Χρονογραφία: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Dgolitsis (συζήτηση | Συνεισφορά)
Dgolitsis (συζήτηση | Συνεισφορά)
Γραμμή 2.715:
ἀπεκομίζοντο.

===Πως η σεβαστή έγινε δεκτή στο παλάτι===

'''6.58''' Περὶ τοῦ πῶς ἀνήχθη ἡ σεβαστὴ ἐπὶ τὰ βασίλεια. Τέως μὲν οὖν ἡμιφανῶς ἡ
ἐρωτικὴ αὕτη ὁμιλία ἐπράττετο· ἐπεὶ δὲ προϊὼν ὁ χρόνος τὸ κεκρυμμένον κατὰ βραχὺ
ἀνεκάλυπτε, δημοσιεύει εἰς προὖπτον τὸν ἔρωτα, καὶ ποικιλώτερον ὁμιλήσας τῇ
βασιλίδι, τὴν μετ' αὐτῆς αἱρεῖσθαι πείθει συμβίωσιν· καὶ ἐπεὶ κατανεύσασαν ἔσχεν, οὐ
μέχρι τούτου τὸ τῆς ψυχῆς ἱστᾷ βούλημα, ἀλλὰ καὶ συγγραφὰς φιλίας ποιεῖται, καὶ
σκηνὴν ἐπὶ τούτῳ βασιλικὴν διατίθεται· καὶ οἱ μὲν προὐκάθηντο, ἡ δὲ σύγκλητος ἐπὶ τῷ
καινῷ εἰσῄεσαν γράμματι, ἐρυθριῶντες μὲν καὶ τὰ πολλὰ ὑποτον θορύζοντες,
ἐπαινοῦντες δὲ ὅμως τὴν συγγραφὴν ὡς ἐξ οὐρανίων καταχθεῖσαν δέλτον, κρατῆρά τε
φιλίας ταύτην κατονομάζοντες καὶ τἄλλα τῶν ἡδίστων ὀνομάτων ὁπόσα δὴ κολακεύειν
ἢ ἐξαπατᾶν εἴωθεν ἐλαφρὰν καὶ κούφην ψυχήν.

'''6.59''' Ἐπεὶ δὲ ἡ σπονδὴ ἐγεγόνει καὶ ἀπετελέσθη τὰ ὅρκια, ἐντὸς τῶν βασιλικῶν
ἀδύτων ἡ τέως ἐρωμένη εἰσάγεται, οὐ τοῦτο μετὰ ταῦτα καλουμένη τὸ ὄνομα, ἀλλὰ δεσπότις
καὶ βασιλὶς ἄντικρυς, καὶ τό γε θαυμασιώτατον, ὅτι οἱ μὲν πλείους πεπληγότες ἐτύγχανον
τὰς ψυχὰς ἐφ' οἷς ἡ βασιλὶς ἐξαπατηθεῖσα παρῶπτό τε καὶ καταπεφρόνητο, ἡ δὲ οὐδέν τι
μᾶλλον ἠλλοίωτο, ἢ μειδιῶσα πᾶσι καθωρᾶτο καὶ ἐπαγαλλομένη τῷ πράγματι· κατεφίλησε γοῦν
πολλάκις προσφῦσα τὴν συμμερῖτιν τοῦ κράτους, καὶ ἄμφω δὴ παρεγενέσθην τῷ βασιλεῖ καὶ
περὶ τῶν αὐτῶν διελεγέσθην πραγμάτων. Ὁ δὲ νῦν μὲν ἐπίσης ἀμφοῖν ἐζυγοστάτει τοὺς
λόγους, ἔστι δ' οὗ τὸ πλέον τῇ δευτέρᾳ βασιλίδι ἀπένεμε.

