Ιωάννου του κληρικού και κουβουκλείστου του Καμινιάτη εις την άλωσιν της Θεσσαλονίκης: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Χωρίς σύνοψη επεξεργασίας
Dgolitsis (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 78:
22.3 κατειληφότες γὰρ τὸν προλεχθέντα πανευπρεπέστατον οἶκον τοῦ πανεν δόξου μάρτυρος Δημητρίου͵ ὅσοι τε τὴν πόλιν οἰκοῦμεν καὶ ὅσοι ἐξ ἀλλοδαπῆς ἦσαν ἐπήλυδες͵ ἀξία πᾶσα καὶ ἡλικία͵ καὶ θρηνώδεις χοροὺς συστησάμενοι ἐπεβοῶμεν τῷ μάρτυρι προστάτην ἡμῖν γενέσθαι κατὰ τῆς προσδοκωμένης ἀπειλῆς τῶν βαρβάρων.<br>
22.4 ἔδειξας λέγοντες͵ ὦ γενναῖε μάρτυς͵ τὸ θερμὸν τῆς σῆς ἀντιλήψεως ἐν πολλοῖς κινδύνοις πολλάκις ἐπελθοῦσι τῇ πόλει σου͵ καὶ πᾶσαν ἐναντίων ἐπιβουλὴν διεσκέδασας͵ καὶ ὀλέθρου παντὸς ἀπείρατον αὐτὴν διετήρησας.<br>
38.3 οὐδ΄ εὐσχημονεῖν ἔτι βουλόμεναι νικηθεῖσαι τῷ πάθει͵ οὐδὲ τῆς ὄψεως τῶν ἀνδρῶν ἑαυτὰς ὑπεκκλίνειν͵ ἀλλ΄ ἀναιδῶς φερόμεναι͵ τὰς κόμας ἔχουσαι λελυμένας καὶ τῶν πρὸς συστολὴν ἀμελήσασαι͵ ἤγοντο συνεκβοῶσαι τοὺς θρήνους καὶ τοῦ κινδύνου καταστενάζουσαι.
 
'''Ιωάννη Σκυλίτση''' (απόσπασμα από τη σύνοψη ιστοριών)
Τῶν δὲ Βουλγάρων ταῖς ἐφόδοις Ῥωμαίους ἐπιτριβόντων, οἱ ἐξ
Ἄγαρ μαθόντες τοῦτο στόλον ἐξαρτύσαντες κατὰ τῶν παραλίων τῆς
ἀρχῆς Ῥωμαίων ἐκπέμπουσιν, ἐπιστήσαντες τῷ στόλῳ ναύαρχον Λέοντα
τὸν Ἀτταλέα, τὴν Χριστιανῶν ἐξομοσάμενον πίστιν, κἀν τῇ Τριπόλει
οἰκήσαντα, κἀξ αὐτῆς εἰληφότα τὴν προσηγορίαν. ἔφθασε δὲ τὸν βασι-
λέα ἡ περὶ τοῦ Τριπολίτου ἀγγελία κατὰ τὸ ἐμπόριον τοῦ Βοαιτίου,
ἐκεῖσε γενόμενον ἐπὶ τῷ ἀνακαινίσαι τὴν μονὴν Χριστοφόρου πρωτο-
βεστιαρίου αὐτοῦ. προσετίθεσαν δ' οἱ ἀγγελιαφόροι, ὡς κατ' αὐτῆς
ἔχει τὴν ὁρμὴν τῆς βασιλίδος. πέμπει οὖν ὁ βασιλεὺς Εὐστάθιον τὸν
τηνικαῦτα δρουγγάριον τῶν πλωΐμων μετὰ τοῦ στόλου, ὃς μὴ δυνη-
θεὶς ἀντιτάξασθαι τῷ Τριπολίτῃ ὑπεστράφη κενός. ἑπόμενος δὲ τούτῳ ὁ
Τριπολίτης εἰσῆλθεν εἰς τὰ στενὰ τοῦ Ἑλλησπόντου, καὶ μέχρι τοῦ
Παρίου κατέλαβεν. ὅπερ τῷ βασιλεῖ ἀγγελθὲν εἰς μεγάλην ἐνέβαλεν
ἀθυμίαν καὶ ταραχήν. Ἱμερίῳ γοῦν τῷ πρωτοασηκρῆτις τὴν ναυτικὴν
ἐγχειρίσας δύναμιν κατὰ τοῦ Τριπολίτου ἀπέστειλεν, ὃς Ἄβυδον διελ-
θὼν καὶ τὸ Αἰγαῖον πέλαγος Στροβίλῳ προσορμίζει, εἶτα καταίρει πρὸς
Ἴμβρον. Σαμοθρᾴκην δὲ διαβὰς κατέλαβε τοὺς πολεμίους ναυλοχοῦντας
ἐν Θάσῳ. πλὴν πλήθει τε καὶ προθυμίᾳ ὑπερέχοντας αὐτοὺς ἰδών, οὐδὲ
πλησιάσαι τούτοις τετόλμηκεν. ὁ δὲ Τριπολίτης ὀπισθόρμητος γεγονὼς
καὶ κατὰ Θεσσαλονίκην γενόμενος ταύτην ἐπολιόρκησε, κατασχεθέντος
καὶ Λέοντος τοῦ στρατηγοῦ ἐν αὐτῇ, ᾧ Χατζιλάκιος τὸ ἐπώνυμον.
ἐγένετο δὲ χύσις αἱμάτων πολλὴ καὶ αἰχμαλωσία.
[Leo6.24] Ῥοδοφύλης δέ τις κουβικουλάριος κατά τινα χρείαν ἐν Σικελίᾳ
πεμφθεὶς μετὰ χρυσίου λιτρῶν ἑκατόν, νόσῳ περιπεσὼν ἐν Θεσσαλο-
νίκῃ εἰσῆλθεν ἐφ' ᾧ ἐπιμελείας ἀξιωθῆναι. ὃνπερ κατασχὼν ὁ Τριπο-
λίτης καὶ πολλὰ βασανίσας διὰ τὸ χρυσίον ἀπέκτεινε μηδὲν ἔχειν ἰσχυ-
ριζόμενον. τοῦτο γὰρ ἔτυχε καταλιπὼν ἐν τῇ ὁδῷ, ὅπερ Συμεὼν ἀση-
κρῆτις διερχόμενος ἀνείλετο. καὶ τοῦ Τριπολίτου βουληθέντος καταστρέ-
ψαι τὴν πόλιν ὁ Συμεὼν λαβεῖν αὐτὸν χρυσίον ἐμήνυσε καὶ τῆς κατα-
στροφῆς ἀποσχέσθαι. ὃ καὶ γέγονε, καὶ λαβὼν τὸ χρυσίον ὁ Τριπολίτης
ἀπενόστησεν.