Χρονογραφία: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Dgolitsis (συζήτηση | Συνεισφορά)
Dgolitsis (συζήτηση | Συνεισφορά)
Γραμμή 2.648:
ἐκείναις ἐναντιώσασθαι, ἀλλὰ πᾶσαν ταύταις εἰσάγειν γλυκυθυμίαν, ἀφορμῆς δέ τινος
προηγησαμένης, προσκεκρούκει ταύταις εὐθὺς, εἰ μὴ καὶ οὕτω τῇ ὁμευνέτιδι ἔδοξεν,
εἴτε ἀποκρυψαμένῃ τὸ ζηλό τυπονζηλότυπον, εἴτε διὰ τὴν ἡλικίαν τοῦτο ἀφαιρεθείσῃ.

===Περὶ τῆς τοῦ Μανιάκη ἀποστασίας===

'''6.76''' Περὶ τῆς τοῦ Μανιάκη ἀποστασίας. Ὁ Μανιάκης οὗτος Γεώργιος οὐκ
ἀθρόον ἀπὸ τῶν σκευοφόρων εἰς τὸ στρατηγεῖν παρεληλυθὼς, οὐδὲ χθὲς μὲν τῇ
σάλπιγγι χρώμενος καὶ τὴν τοῦ κήρυκος τάξιν ἀναπληρῶν, σήμερον δὲ τὴν φάλαγγα
πιστευθεὶς, ἀλλ' ὥσπερ ἀπὸ σημείου ἀρξάμενος καὶ κατὰ βραχὺ προϊὼν καὶ τοὺς
βαθμοὺς βραβευόμενος, ἕως δὴ πρὸς τὸ κεφάλαιον τῆς στρατηγικῆς ἀπήντησε τάξεως·
ἀλλ' ὁμοῦ τι κατώρθου, καὶ στεφανηφορῶν αὖθις δεσμὰ περιέκειτο, ἐπανῄει νικη φόρος
τοῖς βασιλεῦσι καὶ ᾤκει τὸ δεσμωτήριον, προεπέμ πετο στρατηγήσων καὶ τῆς ὅλης
ἀρξόμενος δυνάμεως καὶ ἐκ θατέρου πλευροῦ παρειστήκεισαν οἱ τῶν κορυφαίων τοῦ
στρατεύματος ὑπογενειάζοντες καὶ κινοῦντες οὐχ ὅπη δέον χωρεῖν, ἀλλ' ἔνθα πρὸς
τοὐναντίον ἡμῖν τε κἀκείνῳ χωρήσει τὰ πράγματα. Ἔδεσσα ἥλω, καὶ ἐν γραφαῖς ἦν,
Σικελίαν αἱρήσων ἐπέμπετο, καὶ ἵνα μὴ παρ' ἐκείνου ἁλοίη, ἀτίμως αὖθις ἀνεκαλεῖτο.

'''6.77'''Τοῦτον ἐγὼ τὸν ἄνδρα καὶ τεθέαμαι καὶ τε θαύμακα· συνενήνοχε γὰρ αὐτῷ
ἡ φύσις ὁπόσα συμπρέπει τῷ στρατηγήσοντι· ἦν γὰρ τὴν ἡλικίαν εἰς δέκατον ἀνεστη
κὼς πόδα, καὶ οἱ πρὸς αὐτὸν ὁρῶντες ὥσπερ εἰς κολωνὸν ἢ κορυφὴν ὄρους ἀνέβλεπον·
τὸ δὲ εἶδος αὐτῷ οὐ τρυφερὸν καὶ ἐπιτερπὲς, ἀλλ' οἷον ἐοικὸς πρηστῆρι· ἐβρόντα δὲ καὶ
τῷ φθέγματι, αἵ τε χεῖρες οἷαι διασεῖσαι τείχη καὶ πύλας συντρῖψαι χαλκᾶς, τὸ δὲ
ὅρμημα τούτῳ ὁποῖον λέοντος, καὶ τὸ ἐπισκύνιον βλοσυρόν· καὶ τἄλλα δὲ τῷ ἀνδρὶ
συνῳδὰ τούτοις καὶ σύνδρομα, καὶ ἡ φήμη πλείων τῶν ὁρωμένων, καὶ πᾶς ἐδεδίει τὸν
ἄνδρα βάρβαρος, ὁ μὲν καὶ ἰδὼν καὶ θαυμάσας, ὁ δὲ τῶν ἱστορούντων ἐκεῖνον ἀκούσας
καὶ ἐκ πλαγείς.