'''6.60''' Τὸ μὲν οὖν εἶδος αὐτῇ οὐ πάνυ θαυμάσιον, ἀλλ' οὐδὲ πρόχειρον εἰς
κακήγορον γλῶτταν καὶ λοίδορον, τὸ δέ γε ἦθος καὶ τὸ τῆς ψυχῆς φρόνημα, τὸ μὲν καὶ
θέλξαι λίθους δυνάμενον, τὸ δὲ πρὸς πᾶσαν ἐπιβολὴν πραγμάτων ἀξιολογώτατον, τὸ δὲ
φθέγμα οἷον οὐκ ἄλλο· λεπτὸν γὰρ αὐτῇ τοῦτο καὶ διηνθισμένον καὶ σοφιστικὴν ἀρετὴν
ἔχον ἐν τοῖς ῥυθμοῖς· ἐπέτρεχε δέ τις τῇ γλώττῃ καὶ γλυκεῖα λέξις αὐτόματος,
διηγουμένην δὲ ἀδιήγητοι χάριτες περιέθεον. Ἐμὲ γοῦν ᾕρει ἐπανερωτῶσα πολλάκις
μύθους ἑλληνικοὺς, καὶ αὐτὴ προστιθεῖσα εἴ τινος τῶν ἀκριβούντων περὶ ταῦτα
ἀκήκοεν· εὐήκοος δὲ εἰ καί τις ἄλλη γυναικῶν ἐγεγόνει (τοῦτο δὲ, οἶμαι, αὐτῇ οὐ παρὰ
τῆς φύσεως προσεκτήθη, ἀλλ' ἐπειδὴ πάσας ᾔδει γλώσσας ἐπ' αὐτὴν φερομένας), καὶ τὸ
ὑπ' ὀδόντα τινὰ γρῦξαι λαλιὰν ἐκείνη ἐποίει, καὶ εἴκαζε τὸ τονθορυζόμενον εἰς τὸ ἔργον
τῆς ὑπολήψεως.

'''6.61''' Ἀμέλει τοι συνειλεγμένων ποτὲ τῶν ὑπογραμματευομένων ἡμῶν, πομπὴν
αἱ περὶ τὴν βασιλίδα ἐποιοῦντο· προῄεσαν δὲ αὐτή τε καὶ ἡ ἀδελφὴ Θεοδώρα, καὶ μετ'
ἐκείνην ἡ σεβαστή (τούτῳ γὰρ αὐτὴν τῷ καινῷ ἀξιώματι αἱ βασιλίδες, δόξαν οὕτω τῷ
αὐτοκράτορι, τετιμήκεσαν)· ὡς δ' οὖν προῄεσαν, ἦγε δὲ αὐτὰς ἡ πομπὴ ἐπὶ θέατρον, καὶ
τότε ταύτην οἱ πολλοὶ πρώτως ἐθεάσαντο συμπαριοῦσαν ταῖς βασιλίσι, τῶν τις περὶ τὴν
κολακείαν πολὺς τοῦτο δὴ τὸ ποιητικὸν ἠρέμα πως ἀπεφθέγξατο, τὸ· «'''Οὐ νέμεσις'''»,
περαιτέρω μὴ συντείνας τὸ ἔπος· ἡ δὲ τότε μὲν οὐδὲν πρὸς τὸν λόγον ἐπεσημήνατο, ἐπεὶ
δὲ ἡ πομπὴ ἐτελέσθη, διέκρινέ τε τὸν εἰρηκότα, καὶ τὸν λόγον ἀνέκρινε, μηδὲν
ὑποσολοικί σασα τὴν φωνὴν, ἀλλ' ὀρθοεπήσασα τὸ ὄνομα ἀκριβῶς· ὡς δ' ὁ εἰρηκὼς τὴν
ἱστορίαν τῷ ἀκριβοῦντι κατέλεξε, καὶ οἱ πολλοὶ ἅμα τῷ λόγῳ πρὸς τὴν ἑρμηνείαν
κατένευσαν, φρο νήματος αὐτίκα ἐκείνη πλησθεῖσα, ἀμείβεται τοῦ ἐγκωμίου τὸν
ἐπαινέτην οὐκ ὀλίγοις τισὶν, οὐδὲ φαύλοις, ἀλλ' οἷς ἐκείνη κεχρῆσθαι καὶ ἀμείβεσθαι
εἴωθεν. Καὶ ἵνα γε αὐτῇ οἵ τε ἄλλοι καὶ αἱ βασιλίδες συμπνέωσι μάλιστα, τὸ ἑκάστῳ ἢ
ἑκάστῃ οἰκεῖον ἐδίδου παρέχειν ὁ αὐτοκράτωρ.

