Χρονογραφία: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Dgolitsis (συζήτηση | Συνεισφορά)
Dgolitsis (συζήτηση | Συνεισφορά)
Γραμμή 2.789:
ἐπερραθύμει τῷ λείποντι μέρει, διὰ τοῦτο ἄλλο τι αὐτῷ ἐπ' ἄλλῳ τῶν δεινῶν
ἐπεκύμαινεν.

'''6.89''' Λαμπρὸνγὰρ δή τι τοῦτο τὸ μέρος καὶ πλῆρες ἐγκωμίων τῷ βασιλεῖ· οὔτε γὰρ
ἐπὶ τοῖς κατωρθωμένοις αὑτῷ ἐσεμνολόγει, οὔτε ἀλαζόνας ἠφίει φωνὰς, ἀλλ' ἀπολαύων τῶν
πεπραγμένων ὅσον ἐξῆν, τῶν οἰκείων αὖθις ἠθῶν ἦν· καὶ τοῦτο μὲν οὕτως ἦν αὐτῷ.
Ἐγρηγόρει δὲ οὐ μάλα, ἀλλ' ὥσπερ ἐπὶ πολλοῖς ἀγῶσιν ἀναπαύλης δεόμε νος
ἐπερραθύμει τῷ λείποντι μέρει, διὰ τοῦτο ἄλλο τι αὐτῷ ἐπ' ἄλλῳ τῶν δεινῶν
ἐπεκύμαινεν.

===Η επανάσταση των Ρώσων (και η ανταρσία του Τορνικίου)===
'''6.90''' Περὶ τῆς τῶν Ῥώσων ἐπαναστάσεως [καὶ τῆς τοῦ Τορνικίου ἀνταρσίας].
Ἔνθεν τοι καὶ τὴν τῆς τυραννίδος κατάλυσιν βαρ βαρικὸς διαδέχεται πόλεμος, καὶ
σκάφη Ῥωσικὰ καὶ ἀριθμοῦ, ἵν' οὕτως εἴποιμι, πλείονα, τοὺς πόρρωθεν ἀνείργον τας ἢ
λαθόντα ἢ βιασάμενα τὴν Προποντίδα καταλαμβάνουσι, καὶ νέφος ἀθρόον ἀπὸ
θαλάσσης ἀρθὲν ἀχλύος τὴν βασιλίδα πληροῖ. Ἐνταῦθα δὲ καὶ τοῦ λόγου γενόμενος,
βούλομαι τὰς αἰτίας ἐρεῖν ἀφ' ὧν ἐκεῖνοι μηδὲν ἐναντιωθέντι τῷ αὐτοκράτορι τὴν
ἐπιθαλάττιον ξυγκίνησιν καὶ στρατοπεδίαν πεποίηνται.

'''6.91''' Τὸ βάρβαρον τοιγαροῦν τοῦτο φῦλον ἐπὶ τὴν Ῥωμαίων ἡγεμονίαν τὸν
πάντα χρόνον λυττᾷ τε καὶ μέμηνε, καὶ ἐφ' ἑκάστῳ τῶν καιρῶν τοῦτο ἢ ἐκεῖνο εἰς
αἰτίαν πλατ τόμενοι, πρόφασιν καθ' ἡμῶν πολέμου πεποίηνται· καὶ ἐπειδὴ ἐτεθνήκει
μὲν ὁ καταδειματῶν τούτους αὐτοκράτωρ Βασίλειος, καὶ ἐπ' ἐκείνῳ ὁ ἀδελφὸς
Κωνσταντῖνος τὸ λαχὸν αὐτῷ τοῦ αἰῶνος μέρος πεπλήρωκε, <δι'> ὃ τὸ εὐγενὲς κράτος
ἀπεληλύθει, ἀνανεοῦνται αὖθις καθ' ἡμῶν τὸ παλαιὸν μῖσος καὶ κατὰ βραχὺ πρὸς
μέλλοντας πολέμους γυμνάζονται. Ἐπεὶ δὲ καὶ ἡ τοῦ Ῥωμανοῦ βασιλεία λαμπρά τις
αὐτοῖς νενόμιστο καὶ περιφανὴς, ἀσύντακτοί τε ἔτι ταῖς παρασκευαῖς ἦσαν, ἐπειδὴ
κἀκεῖνος βραχύν τινα χρόνον ἐπιβιώσας τῇ βασιλείᾳ μετήλλακτο, καὶ εἰς ἄσημόν τινα
τὸν Μιχαὴλ τὸ κράτος μετέπεσεν, ἐπ' αὐτὸν καὶ δὴ τὰς οἰκείας δυνά μεις ἐξώπλιζον, καὶ
δεῖν ἐγνωκότες διὰ θαλάττης πρὸς ἡμᾶς ἐμβαλεῖν, ὑλοτομήσαντες ἄνωθεν καὶ σκάφη
μικρά τε καὶ μείζω διαγεγλυφότες, καὶ λανθανόντως κατὰ βραχὺ ἱκανῶς
παρασκευασάμενοι, μεγάλῳ δὴ στόλῳ ἐπὶ τὸν Μιχαὴλ καταπλεῖν ἔμελλον· ἐν ὅσῳ δὲ
ταῦτα ἐκείνοις ηὐτρέπιστο καὶ ὁ πόλεμος ἔμελλε, προλαμβάνει τὸν ἐκείνων κατάπλουν
καὶ οὗτος ὁ βασιλεὺς τῶν ἐντεῦθεν ἀπαναστάς· ὡς δὲ καὶ ὁ μετ' ἐκεῖνον οὐ πάνυ τι τὸ
ἴχνος ἐρείσας τοῖς βασιλείοις ἀπεληλύθει, ἥδραστο δὲ τὸ κράτος ἐπὶ τὸν Κωνσταντῖνον,
εἰ καὶ μηδὲν οἱ βάρβαροι τοῦτον εἶχον ἐπὶ τῷ πολέμῳ καταιτιᾶσθαι, ἀλλ' ἵνα μὴ
ἄπρακτος αὐτοῖς ἡ παρασκευὴ νομισθείη, ἀπροφάσιστον πρὸς ἐκεῖνον ἀναρρήγνυνται
πόλεμον· ἡ μὲν οὖν ἀναίτιος αἰτία τῆς ἐπὶ τὸν αὐτοκράτορα ἐκείνων ὁρμῆς αὕτη.

'''6.92''' Ὡς δὲ ἤδη λαθόντες τῆς Προποντίδος ἐντὸς ἐγεγόνεισαν, τὰ μὲν πρῶτα ἐφ'
ἡμῖν ἐτίθουν τὸ σπένδεσθαι, εἴ γε βουλοίμεθα μεγάλους αὐτοῖ τῶν σπονδῶν ἀποδιδόναι
μισθοὺς, καὶ τὸν ἀριθμὸν περιετίθεσαν, ἐφ' ἑκάστῳ σκάφει στατῆρας χιλίους, ὡς
συμβαίνειν μὴ ἄλλως αὐτοῖς τούτους ἀπαριθμεῖσθαι, ἢ ἑνί τῳ δὴ σκάφει τῶν παρ'
αὐτοῖς· ἐβού λετο δὲ αὐτοῖς ταῦτα, ἢ τῷ οἴεσθαι πηγάς τινας παρ' ἡμῖν εἶναι χρυσίτιδας,
ἢ ἐκ παντὸς τρόπου ἑλόμενοι μάχεσθαι, ἀνηνύτους ὑποθέσεις παρείχοντο, ἵν'
εὐπροφάσιστος αὐτοῖς ὁ πόλεμος γίγνοιτο. Ὅθεν, ἐπεὶ μηδ' ἀποκρίσεως οἱ πρέσβεις
αὐτῶν ἠξιώθησαν, οὕτω δή τοι πρὸς ἀλλήλους συνεσκευά σθησαν, καὶ τοσοῦτον ἐπὶ τῷ
σφετέρῳ πλήθει ἐθάρρουν, ὡς αὔτανδρον οἴεσθαι τὴν Πόλιν ἑλεῖν.

'''6.93''' Ἦν δὲ τηνικαῦτα ἡμῖν καὶ τὸ διὰ θαλάσσης μάχιμον πάντη ἐνδεῶς ἔχον, αἵ
τε πυρφόροι νῆες ἐπὶ τοῖς παραλίοις διεσκίδναντο τόποις, ἄλλο τι ἄλλαι τοῦ καθ' ἡμᾶς
μέρους φυλάττουσαι. Ὅθεν ὁ αὐτοκράτωρ λείψανά τινα τοῦ παλαιοῦ στόλου
συνηθροικὼς, καὶ ταῦτα δὴ ζεύξας, ὁλκάδας τε τῶν βασιλικῶν συναγηοχὼς, καί τινας
δὴ τριήρεις συμπαρασκευασάμενος, καὶ μαχίμους τινὰς ἄνδρας ἐπ' αὐτῶν δὴ παρατάξας,
χορηγήσας τε ταῖς ναυσὶ πολὺ τὸ δίυγρον πῦρ, καὶ ταύτας δὴ κατέναντι τῶν
βαρβαρικῶν σκαφῶν ἐπὶ τοῦ κατ' ἀντιπέραν λιμένος συντάξας, καὶ αὐτὸς δὴ μοῖράν
τινα τῆς συγκλήτου βουλῆς τὴν ἔκκριτον μεθ' ἑαυτοῦ ἔχων, ἐπ' αὐτοῦ δὴ τοῦ λιμένος
βραχύ τι ἄνωθεν τῆς νυκτὸς ναυλοχεῖ, καὶ λαμπρῶς τοῖς βαρβάροις κηρύξας τὸν
ἐπιθαλάττιον πόλεμον, ἅμα πρωῒ τὰς ναῦς ἱστᾷ κατὰ φάλαγγα. Καὶ οἱ βάρβαροι δὲ
ἀπάραντες ὥσπερ ἀπὸ στρατο πεδείας καὶ χάρακος τῶν κατέναντι λιμένων ἡμῖν, καὶ
πολύ τι μετεωρισθέντες τῆς γῆς, τάς τε ναῦς αὐτῶν ξυμπάσας κατὰ μίαν ἐφεξῆς
στήσαντες, καὶ τὸ πέλαγος ξύμπαν ἀφ' ἑκατέρων λιμένων ξυνδήσαντες, ὡς αὐτοί τε
ἐπελευσόμενοι καὶ ἡμᾶς ἐπιόντας δεξόμενοι παρετάχθησαν. Οὐκ ἦν οὖν ὅστις ὁρῶν τὰ
τότε γινόμενα οὐ πάνυ διατεθορύβητο τὴν ψυχήν· ἔγωγ' οὖν ἀγχοῦ τοῦ αὐτοκράτορος
ἑστηκὼς <ἦν>, καθῆστο δὲ οὗτος ἐπί τινος λόφου πρὸς θάλατταν ἠρέμα ἐπικλινοῦς, καὶ
θεωρὸς ἐξ ἀπόπτου τῶν γιγνομένων ἐτύγ χανεν.