'''6.78''' Ἐπεὶ δὲ τὴν Ἰταλίαν ἀποσεσυλήμεθα καὶ τὸ σεμνότατον τῆς ἀρχῆς
ἀφῃρήμεθα μέρος, πέμπει τοῦτον ὁ δεύτερος Μιχαὴλ πολεμήσοντα μὲν τοῖς ἡρπακόσιν
αὐτὴν, τῷ δὲ κράτει τὸ μέρος ἐπανασώσοντα· λέγω δὲ νῦν Ἰταλίαν, οὐ τὴν ἀκτὴν
ξύμπασαν, ἀλλὰ μόνον δὴ τὸ πρὸς ἡμᾶς τμῆμα τὸ κοινὸν ἰδιωσάμενον ὄνομα. Ὁ μὲν οὖν
τοῖς ἐκεῖσε μέρεσι μετὰ παντὸς ἐπιστὰς τοῦ στρατεύματος, πᾶσιν ἐχρᾶτο τοῖς
στρατηγήμασι, καὶ δῆλος ἦν τοὺς μὲν κατασχόντας ἀπελάσων, τὴν δὲ αὐτοῦ χεῖρα ἀντ'
ἄλλου τινὸς ἐρύματος ἀντιστήσων ταῖς ἐκείνων ἐπιδρομαῖς.

'''6.79''' Ἐπεὶ δὲ ὁ μὲν Μιχαὴλ ἐξώσθη τοῦ κράτους, εἰς δὲ τὸν αὐτοκράτορα
Κωνσταντῖνον, περὶ οὗ γράφειν προῄρημαι, τὰ τῆς ἀρχῆς ἀπεῖδε πράγματα, δέον εὐθὺς
πάσαις ἀποστολιμαίαις ἐκεῖνον καταγεραίρειν γραφαῖς καὶ στεφάνοις ἀναδεῖσθαι
μυρίοις καὶ τἄλλα ποιεῖν ὁπόσα δὴ ἐκεῖνον θεραπεύσειν ἔμελλεν, ἀλλ' ὅ γε αὐτοκράτωρ
παντά πασι τούτου κατολιγωρήσας τοῦ μέρους, ἐκείνῳ τε ὑποψίας κατέσπειρεν
ἀφορμὰς, καὶ τῇ βασιλείᾳ πόρρωθεν κατεβάλ λετο πράγματα· ἐπεὶ δέ ποτε καὶ εἰς
μνήμην αὐτοῦ ἐλήλυ θεν ὁ ἀνὴρ, καὶ ἐν κακοῖς ἐγνωρίζετο, τυραννικά τε φρονῶν
ἐγινώσκετο, οὐδ' οὕτω δεξιῶς τὰ πρὸς ἐκεῖνον μετεχει ρίσατο· οὐ γὰρ προσποιεῖται τὸ
τέως μελετώμενον ἀγνοεῖν, ἀλλ' ὡς πρὸς ἤδη τυραννήσαντα ἀναρρήγνυται.