'''6.62''' Ἐπεὶ δὲ τῶν δυοῖν ἀδελφῶν, ἡ μὲν χρυσίου πολ λοῦ ἥττητο, οὐχ ἵνα ἔχοι ἢ
θησαυρίζοι, ἀλλ' ἵνα εἰς ἄλλους μετοχετεύοι τὸ ῥεῦμα, καὶ τούτων δὴ τῶν ἰνδικωτάτων
ἀρω μάτων τῶν τε ἄλλων καὶ μάλιστα τῶν ἔτι τὴν φυσικὴν λιβάδα μὴ ἀπολιπόντων
ξύλων, ἐλαῶν τέ τινων σμικροτάτων καὶ δαφνείων καρπῶν λευκοτάτων, ἡ δ' ἑτέρα καὶ
νεωτέρα δαρεικῶν ὁσημέραι μυρίων, ὧν δὴ καὶ θήκας χαλκὰς ἐπ εποίητο, ἑκάστῃ
τούτων κατάλληλος ἔδοξε τὰ ἐρασμιώτερα διανέμουσα. Ἡ μὲν γὰρ πρώτη βασιλὶς τὸ
ζηλότυπον ἤδη διὰ τὴν τῆς ἡλικίας παρακμὴν καταλύσασα, οὐκ ἔτι πρὸς αὐτὴν ἐμηνία,
οὐδὲ δυσόργως εἶχε τὸ πάθος τῆς βασκανίας, ὑποσυληθεῖσα τῷ χρόνῳ· καὶ ἡ ἀδελφὴ δὲ,
ἀπολαύουσα ὧν ἐβούλετο, τῆς ἀδελφῆς ἐφρόντιζεν ἔλαττον.

'''6.63''' Ἔνθεν τοι ἃ πολλοῖς ἱδρῶσι καὶ πόνοις ὁ βασι λεὺς Βασίλειος ἐν τοῖς
βασιλείοις ἀπεθησαύρισε, ταῦτα εἰς ἱλαρὰν ἐκείναις προέκειτο παιδιάν· ἄλλα γὰρ ἐπ'
ἄλλοις ἠμείβετό τε καὶ ἀντεδίδοτο, τὰ δὲ καὶ εἰς ἑτέρους μετωχε τεύετο, καὶ ὀλίγου
χρόνου ἀνηλώθη πάντα καὶ διεφθάρη· ἀλλ' οὔπω νῦν ὁ λόγος εἰς τοῦτο κατέληξε,
συμπληρούτω δὲ τὴν ὑπόθεσιν. ∆ιανειμάμενοι δὲ τὰς οἰκήσεις, ὁ μὲν βασιλεὺς τὸ μέσον
ἔλαχε τῶν τριῶν, αἱ δὲ πέριξ ἐσκήνουν, τὸ δὲ ἄδυτον εἶχεν ἡ σεβαστή· καὶ ἡ βασιλὶς οὐκ
ἄλλως προσεφοίτα τῷ αὐτοκράτορι, εἰ μὴ μεμαθήκοι πρότερον ὡς ἐφ' ἑαυτοῦ σκηνοῖτο
καὶ πόρρω που καθῆστο τῆς ἐρωμένης, εἰ δ' οὒ, τὸ ἑαυτῆς ἔπραττε· τί ποτε τοῦτο;