'''6.94''' Ἡ μὲν οὖν παράταξις οὕτως ἑκατέρωθεν δι εσκεύαστο, προῄει δὲ οὐδεὶς ὡς
μαχούμενος, ἀλλ' ἑκατέρωθεν τὰ μέρη συνησπικότα ἀκίνητα ἔστησαν· ὡς δὲ πολύ τι τῆς
ἡμέρας διεληλύθει, ὁ βασιλεὺς δυσὶ τῶν μεγάλων νεῶν σύνθημα δοὺς, ἐπὶ τὰ βαρβαρικὰ
κατὰ βραχὺ προϊέναι σκάφη παρακελεύεται· καὶ ἐπειδὴ προῄεσαν ὁμαλῶς τε καὶ
εὐκινήτως, ἠλάλαζόν τε ἄνωθεν οἱ λογχοφόροι καὶ πετρο βόλοι, οἵ τε ἀκοντισταὶ τοῦ
πυρὸς εὐσυντάκτως πρὸς τὴν βολὴν διετάξαντο, πλείω δὴ τῶν ἀπεσταλμένων ἀπὸ τῶν
βαρβαρικῶν σκαφῶν ταχυναυτοῦντα ἐπὶ τὰς ἡμετέρας νῆας ἐξώρμησαν· εἶτα δὴ
διαιρεθέντα, καὶ ἑκάστην τῶν τριηρῶν κυκλωσάμενά τε καὶ περιζώσαντα, κοντοῖς
κάτωθεν διατιτρᾶν ἐπεχείρουν· οἱ δ' ἄνωθεν ἔβαλλον λίθοις τε καὶ κοπίσιν· ὡς δὲ καὶ τὸ
πῦρ ἠκόντιστο ἐπ' αὐτοὺς, καὶ ἤδη τοὺς ὀφθαλμοὺς συνεχύθησαν, οἱ μὲν ἐπὶ τὸ πέλαγος
ἐρριπτοῦντο, ὡς πρὸς τοὺς σφετέρους διανηξόμενοι, οἱ δ' οὐκ εἶχον ὅ τι καὶ δρά σειαν,
ἀλλὰ πρὸς πᾶσαν ἀπεγνώκεισαν μηχανήν.

'''6.95''' Ἐπὶ τούτοις ἕτερον σύνθημα, καὶ πλείους τριήρεις ἀνήχθησαν καὶ νῆες
ἕτεραι, ἢ ἐφεπόμεναι, ἢ ξυνελαύνουσαι· καὶ τὸ μὲν ἡμέτερον ἤδη μέρος ἐθάρρει, τὸ δ'
ἐναντίον κατα πεπληγότες εἱστήκεσαν· ἐπεὶ δὲ ἤδη τὸ πέλαγος διαβάλ λουσαι αἱ
τριήρεις πρὸς αὐτοῖς ἦσαν τοῖς βαρβαρικοῖς σκά φεσιν, ὅ τε σύνδεσμος αὐτοῖς διερράγη
καὶ ὁ συνασπισμὸς διαλέλυτο, καὶ τὰ μὲν κατὰ χώραν ἐτόλμησαν μένειν, τὰ δὲ πλείω
πρύμνας ἐκρούσαντο. Καὶ ὁ ἥλιος ἀθρόον νεφέλην ἐφελκυσάμενος κάτωθεν, ἐπειδὴ
πολύ τι τοῦ ὁρίζοντος μετεώριστο, μετατίθησι τὸν ἀέρα, καὶ ὃς πνεῦμά τι τῶν ἰσχυρῶν
ἐξ ἀνατολῆς ἐπὶ δύσιν κινεῖ, καὶ λαίλαπι χαράξας τὴν θάλασσαν ἐπὶ τὸ βάρβαρον
ἐπαιγίζει τὰ κύματα· καὶ τὰ μὲν αὐτοῦ που καλύπτει, ἐπεγερθέντος αὐτοῖς τοῦ πελάγους
εἰς τὸ μετέωρον, τὰ δὲ ἐπὶ πολύ τι τῆς θαλάσσης ἐλάσας εἰς σκοπέλους ἀπορριπτεῖ καὶ
κρημνώδεις αἰγιαλοὺς, ὧν ἔνια αἱ τριήρεις καταδραμοῦσαι, τὰ μὲν τῷ βυθῷ παρέδωσαν
αὔτανδρα, τὰ δὲ διατεμόντες οἱ ἐπ' αὐταῖς μάχιμοι ἡμί πρῳρα ἐπὶ τοὺς πλησίον
αἰγιαλοὺς ἀφειλκύσαντο. Γέγονέ τε τῶν βαρβάρων φόνος πολὺς, καὶ ὥσπερ ἐκ ποταμῶν
ἄνωθεν ῥευμάτιον ὡς ἀληθῶς φόνιον τὴν θάλασσαν κατεφοίνισσεν.

'''6.96''' Οὕτω τοιγαροῦν ὁ βασιλεὺς καταπολεμήσας τὸ βάρβαρον, τροπαιοφόρος εἰς
τὰ βασίλεια ἀπὸ τῆς θαλάσσης ἐπανελήλυθεν. Ἐλέγετο γοῦν παρὰ πολλοῖς, ὧν ἐγὼ τοὺς
λόγους διακριβούμενος οὐδεμίαν ἐπιστήμην ἢ ἀρχὴν εὕρισκον τῆς προρρήσεως, ἐλέγετο
γοῦν ὡς πολλὰ μὲν μέλλει ἐπανα στήσεσθαι τῷ βασιλεῖ τούτῳ δεινὰ, τὰ μὲν ἔξωθεν καὶ
παρὰ τῆς βαρβαρικῆς μερίδος, τὰ δ' ἀπὸ τῆς ὑπηκόου τέως χει ρὸς, φροῦδα δὲ πάντα
γενήσεσθαι, τύχης τινὸς δεξιᾶς συναντιλαμβανομένης τῷ αὐτοκράτορι καὶ πᾶσαν
ἐπανάστα σιν ῥᾷστα διαλυούσης· καὶ αὐτὸς δὲ ὁ αὐτοκράτωρ, ὁπότε προφητείαις τισὶ καὶ
οἰωνίσμασι τὴν ἑαυτοῦ ἡγεμονίαν ἐσεμνολόγει, ὀπτασιῶν τέ τινων καὶ ὀνειράτων
παραδόξων ἐμέμνητο, τὰ μὲν ὡς αὐτὸς ἰδὼν, τὰ δ' ὡς ἄλλων μαντευο μένων
ἀκροασάμενος, καὶ τὸ περὶ τούτου μέρος παραδοξο λογῶν ἦν. Ὅθεν ἤδη τοῦ δεινοῦ
καθισταμένου, οἱ μὲν ἄλλοι ἐδεδίεσάν τε καὶ περὶ τοῦ μέλλοντος ἐπεφρίκεσαν τὰς
ψυχὰς, ἐκεῖνος δὲ ὡς ἐπὶ δεξιῷ τῷ τέλει ἐθάρρει, καὶ τάς τε γνώμας τῶν δεδιότων
ἐκούφιζε, καὶ ὡς οὐδενὸς κατει ληφότος αὐτὸν χαλεποῦ, ἀφροντίστως εἶχε τῶν
ἐπισυμβεβηκότων.

'''6.97''' Ἐγὼ δὲ οὐδεμίαν μαντείας ἀφορμὴν παρὰ τῷ ἀνδρὶ ἐπιστάμενος, ψυχῆς
τοῦτο ῥᾳθύμου καὶ ἀφρόντιδος τίθεμαι· ὅσοι μὲν γὰρ περὶ τὰ πράγματα ἐγρηγόρασι καὶ
οἴδασί γε ὡς φαῦλαι πολλάκις ἀρχαὶ μεγίστας ἀπέτεκον συμφορὰς, οὗτοι πρὸς πᾶσαν
ἄτοπον ὑπόθεσιν πεφροντίκασιν, ἐπακμασάντων δ' αὐτοῖς τῶν κακῶν, πεφόβηνταί τε
περὶ τοῦ τέλους καὶ πρὸς πᾶσαν ἀκοὴν δύσκολον κατεπτήχασι, καὶ τῶν πραγμάτων
μεταβαλλομένων, οὐκ ἔτι θαρροῦσιν· οἱ δὲ χρηστότεροι, οὔτε τὰς ἀρχὰς τῶν
μελλόντων κακῶν ὑποπτεύουσιν, οὔτε πρὸς τὴν ἀρχὴν τῶν συμφορῶν διανεστήκασιν,
ἀλλ' εἰς ἡδονὰς ἀποκεκλικότες ταύταις τε ἀσμενίζειν ἐθέλουσιν ἐς ἀεὶ, καὶ τοὺς ἔξωθεν
συλλαμβάνειν εἰς τὴν ὁμοίαν κατάστασιν, καὶ, ἵνα καὶ ῥᾳθύμως ἔχοιεν πρὸς τὰ ῥᾴθυμα,
καταμαντεύονται τούτοις ἀπαλλαγὰς ταχείας τῶν ἐπισυμβάντων ἀνιαρῶν· ἔστι δὲ καὶ
τρίτη μερὶς ψυχῆς βελτίονος, ἣν ἐπειδὰν λάθῃ παρεισρυὲν τὸ κακὸν, ἀγνώμονα μὲν τοῦ
γενομένου οὐκ ἀποδείκνυσιν, οὐ μέντοιγε δὴ καὶ περιψοφεῖ τοῖς ἔξωθεν πατάγοις, οὐδὲ
καταπτοεῖ καὶ δουλαγωγεῖ, ἀλλὰ, πάντων ἀπαγορευσάντων, πρὸς τὰ δεινὰ ἕστηκεν
ἐκείνη ἀκλόνητος, οὐ φυσικοῖς ἐστη ριγμένη τοῖς ἕρμασιν, ἀλλὰ στερρότητι λογισμοῦ
καὶ κρίσει βελτίονι. Ἀλλὰ τοῦτο δὴ τὸ μέρος οὔπω δὴ ἐν τῇ κατ' ἐμὲ κατανενόηκα
γενεᾷ, ἀλλὰ τὸ παρ' ἡμῖν κρεῖττόν ἐστιν εἴ τις τέως ὑποπτεύει τὸ μέλλον καὶ πρός τε τὴν
ἀρχὴν τοῦ κακοῦ ἵσταται καὶ γεγονότος πρὸς ἄμυναν διανίσταται. Ἀλλ' ὅ γε
αὐτοκράτωρ τὸ <μὴ> κατεστυγηκέναι αὐτὸν πολλάκις τὰ πράγματα τοὺς πολλοὺς
ἔπειθεν, ὡς μεμα θήκει παρά του τῶν κρειττόνων τοῦ ἐπισυμβάντος τὴν τελευτὴν, καὶ
διὰ τοῦτα καταφρονοίη καὶ ὀλιγώρως ἔχοι παντάπασι.

