Χρονογραφία: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Dgolitsis (συζήτηση | Συνεισφορά)
Dgolitsis (συζήτηση | Συνεισφορά)
Γραμμή 2.164:
συμβασιλεύει καὶ ὑπό κειται τῇ ἀδελφῇ.

==TΟΜΟΣ ΕΚΤΟΣ- Ζωή και Θεοδώρα–[https://el.wikipedia.org/wiki/%CE%9A%CF%89%CE%BD%CF%83%CF%84%CE%B1%CE%BD%CF%84%CE%AF%CE%BD%CE%BF%CF%82_%CE%98%C2%B4_%CE%BF_%CE%9C%CE%BF%CE%BD%CE%BF%CE%BC%CE%AC%CF%87%CE%BF%CF%82 Κωνσταντίνος Θ΄ ο Μονομάχος] (1042-1055)==
'''6.1''' Περιΐσταται οὖν ἡ βασιλεία ταῖς δυσὶν ἀδελφαῖς, καὶ τότε πρῶτον ὁ καθ' ἡμᾶς
ἡμᾶς χρόνος τεθέαται γυναικωνῖτιν μετασχηματισθεῖσαν εἰς βασιλικὸν βουλευτήριον,
καὶ τό τε πολιτικὸν πλῆθος τό τε στρατιωτικὸν συμφωνοῦντας ὑπὸ δεσπότισι καὶ
μᾶλλον αὐταῖς πειθομένους, ἢ εἴ τις βλοσυ ρὸς αὐτοῖς προεκάθητο καὶ ἐπέταττε
Γραμμή 2.216:
τοῖς μὲν εἰληφόσιν ἤδη ἐξ ὧν εὖ πεπόν θεσαν εἰς ἔπαινον καθέστηκεν ἀφορμὴ, τὸ δὲ τὰ
πάντα δια λυμηνάμενον καὶ τὴν Ῥωμαίων τύχην εἰς τὸ ὕστατον καθελὸν, οὐδὲν ἄλλο ἢ
τοῦτο πρωταίτιον γέγονεν· χαρακτη ριστικωτάτηχαρακτηριστικωτάτη μὲν γὰρ τὸ εὐεργετεῖν τοῖς
βασιλεύουσιν ἀρετὴ, ἀλλ' εἰ μὲν συγκρίσει τὸ πρᾶγμα γίνοιτο καὶ παραλαμβάνοιτο
καιρός τε καὶ τύχη καὶ ἡ τῶν προσώπων διαφορὰ, ἡ πρᾶξις ἀξιοζήλωτος, τούτων δὲ μὴ
Γραμμή 2.223:
παρήλλαττον· ἡ μὲν γὰρ τῷ χρόνῳ πρεσβεύουσα περιπληθεστέρα τὴν φύσιν ἐτύγχανεν
οὖσα, καὶ τὴν ἡλικίαν οὐ πάνυ ἀναδεδράμηκεν, ὀφθαλμός τε αὐτῇ μέγας ὑπὸ βλοσυρᾷ
τῇ ὀφρύϊ διέσχιστο, καὶ ἡ ῥὶς ἀπεκρέ ματοἀπεκρέματο βραχύ τι καμπτομένη καὶ ὅσον μὴ
κάμπτεσθαι, τήν τε κόμην εἶχε ξανθὴν καὶ τὸ σῶμα δι' ὅλου λάμπον λευκότητι· αἱ δὲ
τῶν χρόνων αὐτῇ περίοδοι ἐν ὀλίγοις τισὶ συμβόλοις ἀπεσημαίνοντο· εἰ δέ τις αὐτῇ τὴν
Γραμμή 2.290:
ἐρασμιώτατος ἔδοξεν, ἔνθεν τοι καὶ αἰτίαν ἔσχεν, ὡς λεληθότως τῷ ἀνδρὶ πλησιάζοι. Ὁ
μὲν οὖν Ῥωμανὸς, οὐ πάνυ ζηλότυπος ὢν, καὶ πρὸς τὴν τοιαύτην φήμην λασιό κωφος
γέγονεν· ὁ δέ γε Μιχαὴλ μεθιστᾷ τοῦτον τῶν βασι λείωνβασιλείων, καὶ σχήματι σεμνοτέρας ἀρχῆς
ἀπάγει τῆς Πόλεως· ἐνενεύκει γοῦν πρὸς τοῦτον ἡ βασιλὶς, καὶ μετάκλητος γεγονὼς
ὡμίλησε τῇ βασιλίδι, πρὸς τὸ ἐκείνῃ ἀρέσκον τὸ ἦθος μεταμορφώσας· καὶ ἤδη που πρὸς
αὐτὸν πάντες ἐπιρ ρεπεῖςἐπιρρεπεῖς ἐγεγόνεισαν, ἀλλ' ἀφαρπάζει νόσος ἀθρόον καὶ τῶν ἐλπίδων
ἀπάγει.

