Υπέρ Παλαμήδους απολογία: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Dgolitsis (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
Dgolitsis (συζήτηση | Συνεισφορά)
ανακατεύθυνση
Γραμμή 1:
|βικιπαίδεια =#ΑΝΑΚΑΤΕΥΘΥΝΣΗ [[Υπέρ Παλαμήδους Απολογία|Υπέρ Παλαμήδους απολογία]]
{{Πολυτονικό}}
{{Κεφαλίδα|
| τίτλος = Υπέρ Παλαμήδους απολογία
| συγγραφέας = Γοργίας
| μεταφραστής=
| ενότητα =
| επόμενο =[[Ελένης Εγκώμιον]]
| προηγούμενο=
|βικιπαίδεια = [[Υπέρ Παλαμήδους Απολογία|Υπέρ Παλαμήδους απολογία]]
| σημειώσεις =

{{κ|1}} Ἡ μὲν κατηγορία καὶ ἡ ἀπολογία ‹καὶ ἡ› κρίσις οὐ περὶ θανάτου γίγνεται· θάνατον μὲν γὰρ ἡ φύσις φανερᾷ τῇ ψήφῳ πάντων κατεψηφίσατο τῶν θνητῶν, ᾗπερ ἡμέρᾳ ἐγένετο· περὶ δὲ τῆς ἀτιμίας καὶ τῆς τιμῆς ὁ κίνδυνός ἐστι, πότερά με χρὴ δικαίως ἀποθανεῖν ἢ μετ᾽ ὀνειδῶν μεγίστων καὶ τῆς αἰσχίστης αἰτίας βιαίως ἀποθανεῖν.

{{κ|2}}δισσῶν δὲ τούτων ὄντων τοῦ μὲν ὅλου ὑμεῖς κρατεῖτε, τοῦ δ᾽ ἐγώ, τῆς μὲν δίκης ἐγώ, τῆς δὲ βίας ὑμεῖς. ἀποκτεῖναι γάρ με δυνήσεσθε βουλόμενοι ῥᾳδίως· κρατεῖτε γὰρ καὶ τούτων, ὧν οὐδὲν ἐγὼ τυγχάνω κρατῶν.

{{κ|3}}εἰ μὲν οὖν ὁ κατήγορος Ὀδυσσεὺς ἢ σαφῶς ἐπιστάμενος προδιδόντα με τὴν Ἑλλάδα τοῖς βαρβάροις ἢ δοξάζων γ᾽ ἁμῆ οὕτω ταῦτα ἔχειν ἐποιεῖτο τὴν κατηγορίαν δι᾽ εὔνοιαν τῆς Ἑλλάδος, ἄριστος ἂν ἦν ὁ ἀνήρ· πῶς γὰρ ‹οὔχ›, ὅς γε σῴζει πατρίδα, τοκέας, τὴν πᾶσαν Ἑλλάδα, ἔτι δὲ πρὸς τούτοις τὸν ἀδικοῦντα τιμωρούμενος; εἰ δὲ φθόνῳ ἢ κακοτεχνίᾳ ἢ πανουργίᾳ συνέθηκε ταύτην τὴν αἰτίαν, ὥσπερ δι᾽ ἐκεῖνα κράτιστος ἂν ἦν ἀνήρ, οὕτω διὰ ταῦτα κάκιστος ἂν εἴη.

{{κ|1}}περὶ τούτων λέγων δὲ πόθεν ἄρξωμαι; τί δὲ πρῶτον εἴπω; ποῖ δὲ τῆς ἀπολογίας τράπωμαι; αἰτία γὰρ ἀνεπίδεικτος ἔκπληξιν ἐμφανῆ ἐμποιεῖ, διὰ δὲ τὴν ἔκπληξιν ἀπορεῖν ἀνάγκη τῷ λόγῳ, ἂν μή τι παρ᾽ αὐτῆς τῆς ἀληθείας καὶ τῆς παρούσης ἀνάγκης μάθω, διδασκάλων ἐπικινδυνοτέρων ἢ ποριμωτέρων τυχών.

{{κ|5}} ὅτι μὲν οὖν οὐ σαφῶς ‹εἰδὼς› ὁ κατήγορος κατηγορεῖ μου, σαφῶς οἶδα· σύνοιδα γὰρ ἐμαυτῷ σαφῶς οὐδὲν τοιοῦτον πεποιηκὼς οὐδ᾽ ἔοιχ᾽ ὅπως ἂν εἰδείη τις ὂν τὸ μὴ γενόμενον. εἰ δὲ οἰόμενος οὕτω ταῦτα ἔχειν ἐποιεῖτο τὴν κατηγορίαν, οὐκ ἀληθῆ λέγειν διὰ δισσῶν ὑμῖν ἐπιδείξω τρόπων· οὔτε γὰρ βουληθεὶς ἐδυνάμην ἂν οὔτε δυνάμενος ἐβουλήθην ἔργοις ἐπιχειρεῖν τοιούτοις.