'''6.98''' Τοσοῦτον δὲ προανεβαλλόμην τῶν διηγήσεων, ἵν', ὁπότε λέγοιμι
ἀφηγούμενος ὡς προειρήκει ἢ ἀπεγνώκει ταῦτα ἢ ἐκεῖνα, μὴ μαντικὸν τὸν ἄνδρα
ἡγήσωνται οἱ πολλοὶ, ἀλλὰ τοὺς μὲν λόγους συμφώνους τῷ ἐκείνου ἤθει νομίσωσι, τὰ
δὲ πράγματα ὡς τετελευτήκασιν, ἐς τὸ δόξαν τῷ Κρείτ τονι ἀναφέρωσι. Βουλόμενος δὲ
ἑτέραν δεινοτέραν καὶ τῆς προλαβούσης ἐπαναστάσεως κατὰ τοῦ αὐτοκράτορος διηγή
σασθαι, εἰς ἀρχὴν αὖθις καθιστῶ τὸν λόγον, ὁπόθεν τε γέγονε προλαμβάνων καὶ τίνας
ἀρχὰς ἔσχηκε, καὶ ἡ ἀπο στασία τίς προὔλαβε καὶ ἥτις αὕτη καὶ ὅθεν, τίς τε ὁ τολμήσας
ἀμφότερα καὶ τίσι τεθαρρηκὼς τὴν τυραννίδα διαμεμελέτηκε.

'''6.99''' Λέγω δὲ ἐκ τῶν ὑστάτων τοῦ λόγου ἀρχόμενος, ὅτι τῷ αὐτοκράτορι τούτῳ
ἐξανέψιός τις ἐκ μητρικῆς ἐγεγόνει ῥίζης, τὸ μὲν ὄνομα Λέων, τὸ δὲ γένος Τορνίκιος,
τὴν Ἁδριανούπολιν οἰκῶν, καὶ Μακεδονικὴν ἐρυγγάνων μεγαλαυχίαν, ἀνὴρ τὸ μὲν
εἶδος οὐ φαῦλος, τὸ δὲ ἦθος ὑποκαθήμενος, καὶ πρὸς ἐνθυμήσεις ἀεὶ καινοτέρας ἀνελίτ
των τὰς γνώμας· τούτῳ γοῦν τῷ ἀνδρὶ οὔπω ἀκμάσαντι τύχην τινὰ λαμπρότητος, οἷα δὴ
πολλὰ εἴωθεν ἀλόγως περί τινων λέγεσθαι, οἱ πλεῖστοι κατεμαντεύοντο· καὶ ἐπειδὴ
ἀνὴρ ἐγεγόνει καί τινας ἐδείκνυ τοῦ ἤθους στερρότητας, ἡ Μακεδονικὴ μερὶς καθάπαξ
αὐτῷ προσετέθη· καὶ τολμῆσαι μέν τι πολλάκις παραβολώτερον ἐπεχείρησαν, διαμαρτά
νοντες δὲ τῶν καιρῶν, καὶ νῦν μὲν τοῦτον ἐμφιλοχωροῦντα τούτοις μὴ ἔχοντες, νῦν δὲ
μὴ εὐποροῦντες εἰς ἀποστασίαν ἀρκούσης προφάσεως, ὑποβρύχιον ἐν ταῖς ψυχαῖς τὴν
γνώμην τῆς τυραννίδος ἐφύλαττον· εἶτα δή τι ἐπισυμβε βήκει τοιοῦτον, ὃ δὴ αὐτοὺς
ὁμοῦ εἰς ἀποστασίαν καὶ ἐπανάστασιν διηρέθισε.

'''6.100''' Τῷ αὐτοκράτορι Κωνσταντίνῳ δύο ἐγεγόνεισαν ἀδελφαὶ, Ἑλένη μὲν ἡ
πρεσβυτέρα τὸ ὄνομα, Εὐπρεπία δὲ ἡ μετ' ἐκείνην· τῆς μὲν οὖν Ἑλένης οὐδένα
ἐπεποίητο λόγον, <τὴν δ'> οὔτε τι λαμπρὸν ἐξ ἀρχῆς κομῶσαν καὶ εἰς περι φάνειαν
τύχης ἐληλυθυῖαν, φρονήματός τε πλήρη τυγχά νουσαν, καὶ γυναικῶν ἁπασῶν ὧν ἐγὼ
τεθέαμαι σταθηρο τάτην τε οὖσαν καὶ δυσπαράγωγον, ταύτην τοιγαροῦν εὐλαβεῖτο μὲν
ὁ ἀδελφὸς, ὥς μοι εἴρηται, οὐκ ἔστεργε δὲ παραγωγὸν, ἀλλ' ἐδεδίει μᾶλλον ἢ περιεῖπεν.
Αὕτη τοιγα ροῦν τῶν ἐπὶ τῷ ἀδελφῷ διημαρτηκυῖα ὑπερηφάνων ἐλπίδων,
βουλεύσασθαι μέν τι κατὰ τοῦ αὐτοκράτορος τῶν ἀτοπω τάτων ἀπεῖχε παντάπασιν, οὐ
πολλάκις δὲ τούτῳ προσῄει, οὐδ' ἐθάρρει ἀδελφικῶς, ἀλλὰ καὶ εἰς ὁμιλίαν ἐκείνῳ
ἑαυτὴν καταστήσασα, ὑπερηφάνως τε διελέγετο καὶ μετὰ τῆς ἀρχαίας ὀφρύος ἀπήλεγχέ
τε τὰ πολλὰ τοῦτον καὶ προσ ωνείδιζε, καὶ ὁπότε θυμούμενον ἴδοι, ὑπανεχώρει καταφρο
νοῦσα, τὴν ἐπ' αὐτὸν ὕβριν τοῖς χείλεσιν ὑποτονθορύζουσα· καὶ ἐπειδὴ ᾔδει τὸν
ἀδελφὸν πρὸς τὸν ἤδη ῥηθέντα Τορνίκιον ἀστόργως πάντη ἢ ἀπεχθῶς ἔχοντα, τοῦτον
ἐκείνη ἐδεξιοῦτο καὶ φίλτατον εἶχε, καὶ θαμὰ προσωμίλει, οὐχ οὕτως ἀσπαζομένη τὸ
πρότερον. Ὁ δέ γε βασιλεὺς ἐμεμήνει μὲν, βαθεῖς δὲ εἶχε περὶ τούτου τοὺς λογισμούς·
οὔπω γὰρ οὐδὲ προφάσεις ἔσχεν ἀρκούσας εἰς κάκωσιν· ὅθεν ἵνα πόρρωθεν ἀπ'
ἀλλήλων γένοιντο, ἐκείνῃ μὲν τέως ἔκρυψε τὸ ἀπόρρητον, αὐτὸν δὲ τῆς Πόλεως
μεθιστᾷ, μετ' εὐπρεποῦς σχήματος· τὴν γὰρ Ἰβηρικὴν ἐπιτρέψας ἀρχὴν, ἐπίδοξον
ὑπερορίαν τούτῳ κατεσκευάκει.

'''6.101''' Ἀλλὰ καὶ ἀποδεδημηκότι τῷ ἀνδρὶ ἡ φήμη αὖθις συνείπετο· μᾶλλον δὲ
ταύτην οἱ πλείους ἀφορμὴν κατηγο ρίας προσειληφότες, λόγους ἐπὶ τὸν ἄνδρα ὡς
τυραννεῖν μέλλοι συνέπλαττον, καὶ προλαβεῖν τὸ δεινὸν τὸν αὐτοκράτορα
συνηνάγκαζον· ὁ δὲ τούτων ἀκούων, οὐ πάνυ μὲν δια τετάρακτο τὴν ψυχὴν, ὡς δὲ τὴν
ἀδελφὴν συνηγοροῦσαν τεθέαται, καί πού τι καὶ τοιοῦτον εἰπούσης ἠκηκόει, ὡς· «Οὐδὲν
ἄρα δεινὸν ὁ ἀνεψιὸς αὐτῇ πείσεται, τοῦ Κρείττο νος αὐτὸν ἄνωθεν περισκέποντος»,
ἐκπλαγὴς ἐπὶ τῷ λόγῳ γενόμενος, καὶ τὴν ὁρμὴν οὐκέτι δυνάμενος κατασχεῖν, οὐδ'
οὕτως μὲν ἐπεχείρησεν ἀνελεῖν, ὑφελεῖν δὲ αὐτῷ τοὺς θε μελίους τῆς τυραννίδος
σκεψάμενος, στέλλει κατὰ τάχος τοὺς ἀποκεροῦντας καὶ τὸ μέλαν τριβώνιον
ἐπενδύσοντας. Καὶ οὕτως ἐκεῖνος ἐκκοπεὶς τῶν ἐλπίδων, ὁ πάλαι λαμπρο φορῶν
ἀθρόον ῥακοδυτῶν ἐπὶ τὸν βασιλέα ἐπάνεισιν· ὁ δὲ οὐδ' οὕτως εὐμενῶς εἶδεν, οὐδὲ τῆς
τύχης ᾠκτείρησεν, ἥτις αὐτὸν ταῖς ἐλπίσιν ὑψώσασα ἀθρόον κατήνεγκεν, ἀλλὰ καὶ
προσιόντα οἷ πολλάκις δυσμενῶς ἀπεπέμψατο καὶ κατ εγέλασεν ἐλεεινῶς ἔχοντα. Μόνη
δὲ ἡ Εὐπρεπία, εἴτε συγγενικοῖς ἤθεσιν, εἴτε καὶ καθ' ἕτερον τρόπον ἐξένιζέ τε τοῦτον
καὶ φιλοφρόνως ἠσπάζετο, πρόφασιν ἀδιάβλητον τῆς φιλοφροσύνης τὴν συγγένειαν
ἔχουσα.