'''6.80''' Πέμπει γοῦν πρὸς αὐτὸν οὔτε τοὺς θεραπεύ σοντας, οὔτε τοὺς ἄλλως
ἐξομαλίσοντας καὶ πρὸς τὸ δέον μεταρρυθμίσοντας, ἀλλ', ἵν' οὕτως εἴποιμι, τοὺς
ἀποκτενοῦν τας, ἢ, τό γε μετριώτερον, ἐξονειδίσοντας αὐτῷ τὴν δυσμέ νειαν καὶ
μονονοὺ μαστιγώσοντας καὶ δεσμήσοντας καὶ τῆς Πόλεως ἐξελάσοντας· καὶ ὁ
κορυφαῖος τῶν πρέσβεων οὐ τῶν ἐν τοιούτοις ἐξητασμένων, οὐδὲ τῶν προλαβόντων τῷ
χρόνῳ πολιτικῶν ἢ στρατιωτικῶν πραγμάτων ἐπιμέλειαν, ἀλλὰ τῶν ἐκ τριόδων ἀθρόον
ἐπεισπεσόντων εἰς τὰ βασίλεια.

'''6.81''' Καταπλεύσας γοῦν πρὸς τὸν τέως τυραννεῖν ἐπειλημμένον, στρατευμάτων
ἤδη κατάρχοντα, καὶ τὴν ἐκείνου ὑποπτεύσαντα ἄφιξιν, οὔτε προδιασαφεῖ τούτῳ ὡς
εἰρηνικὰ ἀπαγγέλλων ἐλήλυθεν, οὔθ' ὅλως προδιαγγέλλει ὅτι ἐλήλυθεν, ἀλλ' ὥσπερ
λαθὼν τὴν ἔφοδον ἱππότης αὐτῷ ἀθρόον προσήλασε, καὶ τῶν ἐξομαλιζόντων οὐδὲν
εἰρηκὼς, οὐδὲ τοιοῦτόν τι προοιμιασάμενος δι' οὗ καταστήσειν ἑαυτῷ τὴν πρὸς τὸν
ἄνδρα ἐντυχίαν ἔμελλε, παίει αὐτίκα λαμπρῶς τοῖς ὀνείδεσι καὶ ἐπαπειλεῖται τὰ
χαλεπώτατα. Ὁ δὲ τοῦτο αὐτὸ ἤδη κατειληφὼς ὅπερ ὑπώπτευεν, εἶτα δὴ καὶ δείσας περὶ
τῶν λανθανόντων, διαπυροῦται τῷ θυμῷ καὶ ἐπανατείνει τὴν χεῖρα τούτῳ, οὐχ ὡς
πλήξων, ἀλλ' ὡς φο βήσων· ὁ δὲ ὥσπερ ἐπ' αὐτοφώρῳ τοῦτον ἐντεῦθεν ἑλὼν τύραννον,
διεμαρτύρατο τὴν θρασύτητα, καὶ προστίθησιν ὡς οὐκ ἀποφεύξεται ἐπὶ τηλικούτοις
ἁλούς· ἀπογνωστέα γοῦν τούτῳ τε καὶ τῷ μετ' αὐτοῦ στρατῷ τὰ πράγματα ἔδοξε, καὶ
συγκινηθέντες, τὸν μὲν πρεσβευτὴν ἀναιροῦσιν, ὡς δ' οὐκ ἂν ἄλλως αὐτοῖς χρησομένου
τοῦ αὐτοκράτορος, τυραννεῖν ἤδη κατάρχονται.

'''6.82''' Οἷα δὴ ἀνδρὶ γενναίῳ καὶ κορυφαίῳ τὴν στρα τηγικὴν τέχνην πολλοὶ
συνερρυήκεσαν, οὐχ ὅσοι στρατεύ σιμον εἶχον τὴν ἡλικίαν, ἀλλ' ἤδη καὶ οἱ ἐφ' ἑκάτερα
τῆς ἀκμῆς· ὁ δὲ, ἐπειδὴ μὴ τοῖς πλήθεσιν, ἀλλὰ ταῖς τέχναις καὶ ταῖς ἐμπειρίαις ᾔδει τὰ
τρόπαια κατορθούμενα, τοὺς ἐμπειροτάτους πρὸς πόλεμον συλλεξάμενος καὶ μεθ' ὧν
ἐκεῖνος πολλὰς μὲν διεπόρθησε πόλεις, πλειόνων δὲ χρημά των τε καὶ σωμάτων
γέγονεν ἐγκρατὴς, ἅμα τούτοις συντε ταγμένος, ἐπὶ τὴν ἀντιπέρας γίνεται ἤπειρον,
πάντας μὲν διαλαθὼν τῆς ὄχθης φύλακας, οὐδενὸς τῶν ἀντιστρατευο μένων ἐκείνῳ
ἐξιέναι τολμήσαντος, ἀλλὰ πάντων ὑπο πτηξάντων ἐκεῖνον καὶ ἐκποδὼν γεγονότων.

