὶ γυναικῶν οὐδ΄ ἰχθύων καὶ τῶν ἄλλων͵ ὅσα φέρει πολυτελὴς τράπεζα͵ τὸν ἡδὺν γεννᾷ βίον͵ ἀλλὰ νήφων λογισμὸς καὶ τὰς αἰτίας ἐξερευνῶν πάσης αἱρέ σεωςαἱρέσεως καὶ φυγῆς καὶ τὰς δόξας ἐξελαύνων͵ ἐξ ὧν πλεῖστος τὰς ψυχὰς καταλαμβάνει θόρυβος.
 
Τούτων δὲ πάντων ἀρχὴ καὶ τὸ μέγιστον ἀγαθὸν φρόνησις. διὸ καὶ φιλοσοφίας τιμιώτερον ὑπάρχει φρόνησις͵ ἐξ ἧς αἱ λοιπαὶ πᾶσαι πεφύκασιν ἀρεταί͵ διδάσκουσα ὡς οὐκ ἔστιν ἡδέως ζῆν ἄνευ τοῦ φρονίμως καὶ καλῶς καὶ δικαίως οὐδὲ φρονίμως καὶ καλῶς καὶ δικαίως ἄνευ τοῦ ἡδέως. συμπεφύ κασισυμπεφύκασι γὰρ αἱ ἀρεταὶ τῷ ζῆν ἡδέως͵ καὶ τὸ ζῆν ἡδέως τούτων ἐστὶν ἀχώριστον.
 
[133] Ἐπεὶ τίνα νομίζεις εἶναι κρείττονα τοῦ καὶ περὶ θεῶν ὅσια δοξάζοντος καὶ περὶ θανάτου διὰ παντὸς ἀφόβως ἔχοντος καὶ τὸ τῆς φύσεως ἐπιλελογισμένου τέλος͵ καὶ τὸ μὲν τῶν ἀγαθῶν πέρας ὡς ἔστιν εὐσυμπλήρωτόν τε καὶ εὐπόριστον διαλαμβάνοντος͵ τὸ δὲ τῶν κακῶν ὡς ἢ χρόνους ἢ πόνους ἔχει βραχεῖς; τὴν δὲ ὑπό τινων δεσπότιν εἰσαγομένην πάντων ἀγγέλλοντος (λέγει ἐν ἄλλοις γίνεσθαι ἃ μὲν κατ΄ ἀνάγκην͵ ἃ δὲ ἀπὸ τύχης͵ ἃ δὲ παρ΄ ἡμᾶς͵ διὰ τὸ τὴν μὲν ἀνάγκην ἀνυπεύθυνον εἶναι͵ τὴν δὲ τύχην ἄστατον ὁρᾶν͵ τὸ δὲ παρ΄ ἡμᾶς ἀδέσποτον͵ ᾧ καὶ τὸ μεμπτὸν καὶ τὸ ἐναντίον παρακολουθεῖν πέφυκεν). [134] ἐπεὶ κρεῖττον ἦν τῷ περὶ θεῶν μύθῳ κατακολουθεῖν ἢ τῇ τῶν φυσικῶν εἱμαρμένῃ δουλεύειν· ὁ μὲν γὰρ ἐλπίδα παραιτήσεως ὑπογράφει θεῶν διὰ τιμῆς͵ ἣ δὲ ἀπαραίτητον ἔχει τὴν ἀνάγκην. τὴν δὲ τύχην οὔτε θεὸν ὡς οἱ πολλοὶ νομίζουσιν ὑπολαμβάνων, —οὐθὲν γὰρ ἀτάκτως θεῷ πράττεται— οὔτε ἀβέβαιον αἰτίαν, (οὐκ) οἴεται μὲν γὰρ ἀγαθὸν ἢ κακὸν ἐκ ταύτης πρὸς τὸ μακαρίως ζῆν ἀνθρώποις δίδοσθαι͵ ἀρχὰς μέντοι μεγάλων ἀγαθῶν ἢ κακῶν ὑπὸ ταύτης χορηγεῖσθαι· [135] κρεῖττον εἶναι νομίζων εὐλογίστως ἀτυχεῖν ἢ ἀλογίστως εὐτυχεῖν· βέλτιον· γὰρ ἐν ταῖς πράξεσι τὸ καλῶς κριθὲν (μὴ ὀρθωθῆναι ἢ τὸ μὴ καλῶς κριθὲν) ὀρθωθῆναι διὰ ταύτην.