'''6.102''' Ἔτυχε δὲ τὸ τηνικαῦτα καὶ Μακεδονική τις περὶ τὴν Πόλιν φιλοχωροῦσα
πληθὺς καὶ μάλιστα ὅσοι τὴν Ἁδριανούπολιν ᾤκησαν ἐξ ἀρχῆς, ἄνδρες δεινοὶ τὰς
γνώμας καὶ τὴν γλῶτταν ἀντίστροφον ταῖς ἐνθυμήσεσιν ἔχοντες, βουλεύσασθαί τι τῶν
ἀτόπων ἑτοιμότατοι καὶ καταπράξα σθαι δραστικώτατοι, κρύψαι τε λογισμοὺς
ἀκριβέστατοι, καὶ τὰς πρὸς ἀλλήλους ὁμολογίας πιστότατοι. Ὁ μὲν οὖν αὐτο κράτωρ ὡς
ἤδη κατατεθυμένου τοῦ λέοντος καὶ τάς τε τῶν ὀνύχων ἀφῃρημένου ἀκμὰς
κατωλιγώρει παντάπασιν, οἱ δὲ Μακεδόνες τοῦτον ἐκεῖνον εἶναι νομίσαντες τὸν και
ρὸν ὃν εἰς ἀποστασίαν πολλάκις ἐζήτησαν, βραχέα διαλεχ θέντες ἀλλήλοις, ὡς τοῦ
σκοποῦ πάλαι καθομολογηθέντος αὐτοῖς, καὶ τόν τε Τορνίκιον εἰς παράλογον τόλμαν
διερε θίσαντες, ἑαυτούς τε πρὸς τὴν ὁμολογίαν τοῦ τολμήματος ῥώσαντες, νυκτὸς
αὐτὸν ὑπεξαγαγόντες, ὀλίγων δή τινων καὶ τούτων παντάπασιν ἀφανῶν
κοινωνησάντων αὐτοῖς τοῦ δράματος, τὴν εὐθὺ Μακεδονίας ἐλαύνουσι· καὶ ἵνα μή
τινες αὐτοῖς κατόπιν ἐξιππασάμενοι προλάβωσί τε τὰς εἰσβολὰς τούτων, ἢ θηράσωσιν
ἰχνηλατήσαντες, τὴν δημο σίαν ἵππον ἐπειδὴ καταλύσαιεν ἀπεκτόνασι, καὶ οὕτως
ἀπνευστὶ τὸν δρόμον συντείναντες Μακεδονίας τε ἐντὸς γίνονται, καὶ τὴν Ἁδριανοῦ
κατειληφότες ὥσπερ ἀκρόπολιν, ἔργου εὐθὺς ἔχονται.

'''6.103''' Ἐπεὶ δὲ συλλογῆς αὐτοῖς στρατευμάτων ἔδει, χρημάτων δὲ αὐτοῖς οὐχ
ὑπῆρχε παρασκευὴ, οὐδ' ἄλλο τι τὸ πεῖθον τοὺς ἡγεμόνας τῶν στρατοπέδων εἰς ταὐτὸ
συν αγαγεῖν τὰ στρατεύματα καὶ πρὸς τὰ ἐκείνων ὑπείκειν βου λεύματα, πρῶτα μὲν
λογοποιοὺς εὐθὺς ἁπανταχῆ καθιᾶσιν, οἳ δή που παρ' ἑκάστους τῶν στρατιωτῶν
παραγενόμενοι, ἐξεπίτηδες τὸν μὲν βασιλέα τεθνάναι διεβεβαίουν, τὴν δέ γε Θεοδώραν
ἐγκρατῆ γενομένην τοῦ κράτους, τὸν ἐκ Μα κεδονίας πρὸ πάντων αἱρεῖσθαι Λέοντα
συνετώτατόν τε ὁμοῦ καὶ δραστήριον καὶ λαμπρὰς ἔχοντα τοῦ ἄνω γένους τὰς ἀφορμάς·
εἶτα δὲ καὶ αὐτοὶ οἱ καθηγεμόνες τοῦ πλά σματος διὰ τῆς τοιαύτης μηχανῆς τὰ
πανταχόθεν τῆς ἑσπέρας ἐν ὀλίγαις δή τισιν ἡμέραις στρατόπεδα συναθροί ζουσιν· ἦν δὲ
οὐ τὸ πλάσμα μόνον τὸ συλλέξαν ἐκείνους, ἀλλὰ δή τι καὶ μῖσος αὐτοῖς
παρατρεφόμενον πρὸς τὸν αὐ τοκράτορα ἦν, ὅτι τε αὐτῶν βραχὺν λόγον ἐτίθετο, καὶ
ὑποπτεύσας αὐτοὺς ἀπό τινος γενομένης καινοτομίας, ἔμελλε κατὰ βραχὺ
τιμωρήσασθαι· διὰ ταῦτα πρὶν ἢ κατει λῆφθαι τούτους, προκαταλαβεῖν ἐκεῖνον ἔργον
ἐτίθεντο.

'''6.104''' Συλλεγέντες οὖν ἀθρόον καὶ παρ' ἐλπίδα, καὶ εἰς ταὐτὸ τὰς γνώμας
συνεληλυθότες, βασιλεύειν ἐπ' αὐτοῖς αἱροῦνται τὸν Λέοντα, καὶ ὁπόσα δὴ αὐτοῖς ὁ
καιρὸς ἐδίδου ἐπὶ τῇ ἀναρρήσει πλασάμενοι, διαπρεπεῖ ἐσθῆτι κοσμήσαν τες αἴρουσιν
ἐπ' ἀσπίδος· ὁ δὲ ἅπαξ ἐν τῷ σχήματι καταστὰς, ὡς ἤδη τοῦ πράγματος αὐτοῦ
τετυχηκὼς, καὶ οὐχ ὡς ἐπὶ σκηνῆς οἷον δραματουργῶν ἢ πλαττόμενος, ἀρχικῶς καὶ τῷ
ὄντι βασιλικῶς τῶν βασιλευσάντων κατ άρχει, βουλομένων κἀκείνων ἀκριβέστερον
αὐτῷ τὴν ἀρχὴν διευθύνεσθαι. Τὸ μὲν οὖν πολὺ πλῆθος, ἐπεὶ μήτε διανεῖ μαι εἶχε μηδὲ
χρήμασι καθυπάγειν, διά τε φόρων ἀνέσεως ὑπήκοον ἀπεργάζεται, καὶ τοῦ καθάπαξ
αὐτοὺς ἀφιέναι εἰς προνομὰς ἐξιέναι, καὶ κέρδος ἅπαν οἰκεῖον τὸ ἀναλι σκόμενον
τίθεσθαι· τῶν δέ γε ἐν τέλει καὶ τῆς πρώτης βουλῆς ἅπαξ ἀρχαιρεσιάσας, τοὺς μὲν
ἡγεμόνας τῶν στρατευμάτων ποιεῖ, τοὺς δὲ ἐγγὺς ἱστᾷ τοῦ βασιλικοῦ βή ματος, καὶ
ἄλλοις τὰς πρώτας βουλὰς ἀνατίθεται, καὶ ξύμπαντας, ὡς αὐτῷ τε κἀκείνοις αἱρετὸν
ἦν, καταλλήλως ἑκάστῳ τοῖς πράγμασι διελόμενος, τῆς πρὸς τὴν Πόλιν εὐθὺς πορείας
εἴχετο. Οὕτω γὰρ αὐτοῖς ἐβούλετο ἀθρόον προκαταλαβεῖν τὰς γνώμας τοῦ
αὐτοκράτορος, καὶ πρὶν ἢ τὸ τῆς ἑῴας ἐπ' αὐτοὺς μετακινῆσαι στρατόπεδον, ἐπ' ἐκεῖνον
τούτους μετακινήσασθαι· ᾤοντο δὲ μηδὲ τοὺς ἐν τῇ Πόλει τῷ βασιλεῖ προσθήσεσθαι,
τούτοις δὲ ἀντιστή σεσθαι, δι' ὀργῆς τε τὸν αὐτοκράτορα ἔχοντας, ἐπειδὴ καὶ
καινοτομεῖν τι κατ' αὐτῶν ἤρξατο, καὶ τὴν προεδρίαν αὐτοῦ δυσχεραίνοντας, καὶ
βουλομένους στρατιώτην ἰδεῖν αὐτοκράτορα, σφῶν τε προκινδυνεύοντα καὶ τὰς
ἐπιδρομὰς τῶν βαρβάρων ἀνείργοντα.

'''6.105''' Ἀμέλει καὶ πρὶν ἢ προσπελάσαι τοῖς τείχεσι, πολλή τις αὐτοῖς μερὶς κατὰ
τὴν πορείαν ἐθελουσίοις ὁρμαῖς προσετίθετο, πληθύς τε στρατιωτικὴ ἀπὸ τῶν
ὑψηλοτέρων μερῶν προσεγίνετο, καὶ τὰ μέχρι τῆς Πόλεως κατάντη πάντα πρὸς τὸν
σκοπὸν καὶ ἐπίφορα. Καὶ τὰ μὲν ἐκείνων τοιαῦτα, τῷ δὲ αὐτοκράτορι εἰς τοὐναντίον
περιειστήκει τὰ πράγματα· οὔτε γὰρ οἰκεῖον στράτευμα, οὔτε συμμαχικὸν αὐτοῦ που
συνείλεκτο, εἰ μή τις ὀλίγη μερὶς ξενικὴ, ὁπόση τις εἴωθεν ἐφέπεσθαι ταῖς βασιλείοις
πομπαῖς· ὅ γέ τοι τῆς ἑῴας στρατὸς οὐδὲ κατεσκήνουν ἐφ' ἑαυτῶν ἕκαστοι, ἵνα δή τι καὶ
κατὰ σύνθημα ταχὺ συλλεγέντες βοηθήσαιεν τῷ αὐτοκράτορι κινδυνεύοντι, ἀλλ' ἐς τὰ
βαθύτερα τῆς Ἰβηρίας ἐστρατοπεδεύκεισαν, ἐπιδρομήν τινος βαρβάρου ἀνα
κρουόμενοι· διὰ ταῦτα ἀπολώλεισαν τῷ βασιλεῖ αἱ ἐλπίδες, καὶ τοσοῦτον μόνον
ἀνέπνει, ὁπόσον αὐτὸν ἡ τοῦ τείχους περιβολὴ διεζώννυεν· ὅθεν περὶ τοῦτο ἐπόνει, τά
τε κατερ ρᾳθυμημένα τῶν μερῶν ἀνακτώμενος καὶ λιθοβόλοις κατα πυκνῶν
μηχανήμασιν.