'''6.83''' Τὰ μὲν οὖν περὶ ἐκεῖνον τοιαῦτα· ὁ δέ γε αὐτοκράτωρ, ἐπειδὴ καὶ τὴν τοῦ
πρέσβεως ἐμεμαθήκει ἀναί ρεσιν, καὶ τὴν τοῦ τυραννοῦντος ἀπόνοιαν, στράτευμα κατ'
ἐκείνου μυρίανδρον συγκροτεῖ· εἶτα δὴ δείσας περὶ τοῦ τῶν δυνάμεων ἄρξοντος, μὴ
ἐκεῖνον τροπωσάμενος ἐπ' αὐτὸν χρήσηται τὸν πεπομφότα τῷ κατορθώματι καὶ
τύραννος αὐτῷ ἐπιστῇ τοῦ προτέρου βαρύτερος, ἀπείρου συλλεγέντος στρατεύματος καὶ
πρὸς ὅπερ ἂν ἐφορμήσειεν εὐθὺς κατορ θώσαντος, τῶν μὲν γενναιοτέρων οὐδένα ταῖς
τάξεσι δίδω σιν, ἐφίστησι δὲ ταύταις ἄνδρα, πιστὸν μὲν τὰ πρὸς ἐκεῖνον καὶ ἐκτομίαν,
οὐδενὶ δὲ τῶν πάντων σεμνολογούμενον. Οὗ τος ἄρας ἐντεῦθεν ἐπὶ τὸν τυραννοῦντα
σὺν πολλῷ χωρεῖ τῷ στρατεύματι. Ὁ δὲ, ἐπειδὴ ἐμεμαθήκει ὡς εἴη συγκε κινημένον ἐπ'
αὐτὸν τὸ Ῥωμαϊκὸν ξύμπαν στρατόπεδον, οὔτε ἀποδειλιᾷ τὸ πλῆθος οὔτε τὴν
συγκίνησιν ὑποπτήσσει, ἀλλὰ πάντα κατόπιν τῶν τυραννικῶν πεποιηκὼς λογισμῶν,
πειρᾶται ἀσυντάκτους καταλαβεῖν, καὶ σὺν εὐζώνῳ τῇ στρατιᾷ οὔπω προσδοκηθεὶς
τούτοις ἐφίσταται.