'''6.14''' Ἔμελλε δ' ἄρα τῶν σκήπτρων ἐγκρατὴς ἔσεσθαι ὁ τοῦ Θεοδοσίου παῖς
Γραμμή 2.321:
τυραν νικαῖς αἰτίαις ἁλοὺς, μῖσος παρὰ τῶν βασιλέων ὥσπερ κληροδοτεῖ τῷ παιδί· διὰ
ταῦτα οὔθ' ὁ αὐτοκράτωρ Βασί λειος οὔθ' ὁ Κωνσταντῖνος ταῖς πολιτικαῖς τοῦτον
προῆγον ἀρχαῖς, ἀλλ' ἀφωσιοῦντο, δεινὸν μὲν οὐδὲν τούτῳ ἐπά γοντεςἐπάγοντες, ἀλλ' οὐδὲ τῆς
κρείττονος ἀξιοῦντες μοίρας.

'''6.16''' Ἐπεὶ δὲ ὁ Ῥωμανὸς βεβασιλεύκει, οὐδ' οὗτος μὲν μεγαλοπρεπές τι ἐπ' αὐτὸν
Γραμμή 2.338:
αἰτίας τινὰς ἐπ' ἐκεῖνον πλα σάμενος καί τινας σχεδιάσας λογοποιοὺς, ἀπελαύνει τῆς
Πόλεως καὶ περιγράπτοις τοῦτον ὁρίοις κολάζει· ἡ νῆσος δὲ Μυτιλήνη τὸ ὅριον, ἔνθα δὴ
ἑπταετῆ διήθλησε συμφο ρὰν, τὸ μέτρον τῆς τοῦ Μιχαὴλ βασιλείας διηνυκώς· κληκληρονομεῖ
ρονομεῖ δὲ τὸ κατ' αὐτοῦ μῖσος καὶ ὁ δεύτερος Μιχαήλ.

'''6.18''' Ἐπεὶ δὲ εἰς τὴν εὐγενῆ βασιλίδα τὸ κράτος ἀπονενεύκει, πρῶτα μὲν ἥδ', ὥς
μοι προείρηται, τὴν τοῦ καιροῦ εὐλαβουμένη ὀξύτητα οὐ πόρρωθεν, ἀλλ' ἐγγύθεν τὴν
Γραμμή 2.350:
τοῦ δόγματος, μετακα λεῖται τῆς ὑπερορίας ὁ Κωνσταντῖνος, ἐκεῖθεν μὲν οὔπω
λαμπρῶς.

'''6.19''' Ἐπεὶ δὲ ἐγγὺς ἐγεγόνει τῆς Πόλεως πολυτε λεστέραπολυτελεστέρα τε αὐτῷ καταγωγὴ
εὐτρεπίζεται, καὶ βασιλικὴ μὲν σκηνὴ πήγνυται, βασιλικὴ δὲ περιΐσταται δορυφορία, καὶ
μεγαλοπρεπὴς λαμπρότης πρὸ τῶν βασιλείων ὑπαντᾷ τῷ ἀνδρὶ, πάσης ἡλικίας καὶ
Γραμμή 2.645:
'''6.49''' Γεγόνασι δὲ τούτῳ μερὶς οὐ μετρία πρὸς τὴν τοιαύτην ἀμετρίαν τὰ ῥᾴθυμα
τῶν βασιλίδων ἤθη, καὶ τὸ κατ' ἐκείνας ἐθέλειν εἰς τρυφὰς ἀνεῖσθαι καὶ γέλωτας· τὴν
γοῦν κοινωνίαν τῶν ἀπολαύσεων θεραπείαν ἐκεῖνος ὠνό μαζεὠνόμαζε, καὶ ἐβούλετο μὲν οὐδὲν
ἐκείναις ἐναντιώσασθαι, ἀλλὰ πᾶσαν ταύταις εἰσάγειν γλυκυθυμίαν, ἀφορμῆς δέ τινος
προηγησαμένης, προσκεκρούκει ταύταις εὐθὺς, εἰ μὴ καὶ οὕτω τῇ ὁμευνέτιδι ἔδοξεν,
εἴτε ἀποκρυψαμένῃ τὸ ζηλότυπον, εἴτε διὰ τὴν ἡλικίαν τοῦτο ἀφαιρεθείσῃ.