'''6.106''' Ἔτυχε δέ πως αὐτῷ τηνικαῦτα καὶ τὰ ἄρθρα ἐς τοσοῦτον νοσήσαντα, ὡς
τάς τε χεῖρας αὐτῷ πάντη διαλε λύσθαι, τούς τε πόδας μετὰ τοῦ μὴ βαδίζειν δύνασθαι,
ἔτι τε καὶ ἀλγηδόσι σφοδραῖς διατείνεσθαι· ξυμπεπονήκει δὲ αὐτῷ καὶ ἡ γαστὴρ
διαρρυεῖσα καὶ πάντη διαφθαρεῖσα, καὶ τὸ σύμπαν δὲ αὐτῷ σῶμα τηκεδών τις
ὑπεσμύχετο καὶ δι εβόσκετο, ὥστε μήτε προϊέναι δύνασθαι, μήτε δὴ τοῖς πολ λοῖς εἰς
ὁμιλίαν καθίστασθαι. Ἔνθεν τοι καὶ ἡ τῆς Πόλεως πληθὺς τεθνηκέναι οἰηθέντες
ἐκεῖνον, κατὰ πλῆθος ἐπὶ μέρους ξυνιόντες περὶ τοῦ δεῖν ἐντεῦθεν ἀποδράσασθαι καὶ
πρὸς τὸν τύραννον ἀπιέναι βουλὴν ἐποιοῦντο· ὅθεν καὶ παρὰ φύσιν ὁ αὐτοκράτωρ
κατεβιάζετο ὁμιλεῖν τε τοῖς πολ λοῖς ἐκ διαστήματος, ἢ καὶ πόρρωθεν ὁρᾶσθαι, καὶ ὅτι
μὴ ἐτεθνήκει διαβεβαιοῦσθαι τοῖς σχήμασι.

'''6.107''' Τοῦτο μὲν οὕτως εἶχε, καὶ ὁ τύραννος πνεύμα τος δίκην διαδραμὼν μετὰ
παντὸς τοῦ στρατεύματος αὐτοῦ που πρὸ τῆς Πόλεως ἐναυλίζεται, καὶ ἦν τὸ γιγνόμενον
οὐ πόλεμος, οὐδ' ἀντίστασις, ἀλλὰ πολιορκία καθαρὰ καὶ τειχο μαχία. Ἐγὼ γοῦν καὶ
στρατιωτῶν αὐτῶν καὶ πρεσβυτέρων ἀνδρῶν ἐνίων ἀκήκοα, ὡς οὐδεὶς ποτὲ τῶν
τυραννευσάντων εἰς τοῦτο τόλμης ἐλήλυθεν, ὥστε καὶ μηχανήματα πρὸ τῆς Πόλεως
στῆσαι παρασκευάζεσθαι καὶ τόξα τείνειν ἐπὶ τὰς ἐπάλξεις, τὴν πᾶσαν περιβολὴν τῶν
τειχῶν ἔξωθεν στρατῷ περιζωννύων· ἔκπληξις οὖν κατεῖχε καὶ θόρυβος ξύμπαν τας,
καὶ ἁλώσιμα πάντα ἐδόκει γενήσεσθαι. Ὁ δέ γε τύραν νος τέως μὲν βραχύ τι πρὸ τῶν
τειχῶν γεγονὼς, χάρακά τε βάλλεται καὶ στρατοπεδεύει λαμπρῶς, καὶ βραχύ τι μέρος
ἐπ' αὐτοῦ τῆς νυκτὸς αὐλιζόμενος, τὸ λοιπὸν αὐτός τε ἐξιππασάμενος καὶ ταῖς δυνάμεσι
τοῦτο παρακελευσά μενος, τό τε ψιλὸν διατάξας, βάδην τε προϊὼν, κατ' αὐτὸ τὸ
περίορθρον πρὸ τῶν τειχῶν ἀθρόοι καθίστανται, οὐ συμμίγδην, οὐδὲ κατὰ πλῆθος
συνειλεγμένοι, ἀλλὰ στρατιωτι κῶς διεσκευασμένοι καὶ πολέμου σχῆμα διατυπώσαντες·
καὶ ἵνα δὴ ὡς ἀπειροπολέμους ἡμᾶς καταπλήξαιεν, ἐσιδη ροφόρησαν ξύμπαντες, οἱ μὲν
ἐντελέστεροι καὶ περικνημῖσι καὶ θώραξιν ἑαυτοὺς καθοπλίσαντες καὶ τὴν ἵππον κατά
φρακτον στήσαντες, οἱ δ' ἄλλοι ὡς εἶχον ἕκαστοι καθωπλίσθησαν.

6.108 Αὐτὸς μὲν οὖν ὁ τύραννος λευκοῦ ἐπιβεβηκὼς ἵππου, τὸ μεσαίτατον εἶχε
τῆς φάλαγγος ἅμα τοῖς τῶν ἱππέων ἐπιλέκτοις καὶ τῇ κρείττονι στρατιᾷ· περιΐστατο δὲ
αὐτὸν καὶ ψιλὸν, ἑκηβόλοι ξύμπαντες καὶ κοῦφοι καὶ εὔδρομοι, ἡ δὲ λοιπὴ φάλαγξ
ἑκατέρωθεν διειστήκεισαν ὑφ' ἡγεμόσι παραταττόμενοι, οἱ δὲ λόχοι τὸ σχῆμα
φυλάττοντες οὐ σὺν ἑκκαίδεκα ἀλλὰ σὺν ἐλάττοσι διῄρηντο, ἵν' ἐς μῆκος αὐτοῖς
ἐκτείνοιτο ἡ πληθὺς, ὅθεν οὐδ' ἐπυκνοῦντο, οὐδὲ συνήσπιζον· τὸ δὲ κατόπιν πλῆθος
πολύ τι καὶ δυσαρί θμητον τοῖς ἐκ τῶν τειχῶν ἔδοξε· διῄρηντο γὰρ κἀκεῖνοι, ἅμα δὲ
καταθέοντές τε καὶ διϊππεύοντες οὐ μᾶλλόν τι ἰσχὺν παρατάξεως ἢ φαντασίαν πλήθους
παρεῖχον.

'''6.109''' Ἐκεῖνοι μὲν οὕτως· ὁ δέ γε αὐτοκράτωρ πολιορ κούμενος ἔσωθεν, ἵνα τέως
ὀφθείη τῷ ἐναντίῳ στρατεύματι ζῶν, ἐσθῆτι βασιλικῇ κοσμηθεὶς ἐπί τινος
προβεβλημένου τῶν ἀνακτόρων οἰκήματος ἅμα ταῖς βασιλίσι καθῆστο, ὀλίγον μὲν
ἐμπνέων, βραχὺ δ' ἀναστένων, καὶ τοσοῦτον ὁρῶν τοῦ στρατεύματος ὁπόσον εἱστήκει
ἐγγύς τε καὶ κατὰ μέτωπον. Οἳ δ', ἐπειδὴ ἀγχοῦ που τῶν τειχῶν γενόμενοι διετάξαντο,
τὰ μὲν πρῶτα τοὺς ἐπὶ τοῖς τείχεσιν ἑστηκότας ὧν τε παρὰ τοῦ βασιλέως δεινῶν
ἐπεπόνθεισαν καὶ ὧν, εἰ μὲν ἁλοίη ἀπαλλαγήσονται, εἰ δ' ἀφεθείη πείσονται, ἀνεμί
μνῃσκον κατὰ μέρος, καὶ ἠξίουν τὰς πύλας τε αὐτοῖς ὑπ ανοῖξαι καὶ εἰσδέξασθαι ἐπιεικῆ
καὶ χρηστὸν αὐτοκράτορα, φιλανθρώπως τε αὐτοῖς χρησόμενον καὶ τὸ Ῥωμαίων κράτος
τοῖς κατὰ τῶν βαρβάρων πολέμοις τε καὶ τροπαίοις αὐξήσοντα.

'''6.110''' Ἐπεὶ δὲ οὐδὲν αὐτοῖς εὔφημον πρὸς οὓς ὁ λόγος ἀνταπεκρίναντο, ἀλλὰ
πάσαις μὲν ὕβρεσι, πάσαις δὲ ἀτι μίαις αὐτούς τε καὶ τὸν ἐπ' αὐτοῖς τυραννοῦντα
κατέπλυ ναν, τὰς ἐκ τοῦ πλήθους ἐλπίδας καθάπαξ ἀπογνόντες, ἀπαισίους ἀπερρίπτουν
ἐπὶ τὸν βασιλέα φωνὰς, νῦν μὲν τὴν τοῦ σώματος αὐτῷ προσονειδίζοντες πάρεσιν, νῦν
δ' ἐναγῆ ἀποκαλοῦντες καὶ πρὸς οὐχ ὁσίας ἀποκλίναντα ἡδονὰς, νῦν δὲ Πόλεως
ὄλεθρον καὶ δήμου φθορέα, νῦν δ' ἄλλο τι τῶν ἀτοπωτάτων ἐπισυνείροντες τούτῳ καὶ
καθ υβρίζοντες· οἱ δὲ πλείους τῶν Μακεδόνων, δῆμος ὄντες αὐθαδείᾳ χαίροντες καὶ
θρασύτητι, καὶ οὐ στρατηγικῆς ἀφελείας ἀλλὰ πολιτικῆς βωμολοχίας ὄντες ἐθάδες, τῶν
ἵππων τε οἱ πλείους ἀπέβαινον, καὶ χορείας εἰς τοὐμφανὲς συνιστῶντες, αὐτοσχεδίους
ἐποιοῦντο κωμῳδίας τῷ αὐτοκράτορι, τὴν γῆν τῷ ποδὶ σὺν ῥυθμῷ καὶ μέλει ἐπικροτοῦντες
καὶ κατορχούμενοι. Ὁ δ' ἐπειδὴ τούτων τὰ μὲν ἑώρα, τὰ δὲ ἤκουεν, εἱστήκειν δ'
ἐγὼ πλησίον αὐτῷ, τὰ μὲν ἐν δεινῷ τῶν λεγομένων ποιούμενος, τὰ δὲ λόγοις παραμυ
θούμενος, οὐκ εἶχεν ὅ τι καὶ δράσειεν, τὴν ἐπὶ τῶν ἔργων αἰσχύνην ἐπὶ τῶν παρ'
ἐκείνων ὑφιστάμενος λόγων.