'''6.64''' Ἐκείνη γυναικείων μὲν παντάπασιν ἔργων ἀπεί χετο, οὔτε γὰρ ἀτράκτῳ
ποτὲ τὰς χεῖρας ἠσχόλησεν, οὔτε ἱστουργεῖν ἐπεβάλλετο, οὔτε ἄλλου τινὸς ἐπεβάλλετο·
κατω λιγώρει δὲ καὶ βασιλείων καλλωπισμῶν, εἰ μὲν καὶ ἐν ὥρᾳ τῆς ἀκμῆς οὐκ οἶδα,
παρηκμακυῖα δ' οὖν τὸ φιλότιμον ἅπαν κατέλυσεν· περὶ τοῦτο δὲ μόνον ἐπόνει καὶ τὴν
πᾶσαν πραγματείαν συνέτεινεν, τὰς τῶν ἀρωμάτων φύσεις μετα βάλλειν, καὶ μυρεψεῖν,
τὰ δὲ πλάττειν τε καὶ τυποῦν, τὰ δ' ἄλλως ἐργάζεσθαι, καὶ ὁ ἀποτετμημένος αὐτῇ οἶκος
εἰς εὐνὴν οὐδέν τι σεμνότερος ἦν τῶν ἐπὶ τῆς ἀγορᾶς ἐργαστη ρίων, ἐφ' ὧν αἱ βάναυσοι
τῶν τεχνῶν καὶ ἐμπύριοι τὴν ξυντέλειαν ἔχουσι· πυρὰ γοῦν πολλὰ πέριξ τοῦ δωματίου
αὐτῆς ὑπανήπτετο, καὶ τῶν ἀμφιπόλων ἑκάστη ἡ μὲν τὰ μεγέθη τῶν ἀρωμάτων διῄρει,
ἡ δὲ ταῦτα συνέπλαττεν, ἡ δ' ἄλλο τι τοιοῦτον εἰργάζετο· τοῦ μὲν οὖν χειμῶνος ἐδόκει
τι πρὸς ἐκείνης εἶναι τὰ ὑπουργούμενα, καὶ τὸ πολὺ πῦρ τὸν ψυχρὸν ἐκείνῃ ἀέρα
διήμειβε, θερείας δὲ οὔσης τῆς ὥρας, τοῖς μὲν ἄλλοις βαρύ τι καὶ ἀγχοῦ παριέναι ἐκεῖσε
ἐδόκει, ἡ δὲ ὥσπερ ἀναισθήτως τοῦ καύματος ἔχουσα ὑπὸ πολλοῖς ἐδορυφορεῖτο
πυρσοῖς· ἀλλόκοτος γὰρ αὐτῇ τε καὶ τῇ ἀδελφῇ ἡ φύσις ἐδόκει· ὀλιγώρως εἶχον καὶ
εὐπνουστέρου ἀέρος, καὶ οἰκήματος λαμπροτέρου, καὶ λειμώνων, καὶ παραδείσων, καὶ
οὐδὲν αὐτὰς τῶν τοιούτων ἔθελγεν, εἰ δὲ ἔνδον εἶεν τῶν ἀποτετμημένων αὐταῖς
οἰκημάτων, καὶ ἡ μὲν τὸ χρυσοῦν ῥεῦμα ἐπισφραγίζοι, ἡ δὲ τὴν ὁδὸν διακαθαίροι τῷ
ῥεύματι, τοῦτο αὐταῖς ἀντὶ πάσης ἀπολαύσεως ἦν.

'''6.65''' Τὰ μὲν οὖν ἄλλα τῆς πρώτης βασιλίδος (λε γέσθω γάρ τι πλέον περὶ αὐτῆς,
ἕως ἂν τῇ σεβαστῇ αὐτο κράτωρ συναναπαύηται), οὐ λίαν ἐπαινεῖν ἔχων, ἓν τοῦτο
θαυμάζων διατελῶ, ὅτι δὴ φιλοθεΐᾳ πάσας μὲν γυναῖκας, πᾶσαν δὲ φύσιν ὑπερεβάλλετο
ἄρρενα· ὥσπερ γὰρ οἱ ἀνα κραθέντες διὰ θεωρίας Θεῷ, μᾶλλον δὲ οἱ καὶ ὑπὲρ τοῦτο
γεγονότες καὶ ἀκριβῶς ἐνθεάσαντες, τοῦ τελείου μόνον ἐφετοῦ ἔχονται, κἀκεῖθεν
ᾐώρηνται, οὕτω δὴ καὶ ταύτην τὸ περὶ τὸ θεῖον θερμότατον σέβας τῷ πρώτῳ καὶ ἀκραι
φνεστάτῳ φωτὶ ἀκριβῶς, ἵν' οὕτως εἴπω, συνεκέρασεν· οὐδὲν γὰρ ὅτι μὴ τὸ τοῦ Θεοῦ
ὄνομα διὰ παντὸς ἐπὶ γλώττης ἐκείνῃ.

