Χρονογραφία: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Dgolitsis (συζήτηση | Συνεισφορά)
Dgolitsis (συζήτηση | Συνεισφορά)
Γραμμή 2.799:
Ἔνθεν τοι καὶ τὴν τῆς τυραννίδος κατάλυσιν βαρ βαρικὸς διαδέχεται πόλεμος, καὶ
σκάφη Ῥωσικὰ καὶ ἀριθμοῦ, ἵν' οὕτως εἴποιμι, πλείονα, τοὺς πόρρωθεν ἀνείργον τας ἢ
λαθόντα ἢ βιασάμενα τὴν Προποντίδα<ref>Ο πόλεμος του 1043 μ.Χ. ήταν η τελευταία και η σοβαρότερη από τις εχθροπραξίες μεταξύ Βυζαντίου και Ρώσων. Ο Ψελλός υπήρξε αυτόπτης μάρτυρας της ναυμαχίας στο Βόσπορο (17 Ιουλίου} και η διήγησή του είναι η πιο εμπεριστατωμένη,</ref> καταλαμβάνουσι, καὶ νέφος ἀθρόον ἀπὸ θαλάσσης ἀρθὲν ἀχλύος τὴν βασιλίδα πληροῖ. Ἐνταῦθα δὲ καὶ τοῦ λόγου γενόμενος, βούλομαι τὰς αἰτίας ἐρεῖν ἀφ' ὧν ἐκεῖνοι μηδὲν ἐναντιωθέντι τῷ αὐτοκράτορι τὴν
λαθόντα ἢ βιασάμενα τὴν Προποντίδα καταλαμβάνουσι, καὶ νέφος ἀθρόον ἀπὸ
θαλάσσης ἀρθὲν ἀχλύος τὴν βασιλίδα πληροῖ. Ἐνταῦθα δὲ καὶ τοῦ λόγου γενόμενος,
βούλομαι τὰς αἰτίας ἐρεῖν ἀφ' ὧν ἐκεῖνοι μηδὲν ἐναντιωθέντι τῷ αὐτοκράτορι τὴν
ἐπιθαλάττιον ξυγκίνησιν καὶ στρατοπεδίαν πεποίηνται.<br>
'''6.91''' Τὸ βάρβαρον τοιγαροῦν τοῦτο φῦλον ἐπὶ τὴν Ῥωμαίων ἡγεμονίαν τὸν
Γραμμή 3.137 ⟶ 3.135 :
παρελαύνων δὲ τὸν ἵππον ἐφ' ἕκαστα τὰ μέρη τῶν οἰκείων δυνάμεων, μηδένα παίειν
ἐβόα, μηδὲ πληροῦσθαι φόνου συγγενικοῦ, κἂν εἴ τινα ἴδοι τὸ ἀκόντιον ἐπισείοντα ἢ τῷ
δόρατι βαλεῖν ἐθέλοντα τὸν ἀγχοῦ, ἐπεῖχε τὴν χεῖρα καὶ ἠλευθέρου τὸν φεύγοντα.<br>
6.115 Ὁ τοίνυν βασιλεὺς, μόνος δὲ ἄρα καταλέλειπτο ὡς αὐτίκα τεθνηξόμενος,
ἐπειδὴ τούτων ἤκουσε τῶν φωνῶν, καὶ τὸν τύραννον εἶδε τοὺς φόνους ἀποτρεπόμενον·
«Τοῦτό με μόνον τῶν ἄλλων θράττει δεινῶς (πρὸς ἐμὲ στρα φεὶς), ἔφησε, ὅτι τυραννεῖν
ὁ δεινὸς ἀνὴρ ἐπιβαλλόμενος, φιλανθρώπους ἀφίησι καὶ ἡμέρους φωνάς· δέδοικα γὰρ
μὴ ἐντεῦθεν τὴν θείαν ἑαυτῷ συνεπισπάσηται δύναμιν». <br>
'''6.116''' Τῆς δ' ἀδελφῆς ἀποδυρομένης, φημὶ δὴ τῆς πρεσβυτέρας (ἡ γὰρ Εὐπρεπία
ὑπερορίαν καταδεδίκαστο), καὶ φυγεῖν αὐτὸν προτρεπούσης, εἴς τινά τε τῶν θείων
Γραμμή 3.154 ⟶ 3.152 :
καινο τομήσειν ἐπ' ἐκεῖνον ἐσκέψατο, ἀλλὰ τὰς τῶν τειχῶν εἰσ όδους καθαρμοσάμενος,
τό τε πλῆθος δημαγωγήσας τῆς Πόλεως καὶ τῆς προλαβούσης αὐτοὺς εὐνοίας
ἀποδεξάμενος, τῆς δέ γε μελλούσης ἔπαθλα ὥσπερ ἐπ' ἀγωνίαις προ θεὶςπροθεὶς, εὐπετῶς τὴν
πολιορκίαν διήνεγκεν· ὁ δέ γε τύραννος τὴν νύκτα μόνην ἐκείνην ἐπὶ τοῦ χάρακος
αὐλισάμενος, ἐπειδὴ ὄρθρος ἐγεγόνει, τὰς δυνάμεις ἀναλαβὼν ὡς ἐπὶ προκειμένην τὴν
Γραμμή 3.163 ⟶ 3.161 :
ὀφθαλμοῖς αὐτοὺς ἐπιδεῖν ἐλεεινὸν θέαμα, ὥσπερ ἱερεῖα μελιζομένους, μηδ' εἰς
τοσοῦτον ἡμᾶς ἀτυ χίας ἐλάσαι ὥστε τοιούτου καταφρονῆσαι αὐτοκράτορος, ὁποῖος
οὐδεὶς ἐγεγόνει τῶν πάντων, οὗ δὴ αὐτοὶ πεπείρα νταιπεπείρανται ἀκριβῶς· ἐξὸν γὰρ ἄχρι τοῦ νῦν
ἀναιρήσειν αὐτοὺς καὶ διαχρήσασθαι ὡς πολεμίους, ὁ δὲ ἄχρι τοσούτου ἀναβάλλεται
τὴν σφαγὴν, ἡμῖν τὰς ἐκείνων ψυχὰς χαριζόμενος· πρὸς τούτοις καὶ τὰ περὶ τοῦ παρ'
Γραμμή 3.238 ⟶ 3.236 :
νέφεσι καλυφθεὶς ἀμυδρὰν ἐδίδου τοῖς ὁρῶσι τὴν λαμπηδόνα τῆς φύσεως, ἐνταυθοῖ
θήσω ἀπὸ τῶν ἐναντίων ἀρξάμενος.<br>
 
===Το κάλλος του βασιλιά===
'''6.125''' Περὶ τοῦ εἴδους τοῦ βασιλέως. Ἄγαλμα κάλλους ἐκεῖνον ἡ φύσις τῷ βίῳ