'''6.111''' Τῶν δέ γε πολιτῶν ἔνιοι ἐκτὸς τοῦ τείχους γενό μενοι τὴν ἵππον ἀνεῖργον
αὐτοῖς, οἱ μὲν λίθους ἀπὸ σφεν δόνης ἀπορριπτοῦντες, οἱ δ' ἐπιτοξάζοντες· οἱ δὲ καὶ
φυγὴν ἐπιτετηδευμένην πλασάμενοι, ἐπειδὴ κατόπιν θέειν αὐτοὺς ἐξηπάτησαν, ἀθρόον
ἐπιστραφέντες, ξίφεσι, δόρασιν ἀνῃρήκασι. Καί τις τῶν παρ' ἐκείνοις ἀφ' ἵππου τοξεύειν
εἰδὼς, τοὺς ἡμετέρους λαθὼν ὀφθαλμοὺς πρὸς τοῖς τείχεσί τε γίνεται, καὶ καταντικρὺ
τοῦ βασιλέως ἐπὶ μέτωπον τὴν τοῦ τόξου ἑλκύσας νευρὰν, ἐπ' αὐτὸν τὸ βέλος ἀφίησι· τὸ
δὲ τὸν μεταξὺ ἀέρα εὐπετῶς περιπτυξάμενον, βραχύ τι παρεκνεύσαντος τοῦ
αὐτοκράτορος, μειράκιον οὐκ ἀνώνυ μον τῶν ἐκείνου κατευναστήρων βραχύ τι
παραξέει τὴν πλευρὰν παρελάσαν, καὶ ἡμεῖς τῷ φόβῳ ἐπάγημεν, ὅ τε αὐτοκράτωρ τὴν
καθέδραν διήμειψε καὶ πορρωτέρω τοῦ πολεμικοῦ ἐγεγόνει συστήματος. Οἱ δ'
ἐπορθρευσάμενοι, ὥς μοι εἴρηται, μέχρις αὐτῆς μεσημβρίας, τὰ μὲν εἰπόντες, τὰ δ'
ἀκούσαντες, καὶ νῦν μὲν θωπεύσαντες ἡμᾶς, νῦν δ' ἀπειλήσαντες, τοὺς ἵππους
παραγαγόντες ἐπὶ τὸν χά ρακα ᾔεσαν, μηχανάς τε παρασκευάσαντες καὶ τὴν Πόλιν
πάλιν πολιορκήσαντες ἄντικρυς.

'''6.112''' Ὁ δέ γε βασιλεὺς, ἐπειδὴ καθ' ἑαυτὸν ἐγεγόνει, δεινὸν ποιεῖται εἰ μή τινας
αὐτοῖς στρατιώτας σχεδιάσοι, ἀποταφρεύσοι τε τούτοις τὰς εἰσβολὰς καὶ ἀποτειχίσοι
τὴν εἴσοδον, πόρρω τε στήσοι ὥστε μὴ τῶν λεγομένων ἀκούειν, μηδ' ἐμφορεῖσθαι τῶν
ὕβρεων· καὶ τοῦτο δὴ πρῶτον κακῶς λογισάμενος, εἶτα δὲ καὶ πρός τινας τῶν
ἀπειροπολέμων ἐξενεγκὼν, ἐπειδὴ τοῖς πολλοῖς τὸ δόξαν ἤρεσεν, πρῶτα μὲν
διερευνᾶται τὰ δεσμωτήρια καὶ εἴ πού τι φῦλον παρὰ τούτοις στρατιωτικὸν
κατακέκλειστο, τούτους ἐξενεγκών τε καὶ καθοπλίσας, τόξα τε δοὺς καὶ δοράτια,
ἑτοιμάζει πρὸς πόλεμον· ἔπειτα πλῆθος πολιτικῶν οὐκ ὀλίγων (ἐθελονταὶ δὲ οὗτοι τοῖς
λόχοις ἑαυτοὺς ἐνεδίδοσαν, ὥσπερ τι τῶν ἄλλων καὶ τὸν πόλεμον παίζοντες), τῷ λοιπῷ
στίφει συν αριθμεῖ· καὶ διὰ πάσης τῆς νυκτὸς <τὸν> περὶ τῆς Πόλεως τόπον
περιταφρεύσας, χάρακα ἐκεῖσε ἱδρύεται· καὶ ἅμα πρωῒ, πρὶν ἢ τοὺς πολεμίους ἐπιστῆναι
τῷ Ἄστει, τὴν λογάδα τῶν παρ' ἡμῖν διατάξας καὶ κατ' ἀντικρὺ στήσας ἐκείνοις, τὸ μὲν
ἱππέων μερίδας, τὸ δὲ συντάξεις ψιλῶν, ὅπλοις τε σκεπαστηρίοις πάντας
περιφραξάμενος κατὰ λόχους ξύμπαντας ἵστησι, καὶ αὐτὸς αὖθις ἐν μετεώρῳ καθίσας ἐξ
ἀπόπτου ἐγνώκει τὸ μέλλον ἰδεῖν.

'''6.113''' Τούτων δὲ οὐδὲν ᾔδεσαν οἱ πολέμιοι, ἀλλ' ἐπει δὴ πλησιάσαντες ἀθρόοις
τοῖς καθ' ἡμᾶς λόχοις ἐντετυ χήκεσαν, πρῶτα μὲν τοὺς χαλινοὺς ἐπισχόντες ἠξίουν
μαθεῖν ὁπόθεν ἡμῖν ἀθρόον οὕτω συνελέγη τὸ στρατόπεδον· ἐδεδοίκεσαν γὰρ μή τις ἀπὸ
τῆς ἑῴας μερὶς ἐπιβοηθήσασα παραγέγονεν· ἐπεὶ δὲ ἐγνώκεισαν ὅτι ἀγυρτικὸς ὄχλος αἱ
παρ' ἡμῖν δυνάμεις τυγχάνουσιν ὄντες, τήν τε ταφρίαν οὐδὲν ἔχουσαν βαθὺ καὶ
δύσβατον ἐθεάσαντο, τῆς τοῦ κρα τοῦντος ἀβελτερίας καταγελάσαντες, καὶ τοῦτον εἶναι
αὐ τοῖς τὸν ἐπιζητούμενον καιρὸν ἐγνωκότες, συνησπικότες ἀλλήλοις καὶ τὸ ἐνυάλιον
ἀλαλάξαντες, ἀθρόοι κατ' ἴσον εἰσβαλόντες τοῖς ἵπποις καὶ ῥᾷστα τὴν ταφρίαν ὑπερπη
δήσαντες, τρέπουσί τε εὐθὺς τοὺς τέως συντεταγμένους, καὶ κατὰ νώτου τούτοις
γινόμενοι ἄρδην ἀνῄρουν τὰ μὲν ξίφεσι, τὰ δὲ δόρασιν· οἱ δὲ πλείους ὑφ' ἑαυτῶν
συνωθού μενοι καὶ τῶν ἵππων ἐξολισθαίνοντες αὐτοῦ που συνεπα τοῦντο καὶ
διεφθείροντο· ἔφευγον δὲ οὐ μόνον ὅσοι τοῦ Ἄστεως ἐκτὸς ἐγεγόνεισαν, ἀλλὰ δὴ καὶ
ὅσοι πρὸς τῷ βασιλεῖ ἑστῶτες ἐτύγχανον· ᾤοντο γὰρ αὐτίκα τὸν τύραν νον εἰσιέναι καὶ
πάντας διαφθαρήσεσθαι.

'''6.114''' Καὶ εἴ τις τοὺς τῆς προνοίας λόγους ἐάσειε, οὐδὲν ἦν ἐμποδὼν ἐκείνοις
ἐντός τε τῶν τειχῶν γενέσθαι καὶ τοῦ ἐφετοῦ τυχεῖν ἐλευθέρως· οἵ τε γὰρ ταῖς τῶν
τειχῶν εἰσόδοις ἐφεστηκότες τὴν φρουρὰν ἀφέντες, ἐζή τουν ὅπη τις ἐκείνους
φρουρήσειε· ἥ τε Πόλις ξύμπασα, οἱ μὲν εἰς αὐτοὺς ἀνακεχωρήκεσαν, οἱ δ' ὑπαντῆσαι τῷ
τυράννῳ προεθυμήθησαν· ἀλλ' οὗτος τὴν εἴσοδον ἅπαξ ἀποδειλιάσας, ἢ μᾶλλον
τεθαρρηκὼς ὡς παρ' ἡμῶν εἰς τὴν βασιλείαν παρακληθείη καὶ ὑπὸ προηγουμένῳ φωτὶ
καὶ βασιλείῳ πομπῇ ἀναχθείη εἰς τὰ βασίλεια, τὴν μὲν εἴσοδον ἐς αὔριον ἀναβάλλεται,
παρελαύνων δὲ τὸν ἵππον ἐφ' ἕκαστα τὰ μέρη τῶν οἰκείων δυνάμεων, μηδένα παίειν
ἐβόα, μηδὲ πληροῦσθαι φόνου συγγενικοῦ, κἂν εἴ τινα ἴδοι τὸ ἀκόντιον ἐπισείοντα ἢ τῷ
δόρατι βαλεῖν ἐθέλοντα τὸν ἀγχοῦ, ἐπεῖχε τὴν χεῖρα καὶ ἠλευθέρου τὸν φεύγοντα.
6.115 Ὁ τοίνυν βασιλεὺς, μόνος δὲ ἄρα καταλέλειπτο ὡς αὐτίκα τεθνηξόμενος,
ἐπειδὴ τούτων ἤκουσε τῶν φωνῶν, καὶ τὸν τύραννον εἶδε τοὺς φόνους ἀποτρεπόμενον·
«Τοῦτό με μόνον τῶν ἄλλων θράττει δεινῶς (πρὸς ἐμὲ στρα φεὶς), ἔφησε, ὅτι τυραννεῖν
ὁ δεινὸς ἀνὴρ ἐπιβαλλόμενος, φιλανθρώπους ἀφίησι καὶ ἡμέρους φωνάς· δέδοικα γὰρ
μὴ ἐντεῦθεν τὴν θείαν ἑαυτῷ συνεπισπάσηται δύναμιν».
'''6.116''' Τῆς δ' ἀδελφῆς ἀποδυρομένης, φημὶ δὴ τῆς πρεσβυτέρας (ἡ γὰρ Εὐπρεπία
ὑπερορίαν καταδεδίκαστο), καὶ φυγεῖν αὐτὸν προτρεπούσης, εἴς τινά τε τῶν θείων
ναῶν καταφυγεῖν, ταυρηδὸν πρὸς αὐτὴν ἀποβλέψας· «Ἀπα γέτω τις αὐτὴν, ἔφησεν, εἴ
τις ἡμῖν καταλέλειπται, ἵνα καθ' ἑαυτὴν τὸν θρῆνον ποιοῖτο, καὶ μὴ τὴν ἐμὴν καταμαλ
θακίζοι ψυχήν· τὸ γὰρ εὐτύχημα, φησὶ, τῷ τυράννῳ (πρὸς ἐμὲ αὖθις ὑποστραφεὶς) τὴν
τήμερον περιώριστο· τὸ δέ γε λοιπὸν, ὥσπερ ψάμμου ὑποπασθείσης αὐτῷ, πρὸς τοὐναν
τίον χωρήσει τὰ πράγματα».