6.50 Πῶς καὶ τίνι τρόπῳ ἡ σεβαστὴ Σκλήραινα εἰσήχθη εἰς τὴν βασιλεύουσαν.
Ἐγεγόνει γὰρ τοιοῦτον· τῆς δευτέρας τετελευτηκυίας τῷ βασιλεῖ γαμετῆς ἣν ἐκ τοῦ τῶν
Σκληρῶν ἐπιφανεστάτου γένους ἠγάγετο, εἰς τρίτους μὲν ἀποκλῖναι γάμους οὕτως
ἰδιωτεύων ἔτι ᾐσχύνετο, ἅτε μηδὲ τοῖς Ῥωμαίων νόμοις δοκοῦν, χείρονι δὲ πράγματι,
τῷ συγκεχωρημένῳ εἰ λαθεῖν τις αἱροῖτο, ἠλλάξατο· τὴν γάρ τοι τῆς μετηλλαχυίας
ἀνεψιὰν, ὡραίαν τε οὖσαν καὶ τἄλλα σώφρονα, εἰς παρανομωτάτην ἑαυτῷ μετῆξε
συμβίωσιν, ἢ δώροις πείσας, ἢ λόγοις θέλξας ἐρωτικοῖς, ἤ τισιν ἑτέραις δυνάμεσι πρὸς
τοῦτο χρησάμενος.

'''6.51''' Εἰς τοσοῦτον δὲ ἔρωτος ἀλλήλοις ἀνεκεράσθησαν, ὡς μηδένα θατέρου
μέρους ἐστερῆσθαι βούλεσθαι, μηδὲ ἐν οἷς κακοδαιμονεῖν ἐδόκουν καιροῖς· καὶ
ὑπερορίῳ γὰρ γεγονότι τῷδε τῷ βασιλεῖ, ὡς ὁ λόγος φθάσας ἱστόρησε, συμ παρῆν ἡ
γυνὴ, τά τε ἄλλα ὑπερθεραπεύουσα καὶ τὰ ἑαυτῆς προτιθεῖσα ἐκείνῳ, καὶ πάντα τρόπον
παραμυθουμένη τοῦτον καὶ τῆς συμφορᾶς τὸ πλεῖστον ἀποφορτίζουσα· ὑπέθαλπον γὰρ
κἀκείνην ἐλπίδες ἡγεμονίας, καὶ τοῦ συμβασιλεύειν ὕστερον τῷ ἀνδρὶ τἄλλα ἐτίθετο
δεύτερα· τηνικαῦτα γὰρ ᾤετο καὶ τὸν γάμον αὐτοῖς ἐπιτελῆ ἔσεσθαι καὶ τἄλλα γενή
σεσθαι ὁπόσα βούλοιντο, τυραννήσαντος τοὺς νόμους τοῦ βασιλείου σκοποῦ. Ἐπεὶ δὲ
θάτερον μὲν ἐγεγόνει τῶν ἠλπι σμένων, φημὶ δὲ τὸ βασιλεῦσαι τὸν Κωνσταντῖνον,
θάτερον δὲ οὐκ ἔδωκεν ὁ καιρὸς, ἀλλ' ἡ βασιλὶς Ζωὴ τὴν ἐξουσίαν πᾶσαν συνείληφεν, ἡ
μὲν παντάπασιν ἀπεγνώκει οὐ τὰς χρηστοτέρας μόνον ἐλπίδας, ἀλλὰ δὴ καὶ τὴν
σωτηρίαν, ἐδείμαινε γὰρ τὴν βασιλίδα καὶ βαρυμηνιεῖν ἐπ' αὐτῇ ᾤετο.