===Περὶ τοῦ Ἀντιφωνητοῦ ===

'''6.66''' Περὶ τοῦ Ἀντιφωνητοῦ. Ἀμέλει τοι καὶ τὸν ἐκείνης, ἵν' οὕτως εἴποιμι,
Ἰησοῦν διαμορφώσασα ἀκριβέστερον, καὶ λαμπροτέρᾳ ὕλῃ ποικίλασα, μικροῦ δεῖν
ἔμπνουν εἰργάσατο τὸ εἰκόνισμα· ἐπεσημαίνετο γὰρ τοῖς χρώμασι τὰ αἰτούμενα, καὶ
ἐδήλου τὰ μέλλοντα ἡ χροιά· πολλὰ γοῦν ἐκείνη ἐντεῦθεν τῶν ἐσομένων
κατεμαντεύετο· εἴ τε γοῦν τι θυμῆρες προσεγεγόνει αὐτῇ, εἴ τε δυσχερές τι
προσεπεπτώκει, εὐθὺς ἀφικνεῖτο πρὸς τὴν εἰκόνα, τὰ μὲν ἀνθομολογουμένη, τὰ δὲ
ἐξιλεουμένη. Ἐγὼ γοῦν ἐθεασάμην αὐτὴν πολλάκις ἐπὶ δυσχερεστέρων καιρῶν, νῦν μὲν
τὴν θείαν ἀγκαλιζομένην εἰκόνα καὶ καταθεωροῦσαν ταύτην, καὶ ὡς ἐμψύχῳ διαλεγο
μένην καὶ <τὰ> κάλλιστα τῶν ὀνομάτων συνείρουσαν, νῦν δὲ ἐπ' ἐδάφους κειμένην καὶ
δάκρυσι μὲν τὴν γῆν πιαίνουσαν, τυπετοῖς δὲ τὰ στέρνα διασπαράττουσαν· καὶ ἢν μὲν
ὠχρια κότα ἴδοι, ἀπῄει στυγνάζουσα, εἰ δὲ πυρράζοντα καὶ φανο τάτῃ αἴγλῃ
καταλαμπόμενον, διήγγελλέ τε αὐτίκα τῷ βασιλεῖ τὸ πρᾶγμα καὶ προκατήγγειλε τὸ
ἐσόμενον.

'''6.67''' Οἶδα μὲν ἀναγνοὺς λόγους ἑλληνικοὺς, ὡς ὁ ἀναπεμπόμενος εἰς ἀέρα τῶν
ἀρωμάτων ἀτμὸς ἀπελαύνει μὲν τὰ πονηρὰ πνεύματα, ἐπεισκρίνει δὲ ταῖς ὑποκειμέναις
ὕλαις τὰς τῶν κρειττόνων παρουσίας, ὅπερ δὴ ἐπ' ἄλλοις καὶ λίθοι καὶ πόαι καὶ τελεταὶ
τὰς θεοφανίας ἐνδείκνυνται· οὔτε δὲ πρῶτον ἀναγνοὺς προσηκάμην τὸν λόγον, καὶ
μετὰ ταῦτα οὐκ ἔργοις πιστεύσας, ἀλλὰ βαλὼν λίθοις ἀπήλασα· ἐκείνη δὲ οὔτε
ἑλληνικώτερον, οὔτ' ἄλλως περιεργότερον τὴν περὶ τὸ θεῖον ἐποίει τιμὴν, ἀλλὰ τὸν τῆς
ψυχῆς πόθον ἐπιδεικνυμένη, καὶ καθοσιοῦσα Θεῷ τῶν παρ' ἡμῖν δοκούν των ἀγαθῶν τὰ
τιμιώτερα καὶ σεμνότερα.

'''6.68''' Ἐς τοσοῦτον γοῦν τῇ βασιλίδι ἀγαγόντες τὸν λόγον, ἐπανακαλέσωμεν αὖθις
εἰς τὴν σεβαστὴν καὶ τὸν αὐτοκράτορα, καὶ, εἰ δοκεῖ, διεγείρωμέν τε καὶ διέλωμεν, καὶ
τὸν μὲν ἐς τὸν μέλλοντα λόγον ταμιευσώμεθα, τῇ δὲ διὰ τοῦ παρόντος συνέλωμεν τὴν
ζωήν.