{{κ|6}}ἐπὶ τοῦτον δὲ τὸν λόγον εἶμι πρῶτον, ὡς ἀδύνατός εἰμι τοῦτο πράττειν. ἔδει γάρ τινα πρῶτον ἀρχὴν γενέσθαι τῆς προδοσίας, ἡ δὲ ἀρχὴ λόγος ἂν εἴη· πρὸ γὰρ τῶν μελλόντων ἔργων ἀνάγκη λόγους γίνεσθαι πρότερον. λόγοι δὲ πῶς ἂν γένοιντο μὴ συνουσίας τινὸς γενομένης; συνουσία δὲ τίνα τρόπον γένοιτ᾽ ἂν μήτ᾽ ἐκείνου πρὸς ἐμὲ πέμψαντος μήτε ἐμοῦ πρὸς ἐκεῖνον ἐλθόντος; οὐδὲ παραγγελία διὰ γραμμάτων ἀφῖκται ἄνευ τοῦ φέροντος.

{{κ|7}} ἀλλὰ δὴ τοῦτο τῷ λόγῳ δυνατὸν γενέσθαι. καὶ δὴ τοίνυν σύνειμι καὶ σύνεστι κἀκεῖνος ἐμοὶ κἀκείνῳ ἐγώ — τίνα τρόπον; τίνι τίς ὤν; Ἕλλην βαρβάρῳ. πῶς ἀκούων καὶ λέγων; πότερα μόνος μόνῳ; ἀλλ᾽ ἀγνοήσομεν τοὺς ἀλλήλων λόγους. ἀλλὰ μεθ᾽ ἑρμηνέως; τρίτος ἄρα μάρτυς γίνεται τῶν κρύπτεσθαι δεομένων.

{{κ|8}} ἀλλὰ δὴ καὶ τοῦτο γενέσθω, καίπερ οὐ γενόμενον. ἔδει δὲ μετὰ τούτους πίστιν δοῦναι καὶ δέξασθαι. τίς οὖν ἂν ἦν ἡ πίστις; πότερον ὅρκος; τίς οὖν ἐμοὶ τῷ προδότῃ πιστεύειν ἔμελλεν; ἀλλ᾽ ὅμηροι; τίνες; οἷον ἐγὼ τὸν ἀδελφὸν ἔδωκ᾽ ἄν (οὐ γὰρ εἶχον ἄλλον), ὁ δὲ βάρβαρος τῶν υἱέων τινά· πιστότατα γὰρ ἂν ἦν οὕτως ἐμοί τε παρ᾽ ἐκείνου ἐκείνῳ τε παρ᾽ ἐμοῦ. ταῦτα δὲ γινόμενα πᾶσιν ὑμῖν ἂν ἦν φανερά.

{{κ|9}}φήσει τις ὡς χρήμασι τὴν πίστιν ἐποιούμεθα, ἐκεῖνος μὲν διδούς, ἐγὼ δὲ λαμβάνων. πότερον οὖν ὀλίγοις; ἀλλ᾽ οὐκ εἰκὸς ἀντὶ μεγάλων ὑπουργημάτων ὀλίγα χρήματα λαμβάνειν. ἀλλὰ πολλοῖς; τίς οὖν ἦν ἡ κομιδή; πῶς δ᾽ ἂν ‹εἷς› ἐκόμισεν; ἢ πολλοί; πολλῶν γὰρ κομιζόντων πολλοὶ ἂν ἦσαν μάρτυρες τῆς ἐπιβουλῆς, ἑνὸς δὲ κομίζοντος οὐκ ἂν πολύ τι τὸ φερόμενον ἦν.

{{κ|10}}πότερα δὲ ἐκόμισαν ἡμέρας ἢ νυκτός; ἀλλὰ ‹νυκτὸς› πολλαὶ καὶ πυκναὶ φυλακαί, δι᾽ ὧν οὐκ ἔστι λαθεῖν. ἀλλ᾽ ἡμέρας; ἀλλά γε τὸ φῶς πολεμεῖ τοῖς τοιούτοις. εἶεν. ἐγὼ δ᾽ ἐξελθὼν ἐδεξάμην, ἢ ἐκεῖνος ὁ φέρων εἰσῆλθεν; ἀμφότερα γὰρ ἄπορα. λαβὼν δὲ δὴ πῶς ἂν ἔκρυψα καὶ τοὺς ἔνδον καὶ τοὺς ἔξω; ποῦ δ᾽ ἂν ἔθηκα; πῶς δ᾽ ἂν ἐφύλαξα; χρώμενος δ᾽ ἂν φανερὸς ἐγενόμην, μὴ χρώμενος δὲ τί ἂν ὠφελούμην ἀπ᾽ αὐτῶν;

[[Κατηγορία:Αρχαία και Κλασική γραμματεία]]