'''6.84''' Ἐπεὶ δὲ κἀκεῖνοι κατὰ βραχὺ συνταχθέντες ἀντέστησαν, θεαταὶ μᾶλλον τοῦ
ἀνδρὸς ἢ ἀγωνισταὶ ἐγεγό νεισαν, τοῖς δὲ πολλοῖς καὶ τὴν θέαν ὑπετέμνετο· οὕτως ἀστραπαῖος
αὐτοῖς ἔδοξε, βροντῶν μὲν τοῖς στρατηγικοῖς ἐμβοήμασι, καθιππεύων δὲ τὰς φάλαγγας, καὶ οἷς
ἂν ὀφθείη ἐκταράσσων τούτους εὐθύς. Τὸ μὲν οὖν πλῆθος ἐκ προοιμίων τροποῦται τῇ γενναιότητι, ἡττᾶται δὲ τῶν ἄνωθεν διοικήσεων καὶ ὧν ἡμεῖς τοὺς λόγους οὐκ ἴσμεν· ὡς γὰρ ἐπειδὴ περιϊὼν τὰς
ἡμετέρας διετάραττε φάλαγγας, καὶ ὅπη δ' ἂν ἐκεῖνος ὁρμήσειε διελύετο ὁ συνασπισμὸς
καὶ εἰς τοὐπίσω τὸ συντετειχισμένον ἐχώρει τοῦ στρατοπέδου, καὶ τὸ ξύμπαν ἤδη κατὰ
μέρη διετέμνετό τε καὶ κατεφθείρετο, πληγὴν ἀθρόως κατὰ τῆς δεξιᾶς λαγόνος
εἰσδέχεται, οὐκ ἐξ ἐπιπολῆς, ἀλλ' εἰς βάθος, ὅθεν ἀθρόον πλεῖστον ἐκεῖθεν αἷμα
κατέρρει· καὶ ὃς, ὥσπερ οὐκ αἰσθανθεὶς τῆς πληγῆς, ἀλλὰ τὸ αἷμα καταρρέον ἰδὼν, εἶτα
δὴ τὴν χεῖρα ἐπιθεὶς ὅθεν κεκένωτο, καὶ καιρίαν γνοὺς τὴν βολὴν, τοῖς ὅλοις
ἀπειρηκὼς, ἐπειρᾶτο μὲν ἐπὶ τὸν οἰκεῖον ἐπανιέναι χάρακα, καὶ βραχὺ δή τι τῶν
στρατευμάτων ἀπῆγεν ἑαυτόν· ὡς δ' οὐκ εἶχεν ἤδη ὅπως μετενέγκοι τὸν ἵππον, τοῦ
σώματος αὐτῷ πάντη ἐξασθενήσαντος, καὶ ἀχλύος πληρωθείσης τῆς κεφαλῆς, ἠρέμα
ἐπιστενάξας καὶ ὅσον παρεῖχεν ἡ δύναμις, ἀκρατής τε εὐθὺς τοῦ χαλινοῦ γίνεται, καὶ
τῆς ἕδρας ἀπ ολισθήσας, θέαμα ἐλεεινὸν τῇ γῇ κατέρριπτο.

'''6.85''' Τὸ δέ γε ἡμεδαπὸν στράτευμα οὐδ' οὕτως ἐθάρρει τὸν κείμενον, ἀλλὰ καὶ
αὖθις ἐπεῖχον τοὺς χαλι νοὺς, δεδοικότες μή ποτε κλέμμα εἴη τὸ θέαμα· ὡς δ' ὅ τε
ἱπποκόμος ἀπῆν, καὶ ὁ ἵππος ἐλευθέρῳ ποδὶ ἀτάκτως ἀνὰ τὸ μεταίχμιον ἔθει, παμπληθεὶ
πάντες ὁρμήσαντες ἐπὶ τὸν νεκρὸν, εἶτα δὴ ἰδόντες καὶ θαυμάσαντες ὁπόσον μέρος τῆς
γῆς ἐπεῖχεν ἐκτεταμένος, τὴν κεφαλὴν ἀποτεμόντες τῷ τῆς φάλαγγος ἡγεμόνι
προσάγουσιν. Εἶτα δὴ ἐπὶ τούτῳ πολλοὶ οἱ τὸν ἄνδρα ἀπεκτονότες ἐσχεδιάσθησαν, καὶ
λόγοι ἐπὶ τούτῳ συνετίθεντό τε καὶ συνεπλάττοντο· ὡς δ' οὐκ ἦν ἀποδείκνυσθαι τὰ
λεγόμενα, ἀγνώστους τινὰς ἱππέας ἐπ' ἄντην ὡρμηκότας ἐλογοποίουν ἐκκεφαλίσαι· καὶ
πολλῶν οὕτω πλαττομένων λόγων, ἀπόδειξις οὐδεμία τοῖς λεγομέ νοις ἐπῆν· ἀλλ' ὅτι
μὲν τὴν λαγόνα διῄρητο, τομὴν ἐντεῦ θεν κατηγόρουν αἰχμῆς, ὁ δὲ τρώσας ἀφανὴς
τέως ἐστὶν ἄχρι τῆσδε τῆς συγγραφῆς.