===Ο θάνατος της Σεβαστής===
'''6.69''' Περὶ τῆς τελευτῆς τῆς σεβαστῆς. Ὁ μὲν γὰρ αὐτοκράτωρ ἴσως, καὶ λόγος
περὶ τούτου διέρρει πολὺς, μέλλουσαν αὐτῇ βασιλείαν προεμνη στεύετο, οὐκ οἶδ' ὅπως
γενησομένην, ἀλλ' ὅμως ἐτρύφα τοῖς λογισμοῖς· τὸ δὲ ἐκείνῳ τε τὰς ἐνθυμήσεις κἀκείνῃ
τὰς ἐλπίδας διέτεμε, καὶ νόσος ἀθρόον αἱρεῖ πρὸς πᾶσαν παρα σκευὴν καὶ τέχνην
ἀντίθετος· πρὸς γὰρ πᾶσαν παραγωγὴν θεραπείας ἀνένδοτος ἦν, ἀλγεινῶς τε εἶχε τοῦ
θώρακος, καὶ τὸ ἆσθμα ἐνόσει δεινῶς, καὶ προαναρπάζεται τῶν ἐλπίδων ἡ τέως
φαντασθεῖσα τὰ μείζονα.

'''6.70''' Ὁπόσα μὲν οὖν ἐπὶ τῷ ἐκείνης θανάτῳ ἐπ εποιήκει ὁ αὐτοκράτωρ, τούς τε
θρήνους οὓς ἀπωδύρατο καὶ τὰς πράξεις ἃς κατεπράξατο, ὅσα τε τῷ πάθει νικώμενος
μειρακιωδῶς ἀνωλοφύρατο, παρέλκον ἂν εἴη εἰς τὴν τῆς ἱστορίας καταλέγειν ὑφήν· τὸ
γὰρ ἐφ' ἑκάστῳ τῶν πραττο μένων ἢ λεγομένων σμικρολογεῖσθαι καὶ οἷον λεπτολογεῖν,
οὐχ ἱστορούντων ἐστὶν ἀλλ' ἢ καταιτιωμένων εἰ φαῦλα τὰ σμικρολογούμενα εἴη, ἢ
ἐγκωμιαζόντων εἰ τόπους ἐγκωμίων ἐπέχοιεν· εἰ δ' αὐτὸς ἐνιαχοῦ τοιούτοις ἐχρησάμην
οἷς ἀποτρέπομαι μὴ κεχρῆσθαι τοὺς ἱστοροῦντας, θαυμάζειν οὐ χρή· ὁ γὰρ τῆς ἱστορίας
λόγος οὐχ οὕτως ὥρισται, ὡς ἀπεξέσθαι πέριξ παντάπασιν, ἀλλ' ὅπη παρείκοι καὶ διεκ
δρομάς τινας ἔχειν καὶ παρεκβάσεις· δεῖ δὲ τὸν ἱστοροῦντα ταχὺ αὖθις ἐπανακαλεῖν <τὸ>
διαδραμὸν μέρος, καὶ τοῖς μὲν ἄλλοις ἐν παρέργοις χρᾶσθαι, πάντα δὲ πρὸς τὴν
ὑπόθεσιν συμπεραίνειν.

'''6.71''' Τὰ μὲν οὖν ἄλλα ἐάσειν μοι δοκῶ, τὸ δέ γε κεφάλαιον τῶν ἐκείνου παθῶν,
ἣν δὴ πραγματείαν ἐπὶ τῷ ἐκείνης τάφῳ πεποίηται, νῦν μὲν ἀναβάλλομαι, ποιήσομαι δὲ
ἐν καιρῷ, προϊστορήσας ὁπόσα τῆς ὑποθέσεως ταύτης προ γέγονεν· ὁ γάρ τοι λόγος τοῦ
περὶ τὴν σεβαστὴν ἁψάμενος πράγματος, καὶ φιλοτιμηθεὶς δι' ὅλου τὴν περὶ ταύτης
ἱστορίαν ἐμφανηθῆναι, πολλὰ τῶν ἄνω ταύτης ἀξιολογου μένων παρῆκεν, ἵνα μὴ καθ'
ἕκαστον τῶν πεπραγμένων μνημονεύειν ἐκείνης ἐπαναγκάζωμαι καὶ τὸ συνεχὲς δια
κόπτειν τῶν ὑποθέσεων· ὁ μὲν οὖν περὶ ἐκείνης λόγος εἰς αὐτὸ δὴ τὸ μέρος τῆς ἐκείνης
κατέληξε λήξεως· ἐπανιῶμεν οὖν αὖθις ἐπὶ τὸν αὐτοκράτορα, ὃν δὴ καὶ ὑπόθεσιν τοῦ
παρόντος μέρους τῆς ἱστορίας ποιούμεθα.