'''6.117''' Ὁ μὲν οὖν τύραννος ταῦτα διαπραξάμενος, αἰχμαλώτους τε οὐκ ὀλίγους
ζωγρήσας, συντεταγμένος ἐπὶ τὸν χάρακα ἄπεισιν· ὁ δέ γε αὐτοκράτωρ οὐδὲν αὖθις
καινο τομήσειν ἐπ' ἐκεῖνον ἐσκέψατο, ἀλλὰ τὰς τῶν τειχῶν εἰσ όδους καθαρμοσάμενος,
τό τε πλῆθος δημαγωγήσας τῆς Πόλεως καὶ τῆς προλαβούσης αὐτοὺς εὐνοίας
ἀποδεξάμενος, τῆς δέ γε μελλούσης ἔπαθλα ὥσπερ ἐπ' ἀγωνίαις προ θεὶς, εὐπετῶς τὴν
πολιορκίαν διήνεγκεν· ὁ δέ γε τύραννος τὴν νύκτα μόνην ἐκείνην ἐπὶ τοῦ χάρακος
αὐλισάμενος, ἐπειδὴ ὄρθρος ἐγεγόνει, τὰς δυνάμεις ἀναλαβὼν ὡς ἐπὶ προκειμένην τὴν
βασιλείαν συνήλαυνε, τούς τε αἰχμαλώ τους δεσμίους ἀπαγαγὼν πρὸ τῶν τειχῶν ἵστησι,
διδάξας ὅ τι δὴ πρὸς τὸν καιρὸν φθέγξαιντο· οἱ δὲ διαστάντες, ἐλεει νοὶ καὶ ταῖς φωναῖς
καὶ τοῖς σχήμασι, πρὸς μὲν τὸν βασι λέα οὐδένα ἐποιοῦντο λόγον, τὸ δέ γε πλῆθος
ἠξίουν μὴ καταφρονῆσαι ὁμοφύλου καὶ συγγενικοῦ αἵματος, μηδὲ θέλειν τοῖς
ὀφθαλμοῖς αὐτοὺς ἐπιδεῖν ἐλεεινὸν θέαμα, ὥσπερ ἱερεῖα μελιζομένους, μηδ' εἰς
τοσοῦτον ἡμᾶς ἀτυ χίας ἐλάσαι ὥστε τοιούτου καταφρονῆσαι αὐτοκράτορος, ὁποῖος
οὐδεὶς ἐγεγόνει τῶν πάντων, οὗ δὴ αὐτοὶ πεπείρα νται ἀκριβῶς· ἐξὸν γὰρ ἄχρι τοῦ νῦν
ἀναιρήσειν αὐτοὺς καὶ διαχρήσασθαι ὡς πολεμίους, ὁ δὲ ἄχρι τοσούτου ἀναβάλλεται
τὴν σφαγὴν, ἡμῖν τὰς ἐκείνων ψυχὰς χαριζόμενος· πρὸς τούτοις καὶ τὰ περὶ τοῦ παρ'
ἡμῖν βασιλέως ἐπετρα γῴδουν δεινὰ, καὶ ὡς κατ' ἀρχὰς τὰς ἐλπίδας τῆς Πόλεως ἐπάρας
εἰς τοὔσχατον, ἐκ τῶν νεφῶν ἀφῆκεν ἐπὶ κρημνόν. Τὰ μὲν τῶν αἰχμαλώτων ὡς ἐπὶ
κεφαλαίῳ τοιαῦτα, αἱ δὲ παρὰ τοῦ δήμου φωναὶ ὁποῖαι καὶ πρότερον.

'''6.118''' Εἶτα δὲ καί τι τοιοῦτον ἐπισυμβεβήκει· λίθων ἀξιόλογα βάρη ἀπὸ τῶν
ἐντὸς τειχῶν ἐπὶ τοὺς πολεμίους ἐπετοξεύοντο, κατευστόχουν δὲ οὐδενὸς, ἀλλὰ τοῦ
σκοποῦ ἀπερριπτοῦντο ἐντός· τηνικαῦτα δὲ εὐτονώτερον οἱ ἀνθέλ κοντες τὸ μηχάνημα,
τὴν σφενδόνην ἀντανακλάσαντες, λίθον τινὰ τῶν ἁδροτέρων κατ' αὐτοῦ τοῦ τυράννου
ἐπιρρί πτουσι, καὶ τούτου μὲν ἀποτυγχάνουσι, φυγὴν δὲ καὶ πτοίαν ἐκείνῳ τε καὶ τοῖς
περὶ αὐτὸν ἐμβάλλουσιν· ὅθεν ἅπαξ κατα σεισθέντες τῷ δέει καὶ πρὸς ἑαυτοὺς
συγχυθέντες, τόν τε συνασπισμὸν ἔλυσαν καὶ πρὸς τὸν χάρακα ὑποστρέφουσιν.

'''6.119''' Ἐντεῦθεν αὐτοῖς εἰς τοὐναντίον κεχωρήκει τὰ πράγματα, καὶ βραχύ τι
ταῖς ἐλπίσι μετεωρισθέντες, εἰπεῖν δὲ καὶ τῷ πάσχοντι τοῦ καιροῦ, ταχὺ κατωλίσθησάν
τε καὶ διερρύησαν· οὐκ ἔτι γοῦν αὖθις τῷ τείχει τῆς Πόλεως προσεπέλασαν, ἀλλ' ὀλίγας
τινὰς ἐν ᾧ κατεσκήνωσαν ἡμέ ρας διαυλισάμενοι, παλινδρομοῦσιν ὅθεν προσήλασαν, οἱ
πλείους ἀσύντακτοι καὶ ὡς φυγάδες· τηνικαῦτα γοῦν εἴ τινες αὐτοῖς ἑκκαίδεκα ἢ
πλείους ὀλίγῳ ἱππόται ἐφάνησαν κατὰ νώτου γενόμενοι, οὐδὲ πυρφόρος ἂν ὑπελείφθη
τῷ διεσπαρμένῳ ἐκείνῳ στρατοπέδῳ καὶ ἀσυντάκτῳ. Ἀλλ' ὁ αὐτοκράτωρ, καίτοι γε τὴν
τούτων φυγὴν προειδὼς, οὐκ ἐπεχείρησε τῇ διώξει, ἀλλ' ἐπέσχεν αὐτὸν τὸ πρότερον
δέος, καὶ διὰ ταῦτα κρίσιν οὐκ ἔλαβεν τοῦ καιροῦ.

'''6.120''' Ἡμῖν μὲν οὖν καὶ ἡ ἐκ τοῦ χάρακος ἀναχώρησις τρόπαιον περιφανέστατον ἔδοξε,
καὶ τὸ τῆς Πόλεως πλῆθος ἐκεῖσε χυθέντες πλείστοις ἐφοδίοις τῶν αὐτόθι κατασκηνωσάντων ἐπιτυγχάνουσιν· οὐ γὰρ εἶχον αὐτὰ τοῖς ὑποζυγίοις ἀναθέσθαι τε καὶ ἐπιφορτίσασθαι, πλείονα ποιούμενοι λόγον ὅπως ἂν λάθοιεν ἐκεῖθεν ὑποχωρήσαντες, ἢ τοῦ πλουσίως καὶ ἐμπαρασκεύως
ποιήσασθαι τὴν φυγήν· ἐπεὶ δὲ ἀνακε χωρήκεσαν, δι' ὀργῆς εὐθὺς εἶχον τὸν ἄγοντα, καὶ
ἕκαστος τῷ καθ' ἑαυτὸν δέει φεύγειν ἐκεῖνον ὡρμημένος, τῷ πρὸς ἀλλήλους φόβῳ καὶ
τῷ δυσεπιτεύκτῳ τοῦ πράγματος αὖθις συνείχετο. Τέως γοῦν ὅσους ὁ καιρὸς ἐδίδου
λαθεῖν, ἀπνευστὶ πρὸς τὸν αὐτοκράτορα καὶ τὴν Πόλιν κατέθεον, οὐ τῶν ἐν πλήθει
μόνον στρατιωτῶν, ἀλλὰ καὶ τῶν ἐν τέλει καὶ τῶν στρατηγούντων. Τῷ δὲ τυράννῳ καὶ
δεύτερόν τι, καὶ τρίτον, καὶ ἄλλο ἐπ' ἄλλῳ προκεχωρήκει κακόν· τοῖς γὰρ πρὸς ἑσπέραν
προσβαλὼν φρουρίοις, εὐαλώτοις ἄλλως τῇ τε τοῦ τόπου ἐπιτηδειότητι καὶ τῇ τῶν
τειχῶν διαιρέσει, τῷ μὴ προσδοκᾶν πολλοῦ χρόνου πολέμιον, οὐδὲν τούτων ὤφθη ἐκ
πολιορκίας παραστησάμενος, τῶν προστεταγμένων τειχομα χεῖν οὐ τοῦ πολιορκεῖν
λόγον ἐχόντων, ἢ τοῦ παλινδρομεῖν, καὶ τοῦτο αὐτὸ δεικνύειν τοῖς πολιορκουμένοις,
ὅτι μὴ βού λοιντο ἐκείνοις ἐναντιοῦσθαι, εἰ μὴ ὅσον ταῖς προσελάσεσι καὶ τοῖς
σχήμασιν.