'''6.86''' Ἐκεῖνος μὲν οὖν οὕτω δὴ τὰ μὲν παθὼν, τὰ δὲ καὶ ποιήσας τῶν κατηγορίαν
ἐχόντων, τοιούτῳ δὴ τέλει τὸν βίον κατέλυσε· τὸ δὲ περὶ ἐκεῖνον στρατόπεδον, μέρη
μέν τινα ἐπὶ τὰς οἰκείας πατρίδας ἀπεληλύθεσαν ἀφανῶς, τὸ δὲ πλεῖστον μέρος τοῖς
ἡμετέροις προσέθετο· καὶ πρὶν ἢ πρὸς τὸν αὐτοκράτορα ἐπανελθεῖν τὰ στρατεύματα, ἡ
τοῦ τυραννήσαντος ἐκπέμπεται κεφαλή· καὶ ὃς καθαπερεί τινος καλύπτοντος
ἀπαλλαγεὶς κύματος καὶ βραχύ τι ἐξαναπνεύσας, τῷ μὲν Θεῷ εὐχαριστηρίους ἀνα
πέμπει φωνὰς, τὴν δέ γε κεφαλὴν ἐν μετεώρῳ τοῦ μεγάλου θεάτρου πήγνυσιν, ὡς ἂν
ἔχοιεν ξύμπαντες καὶ πόρρωθεν ταύτην διὰ πολλοῦ μέσον τοῦ ἀέρος ὁρᾶν.
'''6.87''' Ὡς δὲ καὶ ἡ φάλαγξ ἐπανεληλύθει, ἀριστείοις στεφάνοις τῶν πλειόνων
κεκοσμημένων, καὶ πρὸ τοῦ Ἄστεος ἤδη ηὐλίσαντο ἀγχοῦ τῶν τειχῶν, ὁ αὐτοκράτωρ
θρίαμβον δεῖν ἔγνω ἐπὶ τοῖς τροπαίοις καταγαγεῖν· καὶ οἷα ἐκεῖνος σκηνὰς πλάττειν
εἰδὼς καὶ μεγαληγορεῖν ἐν τοῖς πράγμασιν, οὑτωσὶ διατίθεται τὴν πομπήν· διατάττεται
γὰρ τὸ μὲν ψιλὸν τῆς φάλαγγος μεθ' ὅπλων προϊέναι συμ μίγδην καὶ ἀσυντάκτως,
ἀσπίδας καὶ τόξα καὶ δόρατα φέ ροντας, καὶ ἐπὶ τούτοις τοὺς ἐπιλέκτους ἱππέας ὅπλοις
καταφράκτους ἕπεσθαι, φοβεροὺς ἰδεῖν ἀπό τε τοῦ σχήμα τος ἀπό τε τῆς στρατιωτικῆς
τάξεως· εἶτα δὴ τὸ μετὰ τοῦ τυράννου στρατόπεδον, οὐκ ἐν τάξει, οὐδ' ἐν καλῷ σχήματι,
ἀλλ' ἐπ' ὄνων πρὸς οὐρὰν ἀντεστραμμένους καὶ ἐξυρημένους τὰς κεφαλὰς, καὶ πολύν
τινα συρφετὸν αἰσχύνης περὶ τὸν τράχηλον φέροντας, ἐφ' οἷς ἡ τοῦ τυράννου δὶς ἐθριαμ
βεύετο κεφαλὴ, καὶ μετ' ἐκείνην ἄλλο τι τοῦ τυραννικοῦ σχήματος, μεθ' ἃ ξιφηφόροι
τινὲς καὶ ῥαβδοῦχοι καὶ οἱ τοὺς πελέκεις ἀπὸ τοῦ δεξιοῦ σείοντες ὤμου, πολύ τι πλῆθος
προϊόντες τοῦ τῶν στρατευμάτων ἡγεμονεύσαντος, καὶ ἐπὶ πᾶσιν ἐκεῖνος ἐπίσημος καὶ
ἵππῳ καὶ τῇ στολῇ, καὶ ἐπὶ τούτῳ τὸ δορυφορικὸν ξύμπαν.