'''6.72''' Ἐβούλετο μὲν οὖν οὗτος, ὥσπερ δὴ πολλάκις μοι εἴρηται, ἐκ πολλοῦ
κλύδωνος εἰς ἀλύπους ἀκτὰς καὶ λιμένας ἀκλύστους τῆς βασιλείας καθορμισάμενος, μὴ
πάλιν ἀφεῖναι πρὸς πέλαγος· τοῦτο δέ ἐστιν εἰρηνικῶς, ἀλλ' οὐ πολεμικῶς τὴν ἀρχὴν
διεξάγειν, ὅπερ δὴ καὶ τῶν ἄνωθεν αὐτοκρατόρων οἱ πλεῖστοι διενοήθησαν· ἀλλ' ἐπειδὴ
μὴ κατὰ τὰς ἡμεδαπὰς αἱρέσεις τὰ πράγματα ἀπαντᾶν εἴωθεν, ἀλλ' ἐφειστήκει τις
ἔξωθεν κραταιοτέρα ἀρχὴ κινοῦσα τὸν βίον ὅπως ἂν ἐθέλοι, τὰ μὲν ὁμαλῶς, τὰ δὲ καὶ
πρὸς ἀνω μάλους ἀνακυκλήσεις, οὐδ' ἐκείνῳ κατὰ σκοπὸν συμβεβήκει τὰ πεπραγμένα,
ἀλλ' ἐπ' ἄλλοις ἄλλα διεκυμάνθησαν· νῦν μὲν γὰρ ἐμφύλιοι πόλεμοι τὴν ἀρχὴν
διετάραξαν, αὖθις δὲ βαρβαρικαί τινες ἐπιδρομαὶ τὰ πλεῖστα τῶν ἡμετέρων ληϊσάμεναι,
παντοδαπὰς ὠφελείας καὶ λείαν ὅσην ἐβού λοντο περιβαλλόμεναι ἀπήλασαν εἰς τὰ
σφέτερα.

'''6.73''' Τὰ μὲν οὖν ἐφεξῆς πάντα διεξιέναι, ἕκαστόν τε ἐξακριβοῦσθαι ἀφ' οἵων
ἀρχῶν εἰς οἷα τέλη κατήντησε, συντάξεις τε καταλέγειν καὶ στρατοπεδείας,
ἀκροβολισμούς τε καὶ ἁψιμαχίας καὶ τἄλλα ὁπόσα εἴθισται λέγειν τοῖς ἀκριβέσι τῶν
συγγραφέων, ὡς μακροῦ καιροῦ καὶ λόγου δεόμενα εἰς τὸ παρὸν ἀναβάλλομαι· οὐ γάρ
με τὴν συγγρα φὴν, φίλτατε πάντων ἀνδρῶν, φιλοτιμοτέραν, ἀλλὰ κεφα λαιωδεστέραν
ἀπῄτησας· διὰ τοῦτό σοι κἀγὼ πολλὰ τῶν ἀξίων εἰρῆσθαι παρῆκα τῇ ἱστορίᾳ, μήτε πρὸς
ὀλυμπιάδα ἐτῶν ταύτην ἀναμετρήσας, μήθ' ὡς ὁ συγγραφεὺς πεποίηκεν εἰς τὰς τοῦ
ἔτους ὥρας αὐτὴν διελόμενος, ἀλλ' ἁπλῶς οὑτωσὶ τὰ ἐπικαιρότατα ταύτης ὑπαγορεύσας
καὶ ὁπόσα μοι ἱστοροῦντι κατὰ μνήμην συνήθροισται· ἀλλ' ὅπερ εἴρηκα, τὸ μὲν πᾶσαν
πρᾶξιν λεπτολογεῖν ἀφίημι νῦν, μέσην δὲ ὁδὸν βαδίζειν προῄρημαι τῶν τε
ἀρχαιολογησάντων τὰς τῆς πρεσβυτέρας Ῥώμης ἡγεμονίας τε καὶ πράξεις καὶ τῶν
εἰωθότων ἐν τοῖς καθ' ἡμᾶς χρόνοις χρονογραφίας συντί θεσθαι, οὔτε τὸ περιρρέον
ἐκείνων ἐν τοῖς λόγοις ζηλώσας οὔτε τὸ συντετμημένον τῶν λοιπῶν μιμησάμενος, ἵνα
μήτε κόρον ἔχοι τὸ σύγγραμμα μήτε παραλίποι τὰ καίρια.