'''6.121''' Ὁ μὲν οὖν τυραννήσας οὕτως αἰσχρῶς τῆς μεγάλης Πόλεως ἀπαλλάττεται,
καὶ ἔτι αἴσχιον τοῖς ἐφεξῆς φρουρίοις προσβαλὼν ἀνεκρούετο· ὁ δέ γε αὐτοκράτωρ καὶ
τὰς δυνάμεις ἐκ τῆς ἑῴας ἀνακαλεῖται, καὶ, ἐπειδὴ τάχιστα ἐπανεληλύθεσαν, κατὰ τῶν
ἑσπερίων ὁμοφύλων ὁμοῦ καὶ βαρβάρων ἀφίησιν· οἱ δ' ἐπειδὴ ἐγνώκεσαν τὴν τῶν
ἑῴων στρατευμάτων ἐπέλευσιν, οὐκ ἔτι βουλὴν περὶ τοῦ μάχεσθαι ἢ μὴ ἐποιήσαντο
πρὸς αὐτοὺς, ἀλλὰ διασπαρέντες εὐθὺς καὶ κακῶς εἰπόντες τὸν τύραννον, οἱ μὲν ἐπ'
οἴκου παλινοστοῦ σιν, οἱ δέ γε πλείους τῷ αὐτοκράτορι προσερρύησαν, πολλὰ πρότερον
ὀμωμοκότες καὶ καθ' ἱερῶν τὰ πιστὰ δόντες, ὥστε σὺν ἀλλήλοις καὶ μετ' ἀλλήλων ἐπὶ
τοῖς τοῦ τυραννεύσαν τος ἀποθανεῖν ὀφθαλμοῖς, ἀλλὰ τηνικαῦτα τῷ δέει παγέν τες
ἐλάχιστα τῆς συνωμοσίας ἐμέμνηντο.

'''6.122''' Εἷς δὲ τῶν πάντων, συστρατιώτης ἄνωθεν τῷ τυράννῳ, Ἰωάννης τὸ ὄνομα,
τὴν προσηγορίαν Βατάτζης, ἀνὴρ κατά τε σώματος φύσιν καὶ χειρῶν ἀκμὴν τοῖς θρυλ
λουμένοις ἐκείνοις ἐφάμιλλος ἥρωσι, μέχρι παντὸς παρα μεμενήκει τῷ τυραννεύσαντι·
ἀμέλει καὶ φυγόντι καὶ εἰς θεῖον καταπεφευγότι ναὸν συμπέφευγέ τε καὶ συγκατέφυ
γεν, ἐξὸν ἐκεῖνον λιπεῖν καὶ τὰς πρώτας ἔχειν τιμὰς, ὁ δὲ ἀλλ' ἐν δευτέρῳ τἄλλα
θέμενος τὴν ἐπὶ τοῖς ὅρκοις πίστιν οὐ διεψεύσατο. Οἱ μὲν οὖν ἔς τι τῶν ἱερῶν ἀδύτων
καταπε φεύγασι, καὶ τὰ ξίφη σπασάμενοι ἠπείλουν ἀποκτενεῖν ἑαυτοὺς, εἴ τις ἐκεῖθεν
σὺν βίᾳ ἀπάγειν αἱροῖτο· δι' ὅρκων γοῦν τὸ πιστὸν εἰληφότες ἐκεῖθέν τε ἐξῄεσαν καὶ
σφᾶς ἑαυτοὺς τῷ ἐγγυησαμένῳ παραδεδώκασιν· ἀλλ' ὁ μὲν τυραννεύσας εὐθὺς
καταπεπτώκει πρὸς τὸν καιρὸν, καὶ τοῦτο μὲν ἐλεεινὰς ἀφίει φωνὰς, τοῦτο δὲ πρὸς
λιπαρήσεις ἐτρά πετο, καὶ τοῦτο δ' ἄλλο τι ποιῶν τῶν μὴ γενναίων ἐδεί κνυτο· ὁ δέ γε
Βατάτζης οὐδὲ ἐν τοῖς δεινοῖς γεγονὼς ἐπι λέληστο τοῦ φρονήματος, ἀλλὰ σοβαράν τε
αὖθις εἷλκεν ὀφρὺν καὶ γενναῖος ὦπτο πᾶσι καὶ ἀκατάπληκτος.

'''6.123''' Ἐπὶ τούτοις ὁ αὐτοκράτωρ ἐβούλετο μὲν μηδενὶ τῶν ὅλων μνησικακῆσαι,
μηδέ τι δρᾶσαι τοὺς τετολ μηκότας δεινὸν, Θεῷ τε τοῦτο ἐπαγγειλάμενος καὶ τὰ φρι
κωδέστατα ἐπαρασάμενος ἑαυτῷ, εἰ μὴ πᾶσι τοῖς ἀντάρασιν αὐτῷ χεῖρα φανείη πρᾷος
καὶ ἵλεος· ἀλλ' ἐπειδὴ πρὸς τοῖς τείχεσιν οὗτοι ἐγένοντο, εὐθὺς ἐν μνήμῃ τῶν παρ'
αὐτοῖς τολμηθέντων γενόμενος, οὐκ ἔτι γνωσιμαχήσας, οὐδὲ τοὺς λογισμοὺς κατασχὼν,
ἀφαίρεσιν εὐθὺς αὐτοῖς τῶν ὀμμάτων καταψηφίζεται· κἀνταῦθα τοίνυν ὁ μὲν τύραννος
γοερὰν ἀφῆκε φωνὴν καὶ ἀγενῶς ἑαυτὸν ἀποδύρεται, ἅτερος δὲ τοσοῦτον εἰρηκὼς, ὅτι
στρατιώτην γενναῖον τὸ Ῥωμαίων κράτος ἀπόλλυσιν, ἐξυπτιάζει εὐθὺς τῷ ἐδάφει καὶ
γεν ναίως τὴν τιμωρίαν ὑφίσταται. Ἐπὶ τούτοις θρίαμβον ὁ βασιλεὺς μέγιστον τῶν
πώποτε θρυλλουμένων κατάγει, καὶ μέχρι τούτου στήσας τὴν ὁρμὴν τῆς ὀργῆς,
εὐμενέστατα πρὸς τοὺς ἐπιβουλεύσαντας διαλύεται.

'''6.124''' Ὃ δέ με πρὸ τῶν ἄλλων διέλαθεν, ὅπως ἐκεῖ νος ἔσχεν εὐθὺς βασιλεύσας
τοῦ σώματος, ἐξ οἵας τε ἀκμῆς καὶ εὐτονωτάτης ἰσχύος εἰς ἐναντίαν ἕξιν μετήμειπτο,
ὅπως τε ὥρας ἔχων ἀκριβῶς αὐτὴν μέχρι παντὸς οὐ διεσώ σατο, ἀλλ' οἷα δή τις ἥλιος
νέφεσι καλυφθεὶς ἀμυδρὰν ἐδίδου τοῖς ὁρῶσι τὴν λαμπηδόνα τῆς φύσεως, ἐνταυθοῖ
θήσω ἀπὸ τῶν ἐναντίων ἀρξάμενος.

===Το κάλλος του βασιλιά===
'''6.125''' Περὶ τοῦ εἴδους τοῦ βασιλέως. Ἄγαλμα κάλλους ἐκεῖνον ἡ φύσις τῷ βίῳ
Γραμμή 2.808 ⟶ 3.257 :
μόλις ἐξήρκεσε, τοῦτον δὲ ἡ φύσις ὡς ἀληθῶς πλάσασά τε καὶ ἀποξέσασα, καὶ ὥσπερ
εὐτέχνως τορεύσασα καὶ καλλύνασα τῇ καθ' ἑαυτὴν εὐτεχνίᾳ τὴν μαγικὴν ἀγωνίαν
ὑπερεβάλ λετο· ἐπεὶ δὲ ἕκαστα τῶνἕκασν ἐκείνου μελῶν ἀνάλογα πρὸς τὸ ὅλον σῶμα
πεποίηκε, κεφαλὴν καὶ ὅσα μετ' ἐκείνην εὐθὺς, χεῖράς τε καὶ ὅσα δὴ μετὰ ταύτας,
μηρούς τε καὶ πόδας, ἑκάστοις ἢ ἑκάστῳ τὰ προσήκοντα καταχεαμένη χρώματα, τὴν μὲν
κεφαλὴν ἡλιῶσαν ἀπέδειξε καὶ πυρσὴν, τὸ δ' ὅσον ἐν στήθεσι καὶ γαστρὶ ἄχρι ποδῶν καὶ
τοῖς ἀντιθέτοις μέρεσιν, τῆς ἀκραιφνεστάτης λευκότητος ὁπόσα δὴ μέτρα λαβοῦσα
ἀπέδειξεν ἔμπλεων· καὶ εἴ τιςτς δὴ ἐκεῖνον ἀκριβῶς ᾑρεῖτο ὁρᾶν, ὁπότε δὴ ἀκμαίως εἶχε
καὶ οὔπω αὐτῷ τὰ μέρη παρείθησαν, κάλλεσι μὲν ἂν ἡλίου τὴν κεφαλὴν εἴκασεν, οἷα δή
τισιν ἀκτῖσι ταῖς θριξὶ διαλάμπουσαν, κρυστάλλῳ δὲ τὸ λοιπὸν σῶμα τῷ καθαρωτάτῳ
καὶ διαυγεῖ· ἐρρύθμιστο δὲ καὶ πρὸς ἐμμελὲς ἦθος, ἥ τε γὰρ γλῶσσα τούτῳ ἀστεῖον εἶχε
τὸ φθέγμα καὶ ὁμιλοῦντι θέλγη προσείπετο, εἰ δέ γε προσμειδιάσειε, χαρίτων εὐθὺς
εἶδες ἀκήρατα θήρατρα.

===Η αρρώστια του βασιλιά ===
'''6.127''' Τοῦτο μὲν οὖν τὸ κάλλος καὶ βασιλεύσας ὁ αὐτοκράτωρ ἐκέκτητο· οὔπω δὲ