'''6.88''' Οὗτοι μὲν οὖν οὕτω προῄεσαν, ὁ δὲ αὐτοκράτωρ λαμπρὸς πάνυ καὶ ὑψηλὸς
προὐκάθητο τῆς οὕτως λεγομένης Χαλκῆς Φυλακῆς ἐπ' αὐτοῦ δὴ τοῦ θείου τεμέ νους, ὃ
ὁ μέγας ἐν βασιλεῦσιν Ἰωάννης ἐκεῖνος ὁ μετὰ Φωκᾶν Νικηφόρον ἐδείματο· αἵ τε
βασιλίδες ἑκατέρωθεν αὐτῷ συγκαθίσασαι θεωροὶ τοῦ θριάμβου ἐγίγνοντο. Καὶ οὕτω δὴ
τὴν τοιαύτην ξυντελέσας πομπὴν, σὺν ἐγκωμίοις λαμπροῖς στεφανηφορῶν ἐχώρει πρὸς
τὰ βασίλεια· ὥσπερ δὴ ἐκείνῳ τὸ ἦθος, μέχρι τούτου τῇ λαμπρότητι τῆς νίκης
καταχρησάμενος, εἰς τὴν οἰκείαν αὖθις μετριοφροσύνην ἐπανελήλυθεν. 6.89 Λαμπρὸν
γὰρ δή τι τοῦτο τὸ μέρος καὶ πλῆρες ἐγκωμίων τῷ βασιλεῖ· οὔτε γὰρ ἐπὶ τοῖς κατωρθω
μένοις αὑτῷ ἐσεμνολόγει, οὔτε ἀλαζόνας ἠφίει φωνὰς, ἀλλ' ἀπολαύων τῶν
πεπραγμένων ὅσον ἐξῆν, τῶν οἰκείων αὖθις ἠθῶν ἦν· καὶ τοῦτο μὲν οὕτως ἦν αὐτῷ.
Ἐγρηγόρει δὲ οὐ μάλα, ἀλλ' ὥσπερ ἐπὶ πολλοῖς ἀγῶσιν ἀναπαύλης δεόμε νος
ἐπερραθύμει τῷ λείποντι μέρει, διὰ τοῦτο ἄλλο τι αὐτῷ ἐπ' ἄλλῳ τῶν δεινῶν
ἐπεκύμαινεν.

===Το κάλλος του βασιλιά===
'''6.125''' Περὶ τοῦ εἴδους τοῦ βασιλέως. Ἄγαλμα κάλλους ἐκεῖνον ἡ φύσις τῷ βίῳ
Γραμμή 3.698 ⟶ 3.838 :
Μιχαὴλ τῶν ὅλων ἐγκρατὴς ἐγεγόνει, αὐτίκα στερήσεσθαι <μέλλων>, περὶ οὗ ἐρεῖν
βουλόμενος βραχύ τι προσκαταστήσω τὸν λόγον.

===Περὶ τῆς τοῦ Ψελλοῦ ἀποκάρσεως===
'''6.191''' Τοῦτο δὲ τοῦ λόγου τὸ πρόβλημα ἀρχή τις γενήσεται καὶ ὑπόθεσις τῆς ἐμῆς ἐπὶ τὸν κρείττονα βίον μετα ποιήσεως· ἐθαύμασαν γοῦν οἱ πολλοὶ, ὅπως ποτὲ τὴν κατὰ βραχύ μοι συναυξηθεῖσαν λαμπρότητα, ὁπότε δὴ καὶ τὰς τῶν πολλῶν ὑπερβέβηκα βασκανίας, ἀθρόον ἀφεὶς, ἐπὶ τὸν θειότερον