'''6.74''' Καὶ τοῦτο μὲν ἐς τοσοῦτον εἰρήσθω· ὁ δὲ λόγος τῆς ἀκολουθίας τῶν
πεπραγμένων ἐχόμενος τὸν πρώτως συστάντα τῷ αὐτοκράτορι πόλεμον πρῶτον τῆς
ἱστορίας τῶν ἄλλων ποιήσεται· μικρὸν δὲ καὶ τούτοι ἄνωθεν ἀναδραμοῦμαι, κεφαλὴν
ὥσπερ τῷ ὑφαινομένῳ παρεχόμενος σώματι. Χαλεπὰ τὰ καλὰ, φασὶν οἱ
παροιμιαζόμενοι, ἀλλὰ καὶ οὕτως ἐχόντων ἕρπει καὶ κατὰ τῶν ὀλίγων ὁ φθόνος, καὶ εἴ
πού τις ἄνθη, λέγω δὴ ἐν πᾶσι τὸ πλεῖστον καιροῖς, ἢ γονίμου ἀναβλαστήσειε φύσεως, ἢ
φρονήσεως ἀκριβοῦς, ἢ μεγαλοφυΐας, ἢ ψυχῆς καρτερᾶς καὶ ἀνδρείας, ἢ ἀγαθοῦ τινος
ἄλλου, εὐθὺς ἐφέστηκεν ὁ τομεὺς, καὶ τοῦτο μὲν τὸ μέρος τῆς βλάστης ἐκκέκοπται,
παραβλαστάνουσι δὲ τὰ ὑλώδη καὶ ἄκαρπα, καὶ ὑλομανεῖ ἐπὶ πλέον ἡ ἄκανθα· καὶ οὐ
τοῦτο δεινὸν, εἴ τις ἔλαττον ἔχων τῶν θαυμασίων φύσεων, ἔπειτα τούτοις βασκαίνειν
εἴωθεν. Ἀλλ' ὁρῶ τὸ πάθος καὶ βασιλέων ἁπτόμενον· οὐ γὰρ ἀρκεῖ τούτοις ἡ ταινία καὶ
ἁλουργὶς, ἀλλ' ἢν μὴ τῶν σοφῶν σοφώτεροι εἶεν καὶ τῶν ἀκριβούντων δεινότεροι, καὶ
ἁπλῶς εἰπεῖν ὑπερτελεῖς κορυφαὶ τῶν ἁπασῶν ἀρετῶν, ἐν δεινῷ ποιοῦνται τὸ πρᾶγμα·
καὶ εἰ μὴ ὡς θεοὶ ἡμῖν ἐφεστήκοιεν, οὐκ ἂν ἄλλως ἄρχειν ἐθέλωσιν· ἐνίους δὲ αὐτὸς
καθεώρακα ὡς ἐθέλουσιν ἥδιστ' ἂν ἀποθανεῖν, μὴ συμμαχούντων ἐνίων αὐτοῖς, ἢ δι'
ἐκείνους κρατύνεσθαι· καὶ δέον σεμνύνεσθαι ὅτι χεὶρ αὐτοῖς βοηθὸς παρὰ Θεοῦ
πέπλασται, οἱ δ' ἀπο τέμνειν ταύτην αἱροῦνται, ὅτι παρ' αὐτῆς βεβοήθηται.

'''6.75''' Πεπροοιμίασται δέ μοι ταυτὶ τὰ πολλὰ ἀφορῶντι πρὸς τὸν ἐν τοῖς καθ' ἡμᾶς
χρόνοις ἀνθήσαντα καὶ δείξαντα ὁπόσα μὲν ἡ στρατηγία δεδύνηται, οὐδὲν δὲ ἧττον καὶ
στρατιωτικαῖς τόλμαις καὶ ἐμπειρίαις τὰς μὲν τῶν βαρβάρων ὁρμὰς πεδήσαντα, τοῖς δέ
γε Ῥωμαίοις ἐλευθερίαν ἀκίνδυνον μνηστευσάμενον.

===Περὶ τῆς τοῦ Μανιάκη ἀποστασίας===