'''6.52''' Ἀλλ' ὅ γε αὐτοκράτωρ οὐδ' ἐν αὐτῇ τῇ πρὸς τὴν βασιλείαν εἰσόδῳ τῆς
γυναικὸς ἐπιλέληστο, ἀλλὰ τοῖς μὲν αἰσθητοῖς ὄμμασι τὴν βασιλίδα τεθέαται, τὴν δὲ
ἐκείνης μορφὴν τοῖς ἀπὸ τῆς ψυχῆς συνήθρει καὶ συνελάμβανε, καὶ τὴν μὲν ἠγκάλιστο,
τὴν δὲ ἐγκόλπιον εἶχεν ἐν τῇ ψυχῇ. Καὶ οὔτε τὸν καιρὸν δείσας, οὔτε τὸ τῆς βασιλίδος
ζηλότυπον, οὔτε τινὸς παραινέσεως ἐντρεπόμενος, ἀλλὰ πᾶσαν συμβουλὴν ἐν
δευτέροις τιθέμενος τοῦ βουλεύματος, τῆς ἀδελφῆς μάλιστα Εὐπρεπίας, συνετωτάτης
τῶν καθ' ἡμᾶς γυναικῶν, ἀντιπραττούσης αὐτῷ καὶ τὰ συνοίσοντα βουλευομένης,
πάντων οὖν κατολιγωρήσας, εὐθὺς ἐκ πρώτης συνοδίας τῇ βασιλίδι περὶ τῆς γυναικὸς
διαλέγεται, οὐχ ὡς περὶ γαμετῆς, οὐδ' ἄλλως παλλακευθησομένης αὐτῷ, ἀλλ' ὡς
χρησαμένης πολλαῖς μὲν ταῖς ἐκ τοῦ γένους συμφοραῖς, πολλαῖς δὲ ταῖς ἐφ' ἑαυτοῦ, καὶ
ἠξίου ἀνακλήσεώς τε ταύτην ἀξιοῦσθαι καὶ τῶν μετρίων τυχεῖν.

'''6.53''' Πείθεται γοῦν αὐτίκα ἡ βασιλίς· οὐκ ἔτι γὰρ αὐτῇ ἐτρέφετο τὸ ζηλότυπον,
πολλοῖς ἤδη καταπονηθείσῃ κακοῖς, καὶ δὴ καὶ τὴν ἀπὸ τοῦ χρόνου ἡλικίαν ἐχούσῃ οὐκ
ἔτι τὰ τοιαῦτα πάθη προσδεχομένην. Ἡ μὲν οὖν προσεδόκα τὰ δεινότατα πείσεσθαι·
ἀθρόον δὲ οἱ μετακαλέσοντες ταύτην εἰς τὸ Βυζάντιον μετὰ βασιλικῆς δορυφορίας
ἐφίστανται, γράμματα ταύτῃ διδόντες τὰ μὲν ἐκ τοῦ αὐτοκράτορος, τὰ δ' ἐξ αὐτῆς τῆς
βασιλίδος, εὐμενῆ τε αὐτῇ ψυχὴν ὑπι σχνούμενα καὶ παραθαρρύνοντα πρὸς τὴν
εἴσοδον. Καὶ οὕτως ἥδε πρὸς τὴν βασιλίδα τῶν πόλεων ἀφικνεῖται.

'''6.54''' Τὰ μὲν οὖν πρῶτα εὐτελεστέρας ἀξιοῦται καταγω γῆς, καὶ δορυφορίας οὐ
πάνυ λαμπρᾶς. Ἵνα δὲ πρόφασις εἴη τῷ βασιλεῖ ἐκεῖσε φοιτᾶν, οἶκον ἑαυτοῦ πεποίηται
τὴν σκη νὴν, καὶ ἵνα δὴ μεγαλοπρεπὴς γένοιτο καὶ πρὸς βασιλικὴν ὑποδοχὴν
ἐπιτήδειος, θεμελίους τε ἔξωθεν μείζονας καταβάλλεται καὶ πρὸς λαμπροτέρας
ἑτοιμάζει τοῦτον οἰκοδομίας.

