Χρονογραφία: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Dgolitsis (συζήτηση | Συνεισφορά)
Dgolitsis (συζήτηση | Συνεισφορά)
Γραμμή 2.797:
===Η επανάσταση των Ρώσων (και η ανταρσία του Τορνικίου)===
'''6.90''' Περὶ τῆς τῶν Ῥώσων ἐπαναστάσεως [καὶ τῆς τοῦ Τορνικίου ἀνταρσίας].
Ἔνθεν τοι καὶ τὴν τῆς τυραννίδος κατάλυσιν βαρ βαρικὸςβαρβαρικὸς διαδέχεται πόλεμος, καὶ
σκάφη Ῥωσικὰ καὶ ἀριθμοῦ, ἵν' οὕτως εἴποιμι, πλείονα, τοὺς πόρρωθεν ἀνείργον τας ἢ
λαθόντα ἢ βιασάμενα τὴν Προποντίδα<ref>Ο πόλεμος του 1043 μ.Χ. ήταν η τελευταία και η σοβαρότερη από τις εχθροπραξίες μεταξύ Βυζαντίου και Ρώσων. Ο Ψελλός υπήρξε αυτόπτης μάρτυρας της ναυμαχίας στο Βόσπορο (17 Ιουλίου} και η διήγησή του είναι η πιο εμπεριστατωμένη,</ref> καταλαμβάνουσι, καὶ νέφος ἀθρόον ἀπὸ θαλάσσης ἀρθὲν ἀχλύος τὴν βασιλίδα πληροῖ. Ἐνταῦθα δὲ καὶ τοῦ λόγου γενόμενος, βούλομαι τὰς αἰτίας ἐρεῖν ἀφ' ὧν ἐκεῖνοι μηδὲν ἐναντιωθέντι τῷ αὐτοκράτορι τὴν
Γραμμή 3.022:
κρουόμενοι· διὰ ταῦτα ἀπολώλεισαν τῷ βασιλεῖ αἱ ἐλπίδες, καὶ τοσοῦτον μόνον
ἀνέπνει, ὁπόσον αὐτὸν ἡ τοῦ τείχους περιβολὴ διεζώννυεν· ὅθεν περὶ τοῦτο ἐπόνει, τά
τε κατερ ρᾳθυμημένακατερρᾳθυμημένα τῶν μερῶν ἀνακτώμενος καὶ λιθοβόλοις κατα πυκνῶν
μηχανήμασιν.

'''6.106''' Ἔτυχε δέ πως αὐτῷ τηνικαῦτα καὶ τὰ ἄρθρα ἐς τοσοῦτον νοσήσαντα, ὡς
Γραμμή 3.084:
ἐκείνων ὑφιστάμενος λόγων.

'''6.111''' Τῶν δέ γε πολιτῶν ἔνιοι ἐκτὸς τοῦ τείχους γενό μενοι τὴν ἵππον ἀνεῖργον
αὐτοῖς, οἱ μὲν λίθους ἀπὸ σφεν δόνηςσφενδόνης ἀπορριπτοῦντες, οἱ δ' ἐπιτοξάζοντες· οἱ δὲ καὶ
φυγὴν ἐπιτετηδευμένην πλασάμενοι, ἐπειδὴ κατόπιν θέειν αὐτοὺς ἐξηπάτησαν, ἀθρόον
ἐπιστραφέντες, ξίφεσι, δόρασιν ἀνῃρήκασι. Καί τις τῶν παρ' ἐκείνοις ἀφ' ἵππου τοξεύειν
Γραμμή 3.136:
ἐβόα, μηδὲ πληροῦσθαι φόνου συγγενικοῦ, κἂν εἴ τινα ἴδοι τὸ ἀκόντιον ἐπισείοντα ἢ τῷ
δόρατι βαλεῖν ἐθέλοντα τὸν ἀγχοῦ, ἐπεῖχε τὴν χεῖρα καὶ ἠλευθέρου τὸν φεύγοντα.

'''6.115''' Ὁ τοίνυν βασιλεὺς, μόνος δὲ ἄρα καταλέλειπτο ὡς αὐτίκα τεθνηξόμενος,
ἐπειδὴ τούτων ἤκουσε τῶν φωνῶν, καὶ τὸν τύραννον εἶδε τοὺς φόνους ἀποτρεπόμενον·
«Τοῦτό με μόνον τῶν ἄλλων θράττει δεινῶς (πρὸς ἐμὲ στρα φεὶς), ἔφησε, ὅτι τυραννεῖν
Γραμμή 3.160:
ἠξίουν μὴ καταφρονῆσαι ὁμοφύλου καὶ συγγενικοῦ αἵματος, μηδὲ θέλειν τοῖς
ὀφθαλμοῖς αὐτοὺς ἐπιδεῖν ἐλεεινὸν θέαμα, ὥσπερ ἱερεῖα μελιζομένους, μηδ' εἰς
τοσοῦτον ἡμᾶς ἀτυ χίαςἀτυχίας ἐλάσαι ὥστε τοιούτου καταφρονῆσαι αὐτοκράτορος, ὁποῖος
οὐδεὶς ἐγεγόνει τῶν πάντων, οὗ δὴ αὐτοὶ πεπείρανται ἀκριβῶς· ἐξὸν γὰρ ἄχρι τοῦ νῦν
ἀναιρήσειν αὐτοὺς καὶ διαχρήσασθαι ὡς πολεμίους, ὁ δὲ ἄχρι τοσούτου ἀναβάλλεται
Γραμμή 3.231:
πώποτε θρυλλουμένων κατάγει, καὶ μέχρι τούτου στήσας τὴν ὁρμὴν τῆς ὀργῆς,
εὐμενέστατα πρὸς τοὺς ἐπιβουλεύσαντας διαλύεται.

'''6.124''' Ὃ δέ με πρὸ τῶν ἄλλων διέλαθεν, ὅπως ἐκεῖ νος ἔσχεν εὐθὺς βασιλεύσας
τοῦ σώματος, ἐξ οἵας τε ἀκμῆς καὶ εὐτονωτάτης ἰσχύος εἰς ἐναντίαν ἕξιν μετήμειπτο,
ὅπως τε ὥρας ἔχων ἀκριβῶς αὐτὴν μέχρι παντὸς οὐ διεσώ σατοδιεσώσατο, ἀλλ' οἷα δή τις ἥλιος
νέφεσι καλυφθεὶς ἀμυδρὰν ἐδίδου τοῖς ὁρῶσι τὴν λαμπηδόνα τῆς φύσεως, ἐνταυθοῖ θήσω
θήσω ἀπὸ τῶν ἐναντίων ἀρξάμενος.

===Το κάλλος του βασιλιά===