'''6.55''' Προσεποιεῖτο γοῦν ἑκάστοτε ὅ τι δήποτε τῶν οἰκοδομουμένων, καὶ τοῦ
μηνὸς πολλάκις ἀπῄει, πρόφασιν μὲν ὀψόμενός τι τῶν γιγνομένων, τὸ δ' ἀληθὲς τῇ
γυναικὶ συνεσόμενος. Ἐπεὶ δὲ καί <τινες> τῶν ἐκ τῆς ἑτέρας μερίδος τούτῳ παρείποντο,
αὐτοῖς, ἵνα μὴ περιεργότεροι εἶεν, τράπεζάν τε ἐτίθει πολυτελῆ ἔξωθεν καὶ
συμποσιάζειν ἠξίου, καὶ ὅ τι δήποτε πρότερον ἀξιούμενον τούτοις ἦν, τηνικαῦτα τέλος
ἐλάμβανεν· καὶ οὗτοι τὸν σκοπὸν τῶν τελουμένων ἐπιστάμενοι, οὐ μᾶλλόν τι περὶ τῇ
δεσπότιδι ἐδυσχέραινον ἢ περὶ ἑαυτοῖς ἠγαλλίων ἐπιτυγχάνουσιν ὧν ἐσπούδαζον· καὶ
ὁπηνίκα γνοῖεν σφαδάζοντα μὲν ἐκεῖσε ἀπιέναι τὸν αὐτο κράτορα, ἀποκνοῦντα δὲ τὴν
πρόοδον καὶ δὴ αἰσχυνόμενον τὰ πολλὰ, ἄλλος ἄλλο τι πλαττόμενοι ἐξωμάλιζον τούτῳ
τὴν πρὸς τὴν ἐρωμένην ὁδὸν, καὶ τούτῳ τῷ τρόπῳ μάλιστα ἑαυτοῖς ᾠκειοῦντο τὸν
βασιλέα.

'''6.56''' Τὰ μὲν οὖν πρῶτα οὕτως τὰ πρὸς τὴν γυναῖκα ἐπλάττετο, καὶ ἦν τέως οὐκ
ἀνερυθρίαστος ὁ ἔρως αὐτῷ· κατὰ βραχὺ δὲ προϊὼν ἀφαιρεῖται τὴν αἰδῶ καὶ τὸ διεσχη
ματισμένον ἀνακαλύπτει, καὶ τὴν σκηνὴν καταστρέψας, εἰς ὕπαιθρον αὐτῇ, ὁσάκις
βούλοιτο, παρεγίγνετό τε καὶ συνε γίγνετο· καὶ ἵνα δὴ πάντα τὸν περὶ ταύτης προλάβω
λόγον, τῶν ἀπίστων ἐδόκει τὸ πρᾶγμα ὁρώμενόν τε καὶ ἀκουόμενον· οὐκ ἔτι γὰρ αὐτῇ
ὡς παλλακῇ προσεφοίτα, ἀλλ' ὡς καθαρῶς ὁμευνέτιδι.<ref>Η Μαρία Σκλήραινα ηταν αδελφή του Ρωμανού Σκληρού και ανεψιά του μεγάλου Βάρδα και της μεταστάσης συζύγου του</ref>

'''6.57''' Ἐξήντλει δὲ αὐτῇ τῶν βασιλικῶν θησαυρῶν ὁπόσα καὶ βούλοιτο· πίθον οὖν
χαλκὸν ἐν τοῖς βασιλείοις ἐφευρηκὼς, ἔξωθεν καταπεποικιλμένον τύποις δή τισι καὶ
γλύμμασι, τοῦτον χρημάτων πεπληρωκὼς δῶρον ἀποστέλλει τῇ γυναικί· ἐποίει δὲ
ταῦτα οὐκ ἐκ διαστημάτων μακρῶν, ἀλλὰ συνεχῶς ἄλλα ἐπ' ἄλλοις τῇ ἐρωμένῃ
ἀπεκομίζοντο.

===Πως η σεβαστή έγινε δεκτή στο παλάτι===
===Περὶ τῆς τοῦ Μανιάκη ἀποστασίας===

Γραμμή 2.711 ⟶ 2.777 :
τῆς ἀκμῆς· ὁ δὲ, ἐπειδὴ μὴ τοῖς πλήθεσιν, ἀλλὰ ταῖς τέχναις καὶ ταῖς ἐμπειρίαις ᾔδει τὰ
τρόπαια κατορθούμενα, τοὺς ἐμπειροτάτους πρὸς πόλεμον συλλεξάμενος καὶ μεθ' ὧν
ἐκεῖνος πολλὰς μὲν διεπόρθησε πόλεις, πλειόνων δὲ χρημά τωνχρημάτων τε καὶ σωμάτων
γέγονεν ἐγκρατὴς, ἅμα τούτοις συντε ταγμένος, ἐπὶ τὴν ἀντιπέρας γίνεται ἤπειρον,
πάντας μὲν διαλαθὼν τῆς ὄχθης φύλακας, οὐδενὸς τῶν ἀντιστρατευο μένων ἐκείνῳ